goldenbar

ΟΡΦΙΚΟΙ ΥΜΝΟΙ, 61 – 88

ἑλληνικὸ πρωτότυπον ἐκ τῶν TLG (Thesaurus Lingua Graeca) καὶ ἐκδ. Λειψίας

Μυθογραφία Ὀρφέως

ΠΕΡΙΕΧΟΜΕΝΑ

Νεμέσεως

Ὦ Νέμεσι, κλῄζω σε, θεά, βασίλεια μεγίστη,
πανδερκής, ἐσορῶσα βίον θνητῶν πολυφύλων
ἀϊδίη, πολύσεμνε, μόνη χαίρουσα δικαίοις,
ἀλλάσσουσα λόγον πολυποίκιλον, ἄστατον αἰεί,
ἣν πάντες δεδίασι βροτοὶ ζυγὸν αὐχένι θέντες.
σοὶ γὰρ ἀεὶ γνώμη πάντων μέλει, οὐδέ σε λήθει
ψυχὴ ὑπερφρονέουσα λόγων ἀδιακρίτῳ ὁρμῇ.
πάντ’ ἐσορᾷς καὶ πάντ’ ἐπακούεις, πάντα βραβεύεις
ἐν σοὶ δ’ εἰσὶ δίκαι θνητῶν, πανυπέρτατε δαῖμον.
ἐλθέ, μάκαιρ’, ἁγνή, μύσταις ἐπιτάρροθος αἰεί·
δὸς δ’ ἀγαθὴν διάνοιαν ἔχειν, παύουσα πανεχθεῖς
γνώμας, οὐχ ὁσίας, πανυπέρφρονας, ἀλλοπροσάλλας.

Νέμεσις, άγαλμα, ρωμαϊκό αντίγραφο εποχής Αντωνίνου, 2ος αι. μ.Χ., από ελληνικό πρωτότυπο του 430 π.Χ., Εθνικό Μουσείο, Νάπολις, Ιταλία

 

Δίκης

θυμίαμα λίβανον

Ὄμμα Δίκης μέλπω πανδερκέος, ἀγλαομόρφου,
ἣ καὶ Ζηνὸς ἄνακτος ἐπὶ θρόνον ἱερὸν ἵζει
οὐρανόθεν καθορῶσα βίον θνητῶν πολυφύλων,
τοῖς ἀδίκοις τιμωρὸς ἐπιβρίθουσα δικαίη,
ἐξ ἰσότητος ἀληθείῃ συνάγουσ’ ἀνόμοια.
πάντα γάρ, ὅσσα κακαῖς γνώμαις θνητοῖσιν ὀχεῖται,
δύσκριτα, βουλομένοις τὸ πλέον βουλαῖς ἀδίκοισιν.
μούνη ἐπεμβαίνουσα δίκῃ ἀδίκοις ἐπὶ ἔργοις,
ἐχθρὴ τῶν ἀδίκων, εὔφρων δὲ σύνεσσι δικαίοις.
ἀλλά, θεά, μόλ’ ἔπι γνώμαις ἐσθλῇσι δικαίη,
ὡς ἂν ἀεὶ βιοτῆς τὸ πεπρωμένον ἦμαρ ἐπέλθῃ.

Η θεα Αστραία (Αστραπή), φέρουσα κεραυνόν και δάδα, απουλιανή ερυθρόμορφη λουτροφόρος, μέσα 4ου αι. π.Χ.

 

Δικαιοσύνης

Ὦ θνητοῖσι δικαιοτάτη, πολύολβε, ποθεινή,
ἐξ ἰσότητος ἀεὶ θνητοῖς χαίρουσα δικαίοις,
πάντιμ’, ὀλβιόμοιρε, Δικαιοσύνη μεγαλαυχής,
ἣ καθαραῖς γνώμαις αἰεὶ τὰ δέοντα βραβεύεις,
ἄθραυστος τὸ συνειδός· ἀεὶ θραύεις γὰρ ἅπαντας,
ὅσσοι μὴ τὸ σὸν ἦλθον ὑπὸ ζυγόν, ἀλλοπρόσαλλοι,
πλάστιγξιν βριαρῇσι παρεγκλίναντες ἀπλήστως·
ἀστασίαστε, φίλη πάντων, φιλόκωμ’, ἐρατεινή,
εἰρήνῃ χαίρουσα, βίον ζηλοῦσα βέβαιον.
αἰεὶ γὰρ τὸ πλέον στυγέεις, ἰσότητι δὲ χαίρεις.
ἐν σοὶ γὰρ σοφίη ἀρετῆς τέλος ἐσθλὸν ἱκάνει.
κλῦθι, θεά, κακίην θνητῶν θραύουσα δικαίως,
ὡς ἂν ἰσορροπίῃσιν ἀεὶ βίος ἐσθλὸς ὀδεύοι
θνητῶν ἀνθρώπων, οἳ ἀρούρης καρπὸν ἔδουσιν,
καὶ ζῴων πάντων, ὁπόσ’ ἐν κόλποισι τιθηνεῖ
γαῖα θεὰ μήτηρ καὶ πόντιος εἰνάλιος Ζεύς.

Δίκη Αστραία, ανάγλυφο από το παλαιότερο κτίριο του Ανωτάτου Δικαστηρίου στο Βερμόντ, 1886

 

Νόμου

Ἀθανάτων καλέω καὶ θνητῶν ἁγνὸν ἄνακτα,
οὐράνιον Νόμον, ἀστροθέτην, σφρηγῖδα δικαίαν
πόντου τ’ εἰναλίου καὶ γῆς, φύσεως τὸ βέβαιον
ἀκλινὲς ἀστασίαστον ἀεὶ τηροῦντα νόμοισιν,
οἷσιν ἄνωθε φέρων μέγαν οὐρανὸν αὐτὸς ὁδεύει,
καὶ φθόνον οὐ δίκαιον ῥοίζου τρόπον αὐτὸς ἐλαύνει·
ὃς καὶ θνητοῖσιν βιοτῆς τέλος ἐσθλὸν ἐγείρει.
αὐτὸς γὰρ μοῦνος ζῴων οἴακα κρατύνει
γνώμαις ὀρθοτάτῃσι συνών, ἀδιάστροφος αἰεί,
ὠγύγιος, πολύπειρος, ἀβλάπτως πᾶσι συνοικῶν
τοῖς νομίμοις, ἀνόμοις δὲ φέρων κακότητα βαρεῖαν.
ἀλλά, μάκαρ, πάντιμε, φερόλβιε, πᾶσι ποθεινέ,
εὐμενὲς ἦτορ ἔχων μνήμην σέο πέμπε, φέριστε.

Ο Ζεύς δέχεται τον Ηρακλή στον Όλυμπο, τοιχογραφία από την Ακαδημία των Αθηνών

 

Ἄρεως

θυμίαμα λίβανον

Ἄρρηκτ’, ὀμβριμόθυμε, μεγασθενές, ἄλκιμε δαῖμον,
ὁπλοχαρής, ἀδάμαστε, βροτοκτόνε, τειχεσιπλῆτα,
Ἆρες ἄναξ, ὁπλόδουπε, φόνοις πεπαλαγμένος αἰεί,
αἵματι τ’ ἀνδροφόνῳ χαίρων, πολεμόκλονε, φρικτέ,
ὃς ποθέεις ξίφεσίν τε καὶ ἔγχεσι δῆριν ἄμουσον·
στῆσον ἔριν λυσσῶσαν, ἄνες πόνον ἀλγεσίθυμον·
εἰς δὲ πόθον νεῦσον Κύπριδος κώμους τε Λυαίου,
ἀλλάξας ἀλκὴν ὅπλων εἰς ἔργα τὰ Δηοῦς,
εἰρήνην ποθέων κουροτρόφον, ὀλβιοδῶτιν.

Άγαλμα επονομαζόμενο ο Άρης Λουντοβίζι, ρωμαϊκό, 320 μ.Χ., με αποκατάσταση από τον γλύπτη Μπερνίνι τό 1622, Ιταλία

 

Εἰς Ἄρεα

Ἂρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,
ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,
καρτερόχειρ, ἀμόγητε, δορυσθενές, ἕρκος Ὀλύμπου,
Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,
ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,
ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων
αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν ἔνθα σε πῶλοι
ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσιν·
κλῦθι βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαλέος ἥβης,
πρηΰ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα
ἡμετέρην, καὶ κάρτος ἀρήϊον, ὥς κε δυναίμην
σεύασθαι κακότητα πικρὴν ἀπ’ ἐμοῖο καρήνου,
καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμὴν
θυμοῦ τ’ αὖ μένος ὀξὺ κατισχέμεν ὅς μ’ ἐρέθῃσιν
φυλόπιδος κρυερῆς ἐπιβαινέμεν· ἀλλὰ σὺ θάρσος
δὸς μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς
δυσμενέων προφυγόντα μόθον κῆράς τε βιαίας.

Ο Άρης ετοιμοπόλεμος, ρωμαϊκό άγαλμα ελληνιστικής εποχής

 

Ἡφαίστου

θυμίαμα λιβανομάνναν

Ἥφαιστ’ ὀμβριμόθυμε, μεγασθενές, ἀκάματον πῦρ,
λαμπόμενε φλογέαις αὐγαῖς, φαεσίμβροτε δαῖμον,
φωσφόρε, καρτερόχειρ, αἰώνιε, τεχνοδίαιτε,
ἐργαστήρ, κόσμοιο μέρος, στοιχεῖον ἀμεμφές,
παμφάγε, πανδαμάτωρ, πανυπέρτατε, παντοδίαιτε,
αἰθήρ, ἥλιος, ἄστρα, σελήνη, φῶς ἀμίαντον·
ταῦτα γὰρ Ἡφαίστοιο μέλη θνητοῖσι προφαίνει.
πάντα δὲ οἶκον ἔχεις, πᾶσαν πόλιν, ἔθνεα πάντα·
σώματά τε θνητῶν οἰκεῖς, πολύολβε, κραταιέ.
κλῦθι, μάκαρ, κλῄζω σε πρὸς εὐιέρους ἐπιλοιβάς,
αἰεὶ ὅπως χαίρουσιν ἐπ’ ἔργοις ἥμερος ἔλθοις,
παῦσον λυσσῶσαν μανίαν πυρὸς ἀκαμάτοιο
καῦσιν ἔχων φύσεως ἐν σώμασιν ἡμετέροισιν.

Η Θέτις λαμβάνει τα όπλα του Αχιλλέως από τον Ήφαιστο, αττικός ερυθρόμορφος κύλιξ, 490-480 π.Χ., Ετρουρία

 

Ἀσκληπιοῦ

θυμίαμα μάνναν

Ἰητὴρ πάντων, Ἀσκληπιέ, δέσποτα Παιάν,
θέλγων ἀνθρώπων πολυαλγέα πήματα νούσων,
ἠπιόδωρε, κραταιέ, μόλοις κατάγων ὑγίειαν
καὶ παύων νούσους χαλεπάς, θανάτοιό τε κῆρας.
αὐξιθαλής, κόρε, ἀπαλεξίκακ’, ὀλβιόμοιρε,
Φοίβου Ἀπόλλωνος κρατερὸν θάλος ἀγλαότιμον,
ἐχθρὲ νόσων, Ὑγίειαν ἔχων σύλλεκτρον ἀμεμφῆ,
ἐλθέ, μάκαρ, σωτήρ, βιοτῆς τέλος ἐσθλὸν ὀπάζων.

Ασκληπιός, άγαλμα ρωμαϊκής αυτοκρατορικής περιόδου, Μουσείο Βατικανού, Ρώμη

 

Ὑγείας

θυμίαμα μάνναν

Ἱμερόεσσ’, ἐρατή, πολυθάλμιε, παμβασίλεια,
κλῦθι, μάκαιρ’ Ὑγίεια, φερόλβιε, μῆτερ ἁπάντων.
ἐκ σέο γὰρ νοῦσοι μὲν ἀποφθινύθουσι βροτοῖσιν,
πᾶς δὲ δόμος θάλλει πολυγηθὴς εἵνεκα σεῖο,
καὶ τέχναι βρίθουσι· ποθεῖ δέ σε κόσμος, ἄνασσα,
μοῦνος δὲ στυγέει σ’ Ἀΐδης ψυχοφθόρος αἰεί·
ἀειθαλής, εὐκταιοτάτη, θνητῶν ἀνάπαυμα.
σοῦ γὰρ ἄτερ πάντ’ ἐστὶν ἀνωφελῆ ἀνθρώποισιν.
οὔτε γὰρ ὀλβοδότης πλοῦτος γλυκερὸς θαλίῃσιν,
οὔτε γέρων πολύμοχθος ἄτερ σέο γίγνεται ἀνήρ·
πάντων γὰρ κρατέεις μούνη καὶ πᾶσιν ἀνάσσεις.
ἀλλά, θεά, μόλε μυστιπόλοις ἐπιτάρροθος αἰεὶ
ῥυομένη νούσων χαλεπῶν κακόποτμον ἀνίην.

Υγεία, άγαλμα από Πεντελικό μάρμαρο που βρέθηκε στην Όστια, ελληνιστικό

 

Ἐρινύων

θυμίαμα στύρακα καὶ μάνναν

Κλῦτε, θεαὶ πάντιμοι, ἐρίβρομοι, εὐάστειραι,
Τισιφόνη τε καὶ Ἀλληκτὼ καὶ δῖα Μέγαιρα·
νυκτέριαι, μυχίαι ὑπὸ κεύθεσιν οἰκί’ ἔχουσαι
ἄντρῳ ἐν ἠερόεντι παρὰ Στυγὸς ἱερὸν ὕδωρ·
οὐχ ὁσίαις βουλαῖσι βροτῶν κεκοτημέναι αἰεὶ
λυσσήρεις, ἀγέρωχοι, ἐπευάζουσαι ἀνάγκαις,
θηρόπεπλοι, τιμωροί, ἐρισθενέες, βαρυαλγεῖς,
Ἀΐδεω χθόνιαι, φοβεραὶ κόραι, αἰολόμορφοι,
ἠέριαι, ἀφανεῖς, ὠκυδρόμοι ὥστε νόημα.
αἳτ’ αἰεὶ θνητῶν πάντων ἐπ’ ἀπείρονα φῦλα
ὄμμα Δίκης ἐφορᾶτε, δικασπόλοι αἰὲν ἐοῦσαι.
ἀλλά, θεαὶ Μοῖραι, ὀφιοπλόκαμοι, πολύμορφοι,
πρηΰνοον μετάθεσθε βίου μαλακόφρονα δόξαν.

Ο Ζεύς μάχεται τους Τιτάνες, σκηνή από την Τιτανομαχία, τοιχογραφία από την Ακαδημία των Αθηνών

 

Εὐμενίδων

θυμίαμα ἀρώματα

Κλῦτέ μευ, Εὐμενίδες μεγαλώνυμοι, εὔφρονι βουλῇ,
ἁγναὶ θυγατέρες μεγάλοιο Διὸς χθονίοιο,
Φερσεφόνης τ’, ἐρατῆς κούρης καλλιπλοκάμοιο,
αἳ πάντων καθορᾶτε βίον θνητῶν ἀσεβούντων,
τῶν ἀδίκων τιμωροί, ἐφεστηκυῖαι ἀνάγκῃ,
κυανόχρωτες ἄνασσαι, ἀπαστράπτουσαι ἀπ’ ὄσσων
δεινὴν ἀνταυγῆ φάεος σαρκοφθόρον αἴγλην·
ἀΐδιοι, φοβερῶπες, ἀπόστροφοι, αὐτοκράτειραι,
λυσιμελεῖς οἴστρῳ, βλοσυροί, νύχιαι, πολύποτμοι,
νυκτέριαι κοῦραι, ὀφιοπλόκαμοι, φοβερῶπες·
ὑμᾶς κικλήσκω γνώμαις ὁσίῃσι πελάζειν.

Ερινύς, εικονογραφία από την έκδοση Μικρή Κλασσική Μυθολογία, Ουίλλιαμ Σμιθ, 1882

 

Μηλινόης

θυμίαμα ἀρώματα

Μηλινόην καλέω, νύμφην χθονίαν, κροκόπεπλον,
ἣν παρὰ Κωκυτοῦ προχοαῖς ἐλοχεύσατο σεμνὴ
Φερσεφόνη λέκτροις ἱεροῖς Ζηνὸς Κρονίοιο·
ἧ ψευσθεῖς Πλούτων’ ἐμίγη δολίαις ἀπάταισι,
θυμῷ Φερσεφόνης δὲ δισώματον ἔσπασε χροιήν,
ἣ θνητοὺς μαίνει φαντάσμασιν ἠερίοισιν,
ἀλλοκότοις ἰδέαις μορφῆς τύπον ἐκπροφαινεῖσα,
ἄλλοτε μὲν προφανής, ποτὲ δὲ σκοτόεσσα, νυχαυγής,
ἀνταίαις ἐφόδοισι κατὰ ζοφοειδέα νύκτα.
ἀλλά, θεά, λίτομαί σε, καταχθονίων βασίλεια,
ψυχῆς ἐκπέμπειν οἶστρον ἐπὶ τέρματα γαίης,
εὐμενὲς εὐίερον μύσταις φαίνουσα πρόσωπον.

Πρόθεσις, η ταφή του νεκρού, και στο κάτω μέρος αρματοδρομία, Αττική νεκρική πήλινη πλακέτα, 520-51ο π.Χ.

 

Τύχης

θυμίαμα λίβανον

Δεῦρο, Τύχη καλέω σ’, ἀγαθὴν κράντειραν, ἐπ’ ευχαῖς,
μειλιχίην, ἐνοδῖτιν, ἐπ’ εὐόλβοις κτεάτεσσιν,
Ἄρτεμιν ἡγεμόνην, μεγαλώνυμον, Εὐβουλῆος
αἵματος ἐκγεγαῶσαν, ἀπρόσμαχον εὖχος ἔχουσαν,
τυμβιδίην, πολύπλαγκτον, ἀοίδιμον ἀνθρώποισιν.
ἐν σοὶ γὰρ βίοτος θνητῶν παμποίκιλός ἐστιν·
οἷς μὲν γὰρ τεύχεις κτεάνων πλῆθος πολύολβον,
οἷς δὲ κακὴν πενίην θυμῷ χόλον ὁρμαίνουσα.
ἀλλά, θεά, λίτομαί σε μολεῖν βίῳ εὐμενέουσαν,
ὄλβοισι πλήθουσαν ἐπ’ εὐόλβοις κτεάτεσσιν.

Τύχη Νέμεσις, με δάδα, σφαίρα που ααπαριστά τον κόσμο και σύμβολα έναν γρύπα και τροχό με έξι ακτίνες, άγαλμα ελληνιστικής εποχής, 2ος-3ος αι. μ.Χ.

 

Δαίμονος

θυμίαμα λίβανον

Δαίμονα κικλήσκω μἐγαν εὐγήτορα, φρικτόν,
μειλίχιον Δία, παγγενέτην, βιοδώτορα θνητῶν,
Ζῆνα μέγαν, πολύπλαγκτον, ἀλάστορα, παμβασιλῆα,
πλουτοδότην, ὁπόταν γε βρυάζων οἶκον ἐσέλθῃ,
ἔμπαλι δὲ ψύχοντα βίον θνητῶν πολυμόχθων·
ἐν σοὶ γὰρ λύπης τε χαρᾶς κληῖδες ὀχοῦνται.
τοιγάρ τοι, μάκαρ, ἁγνέ, πολύστονα κήδε’ ἐλάσσας,
ὅσσα βιοφθορίην πέμπει κατὰ γαῖαν ἅπασαν,
ἔνδοξον βιοτῆς γλυκερὸν τέλος ἐσθλὸν ὀπάζοις.

Προτομή του Διός, ρωμαϊκό αντίγραφο από ελληνικό πρωτότυπο του 4ου αι. π.Χ., Ρώμη

 

Λευκοθέας

θυμίαμα ἀρώματα

Λευκοθέαν καλέω Καδμηίδα, δαίμονα σεμνήν,
εὐδύνατον, θρέπτειραν ἐϋστεφάνου Διονύσου.
κλῦθι, θεά, πόντοιο βαθυστέρνου μεδέουσα,
κύμασι τερπομένη, θνητῶν σώτειρα μεγίστη.
ἐν σοὶ γὰρ νηῶν πελαγοδρόμος ἄστατος ὁρμή,
μούνη δὲ θνητῶν οἰκτρὸν μόρον εἰν ἁλὶ λύεις,
οἷς ἂν ἐφορμαίνουσα φίλη σωτήριος ἔλθῃς.
ἀλλά, θεὰ δέσποινα, μόλοις ἐπαρωγὸς ἐοῦσα
νηυσὶν ἐπ’ εὐσέλμοις σωτήριος εὔφρονι βουλῇ,
μύσταις ἐν πόντῳ ναυσίδρομον οὖρον ἄγουσα.

Η Λευκοθέα σώζει τον Οδυσσέα στην θαλασσοταραχή, χαρακτική του Βαρθολομαίου Κριβελλάρι, 1756

 

Παλαίμονος

θυμίαμα μάνναν

Σύντροφε βακχεχόροιο Διονύσου πολυγηθοῦς,
ὃς ναίεις πόντοιο βυθοὺς ἁλικύμονας, ἁγνούς,
κικλήσκω σε, Παλαῖμον, ἐπ’ εὐιέροις τελετῇσιν
ἐλθεῖν εὐμενέοντα, νέῳ γήθοντα προσώπῳ,
καὶ σώζειν μύστας κατά τε χθόνα καὶ κατὰ πόντον.
ποντοπλάνοις γὰρ ἀεὶ ναυσὶν χειμῶνος ἐναργὴς
φαινομένου σωτὴρ μοῦνος θνητοῖς ἀναφαίνῃ,
ῥυόμενος μῆνιν χαλεπὴν κατὰ πόντιον οἶδμα.

Λευκοθέα. Παλαίμων και Τρίτων, ρωμαϊκό ψηφιδωτό, 320 μ.Χ., Βίλλα Ρομάνα του Κασάλε

 

Μουσῶν

θυμίαμα λίβανον

Μνημοσύνης καὶ Ζηνὸς ἐριγδούποιο θύγατρες,
Μοῦσαι Πιερίδες, μεγαλώνυμοι, ἀγλαόφημοι,
θνητοῖς, οἷς κε παρῆτε, ποθεινόταται, πολύμορφοι,
πάσης παιδείης ἀρετὴν γεννῶσαι ἄμεμπτον·
θρέπτειραι ψυχῆς, διανοίας ὀρθοδότειραι,
καὶ νόου εὐδυνάτοιο καθηγήτειραι ἄνασσαι,
αἳ τελετὰς θνητοῖς ἀνεδείξατε μυστιπολεύτους,
Κλειώ τ’, Εὐτέρπη τε, Θάλειά τε, Μελπομένη τε,
Τερψιχόρη τ’, Ἐρατώ τε, Πολύμνιά τ’, Οὐρανίη τε,
Καλλιόπη σὺν μητρί, μαλ’ εὐδύνατοι θεαὶ ἁγναί,
ἀλλὰ μόλοιτε, θεαί, μύσταις, πολυποίκιλοι, ἁγναί,
εὔκλειαν ζῆλόν τ’ ἐρατὸν πολύυμνον ἄγουσαι.

Οι εννέα Μούσες, ανακατασκευή σε πίνακα από την Victoria Papale ενός ψηφιδωτού των Μουσών ελληνιστικής εποχής από την Κώ

 

Μνημοσύνης

θυμίαμα λίβανον

Μνημοσύνην καλέω, Ζηνὸς σύλλεκτρον, ἄνασσαν,
ἣ Μούσας τέκνωσ’ ἱεράς, ὁσίας, λιγυφώνους,
ἐκτὸς ἐοῦσα κάκης μνήμην βλαψίφρονος αἰεί,
πάντα νόον συνέχουσα βροτῶν ψυχῇσι σύνοικον,
εὐδύνατον κρατερὸν θνητῶν αὔξουσα λογισμόν,
ἡδυτάτη, φιλάγρυπνος ὑπομνήσκουσά τε πάντα,
ὧν ἂν ἕκαστος ἀεὶ στέρνοις γνώμην κατάθηται,
οὔτι παρεκβαίνουσ’, ἐπεγείρουσα φρένα πᾶσιν.
ἀλλά, μάκαιρα θεά, μύσταις μνήμην ἐπέγειρε
εὐιέρου τελετῆς, λήθην δ’ ἀπὸ τῶν δ’ ἀπόπεμπε.

Μνημοσύνη, ελληνιστικό ψηφιδωτό από την Αντιόχεια, 2ος αι. μ.Χ.

 

Ἠοῦς

θυμίαμα μάνναν

Κλῦθι, θεά, θνητοῖς φαεσίμβροτον ἦμαρ ἄγουσα,
Ἠὼς λαμπροφαής, ἐρυθαινομένη κατὰ κόσμον,
ἀγγέλτειρα θεοῦ μεγάλου Τιτᾶνος ἀγαυοῦ,
ἣ νυκτὸς ζοφόεντα κελαινοχρῶτα πορείην
ἀντολίαις ταῖς σαῖς πέμπεις ὑπὸ νέρτερα γαίης·
ἔργων ἡγήτειρα, βίου πρόπολε θνητοῖσιν·
ἧ χαίρει θνητῶν μερόπων γένος· οὐδέ τίς ἐστιν,
ὃς φεύγει τὴν σὴν ὄψιν καθυπέρτερον οὖσαν,
ἡνίκα τὸν γλυκὺν ὕπνον ἀπὸ βλεφάρων ἀποσείσῃς,
πᾶς δὲ βροτὸς γήθει, πᾶν ἑρπετόν, ἄλλα τε φῦλα
τετραπόδων, πτηνῶν τε, καὶ εἰναλίων πολυεθνῶν·
πάντα γὰρ ἐργάσιμον βίοτον θνητοῖσι πορίζεις.
ἀλλά, μάκαιρ’, ἁγνή, μύσταις ἱερὸν φάος αὔξοις.

Ηώς, χαρακτική απεικόνιση, 18ος-19ος αιώνας

 

Θέμιδος

θυμίαμα λίβανον

Οὐρανόπαιδ’ ἁγνὴν καλέω, Θέμιν εὐπατέρειαν,
Γαίης τὸ βλάστημα νέον, καλυκώπιδα κούρην,
ἣ πρώτη κατέδειξε βροτοῖς μαντήιον ἁγνὸν
Δελφικῷ ἐν κευθμῶνι θεμιστεύουσα θεοῖσιν,
Πυθίῳ ἐν δαπέδῳ, ὅθι Πύθων ἐμβασίλευεν·
ἣ καὶ Φοῖβον ἄνακτα θεμιστοσύνας ἐδίδαξεν.
πάντιμ’, ἀγλαόμορφε, σεβάσμιε, νυκτιπόλευτε·
πρώτη γὰρ τελετὰς ἁγίας θνητοῖς ἀνέφηνας,
βακχιακὰς ἀνὰ νύκτας ἐπευάζουσα ἄνακτα·
ἐκ σέο γὰρ τιμαὶ μακάρων, μυστήριά θ’ ἁγνά.
ἀλλά, μάκαιρ’, ἔλθοις κεχαρημένη εὔφρονι βουλῇ
εὐιέρους ἐπὶ μυστιπόλους τελετὰς σέο, κούρη.

Ο βασιλιάς Αιγέας συμβουλεύεται την Θέμιδα, που κάθεται σε Δελφικό τρίποδα, εικονογραφία-αναπαράσταση από αττικό ερυθρόμορφο αγγείο, 430 π.Χ.

 

Βορέου

θυμίαμα λίβανον

Χειμερίοις αὔρῃσι δονῶν βαθὺν ἠέρα κόσμου,
κρυμοπαγὴς Βορέα, χιονώδεος ἔλθ’ ἀπὸ Θρῄκης·
λῦέ τε παννέφελον στάσιν ἠέρος ὑγροκελεύθου,
ἰκμάσι ῥιπίζων νοτεραῖς ὀμβρηγενὲς ὕδωρ,
αἴθρια πάντα τιθείς, θαλερόμματον αἰθέρα τεύχων
ἀκτῖσιν λάμπουσαν ἐπὶ χθονὸς ἠελίοιο.

Βορέας, ο βόρειος άνεμος, εικονογραφία βασισμένη στο παρατηρητήριο των Ανέμων ή Αέρηδων, αρχαία αγορά Αθηνών

 

Ζεφύρου

θυμίαμα λίβανον

Αὖραι παντογενεῖς Ζεφυριτίδες, ἠεροφοῖτοι,
ἡδυπνοοι, ψιθυραί, καμάτου ἀνάπαυσιν ἔχουσαι,
εἰαριναί, λειμωνιάδες, πεποθημέναι ὅρμοις,
σύρουσαι ναυσὶν τρυφερον ὅρμον, ἠέρα κοῦφον,
ἔλθοιτ’ εὐμενέουσαι, ἐπιπνείουσαι ἀμεμφεῖς,
ἠέριαι, ἀφανεῖς, κουφόπτεροι, ἠερόμορφοι.

Ζέφυρος, ο δυτικός άνεμος, εικονογραφία βασισμένη στο παρατηρητήριο των Ανέμων ή Αέρηδων, αρχαία αγορά Αθηνών

 

Νότου

θυμίαμα λίβανον

Λαιψηρὸν πήδημα δι’ ἠέρος ὑγροπόρευτον,
ὠκείαις πτερύγεσσι δονούμενον ἔνθα καὶ ἔνθα,
ἔλθοις σὺν νεφέλαις νοτίαις, ὄμβροιο γενάρχα.
τοῦτο γὰρ ἐκ Διός ἐστι σέθεν γέρας ἠερόφοιτον,
ὀμβροτόκους νεφέλας ἐξ ἠέρος εἰς χθόνα πέμπειν.
τοιγάρ τοι λιτόμεσθα, μάκαρ, ἱεροῖσι χαρέντα
πέμπειν καρποτρόφους ὄμβρους ἐπὶ μητέρα γαῖαν.

Νότος, ο νότιος άνεμος, εικονογραφία βασισμένη στο παρατηρητήριο των Ανέμων ή Αέρηδων, αρχαία αγορά Αθηνών

 

Ὠκεανοῦ

θυμίαμα ἀρώματα

Ὠκεανὸν καλέω, πατέρ’ ἄφθιτον, αἰὲν ἐόντα,
ἀθανάτων τε θεῶν γένεσιν θνητῶν τ’ ἀνθρώπων,
ὃς περικυμαίνει γαίης περιτέρμονα κύκλον·
ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα,
καὶ χθόνιοι γαίης πηγόρρυτοι ἰκμάδες ἁγναί.
κλῦθι, μάκαρ, πολύολβε, θεῶν ἅγνισμα μέγιστον,
τέρμα φίλον γαίης, ἀρχὴ πόλου, ὑγροκέλευθε,
ἔλθοις εὐμενέων μύσταις κεχαρημένος αἰεί.

Ωκεανός, ψηφιδωτό από αναβρυτήριο στην Καρχηδόνα, 3ος αιώνας μ.Χ.

 

Ἑστίας

θυμίαμα ἀρώματα

Ἱστίη, εὐδυνάτοιο Κρόνου θύγατερ βασίλεια,
ἣ μέσον οἶκον ἔχεις πυρὸς ἀενάοιο μεγίστου,
τούσδε σὺ ἐν τελεταῖς ὁσίους μύστας ἀναδείξαις,
θεῖσ’ αἰειθαλέας, πολυόλβους, εὔφρονας, ἁγνούς·
οἶκε θεῶν μακάρων, θνητῶν στήριγμα κραταιόν.
ἀϊδίη, πολύμορφε, ποθεινοτάτη, χλοόμορφε,
μειδιόωσα, μάκαιρα, τάδ’ ἱερὰ δέξο προθύμως,
ὄλβον ἐπιπνείουσα καὶ ἠπιόχειρ’ ὑγείαν.

Άγαλμα η Εστία Giustiniani, ρωμαϊκό αντίγραφο 2ου αιώνος μ.Χ., από ελληνικό πρωτότυπο του 460 π.Χ., Ρώμη

 

Ὕπνου

θυμίαμα μετὰ μήκωνος

Ὕπνε, ἄναξ μακάρων πάντων θνητῶν τ’ ἀνθρώπων
καὶ πάντων ζῴων, ὁπόσα τρέφει εὐρεῖα χθών·
πάντων γὰρ κρατέεις μοῦνος καὶ πᾶσι προσέρχῃ,
σώματα δεσμεύων ἐν ἀχαλκεύτοισι πέδῃσιν.
λυσιμέριμνε, κόπων ἡδεῖαν ἔχων ἀνάπαυσιν,
καὶ πάσης λύπης ἱερὸν παραμύθιον ἔρδων·
καὶ θανάτου μελέτην ἐπάγεις, ψυχὰς διασώζων·
αὐτοκασίγνητος γὰρ ἔφυς Λήθης Θανάτου τε.
ἀλλά, μάκαρ, λίτομαί σε κεκραμένον ἡδὺν ἱκάνειν,
σώζοντ’ εὐμενέως μύστας θείοισιν ἐπ’ ἔργοις.

Ο Ύπνος, λεπτομέρεια από σκηνή με την Λήδα και τον Κύκνο, απουλιανή ερυθρόμορφη λουτροφόρος, 350-340 π.Χ.

 

Ὀνείρου

θυμίαμα ἀρώματα

Κικλήσκω σε, μάκαρ, τανυσίπτερε, οὖλε Ὄνειρε,
ἄγγελε μελλόντων, θνητοῖς χρησμῳδὲ μέγιστε.
ἡσυχίῃ γὰρ ὕπνου γλυκεροῦ σιγηλὸς ἐπελθὼν
προσφωνῶν ψυχαῖς θνητῶν νόον αὐτὸς ἐγείρεις,
καὶ γνώμας μακάρων αὐτὸς καθ’ ὕπνους ὑποπέμπεις,
σιγῶν σιγώσαις ψυχαῖς μέλλοντα προφαίνων,
οἷσιν ἐπ’ εὐσεβίῃσι θεῶν νόος ἐσθλὸς ὁδεύει,
ὡς ἂν ἀεὶ τὸ καλὸν μᾶλλον, γνώμῃσι προληφθέν,
τερπωλαῖς ὑπάγῃ βίον ἀνθρώπων προχαρέντων,
τῶν δὲ κακῶν ἀνάπαυλαν, ὅπως θεὸς αὐτὸς ἐνίσπῃ
εὐχωλαῖς θυσίαις τε χόλον λύσαντες ἀνάκτων.
εὐσεβέσιν γὰρ ἀεὶ τὸ τέλος γλυκερώτερόν ἐστιν·
τοῖς δὲ κακοῖς οὔ κεν φαίνοι μέλλουσαν ἀνάγκην
ὄψις ὀνειρήεσσα, κακῶν ἐξάγγελος ἔργων,
ὄφρα κεν εὕρωνται λύσιν ἄλγεος ἐρχομένοιο.
ἀλλά, μάκαρ, λίτομαί σε θεῶν μηνύματα φράζειν,
ὡς ἂν ἀεὶ γνώμαις ὀρθαῖς κατὰ πάντα πελάζῃς
μηδὲν ἐπ’ ἀλλοκότοισι κακῶν σημεῖα προφαίνων.

Ο Ερμής αποκοιμίζει την νύμφη Χιόνη, καμέο 19ου αιώνος

 

Θανάτου

θυμίαμα μάνναν

Κλῦθί μευ, ὃς πάντων θνητῶν οἴηκα κρατύνεις,
πᾶσι διδοὺς χρόνον ἁγνόν , ὅσων πόρρωθεν ὑπάρχεις.
σὸς γὰρ ὕπνος ψυχὴν θραύει καὶ σώματος ὁλκόν,
ἡνίκ’ ἂν ἐκλύῃς φύσεως κεκρατημένα δεσμά,
τὸν μακρὸν ζῳοῖσι φέρων αἰώνιον ὕπνον,
κοινὸς μὲν πάντων, ἄδικος δ’ ἐνίοισιν ὑπάρχων,
ἐν ταχυτῆτι βίου παύων νεοήλικας ἀκμάς.
ἐν σοὶ γὰρ μούνῳ πάντων τὸ κριθὲν τελεοῦται·
οὔτε γὰρ εὐχῇσιν πείθῃ μόνος οὔτε λιτῇσιν.
ἀλλά, μάκαρ, μακροῖσι χρόνοις ζωῆς σε πελάζειν
αἰτοῦμαι, θυσίῇσι καὶ εὐχωλαῖς λιτανεύων,
ὡς ἂν ἔοι γέρας ἐσθλὸν ἐν ἀνθρώποισι τὸ γῆρας.

Ο Ύπνος και ο Θάνατος μεταφέρουν την σωρό του Σαρπηδόνος από το πεδίο μάχης της Τροίας, Aττική λευκή ερυθρόμορφη λήκυθος, 435-425 π.Χ.