goldenbar

ΟΡΦΙΚΟΙ ΥΜΝΟΙ, 41 – 60

ἑλληνικὸ πρωτότυπον ἐκ τῶν TLG (Thesaurus Lingua Graeca) καὶ ἐκδ. Λειψίας

Μυθογραφία Ὀρφέως

ΠΕΡΙΕΧΟΜΕΝΑ

Μητρὸς Ἀνταίας

θυμίαμα ἀρώματα

Ἀνταία βασίλεια, θεά, πολυώνυμε μῆτερ
ἀθανάτων τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων,
ἥ ποτε μαστεύουσα πολυπλάγκτῳ ἐν ἀνίῃ
νηστείαν κατέπαυσας Ἐλευσῖνος γυάλοισιν.
ἦλθές τ’ εἰς Ἀΐδην πρὸς ἀγαυὴν Περσεφόνειαν,
ἁγνὸν παῖδα Δυσαύλου ὁδηγητῆρα λαχοῦσα,
μηνυτῆρ’ ἁγίων λέκτρων χθονίου Διὸς ἁγνοῦ,
Εὔβουλον τέξασα θεὸν θνητῆς ἀπ’ ἀνάγκης.
ἀλλά, θεά, λίτομαί σε, πολυλλίστη βασίλεια,
ἐλθεῖν εὐάντητον ἐπ’ εὐιέρῳ σέο μύστῃ.

Η θεά Δήμητρα ένθρονη ευλογεί την Μετάνειρα, που προσφέρει σιτάρι, Απουλιανή ερυθρόμορφη υδρία, 340 π.Χ.

 

Μίσης

θυμίαμα στύρακα

Θεσμοφόρον καλέω ναρθηκοφόρον Διόνυσον,
σπέρμα πολύμνηστον, πολυώνυμον Εὐβουλῆος,
ἁγνήν τ’ εὐίερόν τε Μίσην, ἄρρητον ἄνασσαν,
ἄρσενα καὶ θῆλυν, διφυῆ, λύσειον Ἴακχον·
εἴτ’ ἐν Ἐλευσῖνος τέρπῃ νηῷ θυόεντι,
εἴτε καὶ ἐν Φρυγίῃ σὺν μητέρι μυστιπολεύεις,
ἢ Κύπρῳ τέρπῃ σὺν ἐϋστεφάνῳ Κυθερείῃ,
ἢ καὶ πυροφόροις πεδίοις ἐπαγάλλεαι ἁγνοῖς,
σὺν σῇ μητρὶ θεᾷ μελανηφόρῳ Ἴσιδι σεμνῇ,
Αἰγύπτου παρὰ χεῦμα σὺν ἀμφιπόλοισι τιθήναις·
εὐμενέουσ’ ἔλθοις ἀγάθ’ ἐκτελέουσ’ ἐπ’ ἀέθλοις.

Η κούπα του Διονύσου με πάνθηρες, ψηφιδωτό ελληνιστικής περιόδου

 

Ὡρῶν

θυμίαμα ἀρώματα

Ὧραι, θυγατέρες Θέμιδος καὶ Ζηνὸς ἄνακτος,
Εὐνομίη τε, Δίκη τε, καὶ Εἰρήνη πολύολβε,
εἰαριναί, λειμωνιάδες, πολυάνθεμοι, ἁγναί,
παντόχροοι, πολύοδμοι ἐν ἀνθεμοειδέσι πνοιαῖς,
Ὧραι ἀειθαλέες, περικυκλάδες, ἡδυπρόσωποι·
πέπλους ἑννύμεναι δροσεροὺς ἀνθέων πολυθρέπτων,
ἁγνῆς Περσεφόνης συμπαίκτορες, εὖτέ ἑ Μοῖραι
καὶ Χάριτες κυκλίοισι χοροῖς πρὸς φῶς ἀνάγωσιν,
Ζηνὶ χαριζόμεναι καὶ μητέρι καρποδοτείρῃ,
ἔλθετ’ ἐπ’ εὐφήμους τελετὰς ὁσίας νεομύστοις,
εὐκάρπους καιρῶν γενέσεις ἐπάγουσαι ἀμεμφῶς.

Ο Διόνυσος γενειοφόρος οδηγεί τις Ώρες, ρωμαϊκό ανάγλυφο του 1ου αι. μ.Χ., αντίγραφο ελληνιστικού νεο-αττικού αναγλύφου

 

Σεμέλης

θυμίαμα στύρακα

Κικλήσκω κούρην Καδμηίδα παμβασίλειαν,
εὐειδῆ Σεμέλην, ἐρατοπλόκαμον, βαθύκολπον,
μητέρα θυρσοφόροιο Διονύσου πολυγηθοῦς,
ἣ μεγάλας ὠδῖνας ἐλάσσατο πυρφόρῳ αὐγῇ,
ἀθανάτοι τεκοῦσα Διὸς βουλαῖς Κρονίοιο·
τιμὰς τευξαμένη παρ’ ἀγαυῆς Περσεφονείης
ἐν θνητοῖσι βροτοῖσιν ἀνὰ τριετηρίδας ὥρας,
ἡνίκα σοῦ Βάκχου γονίμην ὠδῖνα τελῶσιν,
εὐίερόν τε τράπεζαν ἰδὲ μυστήριά θ’ ἁγνά,
νῦν σέ, θεά, λίτομαι, κούρη Καδμηίς, ἄνασσα,
πρηύνοον καλέων αἰεὶ μύστῃσιν ὑπάρχειν.

Η Σεμέλη με τον υιό της, Διόνυσο, τον Απόλλωνα, και έναν Σάτυρο, ετρουσκικός καθρέπτης, εικονογραφία από το Verldshistoria του Ernst Wallis, 1875

 

Διονύσου Βασσαρέως Τριετηρικοῦ

Ἐλθέ, μάκαρ Διόνυσε, πυρίσπορε, ταυρομέτωπε,
Βάσσαρε καὶ Βακχεῦ, πολυώνυμε, παντοδυνάστα,
ὃς ξίφεσιν χαίρεις ἠδ’ αἵματι Μαινάσι θ’ ἁγναῖς·
εὐάζων κατ’ Ὄλυμπον, ἐρίβρομε, μανικὲ Βάκχε,
θυρσεγχής, βαρύμηνι, τετιμένε πᾶσι θεοῖσι
καὶ θνητοῖσι βροτοῖσιν, ὅσοι χθόνα ναιετάουσιν·
ἐλθέ, μάκαρ, σκιρτητά, φέρων πολὺ γῆθος ἅπασιν.

Οι Γεραρές κάνουν προσφορές στο ξόανο του Διονύσου, αγγειογραφία με σκηνή από τα Ανθεστήρια

 

Λικνίτου

θυμίαμα μάνναν

Λικνίτην Διόνυσον ἐπευχαῖς ταῖσδε κικλήσκω,
Νύσιον ἀμφιθαλῆ, πεποθημένον, εὔφρονα Βάκχον,
νυμφῶν ἔρνος ἐραστόν, ἐ{υστεφάνου τ’ Ἀφροδίτης,
ὅς ποτ’ ἀνὰ δρυμοὺς κεχορευμένα βήματα πάλλες
σὺν νύμφαις χαρίεσσιν ἐλαυνόμενος μανίῃσιν
καὶ βουλαῖσι Διὸς πρὸς ἀγαυὴν Φερσεφόνειαν
ἀχθεὶς ἐξετράφης φίλος ἀθανάτοισι θεοῖσιν.
εὔφρων ἐλθέ, μάκαρ, κεχαρισμένα δ’ ἱερὰ δέξαι.

Ο Διόνυσος επί πάνθηρος, ψηφιδωτό από την Οικία του Διονύσου, τέλη 4ου αι. π.Χ., Πέλλα

 

Περικιονίου

θυμίαμα ἀρώματα

Κικλήσκω Βάκχον περικιόνιον, μεθυδώτην,
Καδμείοισι δόμοις ὃς ἑλισσόμενος πέρι πάντη,
ἔστησε κρατεροὺς βρασμοὺς γαίης ἀποπέμψας·
ἡνίκα πυρφόρος αὐγὴ ἐκίνησεν χθόνα πᾶσαν,
πρηστῆρος ῥοίζοις· ὃ δ’ ἀνέδραμε δεσμὸς ἁπάντων.
ἐλθέ, μάκαρ, βακχευτά, γεγηθυίαις πραπίδεσσιν.

Ο Διόνυσος σε πλοίο μεταμορφώνει τους πειρατές σε δελφίνια, αττικός μελανόμορφος κύλιξ, 530 π.Χ., Ουωλκοί

 

Σαβαζίου

θυμίαμα ἀρώματα

Κλῦθι, πάτερ, Κρόνου υἱέ, Σαβάζιε, κύδιμε δαῖμον,
ὃς Βάκχον Διόνυσον, ἐρίβρομον, εἰραφιώτην,
μηρῷ ἐγκατέραψας, ὅπως τετελεσμένος ἔλθοι
Τμῶλον ἐς ἠγάθεον, παρὰ θ’ Ἵππαν καλλιπάρηιον.
ἀλλά, μάκαρ, Φρυγίης μεδέων, βασιλεύτατε πάντων,
εὐμενέων ἐπαρωγὸς ἐπέλθοις μυστιπόλοισιν.

Ορειχάλκινο χέρι, από την λατρεία του Σαβάζιου, ρωμαϊκό, 1ος-2ος αι. μ.Χ.

 

Ἵππας

θυμίαμα στύρακα

Ἵππαν κικλήσκω, Βάκχου τροφόν, εὐάδα κούρην,
μυστιπόλον τελετῇσιν ἀγαλλομένην Σάβου ἁγνοῦ,
νυκτερίοις τε χοροῖσιν ἐριβρεμέταο Ἰάκχου.
κλῦθί μου εὐχομένου, χθονίη μήτηρ, βασίλεια,
εἴτε σύ γ’ ἐν Φρυγίῃ κατέχεις Ἴδης ὄρος ἁγνόν,
ἢ Τμῶλος τέρπει σε, καλὸν Λυδοῖσι θόασμα·
ἔρχεο πρὸς τελετὰς ἱερῷ γήθουσα προσώπῳ.

Η γέννηση του Διονύσου, ψηφιδωτό από την Οικία του Αιώνος, τέλη 4ου αί. μ.Χ., Πάφος

 

Λυσίου Ληναίου

Κλῦθι, μάκαρ, Διὸς υἷ’, ἐπιλήνιε Βάκχε, διμήτωρ,
σπέρμα πολύμνηστον, πολυώνυμε, λύσιε δαῖμον,
κρυψίγονον μακάρων ἱερὸν θάλος, εὔιε Βάκχε,
εὐτραφές, εὔκαρπος, πολυγηθέα καρπὸν ἀέξων,
ῥηξίχθων, ληναῖε, μεγασθενές, αἰολόμορφε·
παυσίπονον θνητοῖσι φανεὶς ἄκος, ἱερὸν ἄνθος,
χάρμα βροτοῖς φιλάλυπον, ἐφάπτορ, καλλιέθειρε,
λύσιε, θυρσομανές, βρόμι’, εὔιε, πᾶσιν ἐΰφρων,
οἷς ἐθέλεις θνητῶν ἠδ’ ἀθανάτων σὲ πιφαύσκειν·
νῦν σε καλῶ μύστῃσι μολεῖν ἡδύν, φερέκαρπον.

Ο Διόνυσος ένθρονος δεχόμενος σπονδή, μέ πάνθηρα στα πόδια του, ρωμαϊκό ανάγλυφο, ελληνιστικό

 

Νυμφῶν

θυμίαμα ἀρώματα

Νύμφαι, θυγατέρες μεγαλήτορος Ὠκεανοῖο,
ὑγροπόροις γαίης ὑπὸ κεύθεσιν οἰκί’ ἔχουσαι,
κρυψίδρομοι, Βάκχοιο τροφοί, χθόνιαι, πολυγηθεῖς,
καρποτρόφοι, λειμωνιάδες, σκολιόδρομοι, ἁγναί,
ἀντροχαρεῖς, σπήλυγξι κεχαρμέναι, ἠερόφοιτοι.
πηγαῖαι, δρομάδες, δροσοείμονες, ἴχνεσι κοῦφαι
φαινόμεναι, ἀφανεῖς, αὐλωνιάδες, πολυανθεῖς·
σὺν Πανὶ σκιρτῶσαι ἀν’ οὔρεα, εὐάστειραι,
πετρόρυτοι, λιγυραί, κρουνίτιδες, ὑλονόμοι τε·
παρθένοι εὐώδεις, λευχείμονες, εὔπνοοι αὔραις,
αἰπολικαί, νόμιαι, θηρσὶν φίλαι, ἀγλαόκαρποι,
κρυμοχαρεῖς, ἁπαλαί, πολυθρέμμονες αὐξίτροφοί τε·
κοῦραι ἁμαδρυάδες, φιλοπαίγμονες, ὑγροκέλευθοι,
Νύσιαι, οἰστρομανεῖς, παιωνίδες, εἰαροτερπεῖς,
σὺν Βάκχῳ Δηοῖ τε χάριν θνητοῖσι φέρουσαι·
ἔλθετ’ ἐπ’ εὐφήμοις ἱεροῖς κεχαρηότι θυμῷ,
νᾶμα χέουσαι ὑγεινὸν ἀεξιτρόφοισιν ἐν ὥραις.

Νυμφες τελούν θυσία μπροστά στο άγαλμα της θεάς Δήμητρας, σχέδιο για τοιχογραφία, δεύτερο μισό 18ου αιώνος

 

Τριετηρικοῦ

θυμίαμα ἀρώματα

Κικλήσκω σε, μάκαρ, πολυώνυμε, μανικέ, Βακχεῦ,
ταυρόκερως, ληναῖε, πυρίσπορε, Νύσιε, λυσεῦ,
μηροτρεφής, λικνῖτα, πυριπόλε καὶ τελετάρχα·
νυκτέρι’, Εὐβουλεῦ, μιτρηφόρε, θυρσοτινάκτα·
ὄργιον ἄρρητον, τριφυές, κρύφιον Διὸς ἔρνος·
πρωτόγον’, Ἠρικεπαῖε, θεῶν πάτερ ἠδὲ καὶ υἱέ·
ὠμάδιε, σκηπτοῦχε, χοροιμανές, ἁγέτα κώμων·
βακχεύων ἁγίας τριετηρίδας ἀμφὶ γαληνάς·
ῥηξίχθων, πυριφεγγές, ἐπάφριε, κοῦρε διμήτωρ,
οὐρεσίφοιτα, κερώς, νεβριδοστόλος, ἀμφιέτηρε,
Παιὰν θυρσεγχής, ὑποκόλπιε, βοτρυόκοσμε,
Βάσσαρε, κισσοχαρής, πολυπάρθενε καὶ διάκοσμε
ἐλθέ, μάκαρ, μύστῃσι βρύων κεχαρημένος αἰεί.

Διόνυσος, γεωμετρικό ψηφιδωτό από ρωμαϊκή βίλλα, δεύτερο μισό του 2ου-3ου αι. μ.Χ., Κόρινθος

 

Ἀμφιετοῦς

θυμίαμα πάντα πλὴν λιβάνου καὶ σπένδε γάλα

Ἀμφιετῆ καλέω Βάκχον, χθόνιον Διόνυσον,
ἐγρόμενον κούραις ἅμα νύμφαις εὐπλοκάμοισιν·
ὃς παρὰ Περσεφόνης ἱεροῖσι δόμοισιν ἰαύων
κοιμίζει τριετῆρα χρόνον, Βακχήιον ἁγνόν.
αὐτὸς δ’ ἡνίκα τὸν τριετῆ πάλι κῶμον ἐγείρῃ,
εἰς ὕμνον τρέπεται σὺν ἐϋζώνοισι τιθήναις,
εὐνάζων κινῶν τε χρόνους ἐνὶ κυκλάσιν ὥραις.
ἀλλά, μάκαρ, χλοόκαρπε, κερασφόρε, κάρπιμε Βάκχε,
βαῖν’ ἐπὶ πάνθειον τελετὴν γανόωντι προσώπῳ
εὐιέροις καρποῖσι τελεσσιγόνοισι βρυάζων.

Διόνυσος και Βακχίδες, αττικό μελανόμορφο αγγείο, 575-525 π.Χ.

 

Σιληνοῦ Σατύρου Βακχῶν

θυμίαμα μάνναν

Κλῦθί μου, ὦ πολύσεμνε τροφεῦ, Βάκχοιο τιθηνέ,
Σιληνῶν ὄχ’ ἄριστε, τετιμένε πᾶσι θεοῖσιν
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ τριετηρίσιν ὥραις,
ἁγνοτελής, γεραρός, θιάσου νομίου τελετάρχα·
εὐαστής, φιλάγρυπνε σὺν εὐζώνοισι τιθήναις,
Ναΐσι καὶ Βάκχαις ἡγούμενε κισσοφόροισιν·
δεῦρ’ ἐπὶ πάνθειον τελετὴν Σατύροις ἅμα πᾶσιν
θηροτύποις, εὔασμα διδοὺς Βακχείου ἄνακτος,
σὺν Βάκχαις Λήναια τελεσφόρα σεμνὰ προπέμπων,
ὄργια νυκτιφαῆ τελεταῖς ἁγίαις ἀναφαίνων,
εὐάζων, φιλόθυρσε, γαληνιόων θιάσοισιν.

Ο Σιληνός με το βρέφος Διόνυσο, άγαλμα, ρωμαϊκό αντίγραφο του 2ου αι. μ.Χ. από ελληνικό πρωτότυπο του Λυσίππου, 300 π.Χ.

 

Εἰς Ἀφροδίτην

Οὐρανία, πολύυμνε, φιλομμειδὴς Ἀφροδίτη,
ποντογενής, γενέτειρα θεά, φιλοπάννυχε, σεμνή,
νυκτερία ζεύκτειρα, δολοπλόκε μῆτερ ἀνάγκης·
πάντα γὰρ ἐκ σέθεν ἐστίν, ὑπεζεύξω δέ τε κόσμον
καὶ κρατέεις τρισσῶν μοιρῶν, γεννᾷς δὲ τὰ πάντα,
ὅσσα τ’ ἐν οὐρανῷ ἐστι καὶ ἐν γαίῃ πολυκάρπῳ
ἐν πόντου τε βυθῷ, σεμνὴ Βάκχοιο πάρεδρε,
τερπομένη θαλίῃσι, γαμοστόλε μῆτερ ἐρώτων,
πειθοῖ λεκτροχαρής, κρυφία, χαριδῶτι ἄνασσα,
φαινομένη τ’, ἀφανής τ’, ἐρατοπλόκαμ’, εὐπατέρεια,
νυμφιδίη, σύνδαιτε, θεῶν σκηπτοῦχε, λύκαινα,
γεννοδότειρα, φίλανδρε, ποθεινοτάτη, βιοδῶτι·
ἐνζεύξασα βροτοὺς ἀχαλινώτοισιν ἀνάγκαις,
καὶ θηρῶν πολὺ φῦλον ἐρωμανέων ὑπὸ φίλτρων·
ἔρχεο, Κυπρογενὲς θεῖον γένος, εἴτ’ ἐν’ Ὀλύμπῳ
ἐσσί, θεὰ βασίλεια, καλῷ γήθουσα προσώπῳ,
εἴτε καὶ εὐλιβάνου Συρίης ἕδος ἀμφιπολεύεις,
εἴτε σύ γ’ ἐν πεδίοισι σὺν ἅρμασι χρυσεοτεύκτοις
Αἰγύπτου κατέχεις ἱερῆς γονιμώδεα λουτρά,
ἢ καὶ κυανέοισιν ὄχοις ἐπὶ πόντιον οἶδμα
ἐρχομένη χαίρεις νεπόδων κυκλίῃσι χορείαις·
ἢ νύμφαις τέρπῃ κυανώπισιν ἐν χθονὶ Δίᾳ,
θυιὰς ἐπ’ αἰγιαλοῖς ψαμμώδεσιν ἅλματι κούφῳ·
εἴτ’ ἐν Κύπρῳ, ἄνασσα, τροφῷ σέο, ἔνθα καλαί σε
παρθένοι ἄδμηται νύμφαι τ’ ἀνὰ πάντ’ ἐνιαυτὸν
ὑμνοῦσιν, σέ, μάκαιρα, καὶ ἄμβροτον ἁγνὸν Ἄδωνιν.
ἐλθέ, μάκαιρα θεά, μάλ’ ἐπήρατον εἶδος ἔχουσα·
ψυχῇ γάρ σε καλῶ σεμνῇ ἁγνοῖσι λόγοισιν.

Το διάσημο άγαλμα Αφροδίτη της Μήλου, ελληνιστική περίοδος, 130-100 π.Χ., αποκατεστημένο αντίγραφο

 

Ἀδώνιδος

θυμίαμα ἀρώματα

Κλῦθί μου εὐχομένου, πολυώνυμε, δαῖμον ἄριστε,
ἁβροκόμη, φιλέρημε, βρύων ὥρῃσι ποθειναῖς,
Εὐβουλεῦ, πολύμορφε, τροφεῦ πάντων ἀρίδηλε,
κούρη καὶ κόρε, πᾶσιν καλὸν θάλος αἰὲν Ἄδωνι,
σβεννύμενος λάμπων τε καλαῖς ἐν κυκλάσιν ὥραις·
αὐξιθαλής, δίκερως, πολυήρατε, δακρυότιμε,
ἀγλαόμορφε, κυναγεσίαις χαίρων, βαθυχαῖτα,
ἱμερόνους, Κύπριδος γλυκερὸν θάλος, ἔρνος Ἔρωτος,
Φερσεφόνης ἐρασιπλοκάμου λέκτροισι λοχευθεῖς·
ὃς ποτὲ μὲν ναίεις ὑπὸ Τάρταρον ἠερόεντα,
ἠδὲ πάλιν πρὸς Ὄλυμπον ἄγεις δέμας ὡριόκαρπον·
ἐλθέ, μάκαρ, μύστῃσι φέρων καρποὺς ἀπὸ γαίης.

Η Αφροδίτη στεφανώνει τον Άδωνι, άγαλμα του Antonio Canova

 

Ἑρμοῦ Χθονίου

θυμίαμα στύρακα

Κωκυτοῦ ναίων ἀνυπόστροφον οἶμον ἀνάγκης,
ὃς ψυχὰς θνητῶν κατάγεις ὑπὸ νέρτερα γαίης,
Ἑρμῆ, βακχεχόροιο Διονύσοιο γένεθλον,
καὶ Παφίης κούρης, ἑλικοβλεφάρου Ἀφροδίτης,
ὃς παρὰ Περσεφόνης ἱερὸν δόμον ἀμφιπολεύεις,
αἰνομόροις ψυχαῖς πομπὸς κατὰ γαῖαν ὑπάρχων·
ἃς κατάγεις, ὁπόταν μοίρης χρόνος εἰσαφίκηται,
εὐιέρῳ ῥάβδῳ θέλγων ὑπνοδώτιδι πάντα,
καὶ πάλιν ὑπνώοντας ἐγείρεις. σοὶ γὰρ ἔδωκεν
τιμὴν Φερσεφόνεια θεὰ κατὰ Τάρταρον εὐρὺν
ψυχαῖς ἀενάοις θνητῶν ὁδὸν ἡγεμονεύειν.
ἀλλά, μάκαρ, πέμποις μύσταις τέλος ἐσθλὸν ἐπ’ ἔργοις.

Η σωρός του Σαρπηδόνα μεταφέρεται από τον Ύπνο και τον Θάνατο καθώς ο Ερμής εποπτεύει

 

Ἔρωτος

θυμίαμα ἀρώματα

Κικλήσκω μέγαν ἁγνόν ἐράσμιον ἡδὺν Ἔρωτα,
τοξαλκῆ, πτερόεντα, πυρίδρομον, εὔδρομον ὁρμῇ,
συμπαίζοντα θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
εὐπάλαμον, διφυῆ, πάντων κληῖδας ἔχοντα,
αἰθέρος οὐρανίου, πόντου, χθονός, ἠδ’ ὅσα θνητοῖς
πνεύματα παντογένεθλα θεὰ βόσκει χλοόκαρπος,
ἠδ’ ὅσα Τάρταρος εὐρὺς ἔχει πόντος θ’ ἁλίδουπος
μοῦνος γὰρ τούτων πάντων οἴηκα κρατύνεις.
ἀλλά, μάκαρ, καθαραῖς γνώμαις μύστῃσι συνέρχου,
φαύλους δ’ ἐκτοπίους θ’ ὁρμὰς ἀπὸ τῶνδ’ ἀπόπεμπε.

Ο Έρως στέκεται στα φτερά δύο Ψυχών και τις οδηγεί, ψηφιδωτό από την Οικία των Ψυχών, 3ος αι. μ.Χ., Κωνσταντινούπολος

 

Μοιρῶν

θυμίαμα ἀρώματα

Μοῖραι ἀπειρέσιοι, Νυκτὸς φίλα τέκνα μελαίνης,
κλῦτέ μου εὐχομένου, πολυώνυμοι, αἵτ’ ἐπὶ λίμνης
οὐρανίας, (ἵνα λευκὸν ὕδωρ νυχίας ὑπὸ θέρμης
ῥήγνυται ἐν σκιερῷ λιπαροῦ μυχῷ εὐλίθου ἄντρου)
ναίουσαι πεπότησθε βροτῶν ἐπ’ ἀπείρονα γαῖαν·
ἔνθεν ἐπὶ βρότεον δοῦλον γένος ἐλπίδι κοῦφῃ
στείχετε πορφυρέῃσι καλυψάμεναι ὀθόνῃσι
μορσίμῳ ἐν πεδίῳ, ὅθι πάγγεον ἅρμα διώκει
δόξα, δίκης παρὰ τέρμα καὶ ἐλπίδος ἠδὲ μεριμνῶν,
καὶ νόμον ὠγυγίον παναπείρονος εὐνόμου ἀρχῆς.
Μοῖρα γὰρ ἐν βιότῳ καθορᾷ μόνον, οὐδέ τις ἄλλος
ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
καὶ Διὸς ὄμμα τέλειον· ἐπεί γ’ ὅσα γίγνεται ἡμῖν,
Μοῖρά τε καὶ Διὸς οἶδε νόος διαπαντὸς ἅπαντα.
ἀλλά μοι ἀέριοι, μαλακόφρονες, ἠπιόθυμοι,
Ἄτροπε καὶ Λάχεσι, Κλωθώ, μόλετ’, εὐπατέρειαι,
νυκτερίοι, ἀφανεῖς, ἀμετάτροποι, αἰὲν ἀτειρεῖς,
παντοδότειραι, ἀφαιρέτιδες, θνητοῖσιν ἀνάγκης,
Μοῖραι, ἀκούσατ’ ἐμῶν ὁσίων λοιβῶν τε καὶ εὐχῶν,
ἐρχόμεναι μύσταις λυσιπήμονες εὔφρονι βουλῇ.

Οι τρείς Μοίρες, Κλωθώ, Λάχεσις, και Άτροπος, ανάγλυφο αντίγραφο παλαιοτέρου έργου ελληνιστικής εποχής

 

Χαρίτων

θυμίαμα στύρακα

Κλῦτέ μοι, ὦ Χάριτες μεγαλώνυμοι, ἀγλαότιμοι,
θυγατέρες Ζηνός τε καὶ Εὐνομίης βαθυκόλπου,
Ἀγλαΐη, Θαλίη τε καὶ Εὐφροσύνη πολύολβε,
χαρμοσύνης γενέτειραι, ἐράσμιαι, εὔφρονες, ἁγναί,
αἰολόμορφοι, ἀειθαλέες, θνητοῖσι ποθειναί,
οὔτε γὰρ ἠελίου ταχιναὶ φλόγες, οὔτε σελήνης,
καὶ σοφίης, ἀρετῆς τε, καὶ ἐργασίμου θρασύτητος
αὔχημ’, οὔτε βίου λιπαρῆς περικαλλέος ἥβης
ὑμέων χωρὶς ἐγείρει ἐϋφροσύνας βιότοιο.
εὐκταῖαι, κυκλάδες, καλυκώπιδες, ἱμερόεσσαι·
ἔλθοιτ’ ὀλβοδότειραι, ἀεὶ μύστῃσι προσηνεῖς.

Οι τρεις Χάριτες, άγαλμα, ρωμαϊκό αντίγραφο του 2ου αι. μ.Χ. από ελληνικό πρωτότυπο ελληνιστικής περιόδου