ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΑ ΣΥΝΤΑΓΜΑΤΑ, ΒΙΒΛΙΟΝ Α′
ἑλληνικὸ πρωτότυπο ἐκ τῶν CCAG (Catalogus Codicum Astrologorum Graecorum) καὶ TLG (Τhesaurus Lingua Graeca)
❧
ΠΕΡΙΕΧΟΜΕΝΑ
α. Περὶ τῆς τῶν δωδεκατημορίων ὀνομασίας τε καὶ δυνάμεως
β. Περὶ δυνάμεως τῶν ἑπτὰ πλανωμένων
γ. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως
δ. Περὶ τῶν βορειοτέρων τοῦ ζῳδιακοῦ
ε. Περὶ τῶν νοτιωτέρων τοῦ ζῳδιακοῦ
ϛ. Περὶ τῶν τριγώνων ὡς Δωρόθεος
ζ. Ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες
η. Περὶ ὑψωμάτων
θ. Περὶ προστασσόντων καὶ ἀκουόντων
ι. Περὶ ἰσοδυναμούντων καὶ βλεπόντων
ια. Περὶ ἀσυνδέτων
ιβ. Περὶ διαφορᾶς τόπων
ιγ. Περὶ οἰκοδεσπότου καὶ συνοικοδεσπότου
ιδ. Περὶ συναφῆς καὶ ἀπορροίας
ιε. Περὶ περισχέσεως
ιϛ. Περὶ ἀκτινοβολίας
ιζ. Περὶ δορυφορίας
ιη. Περὶ τῶν δωδεκατημορίων τῶν κατὰ τὰς μοίρας
ιθ. Περὶ ἰδιοπροσωπίας καὶ λαμπηνῶν καὶ θρόνων
κ. Περὶ καθολικῶν ἐπισκέψεων καὶ ἀποτελουμένων
κα. Ἀποτελέσματα τῶν γινομένων ἐκλείψεων καὶ τῶν κομητῶν
κβ. Περὶ τῶν ἐν ταῖς ἐκλείψεσι σημείων
κγ. Περὶ ἐπισημασιῶν τῆς τοῦ Κυνὸς ἐπιτολῆς καὶ τῶν πρὸς αὐτὴν ἀστέρων
κδ. Περὶ τῶν ἐν ταῖς ἐκλείψεσι χρωμάτων καὶ κομητῶν
κε. Περὶ τῆς τῶν μετεώρων σημειώσεως
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΑΘΟΛΙΚΟΝ
Σὺν θεῷ ἡμῖν σκοπὸς ἐνθάδε, ὦ σπουδαιότατε τῶν φίλων Ἀθανάσιε, πρὸς τὸ εὐπαρακολουθητότερον ἐκθέσθαι τουτὶ τὸ ἐγχειρίδιον περιέχον ὑπόμνησίν τινα καὶ τὴν εἰς ἡμᾶς ἐλθοῦσαν πεῖραν τῶν παρὰ τοῖς ἀρχαίοις εἰρημένων περὶ τῶν ἄστρων ἤτοι σημαινόντων ἢ ποιούντων ἢ καὶ ἑτέρῳ τρόπῳ τὰ τῇδε ὑπὸ Σελήνην πάντα περικυκλούντων καὶ τρεπόντων τοῖς πρὸς ἄλληλά τε καὶ τὴν γῆν σχήμασί τε καὶ φάσεσι καὶ ταῖς ἄλλαις αὐτῶν ἰδιοτροπίαις. Μὴ ταραττέτω δὲ μηδένα τὸ ἐπ’ ἐνίων δυσθεώρητον διὰ τὸ πολυμερὲς τῆς τοιαύτης θεωρίας καὶ τὴν κατὰ τὸ ἐνδεχόμενον ἐπίσκεψίν τε καὶ γνῶσιν εἰς τελείας ἀκαταληψίας δόξαν τῶν τε πλείστων καὶ ὁλοσχερεστέρων συμπτωμάτων οὕτως ἐναργῶς τὴν ἀπὸ τοῦ περιέχοντος αἰτίαν ἐμφανιζόντων, μήτ’ οὖν ἀποκνοῖέν τινες φάσκοντες εἱμαρμένην μὲν εἶναι τὸ πάντων κρατοῦν, ἄχρηστον δὲ τὴν πρόγνωσιν διὰ τὸ πάντῃ πάντως ἔσεσθαι.
Πρὸς οὓς ἀντιτακτέον μὲν τό τε ἐφ’ ἡμῖν καὶ τὸ ἐν τοῖς πλείστοις σπουδάσμασι τῶν ἀνθρώπων, δυσωπῆσαι δὲ τῇ περὶ τούτων ἐνεργείᾳ, ὅλως δὲ γνωστέον ὅτι οἱ καταμεμφόμενοι τὸ ἄχρηστον ταύτης τῆς καταλήψεως πρὸς οὐδὲν τῶν κυριωτάτων ἀποβλέποντες διασύρουσιν, ἀλλὰ πρὸς αὐτὸ τοῦτο μόνον ὅτι τῶν πάντῃ πάντως ἐσομένων ἡ πρόγνωσις περισσόν, καὶ τοῦτο δὲ ἁπλῶς καὶ οὐ διεσκεμμένως. Πρῶτον μὲν γὰρ δεῖ σκοπεῖν, καθώς φησιν ὁ φιλαλήθης Πτολεμαῖος, καὶ ἐπὶ τῶν ἐξ ἀνάγκης ἀποβησομένων διότι τὸ μὲν ἀπροσδόκητον τούς τε θορύβους ἐκστατικοὺς καὶ τὰς χαρὰς ἐξοιστικὰς μάλιστα πέφυκε ποιεῖν, τὸ δὲ προγινώσκειν ἐθίζει καὶ ῥυθμίζει τὴν ψυχὴν τῇ μελέτῃ τῶν ἀπόντων ὡς παρόντων καὶ παρασκευάζει μετ’ εἰρήνης καὶ εὐσταθείας ἕκαστα τῶν ἐπερχομένων ἀποδέχεσθαι, ἔπειτα ὅτι μηδὲ οὕτω χρὴ νομίζειν ἅπαντα τοῖς ἀνθρώποις ὡς ἐκ θείου τινος καὶ ἀλύτου προστάγματος μηδεμιᾶς ἁπλῶς ἄλλης αἰτίας ἀντιπρᾶξαι εἰς ἔνια δυναμένης.
Ἐπὶ μὲν γὰρ τῶν καθολικῶν περὶ τὸν κόσμον περιστάσεων οἷον κατακλυσμῶν, ἐκπυρώσεων, λοιμῶν ἀνάγκη κατακρατεῖ, ὑποπιπτούσης ἀεὶ τῆς βραχυτέρας αἰτίας τῇ μείζονι, ἐπὶ δὲ τῶν μὴ οὕτως ἐχόντων τῶν καθ’ ἕκαστα τὰ μὲν ἐπιτυχόντα τῶν ἀντιπαθῶν εὐανάτρεπτα γίνεται, τὰ δὲ μὴ εὐπορήσαντα ὑπάγεται τῇ πρώτῃ αἰτίᾳ δι’ ἄγνοιαν καὶ οὐχὶ ἀνάγκην. Θαυμάσαι δ’ ἄν τις διότι ἐπὶ μὲν τῶν καθόλου πιστεύουσι πάντες καὶ τῷ δυνατῷ τῆς προγνώσεως καὶ τῷ πρὸς τὸ φυλάξασθαι χρησίμῳ, πρὸς μὲν τὸ θέρος φροντίζοντες τῶν ψύχειν δυναμένων καὶ ἔμπαλιν πρὸς τὸν χειμῶνα, καὶ ἔτι πρὸς τὸ ἀσφαλὲς τῶν ἀναγωγῶν παραφυλάσσοντες τὰς τῶν ἀπλανῶν ἀστέρων ἐπισημασίας καὶ ἄλλα πολλὰ ἐπιτηροῦντες, ἐπὶ δὲ τῶν κατὰ μέρος καὶ τῆς καθ’ ἕνα ἕκαστον ἰδιοσυγκρισίας οὐκέτι δυνατὸν τὸ προγινώσκειν ἡγοῦνται καίτοι προδήλου τυγχάνοντος ὡς εἰ πρὸς τὰ καθόλου καύματα τύχοιμεν προψύξαντες αὑτοὺς ἧττον καυσούμεθα. Ὥσπερ δὲ οἶμαι καὶ ἐπ’ αὐτοῦ τοῦ προγνωστικοῦ, καὶ εἰ μὴ διὰ παντὸς γοῦν ἄπταιστον ἦν, τὸ γοῦν δυνατὸν αὐτοῦ μεγίστης σπουδῆς ἄξιον κατεφαίνετο, τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἐπὶ τοῦ φυλακτικοῦ, καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γε ἐπ’ ἐνίων, κἂν ὀλιγάκις μικρὰ ᾖ, ἀγαπᾶν καὶ ἀσπάζεσθαι χρή.
Τούτοις δὲ ὡς ἔοικε συνεγνωκότες οἱ παλαιοὶ Αἰγύπτιοι οὕτως ἔχουσι συνῆψαν πανταχῇ τῷ δι’ ἀστρονομίας προγνωστικῷ τὴν ἰατρικὴν διὰ τῶν καλουμένων παρ’ αὐτοῖς ἰατρομαθηματικῶν συντάξεων ἐξ ὧν προσφόρως ἑκάστῳ τὰ βοηθήματα προσφέρουσιν. Ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον λέγειν ἑτέρου καιροῦ ἂν εἴη, ἀρξώμεθα δὲ τῆς εἰς ἡμᾶς ἐλθούσης πείρας τῶν παρὰ τοῖς ἀρχαίοις ἀποτελεσματικῶν συνταγμάτων, ἐπιμελούμενοι κατὰ τὸ δυνατὸν τοῦ τε εὐγνώστου καὶ εὐχρήστου μετὰ τῆς προσηκούσης συντομίας.
α. Περὶ τῆς τῶν δωδεκατημορίων ὀνομασίας τε καὶ δυνάμεως
Τὸν ζῳδιακὸν οἱ παλαιοὶ εἰς δώδεκα τμήματα διεῖλον ὀνομασίαν ἑκάστῳ προστιθέντες ἐκ τῶν ὡς ἐπὶ τὸ πλεῖστον συμπασχόντων ζῳδίων ἐπὶ τῆς γῆς καὶ καταστερίζοντες ἐν τοῖς μέρεσι τούτοις καθὼς ἐνεδέχετο τοὺς αὐτῶν τύπους.
-Κριός
Ἀρχὴν δὲ ἐποιήσαντο ἀπὸ τοῦ Κριοῦ ἐαρινοῦ τμήματος διὰ τὸ ἐκ τοῦ νοτίου ἡμισφαιρίου ἐπὶ τὸ βόρειον τότε τοῦ Ἡλίου μετερχομένου ὑφ’ ὃ τέτακται ἡ καθ’ ἡμᾶς οἰκουμένη ἄρχειν ὥσπερ αὖθις ζωῆς καὶ τὰς βλάστας τῶν φυτῶν καὶ πάντων τῶν παρ’ ἡμῖν ζῴων τὰς πληρώσεις γίνεσθαι. Τοῦτο δὴ τὸ κατὰ τὸν Κριὸν δωδεκατημόριον κεφαλὴν τοῦ κόσμου προσαγορεύουσιν, οἶκον Ἄρεως, ὕψωμα Ἡλίου περὶ ἐννεακαιδεκάτην μοῖραν, ἰσημερινόν, ἐαρινόν, τροπικόν, βασιλικόν, προστάσσον, φωνῆεν, χερσαῖον, νυκτερινόν. Καὶ καθόλου μέν ἐστι βροντῶδες καὶ χαλαζῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ ὀλιγόσπορα καὶ ὀμβρώδη καὶ ἀνεμώδη διὰ τὴν τῆς ἰσημερίας ἐπισημασίαν, τὰ δὲ μέσα εὔκρατα καὶ πολύσπορα. Τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικὰ μάλιστα τετραπόδων, τὰ δὲ πρὸς βορρᾶν καυματώδη καὶ φθαρτικά, τὰ δὲ πρὸς νότον κρυσταλλώδη καὶ ὑπόψυχρα.
Τούτῳ δὲ ὑπόκεινται
ἀρχαίη Βαβυλών, Τυρίου Βήλοιο πόλισμα,
ὕστατα δ’ Ἀρραβίη, γείτων χθονὸς Αἰγύπτοιο.
Κατὰ δὲ Πτολεμαῖον Βρετανία, Γαλατία, Γερμανία, Παλαιστίνη, Ἰδουμαία, Ἰουδαία. Ὡς δὲ Ἵππαρχος καὶ οἱ παλαιοὶ τῶν Αἰγυπτίων κατὰ μέρος διώρισαν οὕτως· κατὰ μὲν τὸν ἀριστερὸν ὦμον Βαβυλωνία, κατὰ δὲ τὸν δεξιὸν Θρᾴκη, κατὰ δὲ τὸ στῆθος Ἀρμενία, κατὰ δὲ πλευρὰς Ἀραβία ἡ πρὸς Αἴγυπτον, κατὰ τὴν ῥάχιν καὶ κοιλίαν Περσὶς καὶ Καππαδοκία, Μεσοποταμία, Συρία, Ἐρυθρὰ θάλασσα. Ἐξεθέμεθα δὲ τὰ κατὰ μέρος διὰ τὸ χρησιμεύειν τὸ τοιοῦτον πολλάκις πρὸς τὰς κατ’ ἐκείνους τοὺς τόπους προγνώσεις.
Διεῖλον δὲ τὰ ὅρια οἱ παλαιοὶ Αἰγύπτιοι μέν, Δωρόθεος δὲ ἐμμέτρως οὕτως·
ἓξ δ’ ὁρίων ἐπέχει μοίρας Φαέθων ἐνὶ τούτῳ
τὰς πρώτας, μετέπειτα δ’ ἴσας λάχεν ἡ Κυθέρεια,
ὀκτὼ δὲ Στίλβων τρίτατος, Πυρόεις δέ τε πέντε,
τὰς δ’ ὑπολειπομένας ἔλαχεν Φαίνων ἴσα Θούρῳ.
Ὁ δὲ Πτολεμαῖος οὕτως· Ζεὺς ἕξ, Ἀφροδίτη ὀκτώ, Ἑρμῆς ζ′, Ἄρης ε′, Κρόνος τέσσαρας. Καὶ ἑκάστου ζῳδίου λαμπρὰς μοίρας ἐξέθεντο· εἰσὶν οὖν αἱ τούτου λαμπραὶ μοῖραι τρίτη, ἐννεακαιδεκάτη, ἕκτη καὶ εἰκοστή, ἑβδόμη καὶ εἰκοστή, τριακοστή. Ἔτι δὲ καὶ ἑκάστου ζῳδίου τρεῖς ἀφώρισαν δεκανοὺς κατὰ δεκαμοιριαῖον διάστημα· καὶ ἔστιν ὁ μὲν πρῶτος Χονταρέ, ὁ δὲ δεύτερος Χονταχρέ, ὁ τρίτος Σικέτ.
Ἐπετήρησαν δὲ κατὰ τὸ ὁλοσχερὲς οὐκ ἀντιπραττούσης ἑτέρας αἰτίας τοὺς μὲν ἔχοντας ὡροσκοποῦντα τὸν πρῶτον δεκανὸν δυσγαμεῖν ἐν τῇ πρώτῃ ἡλικίᾳ, ἐν δὲ τῇ ἐσχάτῃ εὐγαμεῖν καὶ τέλους καλοῦ τεύξεσθαι. Τὰ δὲ σημεῖα· λεπτὰ τὰ στήθη μὴ σεσαρκωμένα, αἱ κνῆμαι γυμναὶ καὶ ἄσαρκοι· ἕξει σημεῖον περὶ τὸ ἀριστερὸν ἢ ὑπὸ τὴν ἀριστερὰν μασχάλην. Κλιμακτῆρες δὲ ἀνεγράφησαν αὐτοῦ ἔτος δ′, θ′, ιβ′, κα′, λγ′, μθ′, νβ′, ξδ′, οδ′.
Τοὺς δὲ τὸν δεύτερον ἔχοντας ὡροσκοποῦντα πλουσίως μὲν τραφήσεσθαι μετὰ τοῦ κακοπαθεῖν πως ἐν τῇ πρώτῃ ἡλικίᾳ, φρονίμους δὲ εἶναι καὶ πεπαιδευμένους καὶ προστήσεσθαι πολλῶν καὶ καλοῦ τέλους τυχεῖν. Τὰ δὲ σημεῖα· οἱ ὀφθαλμοὶ αὐτοῦ μεγάλοι κεχυμένοι, ὀλίγον ὀξύθυμος ἔσται, ἴση ἡ ἡλικία καὶ τὸ μῆκος σύμμετρον. Οἱ δὲ κλιμακτῆρες ἀνεγράφησαν αὐτοῦ ἔτος β′, ζ′, ιζ′, ιθ′, κδ′, λβ′, λθ′, μα′, νβ′, ξδ′, οα′, πϛ′.
Τοὺς δὲ τὸν τρίτον ἔχοντας ὡροσκοποῦντα κακοπαθεῖν καὶ ξενιτεύειν πολλὰ καὶ χωρίζειν τοὺς γονεῖς θανάτῳ καὶ ἄχρηστα ἔχειν τὰ αὐτῶν καὶ λυπεῖσθαι εἰς γάμον, ὕστερον δὲ λαβεῖν προεφθαρμένην γυναῖκα καὶ τεκνώσειν καὶ τὸ τέλος τοῦ βίου εὐθύμως ἕξειν. Τὰ δὲ σημεῖα· γεννᾶται μὲν ξανθὸς καὶ ὠχρός, γενήσεται εὐπρεπὴς τὸ μέγεθος· μῶμος ἔσται ἐν τῷ μήκει αὐτοῦ ἐκ θεῶν ἐνεργείας. οἱ δὲ κλιμακτῆρες ἔτος ζ′, ια′, ιθ′, κη′, λγ′, λε′, μ′, νβ′, ξζ′, οδ′, πη′, ϙζ′.
Τὸ δὲ μεταξὺ Κριοῦ καὶ Ταύρου, ὅπερ μεσεμβόλημα καλεῖται, εἴ τις ἔχει ὡροσκόπον, οὗτος ἄλαλος καὶ κωφὸς καὶ ἄσημος· τελευτήσει ἐπὶ τῶν αὐτῶν κλιμακτήρων τῶν τοῦ τρίτου δεκανοῦ τοῦ Κριοῦ.
-Ταῦρος
Ἑξῆς τὸ τοῦ Ταύρου δωδεκατημόριόν ἐστιν, ὃ εἰς τράχηλον τοῦ κόσμου ἀναφέρεται, οἶκος Ἀφροδίτης, ὕψωμα Σελήνης περὶ τρεῖς μοίρας, στερεόν, φωνῆεν, προστάσσον, θηλυκόν, χερσαῖον, λατρῶδες. Καὶ ἔστι καθόλου μὲν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κράσεων καὶ ὑπόθερμον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα κατὰ τὴν Πλειάδα πνευματώδη καὶ ὁμιχλώδη καὶ σεισμοποιά, τὰ δὲ μέσα ὑγραντικὰ καὶ ψυχρά, τὰ δὲ ἑπόμενα κατὰ τὴν Ὑάδα πυρώδη καὶ κεραυνῶν καὶ ἀστραπῶν ποιητικά, τὰ δὲ βόρεια εὔκρατα, τὰ δὲ νότια κινητικὰ καὶ ἄτακτα. Προσοικειοῦνται δὲ αὐτῷ χῶραι οὕτως·
θηρὶ δ’ ὑπέστρωται κλίμα Μηδικὸν Ἀρραβίη τε
ἠδὲ καὶ εὐβώλοιο καλὸν πέδον Αἰγύπτοιο.
Ὁ δὲ Πτολεμαῖος· Παρθία, Μηδία, Περσίς, Κυκλάδες, Κύπρος, Μικρὰ Ἀσία. Ἤδη δέ τινες πάλιν καὶ πρὸς μέρη αὐτοῦ τὰς οἰκειώσεις ἔθεντο· κατὰ μὲν τὰ κέρατα Μηδία, τὰ πρὸς τῷ Ἡνιόχῳ δεξιὰ Σκυθία, τὰ ἀριστερὰ Ἀρμενία, κατὰ τὴν Πλειάδα Κύπρος.
Τὰ δὲ ὅρια οὕτως·
ὀκτὼ δὲ πρώτας ὁρίων μοίρας Κυθέρεια
ἐν τούτῳ, Στίλβων δὲ μετ’ αὐτὴν ἔλλαχε μοίρας
δὶς τρεῖς, καὶ Φαέθων ἔλαχ’ ὀκτώ, πέντε δὲ Φαίνων,
τὰς δ’ ὑπολειπομένας ἔλαχεν Πυρόεις μετὰ τούσδε.
Κατὰ δὲ Πτολεμαῖον οὕτως· Ἀφροδίτη ὀκτώ, Ἑρμῆς ζ′, Ζεὺς ζ′, Ἄρης ϛ′, Κρόνος β′. Αἱ δὲ λαμπραὶ μοῖραι αὐτοῦ τρίτη, πέμπτη, δεκάτη, ἑπτακαιδεκάτη, ὀγδόη καὶ εἰκοστή, τριακοστή. Οἱ δὲ δεκανοὶ αὐτοῦ τρεῖς· Χώου ὁ πρῶτος, Ἔρω ὁ δεύτερος, Ῥομβρόμαρε ὁ τρίτος.
Ὁ οὖν ἔχων ὡροσκοποῦντα τὸν πρῶτον ἔσται μὲν ἐπιχαρής, πολύφιλος καὶ ἡδύβιος, ἐπίμοχθος δὲ καὶ μετὰ τὸ ἀποβαλεῖν τὸν πρῶτον γάμον γαμήσει προεφθαρμένην καὶ μεγάλη εὐδαιμονία ἔσται αὐτῷ. Τὰ δὲ σημεῖα· ἡ κεφαλὴ μεγάλη, οἱ ὀφθαλμοὶ αὐτοῦ μεγάλοι, τὸ μέγεθος σύμμετρον, τὰ χείλη μεγάλα· σημεῖον ἔσται περὶ τὸν αὐχένα καὶ ἄλλο περὶ τὸν κόλπον καὶ ἕτερον περὶ τὴν δεξιὰν πλευράν. Οἱ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος α′, δ′, θ′, ια′, κβ′, λγ′, μθ′, νϛ′, ξθ′, οβ′.
Ὁ δὲ ἔχων τὸν δεύτερον ὡροσκοποῦντα ἔσται πλούσιος, ἀρχοντικός, ἀγχίνους καὶ εὔγαμος, ἐπιτροπῶν καὶ παρακαταθηκῶν ἀξιούμενος. Τὸ δὲ σημεῖον· τὸ πρόσωπον πλατύ, τὰ στέρνα εὐρύτατα, ὀφθαλμὸς εὐειδής, τὰ ὦτα πλατέα, περὶ τοὺς ὤμους τετρίχωται· σημεῖον μέλαν περὶ τὰς λαγόνας ἢ ὑπὸ τὸν μαστὸν καὶ περὶ τὰ νευρικὰ τάσις. Οἱ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος ζ′, ιγ′, κβ′, λα′, μγ′, νϛ′, ξα′, οδ′, πδ′, ϙα′.
Οἱ δὲ ἔχοντες τὸν τρίτον ἔσονται ἐκ μεγάλων γονέων καὶ αὐτοὺς διαστήσουσι καὶ τὰ αὐτῶν οὐ καλῶς διοικήσουσι καὶ ἐκδημοῦσι καὶ ναυαγίων πειρῶνται καὶ ἐπονειδίστως καὶ ἐμπαθῶς διαλαλοῦνται καὶ σινοῦνται ἐπὶ τὸν συνουσιαστικὸν τόπον καὶ ἀναπόλαυστοι γίνονται τῶν κατὰ φυσικὴν συνουσίαν ἡδονῶν καὶ τοῦ ἀξιωματικοῦ προσχήματος μεθίστανται καὶ ἄωροί τινες αὐτῶν ἀποθνῄσκουσιν. Τὰ δὲ σημεῖα αὐτῶν· τῷ προσώπῳ εὐειδεῖς καὶ ἐπιτερπεῖς, ἐοικότες γυναικί, ἀλλὰ μῶμον ἕξουσιν ἐν τῷ ἀριστερῷ ὀφθαλμῷ ἢ περὶ τὸν ἕνα τῶν ποδῶν· εὔοφρυς, μέσος τὸ μέγεθος καὶ λεπτός. Εἰσὶ δὲ οἱ κλιμακτῆρες αὐτοῦ ἔτος θ′, ιβ′, κγ′, λα′, μϛ′, νθ′, ξα′, οδ′.
Ταύρου τὸ μεσεμβόλημα καὶ Διδύμων· ὁ ἔχων τὸν ὡροσκόπον ἐν τούτῳ ἕξει δύο φύσεις· ἄσπερμος, ἀπρεπὴς καὶ τοῖς μέλεσιν ἄπλαστος καὶ ἀειδής.
-Δίδυμοι
Τὸ δὲ τῶν Διδύμων δωδεκατημόριον, ὃ εἰς ὤμους παραλαμβάνεται, ἔστιν Ἑρμοῦ οἶκος, δίσωμον, ἀρσενικόν, λογικόν, ἀνθρωποειδές. Καὶ καθόλου μὲν εὐκρασίας ποιητικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα καὶ ἄτακτα, τὰ δὲ βόρεια πνευματώδη καὶ σεισμοποιά, τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη. Ὁμοίως κατὰ Δωρόθεον·
ἔστι δὲ φωνῆεν κλίμα Καππαδοκῶν ὑπὸ τῷδε
ἠδέ τε Περραιβῶν καὶ Φοινίκων θεοτεύκτων.
Κατὰ Πτολεμαῖον Ὑρκανία, Ἀρμενία, Μαντιανή, Κυρηναϊκή, Μαρμαρική, Αἴγυπτος κατὰ χώραν. Κατὰ δὲ μέρος τῷ μὲν βορείῳ Διδύμων ὑπόκειται κατὰ τοὺς πόδας Βοιωτία, παρὰ τὴν χεῖρα Θρᾴκη, ὑπὸ τὸν νῶτον Γαλατία, τοῦ δὲ νοτίου ὑπὸ τὸν γλουτὸν Πόντος, κατὰ νῶτον Κιλικία, κατὰ τὴν ὠμοπλάτην Φοινίκη, κατὰ τὴν κορυφὴν Ἰνδική.
Τὰ δὲ ὅρια οὕτως·
Στίλβων ἐν τούτῳ προτέρας ἓξ ἔλλαχε μοίρας,
τὰς δ’ ἴσας Φαέθων, τριτάτας Παφίη λάχε πέντε,
ἑπτὰ δὲ θοῦρος Ἄρης, ἓξ δ’ αὖ Φαίνων μετέπειτα.
Κατὰ δὲ Πτολεμαῖον· Ἑρμῆς ἑπτά, Ζεὺς ϛ′, Ἀφροδίτη ζ′, Ἄρης ϛ′, Κρόνος δ′. Αἱ δὲ λαμπραὶ μοῖραι αὐτοῦ ϛ′, ιθ′, κα′, λ′. Οἱ δὲ τρεῖς δεκανοί εἰσιν οὗτοι· Θοσὸλκ ὁ πρῶτος, Οὔαρε ὁ δεύτερος, Φούορι ὁ τρίτος.
Ὁ ἔχων τὸν πρῶτον ὡροσκοποῦντα ἔσται ἀγχίνους καὶ πεπαιδευμένος, φιλευφρόσυνος, ἐρωτικός, μισοπόνηρος, μικρόλυπος, τὸ ζῆν ἐν παρύγροις τόποις ἔχων, καὶ ἀκαταστατήσει κατὰ γυναῖκα καὶ ἐξ ἔρωτος ἢ φιλίας λήψεται γυναῖκα καὶ οὐρανίων μαθημάτων ἅψεται. τὰ δὲ σημεῖα αὐτοῦ· οὐλόκομος ἔσται, εὐμήκης τὴν ἡλικίαν, δύο περιστροφὰς ἕξει ἐν τῇ κεφαλῇ, περισσὸν δάκτυλον τῆς χειρός. Οἱ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος α′, θ′, κδ′, λδ′, μγ′, νγ′, ξε′, ογ′.
Ὁ δὲ ἔχων τὸν δεύτερον ἀχθήσεται μὲν πλουσίως, διαστήσει δὲ τοὺς γονεῖς θανάτῳ καὶ τὰ αὐτῶν μειώσει καὶ ἔσται λαμπρότερος τῶν γονέων δι’ ἑαυτοῦ κτώμενος καὶ ἐν ἱεροῖς τιμηθήσεται καὶ εὐχρημάτιστος ἔσται καὶ λήψεται γυναῖκα ἀφ’ αἵματος καὶ μετὰ τὸ ἀκαταστατῆσαι ἐν τῇ πρώτῃ ἡλικίᾳ τεύξεται καλῶν. Τὰ δὲ σημεῖα αὐτοῦ· μέσος τὴν ἡλικίαν ἔσται, εὐειδὴς τὸ πρόσωπον, μέγας τὸ σῶμα· σημεῖον ὑπὸ τὴν μασχάλην. Εἰσὶ δὲ κλιμακτῆρες αὐτοῦ ἔτος ζ′, ιβ′, ιθ′, κα′, κϛ′, λϛ′, μγ′, νϛ′, ξε′, πδ′, ϙβ′.
Ὁ δὲ τρίτον ἔχων κακοπαθήσας ἐπὶ τῆς νεότητος διαστήσει τοὺς γονεῖς καὶ τὰ αὐτῶν μειώσει, ἐπὶ ξένης δὲ τὰ πλεῖστα οἰκήσει καὶ ἔσται βλάσφημος διὰ ζημίας, ἐν δὲ τοῖς κατὰ γυναῖκα ἐπίψογος ἔσται καὶ λαμβάνει γυναῖκα ἀναξίαν αὑτοῦ ἢ καὶ προεσκυλμένην. Τὰ δὲ σημεῖα· λεπτοπρόσωπος ἔσται καὶ μικρόφθαλμος, ξανθὸς τὸ σῶμα, καυχήμων ἔσται. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμα κτῆρες ἔτος ζ′, ιβ′, κα′, λβ′, μγ′, νβ′, ξδ′, οδ′, πϛ′, ϙβ′.
Ὁ δὲ ἔχων τὸ μεσεμβόλημα Διδύμων καὶ Καρκίνου περὶ τὰ ὁρατικὰ σινωθήσεται ἢ καὶ λευκώματα ἕξει, τοῦ δὲ Διὸς ὁρῶντος τὸν τόπον τοῦ ἑνὸς ὀφθαλμοῦ τὸ σίνος ἔσται.
-Καρκίνος
Τὸ δὲ τοῦ Καρκίνου δωδεκατημόριον, ὃ εἰς στῆθος καὶ πλευρὰς παραλαμβάνεται, ἔστιν οἶκος Σελήνης, ὕψωμα Διὸς περὶ δεκαπέντε μοίρας, θερινόν, τροπικόν, ἄφωνον, ἀμφίβιον, γόνιμον, κυρτόν, κάθυγρον, θῆλυ, νυκτερινόν, προστάσσον, κόσμου ὡροσκόπος. Καὶ καθόλου μέν ἐστιν εὐδιεινὸν καὶ θερμόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ κατὰ τὴν Φάτνην πνιγώδη καὶ σεισμοποιὰ καὶ ἀχλυώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη, τὰ δὲ βόρεια καὶ τὰ νότια ἔμπυρα καὶ καυσώδη· ἡ δὲ ἐν αὐτῷ Φάτνη λεγομένη ποιεῖ λευκώματα ἐν τοῖς ὀφθαλμοῖς.
Τῷ δ’ ὕπο Θρηϊκίων καὶ Αἰθιόπων κλίμα κεῖται.
Κατὰ δὲ Πτολεμαῖον Νουμηδία, Καρχηδονία, Ἀφρική, Βιθυνία, Φρυγία, Κολχική. Μερικῶς δέ, ὡς Ὠδαψὸς λέγει, τὰ μὲν ἐμπρόσθια μέρη Βακτριανή, τὰ δὲ ἀριστερὰ Σκυθία, Ἀκαρνανία καὶ Ἑλλήσποντος καὶ Λιβυκὸν πέλαγος καὶ Βρετανία καὶ Θούλη νῆσος, κατὰ δὲ τοὺς πόδας Ἀρμενία καὶ Καππαδοκία, Ῥόδος, Κῶς καὶ Ἰλίου νῆσοι, κατὰ δὲ τὰ μέσα Ἀσία, ἐν δεξιοῖς δὲ Λυδία, Ἑλλήσποντος.
Τὰ δὲ ὅρια οὕτως·
ἑπτὰ δὲ τὰς προτέρας ὁρίων μοίρας λάχε Θοῦρος
ἐν τούτῳ, μετέπειτα δὲ ἓξ λάχεν ἡ Κυθέρεια,
τὰς δ’ ἴσας Ἑρμῆς, φαέθων Ζεὺς ἑπτὰ μετ’ αὐτόν,
δὶς δὲ δύω πυμάτας ἔλαχεν Κρόνος ἀγκυλομήτης.
Κατὰ δὲ Πτολεμαῖον· Ἄρης ϛ′, Ζεὺς ζ′, Ἑρμῆς ζ′, Ἀφροδίτη ζ′, Κρόνος γ′. Αἱ δὲ λαμπραὶ μοῖραι αὐτοῦ η′, θ′, ιε′, κ′, κβ′, κς. Οἱ δὲ τρεῖς αὐτοῦ δεκανοί· Σωθὶς ὁ πρῶτος, Σὶτ ὁ δεύτερος, Χνουμὶς ὁ τρίτος.
Ὁ οὖν γεννώμενος ἐπὶ τοῦ πρώτου δεκανοῦ ἔσται ἀγαθός, ἥσυχος, πιστευόμενος ἐφ’ οἷς λέγει, πολυμέριμνος, πολύφιλος, ἐξ ἐπινοίας πολλὰ κτώμενος καὶ ἐχθρῶν περιγινόμενος, τὰ δὲ κατὰ γυναῖκα ἕξει ἐπίψογα καὶ γαμήσας θάπτει ἐπὶ νεότητος, ὕστερον δὲ εὐνοηθήσεται καὶ ἐσχάτην καλὴν ἕξει. Τὰ δὲ σημεῖα· εὐμήκης τὸ μέγεθος, ἡ θρὶξ ὡραία καὶ συνεστραμμένη, οἱ ὀφθαλμοὶ ἐπιτερπεῖς, αἱ ὀφρύες ὁμοίως, ἡ ῥὶς ὑψηλή, εὐρὺς τοὺς ὤμους, τὰ νεῦρα τῶν ποδῶν ἐξέχει· σημεῖον ὑπὸ τὴν μασχάλην ἢ ὑπὸ τὸν μαστὸν καὶ ἄλλο σημεῖον ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος ἔσται. Οἱ δὲ κλιμακτῆρες τοῦ δεκανοῦ ἔτος θ′, ια′, κα′, λγ′, μθ′, νϛ′, ξγ′, οα′, πϛ′.
Ὁ δὲ γεννώμενος ἐπὶ τοῦ δευτέρου δεκανοῦ τραφήσεται πλουσίως καὶ τῶν γονέων βελτίων καὶ θανάτους ἀδελφῶν ὄψεται καὶ δημοσιωθήσεται καὶ δοξασθήσεται ὑπὸ ὄχλων καὶ νόμους πιστευθήσεται, ἀκαταστατήσει δὲ ἐν τοῖς κατὰ γυναῖκα καὶ ἐπὶ τέκνοις λυπηθήσεται. τὰ δὲ σημεῖα αὐτοῦ· μικρομεγέθης, μελανόχρους, ψιλὸν τὸ γένειον, τὰ στήθη μικρά, σημεῖον μέλαν εὑρεθήσεται ἐπὶ τοῦ ὀμφαλοῦ, λόγῳ τοὺς ἀνθρώπους εὐφραίνων, ἔργῳ δὲ οὐδὲ ὅλως. Οἱ δὲ κλιμακτῆρες ἔτος δ′, ζ′, ιβ′, κγ′, μβ′, νδ′, ξβ′, ογ′, πη′.
Ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἔσται φρόνιμος καὶ τραφήσεται ἀγεννῶς καὶ διαστήσει τοὺς γονεῖς θανάτῳ καὶ μειώσει τὰ πατρῷα καὶ ἔσται φιλόφιλος καὶ κακοπαθήσει ἐπὶ τῆς νεότητος, ἐν δὲ τοῖς κατὰ γυναῖκα ψόγους ἕξει καὶ ἐν στρατιωτικῇ πράξει διαζήσει καὶ λήψεται σιδήρου πεῖραν καὶ ἐσχάτης ἀγαθῆς τεύξεται. Τὰ δὲ σημεῖα αὐτοῦ· μέση ἡλικία, εὐτραφής, λιπαρός, ξανθός, λευκός, αἱ ὀφρύες μεγάλαι, τὰ στήθη πλατέα, προγάστωρ ἔσται, πόνους ἕξει περὶ τὰ σπλάγχνα. Εἰσὶ δὲ οἱ κλιμακτῆρες ἔτος δ′, ζ′, ιβ′, κδ′, λγ′, μθ′, νβ′, ξγ′, ξθ′, οβ′, πϛ′. Μὴ λαθέτω δὲ ὡς εἰκότως εἰς φυλακτήριον τοῦ στομάχου παραδέχονται τὸν Χνουμὶν ὡς κύριον ὄντα τοῦ στήθους τοῦ κόσμου καθὼς ἡ διαίρεσις τῶν ζῳδίων περιέχει.
Τὸ δὲ μεσεμβόλημα Καρκίνου καὶ Λέοντος ποιεῖ ἐμμανεῖς, μηδενὸς δὲ τῶν ἀγαθοποιῶν μαρτυροῦντος καὶ ὑπὸ τῶν γονέων καὶ τῶν συγγενῶν οἱ τοιοῦτοι ἐκβάλλονται καὶ μετὰ τῶν τετραπόδων ζῶσιν, οἱ δὲ ἀγαθοὶ ἐπιθεωρήσαντες σίνος ποιοῦσι καὶ πάθος.
-Λέων
Τὸ δὲ τοῦ Λέοντος δωδεκατημόριον, ὅπερ εἰς καρδίαν καὶ τὰ περὶ αὐτὴν κατανοεῖται, ἔστιν οἶκος Ἡλίου, ἡμερινόν, τετράπουν, στειρῶδες, βασιλικόν, ἀρσενικόν, χερσαῖον, ἀσελγές, ἡμίφωνον. Καὶ καθόλου μέν ἐστι καυματῶδες καὶ πνιγῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ πνιγώδη καὶ λοιμικὰ τετραπόδων, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ἔνικμα καὶ φθοροποιά, τὰ δὲ βόρεια κινητικὰ καὶ πυρώδη, τὰ δὲ νότια ὑγρά.
Τῷ δ’ ὑπόκειθ’ Ἑλλάς, Φρυγίη θ’ ἅμα καὶ στόμα Πόντου.
Κατὰ δὲ Πτολεμαῖον Ἰταλία, Γαλλία, Ἀπουλία, Φοινίκη, Χαλδαία, Ὀρχηνία. Κατὰ δὲ μέρος, ὡς ἄλλοι ἱστοροῦσιν, κατὰ μὲν κεφαλὴν Προποντίς, κατὰ τὸ στῆθος Ἑλλάς, ὑπὸ τὴν κοιλίαν Μακεδονία, τὰ δὲ πρὸς τῇ οὐρᾷ Φρυγία.
Τὰ δὲ ὅρια οὕτως·
ἓξ δ’ ἐπέχει Φαέθων προτέρας μοίρας ἐνὶ τούτῳ,
πέντε δ’ ἔχει Παφίη, Φαίνων δ’ ἔχει ἑπτὰ μετ’ αὐτήν,
ἓξ δ’ ἔχει Ἑρμείας, πυμάτας δ’ ἓξ ἔλλαχεν Ἄρης.
Κατὰ δὲ Πτολεμαῖον· Ζεὺς ἕξ, Ἀφροδίτη ἕξ, Ἑρμῆς ἑπτά, Κρόνος ἕξ, Ἄρης πέντε. Αἱ δὲ τοῦ ζῳδίου λαμπραὶ μοῖραι α′, δ′, ε′, ιϛ′, κ′, κϛ′, λ′. Οἱ δὲ δεκανοὶ αὐτοῦ τρεῖς· Χαρχνούμις ὁ πρῶτος, Ἤπη ὁ δεύτερος, Φούπη ὁ τρίτος.
Ὁ γεννώμενος οὖν ἐπὶ τοῦ πρώτου ὑπὸ ὄχλων δορυφορεῖται καὶ ἀκουσθήσεται καὶ ἔσται ὀξὺς καὶ ἀκαταφρόνητος, εὐεργετῶν τοὺς ὑποτασσομένους καὶ πολλοὺς σκεπάσει καὶ κτήσεται, εὐεπίψογος δὲ διὰ γυναῖκα. Τὰ δὲ σημεῖα αὐτοῦ· εὐμήκης τὴν ἡλικίαν, τὸ πρόσωπον ὡραῖος, ἐρυθρός, οἱ ὀφθαλμοὶ μεγάλοι, εὔρινος, αἱ κνῆμαι λεπταί, πόνος ἔσται περὶ τὸν πόδα καὶ ἐμπνευμάτωσις αὐτῷ ἔσται. Οἱ δὲ τοῦ θεοῦ κλιμακτῆρες ἔτος α′, ια′, κγ′, λβ′, μϛ′, νζ′, ξθ′, οβ′, οδ′, πη′.
Ὁ δὲ γεννώμενος ἐπὶ τοῦ δευτέρου ἔσται δυνάστης, βασιλεύς, αὐτοκράτωρ ἀναγορευθήσεται καὶ πολλοὺς ὑποτάσσει καὶ κτίσει πόλεις, καὶ φορολογήσουσιν αὐτῷ πολλοί, καὶ θεογνωσία ἐπ’ αὐτῷ καὶ εὕρεσις χρυσοῦ καὶ ἔνθεος αὐτοῦ ἡ γνώμη καὶ ἰσόθεος τιμή. Τὰ δὲ σημεῖα· εὐμεγέθης, εὐρύστερνος, ἐκ τῶν μηρῶν εἰς τοὺς πόδας ἰσχναίνεται, λεοντόχρους τὴν χροιάν, ἡδὺς διαλεγόμενος, πόνος ἔσται αὐτῷ περὶ τὰ νευρικά. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος θ′, κα′, λδ′, μϛ′, νβ′, ο′· ὁ θάνατος ὀξύς.
Ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος τραφήσεται πλουσίως καὶ ἔσται φρόνιμος, πεπαιδευμένος, πολύφιλος, σωματικὰς δὲ βλάβας ἕξει καὶ περισφραγισμοὺς καὶ ἀγῶνας βασιλικοὺς καὶ ἐπιβουλὰς ἐξουσιαστικάς, ὕστερον δὲ αὐτῶν περιέσται καὶ κυριεύσει κτημάτων καὶ εὐχρημάτιστος ὑπὸ θεῶν καὶ ὑπὸ γυναικῶν εὐνοηθήσεται, σινωθήσεται δὲ περὶ τὰ ἄκρα. Τὰ δὲ σημεῖα αὐτοῦ· μέσος τὴν ἡλικίαν, ἐρυθρὸς τὸ πρόσωπον, οἱ ὀφθαλμοὶ κεχυμένοι, ἔκλυτος περὶ τὰ γύναια. Οἱ δὲ κλιμακτῆρες ἔτος ζ′, ιγ′, κγ′, μγ′, νβ′, ξϛ′, οδ′, πθ′· τελευτήσει δὲ ἐπὶ τῆς ἰδίας καὶ ταφήσεται.
Ὁ δὲ ἐπὶ τοῦ μεσεμβολήματος γεννώμενος ἔσται ἁρποκρατικὸς καὶ ἐγγὺς θεῶν ἔσται, τινὲς δὲ καὶ ἄγαμοι τελευτῶσιν.
-Παρθένος
Τὸ δὲ τῆς Παρθένου δωδεκατημόριον, ὃ καὶ αὐτὸ εἰς γαστέρα παραλαμβάνεται, ἔσται οἶκος καὶ ὕψωμα Ἑρμοῦ περὶ δεκαπέντε μοίρας, ἡμερινόν, λογικόν, φωνῆεν, ἀνθρωποειδές, στειρῶδες, δίσωμον, θῆλυ, ὑποτακτικόν, πτερωτόν. Καὶ καθόλου μέν ἐστι δίυγρον καὶ βροντῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ θερμότερα καὶ φθαρτικά, τὰ δὲ ἑπόμενα ὑδατώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια εὔκρατα.
Τῇ δ’ ὕπο πᾶσα Ῥόδος καὶ Κυκλάδες ἄμμιγα νῆσοι
καὶ δρύες Ὠγύγιαι, ἃς Ἀρκάδες ἄνδρες ἔδεσκον,
καὶ βαθυδινήεις τε μέγας ῥόος Ὠκεανοῖο
καὶ κλίμ’ Ἀχαιϊκὸν ἔσχε Λακωνίδος ἠδὲ Λακώνων.
Κατὰ δὲ Πτολεμαῖον Βαβυλωνία, μέση Αἰθιοπία, Μέση ποταμῶν, Ἀσσυρία, Ἑλλάς, Ἀχαΐα, Κρήτη. Κατὰ μέρος δὲ κατὰ μὲν τὸν νῶτον Ἰωνία, κατὰ δὲ τὰ μέσα ἐξ ἀριστερῶν Ῥόδος, Πελοπόννησος, κατὰ δὲ τὸ Σύρμα ἐξ ἀριστερῶν Ἀρκαδία, Κυρήνη, κατὰ τὴν δεξιὰν χεῖρα Δωρίς, κατὰ τὴν εὐώνυμον Σικελία, κατὰ τὸν Στάχυν Περσική.
Ἡ δὲ τῶν ὁρίων τάξις οὕτως·
ἑπτὰ δὲ τὰς προτέρας ἔλαχε Στίλβων ἐπὶ τῆσδε
μοίρας καὶ δέκα Κύπρις ἔχει, Φαέθων δὲ κατ’ αὐτὴν
τέσσαρας, ἑπτὰ δ’ Ἄρης, πυμάτας δύο δ’ ἔλλαχε
Φαίνων.
Ὁ δὲ Πτολεμαῖος οὕτως· Ἑρμῆς ἑπτά, Ἀφροδίτη ἕξ, Ζεὺς ε′, Κρόνος ϛ′, Ἄρης ϛ′. Αἱ δὲ τοῦ ζῳδίου λαμπραὶ μοῖραι ι′, ιζ′, κ′, κϛ′, κθ′. Οἱ δὲ τρεῖς αὐτοῦ δεκανοί· Τὼμ ὁ πρῶτος, Οὐεστεβκὼτ ὁ δεύτερος, Ἀφόσο ὁ τρίτος.
Ὁ γεννώμενος οὖν ἐπὶ τοῦ πρώτου δεκανοῦ ἔσται ἀγαθός, φιλόγελως, πολύφιλος, ἐν τρυφῇ διάξει ἀγύναιος διὰ τὸ μὴ ἐπὶ μιᾶς μένειν καὶ κηδεμονίαν αὐτοῦ ποιήσεται ὁ οἰκεῖος αὐτοῦ δαίμων καὶ τύχη, ἔσται δὲ ἐπίνοσος, τεύξεται δὲ καὶ ἰατρικῶν βοηθημάτων καὶ μετὰ τὴν νεότητα εὐνοηθήσεται ἀπὸ γυναικὸς καὶ ἐσχάτης καλῆς τεύξεται. Τὰ δὲ σημεῖα αὐτοῦ· τὸ μῆκος ὑψηλόν, εὔτολμος τὴν ψυχήν, τὸ πρόσωπον εὐειδής, οἱ ὀφθαλμοὶ ἐπέραστοι, ἡ ῥὶς σιμὴ καὶ παχεῖα ὀλίγον· σημεῖον ἕξει περὶ τὸν κόλπον. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος ζ′, ιβ′, κγ′, μα′, νζ′, ξγ′, οβ′, πϛ′.
Ὁ δὲ ἐπὶ τοῦ δευτέρου γεννώμενος ἔσται φρόνιμος, ἀγχίνους, πεπαιδευμένος, ὀξύς, χαρίεις, ἰδιοκτήμων, καταφρονῶν τῶν πατρῴων, ἐὰν δὲ Ἀφροδίτη συμπαθήσῃ τῷ δεκανῷ διὰ μουσικῆς καὶ ἁρμονίας εὐεργετεῖται καὶ φιλεῖται. Τὰ δὲ σημεῖα αὐτοῦ· εὐπρεπὴς τὸ μέγεθος, τὸ πρόσωπον λεπτός, εὐλαβὴς περὶ τὰ θεῖα, ὄνομα δὲ ἕξει μέγα, ἄρξει πολλῶν, φρόνιμος ἔσται καὶ εὐγράμματος καὶ εὔφωνος καὶ ἐσχάτην καλὴν ἕξει. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος δ′, θ′, ιϛ′, κβ′, λε′, μγ′, νζ′, ξγ′, οϛ′, πβ′, ϙϛ′.
Ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἔσται πλούσιος καὶ πεπαιδευμένος, σώφρων, δίκαιος, ἰδιοπράγμων, εὐσεβής, εὐμετάδοτος καὶ ἐπιτυχής, διὰ δὲ τέκνα καὶ γυναῖκα λυπεῖται, ἐσχάτης δὲ καλῆς τεύξεται. Τὰ δὲ σημεῖα αὐτοῦ· μέση ἡλικία, μικροκέφαλος, εὔρινος, οὐ λείψει αὐτὸν ἄρτος ἕως θανάτου, ὀλιγοχρόνιος ἔσται καὶ θάνατον διὰ σιδήρου ἕξει. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος θ′, ιη′, κδ′, λε′, νβ′, ξϛ′, οδ′, πϛ′.
Ὁ δὲ ἐπὶ τοῦ μεσεμβολήματος γεννώμενος ἔσται ἀπόκοπος ἢ ἀνδράσι συνερχόμενος, εἰ δὲ γυνὴ εἴη ἔσται τριβὰς καὶ γυναικὶ συνερχομένη καὶ ἀνδρῶν ἔργα ἐκτελεῖ.
-Ζυγός
Τὸ δὲ τοῦ Ζυγοῦ δωδεκατημόριον, ὅπερ εἰς ἰσχία παραλαμβάνεται, ἔστιν οἶκος Ἀφροδίτης, ὕψος Κρόνου περὶ κ′ μοῖραν, ἰσημερινόν, μετοπωρινόν, ἀνθρωποειδές, φωνῆεν, συριγγῶδες, ἀρρενικόν, κοπτόμενον τοῖς μέλεσιν, ὑποτακτικόν. Καὶ καθόλου μέν ἐστι τρεπτικὸν καὶ μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ τὰ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ἔνικμα καὶ λοιμικά.
Καὶ κλίμα Κυρήνης ὑπὸ χηλαῖς,
Ἰταλίη χώρη τε πέλει πλάστιγγας ὑπ’ αὐτάς.
Ὡς δ’ ἄλλοι, Βακτριανή, Κασπειρία, Σηρική, Θηβαΐς, Ὄασις, Τρωγλοδυτική. Μερικῶς δέ, ὡς Ὠδαψὸς καὶ ἄλλοι ἱστοροῦσιν, ὁ Ζυγὸς ὅς ἐστι Χηλαὶ τοῦ Σκορπίου· κατὰ μὲν τὸ μέτωπον Ῥώμη καὶ τὰ περὶ αὐτήν, μέσα Ἀραβία, Αἴγυπτος, Αἰθιοπία, Καρχηδών, ὀπίσθια Λιβύη, Κυρήνη καὶ οἱ συνεχεῖς τόποι, δεξιὰ Σπάρτη καὶ Λιβύη, Σμύρνης ὄρος, κατὰ τὴν κεφαλὴν Τύρος, νῆσος Θρᾳκῶν ἡ πάγκαρπος ἡ κατὰ τὴν Ἀραβίαν κειμένη, κατὰ τὸ στῆθος Κιλικία, κατὰ τὴν κοιλίαν Σινώπη.
Τὰ δὲ ὅρια οὕτως·
ἓξ δ’ ὁρίων μοίρας ἔλαχεν Φαίνων ἐνὶ τούτῳ,
ὀκτὼ δὲ στίλβων ἀστὴρ μέγας Ἑρμάωνος,
ἑπτὰ δὲ Ζεὺς φαέθων, Παφίη δ’ ἴσας λάχεν ἑπτά,
τὰς δ’ ὑπολειπομένας δισσὰς λάχεν Ἄρεος ἀστήρ.
Κατὰ δὲ Πτολεμαῖον· Κρόνος ϛ′, Ἀφροδίτη ε′, Ἑρμῆς ε′, Ζεὺς η′, Ἄρης ϛ′. Αἱ δὲ λαμπραὶ μοῖραι αὐτοῦ ιβ′, ιζ′, κγ′, λ′. Οἱ δὲ δεκανοὶ τρεῖς· ὁ πρῶτος Σουχωέ, ὁ δεύτερος Πτηχούτ, ὁ τρίτος Χονταρέ.
Ὁ γεννώμενος ἐπὶ τοῦ πρώτου ἔσται πρόγονος καὶ διαστήσει τοὺς γονεῖς καὶ ἐν ζημίαις καὶ λύπαις ἐξετασθήσεται καὶ καταλείψει τὴν πατρίδα καὶ ἔσται μετὰ ἀλλοφύλων ἀνθρώπων καὶ πολλοὺς πόνους ὑποστὰς αὖθις ἐπανέρχεται εἰς τὴν πατρίδα καὶ βελτιωθήσεται καὶ ὄψεται τέκνων προκοπάς. Τὰ δὲ σημεῖα αὐτοῦ· ὄνομα δεσπότου ἕξει, τραῦμα καὶ οὐλὴ ἔσται ἐν τῇ κεφαλῇ, πυρίκαυστος ἔσται περὶ τὴν χεῖρα καὶ περὶ τὸν πόδα, ἐξ ὑψηλοῦ τόπου κατακρημνισθεὶς οὐ τελευτήσει. Οἱ δὲ κλιμακτῆρες τοῦ θεοῦ ἔτος θ′, ιϛ′, κβ′, λϛ′, μθ′, νθ′, ξϛ′, οζ′.
Ὁ δὲ ἐπὶ τοῦ δευτέρου γεννώμενος λαμπρός, πλούσιος, ἀρχοντικὸς καὶ ἐπὶ ἐλπίσιν ἐκδημῶν καὶ βασιλικαῖς δωρεαῖς καὶ τιμαῖς, συμβίῳ δὲ ἀγαθῇ περιπίπτει ὁ τοιοῦτος καὶ τέκνων γονὰς ἕξει, εὑρέματά τε εὑρίσκει καὶ τέκνων προκοπὰς θεωρεῖ. Τὰ δὲ σημεῖα αὐτοῦ· τὸ μέγεθος ἴσος, τὸ πρόσωπον μέλας, ἡ θρὶξ ἀραιά, σημεῖον μέλαν ἔσται ἐπὶ τοῦ μαστοῦ καὶ ἕτερον ἐπὶ τὴν ὀσφύν, καὶ καταπονηθήσεται ὑπ’ αὐτοῦ. Εἰσὶ δὲ οἱ κλιμακτῆρες τοῦ θεοῦ ἔτος θ′, ιβ′, ιδ′, λϛ′, μα′, νη′, ξγ′, οδ′, πη′.
Ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἔσται σχέτλιος, εὐσχήμων, πλουσιόψυχος, πολύφιλος καὶ ἐν δημοσίαις ἀσχολίαις· ἔσται γνωστὸς ἐν τόποις πολλοῖς, εὐχρημάτιστος ὑπὸ θεῶν, ἀκαταστατήσει δὲ κατὰ γυναῖκα καὶ λήψεται προειλημμένην καὶ τεκνώσει, ἔνιοι δὲ καὶ στεφανηφοροῦσι καὶ ἄρχουσι πόλεων. Τὰ δὲ σημεῖα αὐτοῦ· τὸ πρόσωπον ξανθός, μῶμον ἕξει περὶ τοὺς ὀφθαλμούς, θετὸν υἱὸν ἔξωθεν ἀναθρέψει, πόνον ἕξει περὶ τὰ νευρικά. Εἰσὶ δὲ οἱ κλιμακτῆρες τοῦ θεοῦ ἔτος α′, θ′, ια′, κγ′, λϛ′, μβ′, νθ′, ξη′, οθ′.
Ὁ δὲ ἐπὶ τοῦ μεσεμβολήματος γεννώ μενος ἕξει ἑλκώσεις ἢ σηπεδόνας ἢ ῥευματισμοὺς καὶ σύριγγας ἢ καὶ ὕδερον καὶ φακώσεις καὶ βρογχοκήλας καὶ σκίρους ἢ κιρσούς.
-Σκορπίος
Τὸ δὲ τοῦ Σκορπίου δωδεκατημόριον, ὃ εἰς τὸ αἰδοῖον παραλαμβάνεται, ἔστιν οἶκος Ἄρεως. Τοῦτο δὲ τὸ κέντρον ἄσπορον καὶ πέφυκεν ὀφθαλμοὺς πηροῦν ἢ ὑποχύσεις καὶ λευκώματα ποιεῖν διὰ τοὺς νεφελοειδεῖς ἀστέρας τοὺς παρακειμένους ἐν τῷ Γαλαξίᾳ, καὶ ἔστι στερεόν, θῆλυ, χερσαῖον, ἡμερινόν, σπαστικόν, ἄφωνον, κοπτόμενον τοῖς μέλεσιν, ὑποτακτικόν, φολιδωτόν, κυρτόν, συριγγῶδες. Καὶ καθόλου μέν ἐστι βροντῶδες καὶ πυρῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη, τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια ἔνικμα.
Ὑπὸ δ’ αὐτῷ ἔπλετο πᾶσα
Καρχηδών, Τυρίης Διδοῦς χερὶ δωμηθεῖσα,
Ἄμμωνος Λιβύη τε ὑπ’ ὄμμασι Σικελίη χθών.
Κατὰ δὲ Πτολεμαῖον Μεταγωνῖτις, Μαυριτανία, Γαιτουλία, Συρία, Κομμαγηνή, Καππαδοκία. Κατὰ μέρος δὲ ὑπόκειται ἐν τοῖς ἐμπροσθίοις Ἰταλία, ὑπὸ τὰ μέσα Ἰβηρία καὶ οἱ συνεχεῖς τόποι, κατὰ δὲ τὸ μέτωπον Ῥώμη καὶ Βαστερνία.
Τὰ δὲ ὅρια οὕτως·
ἑπτὰ δέ τοι μοίρας ὁρίων Πυρόεις λάχε τούτου,
τέσσαρας αὖ Παφίη, ὀκτὼ Στίλβων μετέπειτα,
πέντε Ζεὺς φαέθων, πυμάτας δ’ ἓξ ἔλλαχε Φαίνων.
Κατὰ δὲ Πτολεμαῖον· Ἄρης ἕξ, Ἀφροδίτη ζ′, Ζεὺς η′, Ἑρμῆς ϛ′, Κρόνος γ′. Αἱ δὲ λαμπραὶ μοῖραι ζ′, ι′, ιδ′, κ′, λ′. Οἱ δὲ δεκανοὶ τρεῖς· ὁ πρῶτος Στωχνήνε, ὁ δὲ δεύτερος Σεσμέ, ὁ τρίτος Σισιεμέ.
Ὁ γεννώμενος ἐπὶ τοῦ πρώτου ἔσται ἀγχίνους, πεπαιδευμένος, δίκαιος καὶ διαστήσει τοὺς γονεῖς καὶ ἔσται ἐν ζημίαις καὶ τόπους ἀλλάσσει καὶ ὑπακουσθήσεται καὶ τόπων κυριεύσει καὶ κτημάτων καὶ πολλὰ χαρίζεται, ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης ἐπιθεωρήσῃ χρυσοῦ καὶ ἀργύρου τεχνίτης ἤτοι χρημάτων καὶ ὑπὸ γυναικῶν εὐνοεῖται, τινὲς δὲ ἀδελφαῖς συνέρχονται καὶ τεκνοῦσιν. Τὰ δὲ σημεῖα αὐτοῦ· τὸ μέγεθος ἐπέραστος, τραῦμα ἕξει ἐν τῇ κεφαλῇ, οἱ ὀφθαλμοὶ μεγάλοι, τὰ στήθη καὶ οἱ ὦμοι πλατεῖς, σημεῖον ἔσται ἐν τῷ ἀριστερῷ ποδὶ καὶ ἄλλο ἐν τῇ δεξιᾷ χειρί. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος θ′, ιβ′, κβ′, λγ′, μβ′, νϛ′, ξγ′, ξθ′, οϛ′, πε′, ϙγ′.
Ὁ δὲ ἐπὶ τοῦ δευτέρου γεννώμενος ἔσται μέγας, πλούσιος, ἀρχοντικός, πεπαιδευμένος, γλυκὺς τῷ λόγῳ, σώφρων, πολλὰ δι’ ἑαυτοῦ κτώμενος, γνωστὸς πολλοῖς καὶ ὑπὸ ἐλευθέρων δουλευθήσεται, πολλῶν τεχνῶν καὶ μουσικῆς μεταλαμβάνει καὶ παλαίστρας, ἔσθ’ ὅτε ναύκληρος γίνεται, ἐνίοτε δὲ καὶ στρατοπεδάρχης, ἐὰν δὲ ὁ δεκανὸς θεωρηθῇ παρὰ Ἄρεως τομὰς καὶ καύσεις καὶ σπασμοὺς περὶ τὰ ἄκρα ποιεῖ. Τὰ δὲ σημεῖα αὐτοῦ· μέσος τὸ μέγεθος, κεφαλὴ μεγάλη, εὔμορφος τὴν ὄψιν, ἀστειομελής, ἔσται σημεῖον περὶ τὸν κόλπον καὶ τὴν ὀσφύν. Εἰσὶ δὲ οἱ κλιμακτῆρες ἔτος ζ′, ια′, κβ′, λγ′, μβ′, νζ′, ξα′, ογ′, πδ′, πθ′.
Ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἔσται ἐν ζημίαις καὶ ἀνωμαλίαις καὶ ξενιτείαις καὶ τύχης μετεωρισμῷ καὶ ψυχικῶς καὶ σωματικῶς ἀρρωστήσει καὶ ἐχθρῶν ἐπιβουλῆς πειραθήσεται, εἰς δὲ τὸ κατὰ γυναῖκα ἀκαταστατήσει (ἤτοι γὰρ δούλαις ἢ ὑπάνδροις ἢ σίνος ἐχούσαις μίγνυται) καὶ ἐπὶ τέκνοις λυπηθήσεται, μετὰ δὲ τὴν πρώτην ἡλικίαν πολλὰ κτήσεται καὶ τόπων ἄλλων ἄρξει καὶ ἐσχάτης καλῆς τεύξεται, ἐὰν δὲ Ἀφροδίτη ἐπιθεωρήσῃ ἔσται ἐπαφρόδιτος καὶ φήμας καὶ πράξεις ἕξει διὰ μουσικῆς καὶ ῥυθμῶν καὶ χρυσοῦ καὶ ἀργύρου. Τὰ δὲ σημεῖα αὐτοῦ· μικρομεγέθης, μέλας, λαίμαργος, μῶμος ἔσται περὶ τὸ σῶμα αὐτοῦ, ἐπιβουλευθήσεται καὶ φαρμάκῳ καὶ δηλητηρίῳ τελευτήσει. Οἱ δὲ κλιμακτῆρες ἔτος γ′, θ′, ιδ′, ιη′, κβ′, λα′, μγ′, νε′, ξε′, οδ′, πγ′, πζ′.
Τὸ δὲ μεσεμβόλημα ποιεῖ ἐκβολιμαίους ὑπὸ τῶν γονέων, ἐὰν δὲ ὁ τοῦ Διὸς ἐπιθεωρήσῃ παρασκευάζει ἀνακάμψαι πρὸς τοὺς γονεῖς ἢ πρὸς ἑτέρους οἳ τούτους τεκνοποιοῦνται.
-Τοξότης
Τὸ δὲ τοῦ Τοξότου δωδεκατημόριον, εἰς ὃ ἀναφέρονται οἱ μηροί, οἶκος τοῦ Διός, δίσωμον, ἄρρεν, χερσαῖον, τετράπουν, στειρῶδες, βασιλικόν, πτερωτόν, ἡμερινὸν καὶ ἀπὸ μέρους ἀνθρωπόμορφον, κοπτόμενον μέλεσι καὶ ἥμισυ, φωνῆεν, συριγγῶδες. Καὶ καθόλου μέν ἐστι πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πυρώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια κάθυγρα καὶ μεταβολικά.
Ἔστρωται δ’ ὑπὸ τῷδε βαθύπλουτον κλίμα Γάλλων,
καὶ Κρήτη, Κρονίδαο Διὸς τροφός, ἡ δέ τε Μυσῆς
ἁρπαγίμης ὑμέναιος ἔφυ κρατερῆς Εὐρώπης.
Κατὰ δὲ Πτολεμαῖον Τυρρηνία, Κελτική, Σπανία, Ἀραβία Εὐδαίμων. Κατὰ δὲ Ἵππαρχον κατὰ μὲν τὴν ῥάχιν Κρήτη, Σικελία, κατὰ δὲ τὰς πλευρὰς Ἰταλία, κατὰ δὲ τὸ μέσον καὶ τὴν κοιλίαν Ἰβηρία. Ὡς δὲ Ὠδαψὸς καὶ ἄλλοι ἱστοροῦσιν, τὰ ἐμπρόσθια Κρήτη καὶ οἱ συνεχεῖς τόποι, ἀριστερὰ Σικελία, δεξιὰ Κύπρος καὶ Ἐρυθρὰ θάλασσα, κατὰ δὲ τοὺς ὀπισθίους πόδας Οὐζιομάται, Τυρρηνοί, κατὰ δὲ τὴν ῥάχιν Κασπιανοὶ καὶ τὰ περὶ τὸν Εὐφράτην ἔθνη, κατὰ τὴν οὐρὰν Μεσοποταμία καὶ Καρχηδονία καὶ ἡ Λιβυκὴ θάλασσα, κατὰ δὲ τὴν κεφαλὴν Ἰταλία καὶ ὁ τοῦ Ἀδρία κόλπος καὶ οἱ περὶ αὐτὸν οἰκοῦντες, κατὰ δὲ τὸ στῆθος Συρία, κατὰ δὲ τὴν φαρέτραν Ἀτλαντικὸν πέλαγος, κατὰ δὲ τὴν κοιλίαν Τριβαλλοί, Βακτριανή, Σικελία, ἐπὶ τοῖς ἐμπροσθίοις ποσὶν Αἴγυπτος καὶ οἱ συνεχεῖς τόποι.
Τὰ δὲ ὅρια οὕτως·
δώδεκα δὲ προτέρας Φαέθων μοίρας λάχε τούτου,
πέντε δέ τοι Παφίη, τριτάτας Στίλβων μετὰ τούσδε,
τέσσαρας Ἑρμείας ἔλαχεν, Φαίνων δέ τε πέντε,
τὰς δ’ ὑπολειπομένας Ἄρης λάχε δὶς δύο μοίρας.
Κατὰ δὲ Πτολεμαῖον· Ζεὺς η′, Ἀφροδίτη ε′, Ἑρμῆς ε′, Κρόνος ϛ′, Ἄρης ϛ′. Αἱ δὲ λαμπραὶ μοῖραι δ′, ϛ′, ι′, ιη′, κϛ′, κθ′. Οἱ δὲ τρεῖς αὐτοῦ δεκανοί· ὁ πρῶτος Ῥηουώ, ὁ δεύτερος Σεσμέ, ὁ τρίτος Κομμέ.
Ὁ γεννώμενος ἐπὶ τοῦ πρώτου δεκανοῦ ἔσται ἔλλειμμα, ἀνάλωσις, ὡς ὁ Τοξότης ἀποβάλλων καὶ λαμβάνων, καὶ ἔναντι ζηλοτυπίας, ἔσται δὲ θεόγνωστος καὶ εὐχρημάτιστος καὶ ὄψεται συγγενῶν θανάτους καὶ κινδυνεύσας ὑπὸ θεῶν σωθήσεται, εἰσὶ δὲ οἱ γεννώμενοι περισσομελεῖς καὶ πολλοὺς θρέψουσι δι’ ἀγαθότητα καὶ ἔσονται ἐγγὺς μεγιστάνων, οἱ δὲ καὶ ἱπποτροφοῦσιν ἢ ἐπιτροπεύουσι καὶ στρατηγοῦσι καὶ ἀγορανομοῦσι καὶ ἀρχιερεῖς γίνονται καὶ ὑπὸ γυναικῶν εὐνοοῦνται. Τὰ δὲ σημεῖα· περικαλλῆ τὴν ἡλικίαν ἔχων, οἱ ὀφθαλμοὶ ἐπέραστοι, μακρὰ ἡ ῥίς, εὔοφρυς, σημεῖον περὶ τὴν πλευρὰν ἕξει. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος ια′, κβ′, λα′, μϛ′, νγ′, ξγ′, οζ′, πϛ′.
Ὁ δὲ ἐπὶ τοῦ δευτέρου δεκανοῦ γεννώμενος διαστήσει τοὺς γονεῖς καὶ ἔσται ἐν κακοπαθείαις καὶ πενίαις καὶ ξενιτεύσει καὶ ὑποδραμεῖται οὓς οὐ προσδοκᾷ καὶ ψυχικὸν μετεωρισμὸν ἕξει, ὑπὸ δὲ συμβίου εὐνοηθήσεται καὶ τομῆς πεῖραν ἕξει καὶ αἱμαγμοῦ, εἰ δέ τις τῶν ἀγαθοποιῶν ἐπιμαρτυρήσῃ τὰ κακὰ διαλύσει καὶ προβαινούσης τῆς ἡλικίας ἔσται βελτίων, πράττει δὲ τέχνας διὰ χρυσοῦ καὶ ἀργύρου ἢ χρημάτων. Τὰ δὲ σημεῖα αὐτοῦ· τὸ πρόσωπον ὠχρός, αἱ ὀφρύες πλατεῖαι, σημεῖον ἐπὶ τῶν στηθῶν αὐτοῦ εὑρεθήσεται, ὁ νῶτος αὐτοῦ ἄσαρκος ἔσται. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος ια′, ιθ′, κα′, λβ′, μϛ′, να′, ξα′, οβ′, πϛ′, ϙα′.
Ὁ γεννώμενος ἐπὶ τοῦ τρίτου τραφήσεται ὡς πλούσιος καὶ ἔσται ἐκ μεγάλων γονέων, ὀξύς, πεπαιδευμένος καὶ δημοσιεύσει καὶ κύριος ἔσται ζωῆς καὶ θανάτου καὶ ἐγγὺς βασιλέων ἔσται καὶ ἐπιτροπεύσει βασιλικῶν προσταγμάτων καὶ στρατευμάτων, ἐὰν δὲ ὁ δεκανὸς μαρτυρηθῇ παρὰ Διὸς ποιεῖ ἡγεμόνας, βασιλέων διαδόχους, πόλεις ὑποτάσσοντας, ἐὰν δὲ ὁ δεκανὸς μαρτυρηθῇ παρὰ Κρόνου ἢ Κρόνου μοῖρα ἀνατέλλῃ ἀποστάσεις ὄχλων καὶ χρημάτων ἀποβολὴν ποιεῖ καὶ ἀκαταστασίαν καὶ ἔχθρας καὶ ἐπιβουλὰς δουλικάς. Τὰ δὲ σημεῖα αὐτοῦ· τὸ μῆκος μακρόν, τὸ πρόσωπον ἐπέραστος, ὁ ἀριστερὸς ὀφθαλμὸς ὑποκέχυται, τὰ στήθη εὐρύτερα, εὔτολμος τὴν ψυχήν, σημεῖον ἕξει περὶ τὴν ἀριστερὰν κνήμην. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος ια′, κϛ′, λϛ′, μβ′, να′, ξζ′, οβ′· ὁ δὲ θάνατος ὀξύς.
Τὸ δὲ μεσεμβόλημα ποιεῖ ἐν νέᾳ ἡλικίᾳ ἐπίψογον, ἐὰν δὲ θηλείας ᾖ τὸ θέμα ἔσται ἐν ἑταιρίᾳ καὶ πολυκοινίᾳ καὶ μεγάλῳ ἀνδρὶ συγκοιμηθεῖσα φιληθήσεται καὶ ἔσται σὺν αὐτῷ ἀπαλλαγεῖσα τοῦ προτέρου καὶ ἐσχάτης καλῆς τεύξεται.
-Αἰγόκερως
Τὸ δὲ τοῦ Αἰγοκέρωτος δωδεκατημόριον, ὃ εἰς γόνατα παραλαμβάνεται, οἶκός ἐστι Κρόνου, ὕψος Ἄρεως περὶ κη′ μοίρας, τροπικόν, χειμερινόν, θηλυκόν, ἡμερινόν, στειρῶδες, ὑποτακτικόν, ἀμφίβιον, διφυές, ἡμίφωνον. Καὶ καθόλου μέν ἐστι κάθυγρον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καυσώδη καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὄμβρων κινητικά, τὰ δὲ βόρεια καὶ νότια κάθυγρα καὶ φθαρτικά.
Τῷ δ’ ὕπο Κιμμερίη τέταται χθὼν ἡ πανέρημος.
Κατὰ δὲ Πτολεμαῖον Ἰνδική, Ἀριανή, Γεδρωσία, Θρᾴκη, Μακεδονία, Ἰλλυρίς. Ὡς δὲ ἄλλοι ἱστοροῦσιν, ὑπόκειται αὐτῷ τὰ πρὸς ἑσπέραν καὶ μεσημβρίαν, κατὰ δὲ τὰς πλευρὰς Αἰγαῖον πέλαγος καὶ οἱ περιοικοῦντες καὶ Κόρινθος, κατὰ τὴν ζώνην καὶ τὸν νῶτον ἡ Μεγάλη θάλασσα, κατὰ τὴν οὐρὰν Ἰβηρία, κατὰ τὴν κεφαλὴν Κυλληνία, Τυρρηνία, κατὰ τὸ στῆθος Τυρρηνικὸν πέλαγος, κατὰ τὴν κοιλίαν μέση Αἴγυπτος, Συρία, Καρία.
Τὰ δὲ ὅρια οὕτως·
ἑπτὰ δὲ τὰς πρώτας ἔλαχε Στίλβων πάλι μοίρας,
ἑπτὰ δέ τοι Φαέθων, δὶς τέσσαρας ἡ Κυθέρεια,
Φαίνων δὶς δύ’ ἔχει, πυμάτας δ’ Ἄρης ἴσα τούτῳ.
Κατὰ δὲ Πτολεμαῖον οὕτως· Ἀφροδίτη ϛ′, Ἑρμῆς ϛ′, Ζεὺς ζ′, Κρόνος ἕξ, Ἄρης ε′. Αἱ δὲ τοῦ ζῳδίου λαμπραὶ μοῖραι ϛ′, ιβ′, ιε′, κδ′, λ′. Οἱ δὲ τρεῖς αὐτοῦ δεκανοί· Σμὰτ ὁ πρῶτος, Σρὼ ὁ δεύτερος, Ἰσρὼ ὁ τρίτος.
Ὁ γεννώμενος ἐπὶ τοῦ πρώτου ἔσται πρωτότοκος ἢ πρωτότροφος, φρόνιμος, βαθύς, πεπαιδευμένος, ἀγαθός, εὐπαρρησίαστος, καὶ ὑποτάσσει τοὺς ἐχθρούς, ὑπὸ δὲ τῶν ἰδίων κινδυνεύσας σωθήσεται καὶ ἐν πολλαῖς ζημίαις ἔσται ἐν τῇ πρώτῃ ἡλικίᾳ, εἰς δὲ γυναῖκα ἀκαταστατήσει, ἐὰν δὲ ὁ τοῦ Διὸς ἐπιμαρτυρήσῃ τῷ δεκανῷ ἀγαθοὺς χρόνους ἕξει καὶ εὑρέματα εὑρήσει καὶ κυριεύσει πολλῶν καὶ ἐσχάτης καλῆς τεύξεται. Τὰ δὲ σημεῖα αὐτοῦ· τὸ μῆκος μακρόν, τὰ στήθη εὐρύτερα, περιπατοῦντος ἐν ὁδοῖς τὰ νευρικὰ αὐτοῦ κινεῖται, σημεῖον μέλαν ἕξει περὶ τὴν μασχάλην. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλι μακτῆρες ἔτος α′, δ′, θ′, ια′, ιζ′, κβ′, λα′, μβ′, νϛ′, ξγ′, οβ′, πα′, πθ′.
Ὁ δὲ ἐπὶ τοῦ δευτέρου γεννώμενος διαστήσει τοὺς γονεῖς θανάτῳ καὶ τὰ αὐτῶν μειώσει καὶ ἐν ζημίαις καὶ ξενιτείαις ἔσται καὶ μετὰ μεγάλων ἀνδρῶν ἀνατρα φήσεται ποικίλος ὢν τοῖς ἤθεσι καὶ δι’ ὑγρῶν τὸ ζῆν ἔχων, ἀκαταστατήσει δὲ πρὸς γυναῖκα ἢ καὶ βραδυγαμήσει καὶ διαβληθήσεται ἐπὶ ὑπάνδροις καὶ χήραις καὶ δούλαις, μετὰ δὲ τὴν πρώτην ἡλικίαν ὠφεληθήσεται παρὰ γυναικὸς καὶ ἐσχάτης καλῆς τεύξεται. Τὰ δὲ σημεῖα αὐτοῦ· ὡραῖος τὸ μῆκος καὶ μακρός, εὐπρεπὴς τὴν ὄψιν, ἡ ῥὶς ὑψηλή, οἱ ὀφθαλμοὶ ἐνήδονοι, ἀλλὰ κακοήθης καὶ θερμὸς καὶ πονηρός. Οἱ δὲ κλιμακτῆρες ἔτος ϛ′, θ′, ια′, κβ′, λα′, μα′, νβ′, ξγ′, οϛ′, πα′.
Ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἔσται ἐκ μεγάλων γονέων καὶ εὐγενῶν καὶ τραφήσεται πλουσίως καὶ πιστευθήσεται πολλὰ καὶ ἔσται πεπαιδευμένος καὶ πολύφιλος, ὀξύς, μισοπόνηρος, ἀσελγής, εὐμετάβλητος, ἀκαταστατήσει δὲ κατὰ γυναῖκα καὶ ὕστερον εὐνοηθήσεται ὑπ’ αὐτῆς καὶ πολλὰ κτήσεται καὶ κυριεύσει πολλῶν. Τὰ δὲ σημεῖα αὐτοῦ· ὠχρὸς ἔσται, σημεῖον ἕξει περὶ τὸν ἀριστερὸν ἀγκῶνα καὶ περὶ τοὺς μηροὺς τάσεις καὶ ὀλίγον χρόνον βιώσεται. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος δ′, ζ′, ια′, κβ′, λγ′, μϛ′, νβ′, ξγ′, οβ′· ὁ δὲ θάνατος ἐπὶ ξένης ἔσται.
Τὸ δὲ μεσεμβόλημα ποιεῖ ἐκβολιμαίους καὶ θηριοβρώτους.
-Ὑδροχόος
Τὸ δὲ τοῦ Ὑδροχόου δωδεκατημόριον, ὃ εἰς κνήμας παραλαμβάνεται, οἶκός ἐστι Κρόνου, ἀρσενικόν, στερεόν, φωνῆεν, λογικόν, νυκτερινόν, ἀνθρωπόμορφον. Καὶ καθ όλου μέν ἐστι ψυχρῶδες καὶ ὑδατῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κάθυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη, τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια νιφετώδη.
Ὑπόκειται δὲ αὐτῷ
κλίμα τῆς Αἰγύπτου
καὶ ἡ Μέσση τῶν ποταμῶν.
Κατὰ δὲ Πτολεμαῖον Σαυροματική, Ὠξιανή, Σουγδιανή, Ἀραβία, Ἀζανία, Γερμανική. Κατὰ μέρος δὲ ὑπόκειται αὐτῷ κατὰ μὲν τὴν ἀριστερὰν χεῖρα καὶ τὸ στῆθος Συρία, ὑπὸ δὲ τὴν δεξιὰν Εὐφράτης καὶ Τίγρις, κατὰ τὴν ὑδροχόην Τάναϊς καὶ οἱ πρὸς νότον καὶ ζέφυρον ῥέοντες.
Τὰ δὲ ὅρια οὕτως·
ἑπτὰ δὲ τὰς προτέρας Ἑρμῆς λάχεν, εἶτα μετ’ αὐτὸν
ἓξ μοίρας Κύπρις, Φαέθων μετέπειτα λάχ’ ἑπτά,
πέντε δὲ θοῦρος Ἄρης, πυμάτας δὲ Κρόνος λάχε πέντε.
Κατὰ δὲ Πτολεμαῖον· Κρόνος ϛ′, Ἑρμῆς ϛ′, Ἀφροδίτη η′, Ζεὺς πέντε, Ἄρης ε′. Αἱ δὲ λαμπραὶ μοῖραι αὐτοῦ ια′, ιζ′, κ′, κε′, κθ′. Οἱ δὲ τρεῖς αὐτοῦ δεκανοί· Πτιαῦ ὁ πρῶτος, Ἀεὺ ὁ δεύτερος, Πτηβυοὺ ὁ τρίτος.
Ὁ γεννώμενος ἐπὶ τοῦ πρώτου ἔσται μέγας, πλούσιος, πεπαιδευμένος, πολύφιλος, παρρησιαστικός, μισοπόνηρος, δικαιοκρίτης, καὶ πολλοὶ ἐπ’ αὐτὸν καταφεύγουσι διὰ τὸ δίκαιον αὐτοῦ καὶ εἰκόνων καὶ ἀνδριάντων ἀξιωθήσεται καὶ ὑπὸ γυναικὸς εὐνοηθήσεται, ὄψεται δὲ θανάτους τέκνων. Τὰ δὲ σημεῖα αὐτοῦ· τὸ πρόσωπον κεκερασμένον, σημεῖον εὑρεθήσεται περὶ τὸ στῆθος ἢ περὶ τὸν ἀριστερὸν πόδα καὶ περὶ τὴν πλευράν, οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἐπικαμπεῖς. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος ζ′, ια′, ιθ′, κβ′, λα′, νζ′, ξβ′, οϛ′, πα′, ϙβ′.
Ὁ γεννώμενος ἐπὶ τοῦ δευτέρου κακοπαθήσει σωματικῶς καὶ ὅλως βιωτικῶς, ἐγκλήματα ἕξει καὶ φαρμακοποιΐας καὶ συκοφαντίας καὶ ὑπὸ τῆς κεφαλῆς κινδυνεύσει καὶ χρημάτων ἀποβολὴν καὶ ἐμπρήσεις καὶ ναυαγίας ἕξει καὶ ἀκαταστατήσει εἰς τὰ κατὰ γυναῖκα· ταῦτα ἕξει ἐν τῇ πρώτῃ ἡλικίᾳ, ὕστερον δὲ ἐν ἀναπαύσεσι γίνεται πολλὰ κτησάμενος. Τὰ δὲ σημεῖα αὐτοῦ· οὐ πάνυ εὐμεγέθης, μέλας τὸ χρῶμα, ἐπ’ ἀγαθῷ τῷ οἴκῳ ἐν ᾧ ἐγεννήθη, σημεῖον ἔσται περὶ τὴν ὀσφὺν καὶ ὑπὸ τὴν μασχάλην καὶ περὶ τὰ στήθη καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ διεσταλμένοι. Οἱ δὲ τοῦ θεοῦ κλιμακτῆρες ἔτος ιβ′, κϛ′, λγ′, μδ′, νϛ′, ξε′, ογ′, πδ′, ϙε′.
Ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἐκ θεῶν σπαρήσεται καὶ ἔσται μέγας καὶ μετὰ θεῶν θρησκευθήσεται καὶ ἔσται κοσμοκράτωρ καὶ πάντα αὐτῷ ὑπακούσεται, ἔσται δὲ ταῦτα ἐὰν καὶ ἀγαθοποιοὶ ἐπιμαρτυρήσωσι τῷ τόπῳ ἄνευ κακῶν παρουσίας. Ἔσται δὲ αὐτοῦ τὰ σημεῖα· τὸ μῆκος οὐ πάνυ μακρόν, κιρρὸς καὶ ὑπόξανθος τὴν ὄψιν, σημεῖον ἕξει ἐπὶ τοῦ δεξιοῦ ὤμου καὶ ὑπὸ τὴν μασχάλην. Οἱ δὲ κλιμακτῆρες ἔτος β′, ϛ′, θ′, ιβ′, κα′, μβ′, να′, ξδ′, οδ′, π′.
Ὁ δὲ ἐπὶ τοῦ μεσεμβολήματος γεννώμενος ἔσται τερατώδης, ἐκβολιμαῖος οἷον σατυρίσκος ἢ ἑρμαφρόδιτος, ὁλόλευκος, δίδυμος ἢ δικέφαλος.
-Ἰχθύες
Τὸ δὲ τῶν Ἰχθύων δωδεκατημόριον, ὃ εἰς πόδας καὶ βάσιν παραλαμβάνεται, ἔστιν οἶκος Διός, ὕψωμα Ἀφροδίτης περὶ κζ′ μοίρας, δίσωμον, θηλυκόν, γόνιμον, νυκτερινόν, νηκτόν, συριγγῶδες, φολιδωτόν, κοπτόμενον, πτερωτόν, ἄφωνον. Καὶ καθόλου μέν ἐστι ψυχρὸν καὶ πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ εὔκρατα, τὰ δὲ μέσα κάθυγρα, τὰ δὲ ἑπόμενα καυσώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ὑδατώδη.
Ὑπόκειται δ’ αὐτῷ
ἡ Ἐρυθρὰ θάλασσα
ἕως τῶν Ὠκεανοῖο ῥοῶν.
Κατὰ δὲ Πτολεμαῖον Φαζανία, Νασαμωνῖτις, Λυδία, Κιλικία, Παμφυλία. Κατὰ μέρος δὲ κατὰ μὲν τὸ νότιον Μεσοποταμία καὶ κατὰ τὸν νῶτον τῆς Ἀνδρομέδας <...>, κατὰ δὲ τὸ βόρειον <...>. Κατὰ μὲν τὸν Ὠδαψὸν τὰ ἐμπρόσθια Εὐφρατησία καὶ Τίγρις, καὶ τὰ μέσα Συρία καὶ Ἐρυθρὰ θάλασσα, Ἰνδική, μέση Περσίς, καὶ ὑπὸ τὸν νῶτον Ἀραβικὴ θάλασσα καὶ Βορυσθένης, κατὰ δὲ τὸν Σύνδεσμον τοῦ βορείου Θρᾴκη, τοῦ νοτίου Ἀσία καὶ Σαρδώ.
Τὰ δὲ ὅρια οὕτως·
δώδεκα δὲ προτέρας μοίρας λάχε Κύπρις ἁπάσας,
δὶς δὲ δύω Φαέθων, Στίλβων τρεῖς, ἐννέα Θοῦρος,
τὰς δ’ ὑπολειπομένας δισσὰς Φαίνων λάχε μοίρας.
Κατὰ δὲ Πτολεμαῖον· Ἀφροδίτη η′, Ζεὺς ἕξ, Ἑρμῆς ϛ′, Ἄρης ε′, Κρόνος ε′. Αἱ δὲ λαμπραὶ αὐτοῦ μοῖραι η′, ιε′, κ′, κγ′, κε′, λ′. Οἱ δὲ τρεῖς αὐτοῦ δεκανοί· ὁ πρῶτος Βίου, ὁ δεύτερος Χονταρέ, ὁ τρίτος Πτιβιοῦ.
Ὁ γεννώμενος ἐπὶ τοῦ πρώτου ἔσται μέγας καὶ ὄχλους ὑφ’ αὑτὸν ἕξει, ἔσται δὲ μονότονος, τοὺς ὑποτασσομένους εὐποιῶν, λυπηθήσεται δὲ ἐπὶ τέκνοις, θεοσεβὴς δὲ ἔσται καὶ εὐχρημάτιστος καὶ κιν δυνεύσει τῷ τραχήλῳ καὶ ἐκφεύξεται· τινῶν αἱ γυναῖκες ἀποστεροῦνται, διεκδραμὼν δὲ τὰς τοῦ δεκανοῦ ἀνωμαλίας ἀγαθοὺς καιροὺς ἕξει καὶ ὑπὸ γυναικὸς εὐνοηθήσεται καὶ τεκνώσει. Τὰ δὲ σημεῖα αὐτοῦ· εὐμήκης τὴν ἡλικίαν, τὸ πρόσωπον εὐειδής, τοὺς ὤμους εὐρὺς καὶ βαδίζοντος αὐτοῦ ψόφος ἐκ τῶν νεύρων ἀκούεται, σημεῖον ἕξει ὑπὸ τὴν μασχάλην καὶ τοὺς πόδας. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος ιβ′, κβ′, κε′, κζ′, λγ′, μβ′, νβ′, ξδ′, ογ′, πβ′.
Ὁ δὲ ἐπὶ τοῦ δευτέρου γεννώμενος τραφήσεται πλουσίως καὶ διαστήσει τοὺς γονεῖς καὶ τὰ αὐτῶν μειωθήσεται καὶ δι’ ἑαυτοῦ κτήσεται πολλά· ἔσται γὰρ ἐμπορικός πώς τις καὶ περίκτητος καὶ φιλάνθρωπος καὶ πεπαιδευμένος, εἰδὼς καὶ τὰ οὐράνια καὶ ἥσυχος καὶ πιστεύσει καὶ πιστευθήσεται καὶ ἀποστερηθήσεται ἀπὸ φίλων καὶ γαμήσει γυναῖκα ἣν καὶ ἐκβαλεῖ ἐπιβουλευθεὶς παρ’ αὐτῆς, ἕξει δὲ πολλοὺς ἐχθροὺς οὓς καὶ ἐπόψεται, εἰ δὲ ἀγαθὸς ἐπίδῃ ἀστὴρ γαμήσει καλὴν γυναῖκα καὶ εὐσταθὴς ἔσται καὶ καλοῦ τέλους τεύξεται. Τὰ δὲ σημεῖα αὐτοῦ· τὸ μέγεθος οὐ πάνυ ὑψηλόν, εὐπρεπής, ἡ θρὶξ μέλαινα καὶ ἀραιά, σημεῖον ἕξει περὶ τὸν δεξιὸν αὐτοῦ πόδα καὶ περὶ τὸν ὀμφαλόν. Εἰσὶ δὲ οἱ τοῦ θεοῦ κλιμακτῆρες ἔτος δ′, ζ′, ι′, ιϛ′, κ′, λα′, μβ′, να′, ξα′, ξθ′, οβ′, οζ′, οθ′.
Ὁ δὲ ἐπὶ τοῦ τρίτου γεννώμενος ἔσται κεχαριτωμένος καὶ πεπαιδευμένος, πολύφιλος, τρυφητής, ἕξει δὲ σίνος ἐν τῷ σώματι καὶ ὄψεται θάνατον οἰκείων καὶ γυναικός, ἕξει δὲ τὸ ζῆν ἐν ποταμοῖς καὶ θαλάσσῃ καὶ τὰ τῶν γονέων μειώσει, φιλονεικήσει δὲ πρὸς ὑπερέχοντας καὶ γαμήσει προβεβηκυῖαν, εἰ δὲ ἐπιθεωρήσει ἀγαθοποιὸς πολλὰ κτήσεται καὶ ἀναλώσει εἰς τρυφήν. Τὰ δὲ σημεῖα αὐτοῦ· ξανθοειδὴς ἔσται καὶ αἰλουρόφθαλμος. Οἱ δὲ κλιμακτῆρες τοῦ θεοῦ ἔτος β′, ϛ′, θ′, ιβ′, κα′, λα′, μβ′, να′, ξζ′, οδ′, π′· ὁ δὲ θάνατος ὀξύς.
Ἐπὶ δὲ τοῦ μεσεμβολήματος ὁ γεννώμενος αὐτόχειρ ἑαυτοῦ ἔσται ἢ καὶ ποτίμῳ φαρμάκῳ τελευτήσει ἢ καὶ ἀπάγξεται ἢ κατακρημνισθήσεται ἢ θηρίων βορὰ ἔσται ἢ ἀποκεφαλισθήσεται καὶ οὐδὲ ταφῆς ἀξιοῦται. Οἱ δὲ αὐτοῦ κλιμακτῆρες τὸ πρὸ αὐτοῦ.
β. Περὶ δυνάμεως τῶν ἑπτὰ πλανωμένων
Ἀκόλουθον ἂν εἴη προσλαβεῖν περὶ τῆς τῶν ζ′ πλανωμένων δυνάμεως· πρὸς γὰρ ταύτην καὶ ἡ τῶν ἀπλανῶν ἀναφέρεται. Ὁ μὲν οὖν Ἥλιος κατείληπται θερμαίνων ἅμα καὶ ξηραίνων. Ἡ δὲ Σελήνη ὑγραίνει καὶ πεπαίνει ὥσπερ τὰ σώματα μετὰ τοῦ ἠρέμα θερμαίνειν. Ὁ δὲ Κρόνος καταψύχει καὶ ἠρέμα ξηραίνει. Ὁ δὲ Ἄρης ξηραίνει μάλιστα καὶ καίει. Ὁ δὲ Ζεὺς εὔκρατον τὸ ποιητικὸν ἔχει, θερμαίνων ἅμα καὶ ὑγραίνων. Καὶ ὁ τῆς Ἀφροδίτης δὲ τῶν αὐτῶν ἐστι κατὰ τὸ εὔκρατον ποιητικός. Ὁ δὲ τοῦ Ἑρμοῦ ποτε μὲν ξηραντικός, ποτὲ δὲ ὑγραντικός. Τούτων δὲ ἀγαθοποιοὶ μέν εἰσι Ζεύς, Ἀφροδίτη, Σελήνη, κακοποιοὶ δὲ Κρόνος, Ἄρης, μέσοι δὲ Ἥλιος καὶ Ἑρμῆς.
Καὶ ἀρρενικοὶ μὲν Ἥλιος, Κρόνος, Ζεύς, Ἄρης, θηλυκοὶ δὲ Σελήνη, Ἀφροδίτη, ὁ δὲ τοῦ Ἑρμοῦ ἐπίκοινος. Ἔτι μὴν καὶ παρὰ τοὺς τοῦ Ἡλίου σχηματισμοὺς ἀρρενοῦνται καὶ θηλύνονται· ἐν μὲν γὰρ τοῖς ἀπ’ ἀνατολῆς μέχρι μεσουρανήσεως ἢ ἀπὸ δύσεως μέχρι τῆς ὑπὸ γῆν ἀντιμεσουρανήσεως σχηματισμοῖς ὡς ἀπηλιωτικοῖς ἀρρενοῦσθαι σημαίνει, ἐν δὲ τοῖς λοιποῖς δυσὶ τεταρτημορίοις ὡς λιβυκοῖς θηλύνεσθαι. Καὶ ἡμερινοὺς δὲ εἰρήκασιν Ἥλιον, Κρόνον, Δία, νυκτερινοὺς δὲ Σελήνην, Ἀφροδίτην, Ἄρεα, ὁ δὲ τοῦ Ἑρμοῦ ἐπίκοινος.
γ. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως
Κατείληπται δὲ καὶ ἡ τῶν ἀπλανῶν ἀστέρων δύναμίς τε καὶ φύσις κατὰ τὸ ὅμοιον τοῖς πλανωμένοις ὑποσημαι νόντων τῷ χρώματι καθὼς οἱ ἀρχαῖοι καὶ ὁ θεῖος Πτολεμαῖος ἐκτίθεται.
Τοῦ Κριοῦ οἱ ἐν τῇ κεφαλῇ τὸ ποιητικὸν ἔχουσι κεκραμένον τῇ τε τοῦ Ἄρεως καὶ τῇ τοῦ Κρόνου δυνάμει, οἱ δὲ ἐν τῷ στόματι τῇ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῇ τοῦ Κρόνου, οἱ δὲ ἐν τῷ ὀπισθίῳ ποδὶ τῇ τοῦ Ἄρεως, οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῇ τῆς Ἀφροδίτης.
Τῶν ἐν τῷ Ταύρῳ ἀστέρων οἱ μὲν ἐν τῇ κεφαλῇ ὁμοίαν ἔχουσι τὴν κρᾶσιν τῇ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῇ τοῦ Κρόνου, οἱ δὲ ἐν τῇ Πλειάδι τῇ τε τῆς Σελήνης καὶ τῇ τοῦ Ἄρεως, τῶν δὲ ἐν τῇ κεφαλῇ ὁ μὲν λαμπρὸς τῆς Ὑάδος καὶ ὑπόκιρρος τῇ τοῦ Ἄρεως.
Τῶν δὲ ἐν τοῖς Διδύμοις οἱ μὲν ἐπὶ τῶν ποδῶν τὴν ὁμοίαν κρᾶσιν ἔχουσι τῇ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῇ τῆς Ἀφροδίτης, οἱ δὲ περὶ τοὺς μηροὺς λαμπροὶ τῇ τοῦ Κρόνου, τῶν δὲ ἐν ταῖς κεφαλαῖς δύο λαμπρῶν ὁ μὲν ἐν τῇ προηγουμένῃ τῇ τοῦ Ἑρμοῦ (καλεῖται μέντοι καὶ Ἀπόλλωνος), ὁ δὲ ἐν τῇ ἑπομένῃ τῇ τοῦ Ἄρεως (καλεῖται δὲ καὶ Ἡρακλέους).
Τῶν δὲ ἐν τῷ Καρκίνῳ οἱ μὲν ἐπὶ τῶν ποδῶν δύο τῆς αὐτῆς ἐνεργείας εἰσὶ ποιητικοὶ τῇ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῇ τοῦ Ἄρεως, οἱ δὲ ἐν ταῖς χηλαῖς τῇ τε τοῦ Κρόνου καὶ τῇ τοῦ Ἑρμοῦ, ἡ δ’ ἐν τῷ στήθει νεφελοειδὴς συστροφή, καλουμένη δὲ Φάτνη, τῇ τοῦ Ἄρεως καὶ τῆς Σελήνης, οἱ δὲ ἑκατέρωθεν αὐτῆς δύο, καλούμενοι δὲ Ὄνοι, τῇ τοῦ Ἄρεως καὶ τῇ τοῦ Ἡλίου.
Τῶν δὲ τοῦ Λέοντος οἱ μὲν ἐπὶ τῆς κεφαλῆς δύο ὅμοιον ποιοῦσι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, οἱ δὲ ἐν τῷ τραχήλῳ τρεῖς τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ, ὁ δὲ ἐπὶ τῆς καρδίας λαμπρός, καλούμενος δὲ Βασιλίσκος, τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός, ὁ δὲ ἐν τῇ ὀσφύϊ καὶ ἐπὶ τῆς οὐρᾶς λαμπρὸς τῷ τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης, ὁ δὲ ἐν τοῖς μηροῖς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.
Τῶν δὲ κατὰ τὴν Παρθένον οἱ μὲν ἐν τῇ κεφαλῇ καὶ ὁ ἐπ’ ἄκρας τῆς νοτίου πτέρυγος ὅμοιον ἔχουσι τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, οἱ δὲ λοιποὶ τῆς πτέρυγος λαμπροὶ καὶ οἱ κατὰ τὰ περιζώματα τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης, ὁ δὲ ἐν τῇ βορείῳ πτέρυγι λαμπρός, καλούμενος δὲ Προτρυγητήρ, τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ, ὁ δὲ καλούμενος Στάχυς τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως.
Τῶν δὲ χηλῶν τοῦ Σκορπίου οἱ μὲν ἐν ἄκραις αὐταῖς ὡσαύτως διατιθέασι τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐν μέσαις τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως. Τῶν δὲ ἐν τῷ σώματι τοῦ Σκορπίου οἱ μὲν ἐν τῷ μετώπῳ τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Κρόνου, οἱ δὲ ἐν τῷ σώματι τρεῖς ὧν ὁ μέσος ὑπόκιρρος (καλεῖται δὲ Ἀντάρης) τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Διός, οἱ δὲ ἐν τοῖς σπονδύλοις τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης, οἱ δὲ ἐπὶ τοῦ κέντρου τῷ τε τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Ἄρεως καὶ ἡ λεγομένη νεφελοειδὴς συστροφὴ τῷ τε τοῦ Ἄρεως καὶ τῆς Σελήνης.
Τῶν δὲ κατὰ τὸν Τοξότην ὁ μὲν ἐπὶ τῆς ἀκίδος τοῦ βέλους τῷ τοῦ Ἄρεως καὶ τῇ Σελήνῃ, οἱ δὲ περὶ τὸ τόξον καὶ τὴν λαβὴν τῆς χειρὸς τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἄρεως, ἡ δὲ ἐν τῷ προσώπῳ συστροφὴ τῷ τε τοῦ Ἡλίου καὶ τῷ τοῦ Ἄρεως, οἱ δὲ ἐν ταῖς πτέρυξιν ἤτοι ἐφαπτίσι καὶ ἐν τῷ νώτῳ τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐν τοῖς ποσὶ τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου, τὸ δὲ ἐπὶ τῆς οὐρᾶς τετράπλευρον τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου.
Τῶν δὲ Αἰγοκέρωτος οἱ μὲν ἐπὶ τῶν κεράτων ἰσοδυναμοῦσι τῷ τε τῆς Ἀφροδίτης καὶ ποσῶς τῷ τοῦ Ἄρεως, οἱ δὲ ἐν τῷ στόματι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης, οἱ δὲ ἐν τοῖς ποσὶ καὶ ἐν τῇ κοιλίᾳ Ἄρει καὶ Ἑρμῇ, οἱ δὲ ἐν τῇ οὐρᾷ Κρόνῳ καὶ Διΐ.
Τοῦ δὲ Ὑδροχόου οἱ μὲν ἐν τοῖς ὤμοις καὶ τῇ ἀριστερᾷ χειρὶ καὶ τῷ ἱματίῳ Κρόνῳ καὶ Ἑρμῇ, οἱ δὲ ἐπὶ τῶν μηρῶν Ἑρμῇ καὶ ἠρέμα Κρόνῳ, οἱ δὲ ἐν τῇ ῥύσει τοῦ ὕδατος Κρόνῳ καὶ ἠρέμα Διΐ.
Τῶν δὲ Ἰχθύων οἱ μὲν ἐν τῇ κεφαλῇ τοῦ νοτίου Ἰχθύος ὅμοιοί εἰσι τῷ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Κρόνου, οἱ δὲ ἐν τῷ στόματι τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐπὶ τῆς οὐρᾶς καὶ ἐπὶ τοῦ νοτίου λίνου τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ ἐν τῷ σώματι καὶ τῇ ἀκάνθῃ τοῦ βορείου Ἰχθύος τῷ τε τοῦ Διὸς καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης, οἱ δὲ ἐν τῷ βορείῳ λίνῳ τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, ὁ δὲ ἐπὶ τοῦ συνδέσμου λαμπρὸς τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.
δ. Περὶ τῶν βορειοτέρων τοῦ ζῳδιακοῦ
Τῶν δὲ κατὰ τὸν βόρειον πόλον μορφώσεων οἱ μὲν περὶ τὴν Μικρὰν Ἄρκτον λαμπροὶ ὅμοιοί εἰσι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης, οἱ δὲ τῆς Μεγάλης Ἄρκτου τῷ τοῦ Ἄρεως, ἡ δὲ ὑπὸ τὴν οὐρὰν αὐτῆς τοῦ πλοκάμου συστροφὴ τῷ τῆς Σελήνης καὶ τῷ τῆς Ἀφροδίτης, οἱ δὲ ἐν τῷ Δράκοντι λαμπροὶ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως, οἱ δὲ τοῦ Κηφέως τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός, οἱ δὲ περὶ τὸν Βοώτην ἐοίκασιν Ἑρμῇ καὶ Κρόνῳ, ὁ δὲ λαμπρὸς καὶ ὑπόκιρρος καλούμενος Ἀρκτοῦρος Ἄρει καὶ Διΐ, οἱ δὲ ἐν τῷ Στεφάνῳ Ἀφροδίτῃ καὶ Ἑρμῇ, οἱ δὲ κατὰ τὸν Ἐν γόνασιν Ἑρμῇ,
Οἱ δὲ ἐν τῇ Λύρᾳ καὶ ἐν τῷ Ὄρνιθι Ἀφροδίτῃ καὶ Ἑρμῇ, οἱ δὲ κατὰ τὴν Κασσιέπειαν Κρόνῳ καὶ Ἀφροδίτῃ, οἱ δὲ κατὰ τὸν Περσέα Διῒ καὶ Κρόνῳ, ἡ δὲ ἐν τῇ λαβῇ τῆς μαχαίρας συστροφὴ τῷ τοῦ Ἄρεως, οἱ δὲ ἐν τῷ Ἡνιόχῳ λαμπροὶ Ἄρει καὶ Ἑρμῇ, οἱ δὲ κατὰ τὸν Ὀφιοῦχον Κρόνῳ καὶ ποσῶς Ἀφροδίτῃ, οἱ δὲ περὶ τὸν αὐτὸν Ὄφιν Κρόνῳ καὶ Ἄρει, οἱ δὲ κατὰ τὸν Ὀιστὸν Ἄρει καὶ ποσῶς Ἀφροδίτῃ, οἱ δὲ τοῦ Ἀετοῦ Ἄρει καὶ Διΐ, οἱ δὲ τοῦ Δελφῖνος Κρόνῳ καὶ Ἄρει, οἱ δὲ τοῦ Ἵππου Ἄρει καὶ Ἑρμῇ, οἱ δὲ τῆς Ἀνδρομέδας Ἀφροδίτῃ, οἱ δὲ ἐν τῷ Τριγώνῳ τῷ περὶ τὸν Κριὸν Ἑρμῇ.
ε. Περὶ τῶν νοτιωτέρων τοῦ ζῳδιακοῦ
Τῶν δὲ ἐν τοῖς νοτίοις τοῦ ζῳδιακοῦ μορφώμασιν ὁ μὲν ἐν τῷ στόματι τοῦ Νοτίου Ἰχθύος ὁμοίαν ἔχει τὴν ἐνέργειαν τῷ τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ περὶ τὸ Κῆτος τῷ τοῦ Κρόνου, τῶν δὲ περὶ τὸν Ὠρίωνα οἱ μὲν ἐπὶ τῶν ὤμων τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ λοιποὶ λαμπροὶ τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου, τῶν δὲ ἐν τῷ Ποταμῷ ὁ μὲν ἔσχατος καὶ λαμπρὸς τῷ τοῦ Ἄρεως, οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου, οἱ δὲ ἐν τῷ Λαγωῷ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ, τῶν δὲ περὶ τὸν Κύνα οἱ μὲν ἄλλοι τῷ τῆς Ἀφροδίτης, ὁ δὲ ἐπὶ τοῦ στόματος λαμπρὸς τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, ὁ δὲ ἐν τῷ Πρόκυνι λαμπρὸς τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, οἱ δὲ κατὰ τὸν Ὕδρον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης, οἱ δὲ περὶ τὸν Κρατῆρα τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ, οἱ δὲ περὶ τὸν Κόρακα τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Κρόνου, οἱ δὲ τῆς Ἀργοῦς λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Διός,
Τῶν δὲ περὶ τὸν Κένταυρον οἱ μὲν ἐν τῷ ἀνθρωπίνῳ σώματι τῷ τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἄρεως, οἱ δὲ ἐν τῷ ἱππείῳ τῷ τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἄρεως, οἱ δὲ περὶ τὸ Θηρίον τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως, οἱ δὲ ἐν τῷ Θυμιατηρίῳ τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου, οἱ δὲ ἐν τῷ Νοτίῳ Στεφάνῳ λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ. Αἱ μὲν οὖν τῶν ἀπλανῶν ἀστέρων καθ’ ἑαυτοὺς δυνάμεις τοιαύτης ἔτυχον παρὰ τῶν παλαιῶν παρατηρήσεως. Ἐκεῖνο δὲ νοείσθω, ὅτι τούτων τῶν ἀστέρων ἕκαστοι συνοικειοῦνται ταῖς χώραις ὅσαις καὶ τὰ τοῦ ζῳδιακοῦ κύκλου μέρη καθ’ ὧν ἔχουσιν οἱ ἀπλανεῖς τὰς προσνεύσεις ἐπὶ τοῦ διὰ τῶν πόλων καὶ τοῦ γραφομένου δι’ αὐτῶν κύκλου φαίνεται ποιούμενα τὴν συμπάθειαν.
ϛ. Περὶ τῶν τριγώνων ὡς Δωρόθεος
Κριὸς χαιτήεις τε Λέων τόξοιό τε Ῥυτήρ
ἤματι Ἠελίοιο, Διὸς δέ τε νυκτὶ ἔασιν
ἀλλάγδην, αἰνὸς δὲ Κρόνος τριτάτην λάχεν αἶσαν.
Ταύρου, Παρθενικῆς τε καὶ Αἰγόκερω κρατέουσιν
ἤματι Ἀφρογενής, νυκτὶ δέ τε δῖα Σελήνη,
καὶ τρίτατος μετὰ τοῖσι θεὸς πολέμοισιν ἀνάσσων,
ἐν δέ νυ Παρθενικῇ Μαίης προσλάμβανε κοῦρον.
ἐν Διδύμοις, Ζυγῷ τε καὶ Ὑδροχόῳ κρυόεντι
ἠμάτιος Φαίνων, ἀτὰρ ἔννυχος Ἀργεϊφόντης,
τούτων δ’ ὑστατίην Κρονίδης μοιράσατο τάξιν.
Καρκίνον αὖτε λάχεν καὶ Σκορπίον ἠδέ τε λοίσθους
Ἰχθύας ἠματίη Κύπρις, Πυρόεις δέ τε νυκτός,
καὶ μετὰ τοὺς ἑλικῶπις ἔχει βασίλισσα Σελήνη.
ζ. Ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες
Ἐκ δ’ ἄρα τοι τούτων μᾶλλον Κρόνος Ὑδρηχόῳ,
Ζεὺς δ’ ἐνὶ Τοξευτῇ καὶ Σκορπίῳ ἥδεται Ἄρης,
Κύπρις δ’ ἐν Ταύρῳ γάνυται νόον, ἐν δέ νυ Κούρῃ
Ἑρμείας· εἷς δ’ ἔστι δόμος φωστῆρος ἑκάστου.
η. Περὶ ὑψωμάτων
Ἠέλιος Κριοῖο κατ’ ἐννέα καὶ δέκα μοίρας
ὑψοῦται, Μήνη δὲ περὶ τριτάτην Ταύροιο,
εἰκοστῇ δὲ μιῇ Ζυγοῦ Κρόνος, Αἰγίοχος δὲ
Καρκίνου ἐν δεκαπέντε, καθ’ ἑβδομάδος δὲ τετάρτης
Ἄρης Αἰγόκερω, περὶ δ’ ἐννέα τρισσάκι Κύπρις
Ἰχθύσι, Παρθενικῇ δὲ τρίτης κατὰ πεντάδος Ἑρμῆς.
Αἱ δὲ ταπεινώσεις ὑψώματα ἐν διαμέτρῳ.
θ. Περὶ προστασσόντων καὶ ἀκουόντων
Προστάσσοντα καὶ ἀκούοντα λέγονται τὰ τμήματα κατ’ ἴσην διάστασιν ἀπὸ τοῦ αὐτοῦ καὶ ὁποτέρου τῶν ἰσημερινῶν σημείων ἐσχηματισμένα· καὶ τὰ μὲν ἐν τῷ θερινῷ ἡμικυκλίῳ προστάσσοντα, τὰ δὲ ἐν τῷ χειμερινῷ ἀκούοντα.
ι. Περὶ ἰσοδυναμούντων καὶ βλεπόντων
Ἰσοδυναμεῖν δὲ λέγεται καὶ βλέπειν ἄλληλα τὰ μέρη τὰ τοῦ αὐτοῦ καὶ ὁποτέρου τῶν τροπικῶν σημείων τὸ ἴσον ἀφεστῶτα· ἔστι δὲ φίλα καὶ οἰκεῖα ταῦτα λέγεσθαι διὰ τὸ καθ’ ἑκάτερον αὐτῶν τοῦ Ἡλίου γινομένου τάς τε ἡμέρας ταῖς ἡμέραις καὶ τὰς νύκτας ταῖς νυξὶ καὶ τὰ διαστήματα τῶν οἰκείων ὡρῶν ἰσοχρονίως ἀποτελεῖσθαι, καὶ διὰ τὸ ἐκ τῶν αὐτῶν μερῶν τοῦ ὁρίζοντος ἀνατέλλειν καὶ εἰς τὰ αὐτὰ καταδύνειν.
ια. Περὶ ἀσυνδέτων
Ἀσύνδετα δὲ καὶ ἀπηλλοτριωμένα τμήματα ὅσα πρὸς ἄλληλα, ὡς προείρηται, τουτέστι μήτε ἀκούοντα ἢ προστάσσοντα ἢ βλέποντα ἢ ἰσοδυναμοῦντα ἢ τρίγωνα ἢ τετράγωνα ἢ ἑξάγωνα· καὶ ἔσται ταῦτα δι’ ἑνὸς ἢ διὰ πέντε δωδεκατημορίων.
ιβ. Περὶ διαφορᾶς τόπων
Καλοὶ δέ εἰσι τόποι ἐν οἷς δεῖ ἑστάναι αὐτούς· πρῶτος μὲν ὁ ὡροσκόπος, δεύτερος μεσουράνημα, γ′ ὁ ἀγαθὸς δαίμων, δ′ ἡ ἀγαθὴ τύχη, μετὰ τούτους τὸ δῦνον, εἶτα τὸ ὑπόγειον, ἐπὶ πᾶσι δὲ ὁ ἔννατος τόπος ὁ καλούμενος θεός· καὶ οἱ μὲν καλοὶ τόποι οὗτοι. Κακοὶ δὲ ὁ β′, ὁ γ′ ἀπὸ τοῦ ὡροσκόπου καὶ ὁ ὄγδοος· οἵ τε λοιποὶ δύο ὅ τε ἕκτος καὶ ὁ δωδέκατος κάκιστοι.
ιγ. Περὶ οἰκοδεσπότου καὶ συνοικοδεσπότου
Οἰκοδεσπότης λέγεται ὁ τοῦ οἴκου κύριος, συνοικοδεσπότης δὲ ὁ συμμετέχων τοῦ οἴκου ὅταν τοῦ μὲν οἶκος ᾖ, τοῦ δὲ ὕψωμα ἢ καὶ τρίγωνον ἢ καὶ ὅριον. Ὁ δὲ τῆς γενέσεως οἰκοδεσπότης ἐστὶν ὁ πλείονας λόγους ἔχων τῶν πέντε, τουτέστιν οἴκου, ὑψώματος, τριγώνου, ὁρίων, φάσεως πρὸς τὸν Ἥλιον.
ιδ. Περὶ συναφῆς καὶ ἀπορροίας
Συναφὴ καὶ κόλλησίς ἐστιν ὅταν ἤδη συνῶσιν ἀλλήλοις οἱ ἀστέρες ἢ καὶ ἐντὸς τριῶν μοιρῶν μέλλωσι συνάπτειν· ἡ δὲ Σελήνη λέγεται καὶ οὖσα ἐντὸς τῶν ιγ′ μοιρῶν μέλλειν συνάπτειν. Ἀπορρέει δὲ ὁ ἀστὴρ ἀπὸ τοῦ ἑτέρου ἤτοι σωματικῶς ἢ μετὰ τρεῖς μοίρας.
ιε. Περὶ περισχέσεως
Περισχεθῆναι λέγεται οἷον τὴν Παρθένον Λέων καὶ Ζυγὸς περιέχει. Ὅταν οὖν Ἄρης ἐν Κριῷ τυχὼν πέμψῃ τὰς ἀκτῖνας ἐπὶ μὲν Ζυγὸν κατὰ διάμετρον, ἐπὶ δὲ Λέοντα κατὰ τρίγωνον, ἐὰν τὴν Σελήνην τύχῃ εἶναι ἐν Παρθένῳ ἢ τὸν ὡροσκόπον μηδενὸς τῶν ἀγαθοποιῶν ὁρῶντος, φαῦλον τὸ σχῆμα καὶ ὀλιγοχρονίους ποιεῖ. Λέγεται δὲ ἐμπερίσχεσις καὶ οὕτως, ὅταν δύο ἀστέρες ἀνὰ μέσον ἔχωσι τὴν Σελήνην ἢ τὸν ὡροσκόπον μηδενὸς ἄλλου εἰς τὸ μεταξὺ παρεμβάλλοντος ἀκτῖνα, χαλεπὴ δέ ἐστιν αὕτη ἡ ἐμπερίσχεσις ὅταν ὑπὸ κακοποιῶν γένηται.
ιϛ. Περὶ ἀκτινοβολίας
Ἀκτινοβολεῖ δὲ πᾶς ἀστὴρ ὁ ἑπόμενος ἐν τοῖς εὐωνύμοις τὸν προηγούμενον ἐν τοῖς δεξιοῖς, οἷον ὁ ἐν Κριῷ τὸν ἐν Αἰγοκέρωτι τετραγώνῳ δεξιῷ, ἀκτινοβολεῖ ὁμοίως καὶ τὸν ἐν Τοξότῃ τριγώνῳ δεξιῷ. Ὁ δὲ προηγούμενος τὸν ἑπόμενον ἐφορᾷ μὲν καὶ καθυπερτερεῖ φερόμενος ἐπ’ αὐτόν, οὐκ ἀκτινοβολεῖ δέ· πάσης γὰρ αὐγῆς ἡ μὲν ὄψις εἰς τὸ ἔμπροσθεν φέρεται, ἡ δὲ ἀκτὶς εἰς τοὐπίσω. Ὁ δὲ καθυπερτερῶν καὶ ἐπιδεκατεύων ὁ αὐτός ἐστιν· ὁ γὰρ ἐν Κριῷ καθυπερτερεῖ καὶ ἐπιδεκατεύει τὸν ἐν τῷ Καρκίνῳ.
ιζ. Περὶ δορυφορίας
Δορυφορίας δὲ γένη ἐστὶ τρία. Πρῶτον ἐάν τινα ἐν οἴκῳ ὄντα ἰδίῳ ἢ ὑψώματι ἐπίκεντρον ἕτερος ἐν οἴκῳ ἰδίῳ κείμενος ἢ ὑψώματι κατοπτεύῃ ἐπὶ τὴν προαναφερομένην αὐτοῦ μοῖραν τὴν ἀκτῖνα βαλών, οἷον ἐὰν ἐν Λέοντι τὸν Ἥλιον ὄντα ὁ Κρόνος ἐν Ὑδροχόῳ ἴδῃ κατὰ διάμετρον ἢ Ζεὺς ἐν Τοξότῃ κατὰ τρίγωνον ἢ πάλιν Δία ἐν Καρκίνῳ Ἄρης ὢν ἐν Αἰγόκερῳ ἴδῃ.
Δεύτερον γένος τὸ κατὰ τὴν ἀκτινοβολίαν λεγόμενον, οἷον ἐὰν ἐπίκεντρον ἐν τῷ ὡροσκόπῳ φωστῆρα ἢ τῷ μεσουρανήματι κἂν ἐν ἀλλοτρίῳ οἴκῳ κείμενον τῆς αἱρέσεως ἀστὴρ ἀκτινοβολῇ, Ἡλίου μὲν εἰς τὴν προαναφερομένην μοῖραν, Σελήνης δὲ εἰς τὴν ἑξῆς ἐφ’ ἣν φέρεται, κατ’ ἰσοσκελῆ γραμμὴν τὴν ἀκτῖνα βαλών· πᾶσαι δὲ αἱ τρίγωνοι δορυφορίαι ἀμείνονες τῶν τετραγώνων καὶ διαμέτρων, αἱ δὲ ἑξάγωνοι ἀσθενέστεραι.
Τρίτον γένος ἐὰν ἐπικείμενον τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι ἀστέρα ἡμερινῇ μὲν γενέσει ἡμερινοί, νυκτερινῇ δὲ νυκτερινοὶ δορυφορήσωσι προηγούμενοι ἢ ἑπόμενοι· κατὰ τοῦτο δὲ τὸ σχῆμα Ἥλιος μὲν δορυφορηθήσεται ὑπὸ τοῦ προαναφερομένου, Σελήνη δὲ ὑπὸ τῶν ἐντὸς ἑπτὰ μοιρῶν. Τὸν μέντοι Ἥλιον οὐ βλάπτουσι δορυφοροῦντες παραιρέται ἀφεστῶτες αὐτοῦ ιε′ μοίρας καὶ ὄντες ἀνατολικοί· κατὰ τὰ αὐτὰ δὴ καὶ αὐτὸς ὁ Ἥλιος δορυφορεῖν δύναται τὸν συναιρεστὴν ἐπίκεντρον, ἥ τε Σελήνη ὁμοίως. παρ’ αἵρεσιν δὲ γίνονται δορυφορίαι ὅταν ἡμερινοὶ μὲν τοὺς νυκτερινοὺς δορυφορήσωσι, νυκτερινοὶ δὲ τοὺς ἡμερινούς· ἐὰν δὲ ὑπὸ ἀγαθοποιῶν ἡ δορυφορία γένηται, οὐδὲ οὕτως ἀσήμους ποιεῖ.
ιη. Περὶ τῶν δωδεκατημορίων τῶν κατὰ τὰς μοίρας
Καλοῦσι δωδεκατημόριον ἑκάστου ἀστέρος εἰς ὃ ἂν ζῴδιον ἐκπέσῃ ἡ τῶν μοιρῶν αὐτοῦ ποσότης δωδεκάκις γινομένη καὶ ἐκβληθεῖσα ἀφ’ ἧς ἔχει μοίρας εἰς τὰ ἑπόμενα τῶν ζῳδίων, ἑκάστῳ τούτων λογιζομένων ἡμῶν μοίρας τριάκοντα.
ιθ. Περὶ ἰδιοπροσωπίας καὶ λαμπηνῶν καὶ θρόνων
Λέγονται δὲ καὶ ἰδιοπροσωπεῖν ὅταν ἕκαστος αὐτῶν τὸν αὐτὸν διασώσῃ πρὸς Ἥλιον ἢ καὶ Σελήνην σχηματισμὸν ὅνπερ καὶ ὁ οἶκος αὐτοῦ πρὸς τοὺς ἐκείνων οἴκους, οἷον ὅταν ὁ τῆς Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιῇ πρὸς τὰ φῶτα διάστασιν, ἀλλὰ πρὸς Ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς Σελήνην δὲ ἑῷος ἀκολούθως τοῖς οἴκοις. Ἐν ἰδίαις δὲ λαμπήναις καὶ θρόνοις καὶ τοῖς τοιούτοις λέγονται ὅταν κατὰ δύο ἢ καὶ πλείους τῶν προεκτεθειμένων τρόπων, τουτέστιν οἴκῳ, ὁρίῳ, τριγώνῳ, ἀνατολῇ, ὑψώματι, συνοικειούμενοι τυγχάνωσι τοῖς τόποις ἐν οἷς καταλαμβάνονται· τότε μάλιστα διαμηκόταται γίνονται.
κ. Περὶ καθολικῶν ἐπισκέψεων καὶ ἀποτελουμένων
Τούτων οὕτως προεκτεθειμένων ἀκόλουθον ἂν εἴη κατὰ τὸ κεφαλαιῶδες ἑπομένους τῷ θείῳ Πτολεμαίῳ λογικῶς ἐπελθεῖν τὰ καθόλου γινόμενα χώραις ἢ πόλεσι συμπτώματα. Ταῦτα δὲ μάλιστα συμβαίνει παρὰ τὰς ἐκλειπτικὰς φαντασίας Ἡλίου τε καὶ Σελήνης τὰς εὐαισθητοτέρας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν ἀστέρων καὶ τοὺς τούτων στηριγμοὺς καὶ φάσεις.
Ἐπισκεψόμεθα οὖν τὰ τοιαῦτα τὸν τρόπον τοῦτον. Πρῶτον θεασόμεθα ποίαις χώραις ἢ πόλεσιν αἱ κατὰ μέρος ἐκλείψεις καὶ τῶν τριῶν δὲ πλανωμένων Κρόνου, Διός, Ἄρεως οἱ στηριγμοὶ καὶ φάσεις τὰς ἐπισημασίας ποιοῦσιν, ἔπειτα τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα δεήσει προγινώσκειν καὶ περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα, τελευταῖον δὲ τὴν αὐτοῦ τοῦ τελεσθησομένου ποιότητα θεωρήσομεν.
Προσήκει τοίνυν πρὸς μὲν χώρας ἢ πόλεις σκοπεῖν τὸ τῆς ἐκλείψεως δωδεκατημόριον ποῖαι τούτῳ συνοικειοῦνται κατὰ τρίγωνον σχῆμα ἢ καὶ τετράγωνον, καὶ ὁμοίως ποίων πόλεων αἱ φωσφορίαι καὶ ὡροσκοπίαι τῷ τόπῳ τῆς ἐκλείψεως συμφωνοῦσιν· ἐφ’ ὧν δὲ οἱ χρόνοι τῶν κτίσεων οὐχ εὑρίσκονται, τῶν κατὰ καιρὸν ἀρχόντων ἢ βασιλευόντων τὸ μεσουράνημα ἐπισκοπητέον εἰ συμπάθειαν ἔχει πρὸς τὸν αὐτὸν τόπον. Ἐφ’ ὅσων δὴ καὶ εὑρίσκωμεν χωρῶν ἢ πόλεων τὴν προκειμένην συνοικείωσιν, περὶ πάσας μὲν ὡς ἐπίπαν ὑπονοητέον ἔσεσθαι τὸ σύμπτωμα, ἐξαιρέτως δὲ περὶ τὰς πρὸς αὐτὸ τὸ τῆς ἐκλείψεως δωδεκατημόριον λόγον ἐχούσας καὶ ἐν ὅσαις αὐτῶν ὑπὲρ γῆν οὖσα ἡ ἔκλειψις ἐφαίνετο.
Τοὺς δὲ χρόνους τῆς παρατάσεως τῆς ὅλης ἐκλείψεως λογισάμενοι καθ’ ἑκάστην οἴκησιν ἐν αἷς αἱ ἐκλείψεις φαίνονται ὁπόσας εἶναι συμβαίνει ἰσημερινὰς ὥρας ἢ καὶ μέρη, ἐφ’ ἡλιακῆς μὲν ἐκλείψεως ἐπὶ τοσούτους ἐνιαυτοὺς ὑπονοήσομεν ὁλοσχερῶς τὸ ἀποτελούμενον, ἐπὶ δὲ σεληνιακῆς ἐπὶ τοσούτους ὁμοίως μῆνας. Ἡ δὲ τούτου ἐπίτασις ἐκ τῆς σχέσεως τοῦ ἐκλειπτικοῦ τόπου συνοραθήσεται· πρὸς μὲν γὰρ τῷ ἀπηλιωτικῷ ὁρίζοντι ὁ τόπος ἐκπεσὼν κατὰ τὸ πρῶτον τριτημόριον τοῦ ὅλου χρόνου τῆς ἐκλείψεως τὴν ἐπίτασιν τοῦ συμπτώματος ποιήσεται, πρὸς δὲ τῷ μεσουρανήματι κατὰ τὸ μέσον τριτημόριον, πρὸς δὲ τῷ λιβυκῷ ὁρίζοντι κατὰ τὸ τελευταῖον τριτη μόριον.
Αἱ δὲ κατὰ μέρος ἀνέσεις καὶ ἐπιτάσεις ληφθήσονται ἀπό τε τῶν ἀνὰ μέσον συζυγιῶν ὅταν κατὰ τῶν τὸ αἴτιον ἐμποιούντων ἢ τῶν σχηματιζομένων αὐτοῖς συμπίπτωσιν, καὶ ἀπὸ τῶν ἄλλων παρόδων ὅταν οἱ ποιητικοὶ τοῦ προτελέσματος ἀστέρες ἀνατολὰς ἢ δύσεις ἢ στηριγμοὺς ἢ ἀκρονύκτους φάσεις ποιῶνται συσχηματιζόμενοι τοῖς τὴν αἰτίαν ἔχουσι δωδεκατημορίοις, ἐπειδήπερ ἀνατέλλοντες μὲν ἢ στηρίζοντες ἐπιτάσεις ποιοῦνται τῶν συμπτωμάτων, δύνοντες δὲ καὶ ὑπὸ τὰς αὐγὰς ὄντες ἢ ἀκρονύκτους ποιούμενοι φάσεις ἄνεσιν ἐμποιοῦσι τῶν ἀποτελουμένων.
Περὶ ποῖα δὲ τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα γνωσόμεθα ἐκ τῆς τῶν ζῳδίων ἰδιοτροπίας καὶ μορφώσεως καθ’ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτείαν λαμβάνοντες ἀστέρες πλανώμενοί τε καὶ ἀπλανεῖς τοῦ τε τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον τὸ πρὸ τῆς ἐκλείψεως. Λαμβάνεται δὲ ἡ τούτων οἰκοδεσποτεία ἐπὶ μὲν τῶν πλανωμένων οὕτως. Ὁ γὰρ τοὺς πλείστους λόγους ἔχων πρὸς ἀμφοτέρους τοὺς ἐκκειμένους τόπους τόν τε τῆς ἐκλείψεως καὶ τὸν τοῦ ἑπομένου αὐτῷ κέντρου κατά τε τὰς ἔγγιστα φαινομένας συναφὰς ἢ ἀπορροίας καὶ σχηματισμοὺς καὶ ἔτι κατὰ τὴν κυρίαν τῶν οἴκων καὶ τριγώνων καὶ ὑψωμάτων καὶ ὁρίων, ἐκεῖνος λήψεται μόνος τὴν οἰκοδεσποτείαν.
Εἰ δὲ μὴ εὑρεθῇ ὁ αὐτὸς κύριος τῆς τε ἐκλείψεως καὶ τοῦ κέντρου, ἀλλὰ δύο, τὸν τὰς τῶν ἀμφοτέρων πλείονας ἔχοντα συνοικειώσεις ἑλόμεθα προκρίνοντες τὸν τῆς ἐκλείψεως κύριον· εἰ δὲ πλείονες εὑρίσκοιντο καθ’ ἑκάτερον τόπον ἐφάμιλλοι, τὸν ἐπικεντρότερον ἢ χρηματιστικώτερον ἢ τῆς αἱρέσεως μᾶλλον ὄντα προκρινοῦμεν εἰς τὴν οἰκοδεσποτείαν. Τῶν δὲ ἀπλανῶν ἐπιλεξόμεθα τὸν λαμπρὸν τόν τε αὐτῷ τῷ ἐκλειπτικῷ τόπῳ συγκεχρηματικότα ἐπὶ τῷ παρῳχηκότι κέντρῳ κατὰ τοὺς σχηματισμοὺς τῶν ἐννέα τρόπων καὶ τὸν ἐν τῇ ὥρᾳ τῆς ἐκλείψεως ἢ συνανατείλαντα ἢ συμμεσουρανήσαντα τῷ κατὰ τὰ ἑπόμενα κέντρῳ τοῦ τόπου τῆς ἐκλείψεως.
Θεωρηθέντων δὲ οὕτως τῶν εἰς τὴν αἰτίαν τοῦ συμπτώματος παραλαμβανομένων ἀστέρων ἐπισκεψόμεθα τὰς τῶν ζῳδίων μορφώσεις ἐν οἷς ἥ τε ἔκλειψις καὶ οἱ τὴν κυρίαν λαμβάνοντες ἀστέρες τυγχάνουσιν· ἀπὸ γὰρ τῆς τούτων ἰδιοτροπίας τὸ γένος τῶν διατιθεμένων ὡς ἐπίπαν καταλαμβάνεται.
Τὰ μὲν γὰρ ἀνθρωπόμορφα ζῴδια κατά τε τὸν ζῳδιακὸν καὶ τοὺς ἀπλανεῖς περὶ τὸ τῶν ἀνθρώπων γένος τὸ σύμπτωμα παρέξει· τῶν δὲ χερσαίων τὰ μὲν τετράποδα περὶ τὰ ὅμοια, τὰ δὲ ἑρπυστικὰ περὶ τὰ ἕρποντα καὶ ὁλκὰ τῶν ζῴων, καὶ πάλιν τὰ μὲν θηριώδη περὶ τὰ ἄγρια καὶ βλαπτικὰ τῶν ἀνθρώπων, τὰ δὲ ἥμερα περὶ τὰ πρὸς χρῆσιν καὶ χειροήθη, οἷον ἵππων, βοῶν, προβάτων καὶ τῶν τοιούτων· ἔτι δὲ καὶ τῶν χερσαίων τὰ μὲν πρὸς ταῖς ἄρκτοις μᾶλλον περὶ τὰς τῆς γῆς αἰφνιδίους κινήσεις, τὰ δὲ περὶ μεσημβρίαν περὶ τὰς ἀπροσδοκήτους ἐκ τοῦ ἀέρος ῥύσεις.
Πάλιν δὲ ἐν μὲν τοῖς τῶν πτερωτῶν μορφώμασιν ὄντες οἱ κύριοι τόποι, οἷον Παρθένῳ, Τοξότῃ, Ὄρνιθι, Ἀετῷ καὶ τοῖς τοιούτοις, περὶ τὰ πτηνὰ τὰ εἰς τροφὴν διοίσει, ἐν δὲ τοῖς νηκτοῖς περὶ τὰ ἔνυδρα καὶ ἰχθύας. Καὶ Καρκίνος μὲν καὶ Αἰγόκερως καὶ Δελφὶς τοῖς θαλασσίοις ἀνήκει καὶ ταῖς τῶν στόλων ἀναγωγαῖς, Ὑδροχόος τε καὶ Ἰχθύες ποταμίοις καὶ πηγαίοις, ἡ δὲ Ἀργὼ ἀμφοτέροις διοίσει.
Καὶ τὰ μὲν τροπικὰ καὶ ἰσημερινὰ τοῖς τοῦ ἀέρος καταστήμασι καὶ ταῖς ὥραις τὰς ἐπισημασίας παρέξει, ἰδίως δὲ καὶ τοῖς ἐκ τῆς γῆς φυομένοις κατὰ καιρόν· κατὰ μὲν τὴν ἐαρινὴν ἰσημερίαν τοῖς βλαστοῖς τῶν δενδρικῶν καρπῶν τῶν τότε συνακμαζόντων, κατὰ δὲ τὴν θερινὴν τροπὴν τοῖς καρποφορηθεῖσι καὶ ταῖς συγκομιδαῖς αὐτῶν, ἐν Αἰγύπτῳ δὲ ἰδικῶς τῇ τοῦ Νείλου ἀναβάσει, κατὰ δὲ τὴν μετοπωρινὴν ἰσημερίαν τῷ σπόρῳ, κατὰ δὲ τὴν χειμερινὴν τροπὴν τοῖς λαχάνοις καὶ τοῖς ἐπιπολάζουσι κατὰ τὸν καιρὸν ὀρνέοις καὶ ἰχθύσιν.
Προσέτι τὰ μὲν ἰσημερινὰ ἱεροῖς καὶ ταῖς περὶ θεοὺς θρησκείαις σημαίνει, τὰ δὲ τροπικὰ ταῖς τῶν ἀέρων καὶ ταῖς τῶν πολιτικῶν ἐθισμῶν μεταβολαῖς, τὰ δὲ στερεὰ θεμελίοις καὶ οἰκοδομήμασι, τὰ δὲ δίσωμα τοῖς ἀνθρώποις καὶ τοῖς βασιλεῦσιν.
Ὁμοίως καὶ τὰ μὲν πρὸς ταῖς ἀνατολαῖς μᾶλλον ἔχοντα τὴν θέσιν ἐν τῷ χρόνῳ τῆς ἐκλείψεως περὶ τὴν νέαν ἡλικίαν καὶ καρποὺς καὶ θεμελίους σημαίνει τὸ ἐσόμενον, τὰ δὲ πρὸς τῷ ὑπὲρ γῆν μεσουρανήματι περὶ τὰ ἱερὰ καὶ τοὺς βασιλέας καὶ τὴν μέσην ἡλικίαν, τὰ δὲ πρὸς δυσμαῖς περὶ τὰς τῶν νομίμων μετατροπὰς καὶ τὴν παλαιὰν ἡλικίαν καὶ τοὺς κατοιχομένους ἐν τάφοις.
Περὶ πόστον δὲ μέρος τοῦ ὑποκειμένου γένους ἡ διάθεσις ἐπελεύσεται, τό τε τῆς ἐπισκοτήσεως τῶν ἐκλείψεων μέγεθος ὑποβάλλει καὶ αἱ τῶν τὸ αἴτιον ἐμποιούντων ἀστέρων πρὸς τὸν ἐκλειπτικὸν τόπον σχέσεις· ἑσπέριοι μὲν γὰρ πρὸς τὰς ἡλιακάς, ἑῷοι δὲ πρὸς τὰς σεληνιακὰς συσχηματισθέντες ἐπ’ ἔλαττον διατι θέασιν· διαμετροῦντες δὲ περὶ τὸ ἥμισυ, ἑῷοι δὲ πρὸς τὰς ἡλιακὰς καὶ ἑσπέριοι πρὸς τὰς σεληνιακὰς ἐπὶ τὸ πλέον.
Αὐτὸ δὲ τὸ ἀποτέλεσμα πότερον ἀγαθῶν ἐστιν ἢ τῶν ἐναντίων ποιητικὸν ἀπὸ τῆς τῶν οἰκοδεσποτησάντων ποιητικῆς φύσεώς τε καὶ συγκράσεως τῆς πρὸς ἀλλήλους καὶ τῶν τόπων καθ’ ὧν ἂν ὦσι τετυχηκότες καταλαμβάνομεν. Ἀρξόμεθα δὲ τῆς καθ’ ἕνα ἕκαστον τῶν πλανωμένων ποιητικῆς ἰδιοτροπίας, ἐκεῖνο κοινῶς ἐπισημαινόμενοι ὅτι ἐν ταῖς συγκράσεσιν οὐ μόνον τὴν πρὸς ἀλλήλους τῶν πλανωμένων μίξιν δεῖ σκοπεῖν, ἀλλὰ καὶ τὴν πρὸς τοὺς τῆς αὐτῆς φύσεως κεκοινωνηκότας ἤτοι ἀπλανεῖς ἀστέρας ἢ τόπους ζῳδιακοὺς κατὰ τὰς ἀποδεδειγμένας αὐτῶν πρὸς τοὺς πλανῆτας συνοικειώσεις. Ὁ μὲν Ἥλιος καὶ ἡ Σελήνη διατάκται καὶ ὥσπερ ἡγεμόνες εἰσὶ τῶν ἄλλων αἴτιοι γινόμενοι τῆς κατὰ τὴν ἐνέργειαν αὐτῶν ἰσχύος τε καὶ ἀδρανίας, διόπερ ἀφήσθωσαν.
Περὶ δὲ τῶν πέντε πλανωμένων ἐκθησόμεθα. Ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν φθορᾶς τῆς κατὰ ψῦξιν αἴτιος, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος νόσους μακρὰς καὶ φθίσεις καὶ συντήξεις καὶ ὑγρῶν ὀχλήσεις καὶ τεταρταίους, φυγαδείας τε καὶ ἀπορίας καὶ πένθη καὶ συνοχὰς καὶ φόβους καὶ θανάτους μάλιστα τοῖς τὴν ἡλικίαν προβεβηκόσιν ἐμποιεῖ. Τῶν δὲ ἀλόγων ζῴων περὶ τὰ εὔχρηστα σπάνιν καὶ τῶν ὄντων φθορὰς σωματικὰς καὶ νοσοποιοὺς ἀφ’ ὧν καὶ οἱ χρησάμενοι τῶν ἀνθρώπων συνδιατιθέμενοι καταφθείρονται. Περὶ δὲ τὴν τοῦ ἀέρος κατάστασιν ψύχη φοβερά, παγώδη καὶ ὁμιχλώδη καὶ λοιμικὰ καὶ νιφετῶν πλῆθος οὐκ ἀγαθῶν. Περὶ δὲ ποταμοὺς καὶ θαλάσσας χειμῶνας καὶ στόλων ναυάγια, ἰδίως δὲ θαλάσσαις ἀμπώτεις καὶ παλιρροίας καὶ ποταμῶν ὑπερμετρίαν, κάκωσιν. Πρὸς δὲ τοὺς τῆς γῆς καρποὺς ἔνδειαν καὶ ἀπώλειαν ἤτοι ὑπὸ κάμπης ἢ ἀκρίδος ἢ μυῶν ἢ κατακλυσμῶν ἢ χαλάζης ἢ τῶν τοιούτων.
Ὁ δὲ τοῦ Διὸς μόνος τὴν κυρίαν λαβὼν καθόλου μὲν αὐξήσεώς ἐστι ποιητικός, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ ἀποτελέσματος δόξας ἀποτελεῖ καὶ εἰρηνικὰς καταστάσεις καὶ εὐθηνίας, εὐεξίας τε σωματικὰς καὶ ψυχικὰς καὶ δωρεὰς ἀπὸ τῶν βασιλευόντων, καὶ ἁπλῶς εὐδαιμονίας ἐστὶν αἴτιος. Περὶ δὲ τὰ ἄλογα ζῷα τῶν μὲν εἰς χρῆσιν ἀνθρωπίνην δαψίλειαν καὶ πολυπλήθειαν ἐμποιεῖ, τῶν δὲ εἰς τὸ ἐναντίον φθορὰν καὶ ἀπώλειαν. Εὔκρατον δὲ τὴν τοῦ ἀέρος κατάστασιν καὶ ὑγιεινὴν καὶ πνευματώδη καὶ ὑγρὰν καὶ θρεπτικὴν τῶν ἐπιγείων ἀπεργάζεται, στόλων δὲ εὐπλοίας καὶ ποταμῶν συμμέτρους ἀναβάσεις καὶ τῶν καρπῶν δαψίλειαν καὶ ὅσα τούτοις παραπλήσια.
Ὁ δὲ τοῦ Ἄρεως μόνος τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν τῆς κατὰ ξηρότητα φθορᾶς αἴτιος, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος πολέμους ἐμποιεῖ καὶ στάσεις ἐμφυλίους καὶ αἰχμαλωσίας καὶ ἐπαναστάσεις καὶ χόλους ἡγεμόνων τούς τε διὰ τῶν τοιούτων θανάτους αἰφνιδίους. Ἔτι δὲ νόσους πυρεκτικὰς καὶ τριταϊκὰς ἐπισημασίας καὶ αἱμάτων ἀναγωγὰς καὶ ὀξείας βιαιοθανασίας μάλιστα τῶν ἀκμαίων, ὁμοίως βίας τε καὶ ὕβρεις καὶ παρανομίας καὶ λῃστείας καὶ ἐμπρήσεις. Πρὸς δὲ τὴν τοῦ ἀέρος κατάστασιν καύσωνας καὶ πνεύματα θερμά, λοιμικά, κεραυνῶν τε ἀφέσεις καὶ πρηστήρων καὶ ἀνομβρίας, καὶ κατὰ θάλασσαν στόλων αἰφνίδια ναυάγια διὰ πνευμάτων ἀτάκτων. Τῶν τε ἀλόγων ζῴων καὶ τῶν ἐκ γῆς φυομένων σπάνιν εἰς χρῆσιν ἀνθρωπίνην ἤτοι ὑπὸ τῆς τοῦ καύσωνος καταφλέξεως ἢ βρούχου ἢ τῆς τῶν πνευμάτων ἐκτινάξεως ἢ ἐκ τῆς ἐν ταῖς ἀποθέσεσιν ἐμπρήσεως.
Ὁ δὲ τῆς Ἀφροδίτης μόνος κύριος γενόμενος τοῦ συμβαίνοντος καθόλου μὲν παραπλήσια τῷ τοῦ Διὸς μετά τινος ἐπαφροδισίας ποιεῖ, ἰδίως δὲ πρὸς μὲν ἀνθρώπους δόξας καὶ τιμὰς καὶ εὐφροσύνας καὶ εὐετηρίας καὶ εὐγαμίας καὶ πολυτεκνώσεις καὶ εὐαρεστήσεις πρὸς πᾶσαν συναρμογὴν καὶ τῶν κτήσεων συναυξήσεις καὶ διαίτας καθαρίους καὶ τὰ σεβάσμια τίμια. Πρὸς δὲ τὰ τοῦ ἀέρος πνεύματα εὐκράτων καὶ διύγρων καὶ θρεπτικῶν καταστάσεις, εὐαερίας τε καὶ αἰθρίας καὶ ὑδάτων γονίμων δαψιλείας καὶ εὐπλοίας καὶ ἐπιτυχίας καὶ ποταμῶν πλήρεις ἀναβάσεις. Τῶν τε εὐχρήστων ζῴων καὶ τῶν τῆς γῆς καρπῶν μάλιστα δαψίλειαν καὶ εὐφορίαν καὶ ὄνησιν ἐμποιεῖ.
Ὁ δὲ τοῦ Ἑρμοῦ τὴν κυρίαν λαβὼν καθόλου μὲν ὡς ἐὰν ᾖ συγκιρνάμενος ἑκάστῳ τῶν ἄλλων, συνοικειοῦται ταῖς ἐκείνων φύσεσιν, ἰδίως δέ ἐστι πάντων μᾶλλον συγκινητικός. Καὶ ἐν μὲν ἀνθρωπίνοις ἀποτελέσμασιν ὀξὺς καὶ πρακτικώτατος καὶ πρὸς τὸ ὑποκείμενον εὐμήχανος, λῃστειῶν δὲ καὶ κλοπῶν καὶ πειρατικῶν ἐφόδων καὶ δυσπλοίας ποιητικὸς ἐν τοῖς πρὸς τοὺς κακοποιοὺς σχηματισμοῖς, νόσων τε αἴτιος ξηρῶν καὶ ἀφημερινῶν ἐπισημασιῶν καὶ βηχικῶν καὶ ἀναφορικῶν καὶ φθίσεων. Ἀποτελεστικὸς δὲ καὶ τῶν περὶ τὸν ἱερατικὸν λόγον καὶ τὰς τῶν θεῶν θρησκείας καὶ τὰς βασιλικὰς προσόδους καὶ τῆς τῶν ἐθίμων ἢ νομίμων κατὰ καιροὺς ἐναλλοιώσεως τῇ πρὸς τοὺς ἑκάστοτε τῶν ἀστέρων συγκράσει.
Πρὸς δὲ τὸ περιέχον μᾶλλον ξηρὸς ὢν καὶ εὐκίνητος διὰ δὲ τὴν πρὸς τὸν Ἥλιον ἐγγύτητα καὶ τὸ τάχος τῆς ἀνακυκλήσεως πνευμάτων ἀτάκτων καὶ ὀξέων καὶ εὐμεταβόλων μάλιστα κινητικὸς ὑπάρχει, βροντῶν τε εἰκότως καὶ πρηστήρων καὶ χασμάτων καὶ σεισμῶν καὶ ἀστραπῶν ἀποτελεστικός, ζῴων τε καὶ φυτῶν εὐχρήστων καὶ ποταμῶν ἐν μὲν ταῖς δύσεσι μειωτικός, ἐν δὲ ταῖς ἀνατολαῖς πληρωτικός. Ἰδίως μὲν τῆς οἰκείας φύσεως ἐπιτυχὼν ἕκαστος τὰ τοιαῦτα ἀποτελεῖ.
Συγκιρνάμενος δὲ ἄλλος ἄλλῳ κατὰ τοὺς σχηματισμοὺς καὶ τὰς τῶν ζῳδίων ἐναλλοιώσεις καὶ τὰς πρὸς Ἥλιον φάσεις ἀναλόγως καὶ τὴν ἐν τοῖς ἐνεργήμασι σύγκρασιν λαμβάνων μεμιγμένην ἐκ τῶν κεκοινωνηκυιῶν φύσεων τὴν περὶ τὸ ἀποτελούμενον ἰδιοτροπίαν ποικίλην οὖσαν ἀπεργάζεται, ἀπείρου δὲ ὄντος καὶ ἀδυνάτου τοῦ καθ’ ἑκάστην σύγκρασιν τὸ ἴδιον ἀποτέλεσμα. Καὶ πάντας ἁπλῶς τοὺς καθ’ ὁποιουσδήποτε συσχηματισμοὺς διεξελθεῖν οὕτω πολυμερῶς νοουμένους εἰκότως ἂν καταληφθείη τὸ τοιοῦτον εἶδος ἐπὶ τῇ τοῦ μαθηματικοῦ πρὸς τὰς κατὰ μέρος διακρίσεις ἐπιβολῇ καὶ ἐπινοίᾳ.
Παρατηρεῖν δὲ δεῖ πῶς ἔχουσι συνοικειώσεως οἱ τὴν κυρίαν λαβόντες ἀστέρες πρὸς τὰς χώρας ἢ πόλεις αἷς τὸ σύμπτωμα διασημαίνεται. Ἀγαθοποιοὶ μὲν γὰρ ὄντες καὶ συνοικειούμενοι τοῖς διατιθεμένοις καὶ μὴ καθυπερτερούμενοι ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως ἔτι μᾶλλον ἀπεργάζονται τὸ κατὰ τὴν ἰδίαν φύσιν ὠφέλιμον, μὴ οὕτω δὲ ἔχοντες ἧττον ὠφελοῦσιν. Τῆς δὲ βλαπτικῆς κράσεως οἱ τὴν κυρίαν λαβόντες ὁμοίως, ἐὰν μὲν συνοικειούμενοι τύχωσι τοῖς διατιθεμένοις ἢ καθυπερτερηθῶσιν ὑπὸ τῆς τῶν ἐναντίων αἱρέσεως, ἧττον βλάπτουσιν, μὴ οὕτως δὲ τυχόντες σφοδροτέραν τὴν βλάβην ἐμποιοῦσιν.
Καὶ τῶν ἀνθρώπων δὲ οἱ κατὰ τὰς οἰκείας γενέσεις τοὺς ἀναγκαιοτάτους τόπους (λέγω δὴ τοὺς φωσφοροῦντας ἢ τοὺς τῶν κέντρων) τοὺς αὐτοὺς τύχωσιν ἔχοντες τοῖς τὸ αἴτιον ἐμποιήσασι καθολικῶν (τουτέστι τοῖς ἐκλειπτικοῖς ἢ καὶ τοῖς τούτων διαμέτροις) ἐπισφαλέσταταί τε μάλιστα καὶ δυσφύλακτοι τυγχάνουσιν αἱ μοιρικαὶ θίξεις ἢ διαμετρήσεις τῶν ἐκλειπτικῶν τόπων πρὸς ὁπότερον τῶν φώτων.
κα. Ἀποτελέσματα τῶν γινομένων ἐκλείψεων καὶ τῶν κομητῶν
Ἀνέγραψαν δὲ οἱ παλαιοὶ Αἰγύπτιοι τὰ ἀποτελέσματα τὰ ἐκ τῶν ἐκλείψεων γινόμενα ὧν παρατιθέμεθα καὶ τούτων τὰ πλεῖστα συντόμως οὕτως. Ἐπὶ τῶν τελείων ἐκλείψεων τὸ μὲν χρῶμα τὸ μέλαν θάνατον τοῦ ἄρχοντος καὶ ταπείνωσιν καὶ λιμὸν καὶ μεταβολὴν σημαίνει, τὸ δὲ ἐρυθρὸν τῆς χώρας κάκωσιν, τὸ δὲ ὑπόλευκον λιμὸν καὶ θάνατον τοῖς κτήνεσι καὶ ἐμπόροις, τὸ δὲ ἰοειδὲς πόλεμον καὶ λιμόν, τὸ δὲ χρυσοειδὲς λοιμὸν καὶ θάνατον.
Τῶν δὲ ἀνέμων οἱ μὲν ἀπ’ ἄρκτου πνέοντες ἢ καὶ ἑτέρου μέρους τοῦ ὁρίζοντος ἐν τῷ καιρῷ τῆς ἐμπτώσεως καὶ μονῆς ἐκείναις ταῖς χώραις ταπείνωσιν σημαίνουσι καθ’ ὧν ἐγγὺς οὐσῶν πνεύσειαν. Ἐν δὲ τῇ καθάρσει τῆς ἐκλείψεως ἄλλοι πνεύσαντες τὰς ὑφ’ αὑτοὺς χώρας αὐξήσουσιν, οἷον ὁ μὲν βορρᾶς τὰς πρὸς βορρᾶν χώρας, ὁ δὲ νότος τὰς πρὸς νότον, καὶ ἐπὶ τῶν λοιπῶν ἀνέμων ὁμοίως. Ἡ δὲ χώρα ᾗ πρόσκειται ὁ καθήρας ἄνεμος ἐπιστρατεύσασα τῇ τῆς ταύτης ἐμπτώσεως κρατήσασα νικήσει· ἐπὰν δὲ δύο ἀνέμων ἡ ἔκλειψις γένηται, καθαρθῇ δὲ ὑφ’ ἑνὸς ἢ δυοῖν, τὸν αὐτὸν τρόπον διαληπτέον. Αἴσια γὰρ μηνύουσιν οἱ τῆς ἀνακαθάρσεως, τὰ ἐναντία δὲ οἱ τῆς ἐμπτώσεως ταῖς ὑποκειμέναις αὐτοῖς χώραις· ἐὰν δὲ ᾖ ὁ αὐτὸς ἄνεμος τῆς τε ἐμπτώσεως καὶ ἀνακαθάρσεως, ταπεινώσει μὲν τὴν χώραν, οὐδεὶς δὲ αὐτῆς ἐπικρατήσει.
Σελήνης δὲ οὔσης ἐν τῇ ἐκλείψει ὅταν διᾴττων ἀστὴρ ἐπιδραμὼν ἔλθῃ εἰς αὐτήν, μηνύσει τύραννον μέγαν ταπεινωθήσεσθαι καὶ ταραχὴν ἕξειν τὸν οἶκον αὐτοῦ· εἰ δὲ ἅλως περὶ τὴν Σελήνην γένοιτο ἐκλελοιπυῖαν, ἔσται τειχήρης ὁ τύραννος πολιορκούμενος ὑπὸ πολεμίων· ἐὰν δὲ ἐξέλθῃ ἀστήρ, ὑπ’ αὐτῶν αἰχμάλωτος ἔσται. Ἐκλελοιπυίας δὲ αὐτῆς βροντὴ γενομένη καθαίρεσιν τυράννου καὶ ταπείνωσιν τῆς χώρας σημαίνει, ἐκλείποντος δὲ Ἡλίου ἢ Σελήνης ὑετὸς ἐπιγινόμενος θάνατον σημαίνει. Ἐὰν δὲ ἅμα τῇ ἀνατολῇ γένηται ἔκλειψις καὶ διακρατήσῃ εἰς τρεῖς ὥρας ἄχρι τῆς ἀνακαθάρσεως, τὰ σημαινόμενα ἔσται μετὰ τὴν ἔκλειψιν τριμήνου παρελθούσης· ἐὰν δὲ ἀπὸ τετάρτης ὥρας γένηται ἡ ἔκλειψις καὶ μείνῃ ὥρας δύο ἕως ἂν καθαρθῇ, ἑξαμήνου παρελθούσης ἔσται τὰ σημαινόμενα· καὶ ἕως δωδεκάτης ὥρας ὁμοίως συγκρίνεται ὁ χρόνος.
Ὁλοσχερῶς δέ φασι τὴν Σελήνην ἐκλείπουσαν ἐν μὲν τῷ Κριῷ ἀφορίαν πάντων ἔσεσθαι σημαίνειν, ἐν δὲ Ταύρῳ σίτου φθοράν, ἐν δὲ Διδύμοις καὶ Καρκίνῳ σίτου δαψίλειαν καὶ οἴνου, ἐν δὲ Λέοντι σίτου πλῆθος κατὰ τὰ πεδία, ἐν δὲ Παρθένῳ προβάτων φθορὰν καὶ δένδρων, ἐν δὲ Ζυγῷ σίτου φθορὰν ὑπὸ ἀκρίδος καὶ νόσου, ἐν δὲ Σκορπίῳ λοιμόν, ἐν δὲ Τοξότῃ ὕδωρ καὶ χάλαζαν, ἐν δὲ Αἰγοκέρωτι σῖτον ἐν τοῖς πεδίοις ἔσεσθαι καὶ ἀνέμους μείζονας, ἐν δὲ Ὑδροχόῳ εὐθηνίαν καὶ σίτου φθορὰν ἐν τοῖς πεδίοις, ἐν δὲ τοῖς Ἰχθύσι πρωΐμους τοὺς σιτικοὺς καρπούς.
Τὸν δὲ Ἥλιον ἐν μὲν Κριῷ σίτου δαψίλειαν καὶ τὸ ἔτος ὑγιεινὸν ἀποδεικνύναι, ἐν δὲ Ταύρῳ σίτου φθορὰν ὑπὸ ἀκρίδος, ἐν δὲ τοῖς Διδύμοις λιμὸν ἰσχυρόν, ἐν δὲ Καρκίνῳ ὕδωρ πολὺ καὶ σίτου σπάνιν, ἐν δὲ Λέοντι σίτου σπάνιν, ἐν δὲ Παρθένῳ ἐπὶ τρίμηνον ἀπηλιώτην πνεύσεσθαι, ἐν δὲ Ζυγῷ βροντὰς καὶ λιμόν, ἐν δὲ Σκορπίῳ ..., ἐν δὲ Τοξότῃ ..., ἐν δὲ Αἰγοκέρωτι σίτου σπάνιν, ἐν δὲ Ὑδροχόῳ σίτου δαψίλειαν, ἐν δὲ τοῖς Ἰχθύσιν ὕδωρ ὀλίγον.
Μερικῶς δὲ ὡρίσαντο ἐν μὲν Κριῷ ἐκλείψεως γενομένης ἔσεσθαι ἐν Αἰγύπτῳ καὶ τοῖς κατὰ Συρίαν τόποις μέγιστα κακὰ καὶ τοῖς δυνάσταις τῶν τόπων θανάτους καὶ ἐπιβουλὰς καὶ ἀναιρέσεις καὶ τῶν δοκούντων ἐκπτώσεις καὶ στρατοπέδων συγκρούσεις καὶ ἁρπαγὰς καὶ ἐμπρησμούς, ἐν δὲ τῇ Λιβύῃ ὄχλων ἐπαναστάσεις καὶ τῷ ἡγουμένῳ κίνδυνον καὶ τοῖς πρὸς ἀνατολὰς καὶ ἑσπέραν.
Ἐν δὲ Ταύρῳ ἀφορίαν σίτου ἐν Αἰγύπτῳ καὶ ὄχλων ἀκαταστασίαν, τῆς ἐκλείψεως γενομένης ἀπὸ τετάρτης ὥρας ἕως ἐννάτης ἐν Μηδίᾳ καὶ τῇ Ἐλυμαΐδι πολέμους, ἐν δὲ Κύπρῳ ἐρυσίβην, ἐν δὲ τῇ Ἀσίᾳ πανηγύρεις, ἑορτάς, πολυπλήθειαν, ἀπ’ ἀνατολῶν δὲ τῆς ἐκλείψεως γενομένης φόνους ἐν Συρίᾳ ἔσεσθαι, τὸν δὲ δυνάστην Συρίας καὶ Αἰγύπτου διενεχθέντας πρὸς ἀλλήλους μετ’ ἐνιαυτὸν καὶ ἓξ μῆνας κακῶς ἀπολεῖσθαι καὶ ὑφ’ ἑτέρων διαδεχθῆναι, ἀπὸ δυσμῶν δὲ γενομένης τοῖς πρὸς ἑσπέραν οἰκοῦσιν ἧτταν καὶ ταπείνωσιν ἔσεσθαι.
Κατὰ δὲ τοὺς Διδύμους Ἡλίου ἐκλείποντος ἐν τῇ πρώτῃ τριώρῳ τὸν δυναστεύοντα Ἀσίας μετ’ ἐνιαυτὸν τελευτήσειν ὡρίσαντο καὶ τοὺς πρωτοστατήσαντας ὑπὸ τῶν ὄχλων κατακοπήσεσθαι, περὶ δὲ τὴν τελευταίαν τρίωρον γενομένης Ἰταλίᾳ καὶ Κιλικίᾳ καὶ Λιβύῃ καὶ τοῖς πρὸς ἑσπέραν κατοικοῦσι φθορὰν καὶ ἀπώλειαν ἔσεσθαι.
Τῆς δὲ Σελήνης ἐν τῇ πρώτῃ τριώρῳ ἐκλειπούσης τῷ τῆς Ἀσίας βασιλεῖ βλάβην ἰσχυρὰν καὶ τοῖς οἰκοῦσι καὶ τετραπόδοις φθοράν, μάλιστα προβάτοις, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ κατασφαγὰς ἐν Λιβύῃ καὶ Συρίᾳ καὶ Βαβυλωνίᾳ, ἐν δὲ τῇ τετάρτῃ τριώρῳ μέρη τινὰ Αἰγύπτου καὶ Λιβύης καὶ Κιλικίας καὶ Ῥώμης θλιβῆναι καὶ τοὺς ὑποτεταγμένους ὑπὸ τῶν ὑπερεχόντων μάλιστα βλαβήσεσθαι.
Ἐν δὲ Καρκίνῳ Ἥλιον ἐκλείποντα ἐν οἱᾳδήποτε τριώρῳ πάσῃ γῇ κάκωσιν σημαίνειν καὶ ἀκαταστασίαν ἀπὸ ἀνατολῆς ἕως δύσεως τοῖς οἰκοῦσιν. Τὴν δὲ Σελήνην τὸν δυναστεύοντα Συρίας πρὸς ἄλλον δυνάστην συγκρούσειν καί τινα μέγαν ἄνδρα ἀπολέσθαι, ὑπό τε τῶν ὄχλων προδοθήσεσθαι τὸν ἡγούμενον καὶ τόπους ἐπιφανεῖς ἀφανισθήσεσθαι ὑπὸ σεισμῶν καὶ ἀνθρώπους ἐνδόξους ἀναιρεθήσεσθαι, ἐν δὲ ταῖς β′ τριώροις ταῖς τελευταίαις Βαβυλῶνι καὶ Αἰθιοπίᾳ φθορὰν ἔσεσθαι, Ἰνδοῖς δὲ εὐστάθειαν, ἀφανισμὸν δὲ τοῖς ἁπανταχοῦ ζῴοις.
Ἐν δὲ τῷ Λέοντι ἐκλείποντα τὸν Ἥλιον κατὰ τὴν πρώτην τρίωρον βαρβάρων στρατιὰν πολεμῆσαι τοῖς Ἕλλησι καὶ ἑλεῖν αὐτοὺς μηνύειν, κατὰ δὲ τὴν δευτέραν τρίωρον κατ’ Αἴγυπτον ἄνδρα μέγιστον ἀπολέσθαι καὶ φόνους καὶ διαρπαγὰς καὶ χειροκρατησίας ἔσεσθαι, ἐν δὲ τῇ τρίτῃ τριώρῳ Φρυγίαν καὶ Κιλικίαν πολλὰ ἄτοπα καὶ Θρᾴκην ἐπισχήσειν, ἐν δὲ τῇ τετάρτῃ τριώρῳ, τουτέστι δύνοντα, βαρβάρων ἐπίθεσιν καὶ πτῶσιν σημαίνειν.
Κατὰ δὲ τὴν πρώτην τρίωρον τὴν Σελήνην ἐκλείπουσαν ἐν Λέοντι μετ’ ἐνιαυτὸν ἄνδρα δυνάστην μετ’ ὄχλου πολλοῦ Κύπρῳ ἐπιστρατεῦσαι καὶ μὴ καλῶς ἀπαλλάξαι πολλοῦ λαοῦ ἀπὸ τῆς Αἰγύπτου ἐπ’ αὐτὸν ἐλθόντος καὶ πολλῶν ἀνδρῶν ἀναιρεθέντων, ἐν δὲ Βαβυλῶνι ἡγούμενον ἄνδρα ἀποστατῆσαι καὶ Λίβυας τὸν ἑαυτῶν ἡγούμενον ἀνελεῖν καὶ ἀπὸ τῆς τοιαύτης νεωτερίσεως τὴν χώραν διαφθαρῆναι. Ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ μοχθηρὰν τὴν θάλασσαν μηνύειν καὶ ὄχλων συστροφάς, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ Συρίας καὶ Αἰγύπτου ὄχλοις συγκρούσεις καὶ τοῖς πρὸς δυσμὰς οἰκοῦσιν.
Ἐν δὲ Παρθένῳ τῆς Σελήνης ἐκλειπούσης δακτύλους δύο πρὸς νότον ἐν Αἰγύπτῳ μεγίστην πόλιν ἀνάστατον σημαίνειν καὶ τοὺς ἐπισήμους ταπεινοὺς καὶ τὰ τέκνα αὐτῶν ἀφαιρεθήσεσθαι καὶ ὠμότητα πολλὴν γενέσθαι ὑπὸ ὀχλοκρατησίας καὶ φόνους, καταφεύξεσθαι δὲ πρὸς τὸν τῆς Αἰγύπτου ἡγούμενον βοηθείας χρῄζοντας. Ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ ἐκλειπούσης τὸ ἥμισυ τοῦ κύκλου ἢ τὸ τρίτον τοῖς πρὸς βορρᾶν Αἰγυπτίοις λύπας καὶ στρατιὰν ἐπὶ τὴν Ἀσίαν σημαίνειν καὶ ἔξωθεν ἐπιστρατεῦσαι δυνάστην καὶ δόλους καὶ προδοσίαν γενέσθαι, ἀποστατῆσαι δὲ πολλοὺς τοῦ προτέρου ἡγεμόνος, ἐὰν δὲ ἐν τῇ τελευταίᾳ τριώρῳ ἐκλείπῃ, τοῖς πρὸς ἑσπέραν οἰκοῦσι πολλὰ κακὰ ἀπεργάζεται. Τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῶν ἡλιακῶν ἐκλείψεων ἐσημειώσαντο.
Ἐν Ζυγῷ δὲ ἤτοι Χηλαῖς τοῦ Σκορπίου Ἡλίου ἐκλείποντος πρώτῃ ἢ δευτέρᾳ τριώρῳ ὕδωρ πολὺ γίνεσθαι ἐν τοῖς θαλασσίοις τόποις τοῖς πρὸς βορρᾶν ὡς τὸν καρπὸν μὴ δύνασθαι συνελεῖν, τὸ δὲ σύμπτωμα Ἀρκαδίᾳ, Σουσιανῇ, Βακτριανῇ, Αἰθιοπίᾳ ἔσεσθαι καὶ τῇ περὶ τὸν Εὐφράτην χώρᾳ. Ἀπὸ δὲ τετάρτης ἕως ἕκτης ἐπὰν ἐκλείπῃ καὶ περιστῇ τοῦ Σκορπίου τὸ στόμα καὶ ἀποκαθαρθῇ ἀπ’ ἄρκτου, τὸν τῆς Ἀσίας βασιλέα μετὰ ἐννέα μῆνας τοὺς προεπιβουλεύσαντας αὐτῷ δολοφονῆσαι δηλοῖ καὶ ἐν Κιλικίᾳ φόνους πολλοὺς καὶ ἐν Μακεδονίᾳ καὶ Λιβύῃ καὶ Ἰταλίᾳ. Ἀπὸ δὲ τοῦ τῆς ἐκλείψεως χρόνου μετὰ τρία ἔτη τὸν τῆς Αἰγύπτου βασιλέα πόλεμον ἐξοίσειν πρὸς τὸν τῆς Συρίας καὶ ἡττηθήσεσθαι καὶ ἐν Αἰγύπτῳ στρατόπεδα συναχθήσεσθαι καὶ στάσεως γενομένης τοὺς πρώτους ἀναιρεθήσεσθαι ὑπὸ τῶν ὄχλων. Ἐν δὲ τῇ τρίτῃ τριώρῳ ἐκλείποντος τοῦ Ἡλίου τοῖς ἐν Φοινίκῃ καὶ Καππαδοκίᾳ νόσον ἔσεσθαι, ἐν δὲ Συρίᾳ κυνῶν θάνατον καὶ μετὰ ταῦτα ἀνθρώπων, τῇ δὲ δεκάτῃ ἢ ἑνδεκάτῃ ὥρᾳ τῆς ἐκλείψεως γενομένης θάνατον θηρίοις καὶ τοῖς ὑποζυγίοις σημαίνεσθαι.
Καὶ τὴν Σελήνην δὲ ἐκλείπουσαν περὶ τὰς πρώτας τρεῖς ὥρας πᾶσαν δυσαρεστίαν καὶ ἀηδίαν ἐγγεννᾶν πάσῃ χώρᾳ καὶ βάρη τοῖς ὑποτεταγμένοις ἐπιβληθήσεσθαι ὡς τὰ κοινὰ θλιβῆναι καὶ τοὺς δυνάστας ἀποφυγεῖν εὔξασθαι. Ἀπὸ δὲ τρίτης ὥρας ἕως ἑβδόμης ἐκλείπουσαν τῇ Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ ἄνεσιν ποιῆσαι, δεκάτῃ δὲ ὥρᾳ καὶ ἑνδεκάτῃ ἐκλείπουσαν τοῖς παραθαλασσίοις τόποις θόρυβον καὶ Ἰωνίᾳ πόλεμον καὶ καρπῶν ἀφορίας σημαίνειν.
Ἐν δὲ τῷ Σκορπίῳ περὶ πρώτην καὶ δευτέραν ὥραν Ἥλιος ἐκλείψας Γαλάτας πρὸς Ἕλληνας πόλεμον ποιήσειν, ἐν δὲ Λιβύῃ πολλὰ θηρία τὴν γῆν τέξεσθαι, ὥρᾳ δὲ τρίτῃ ἕως πέμπτης ἐκλείψας σημαίνει Ἀρμενίᾳ, Καππαδοκίᾳ, Λυδίᾳ, Φρυγίᾳ, Ἰωνίᾳ, Ἑλλησπόντῳ ἀηδῆ τοῖς τε ἄρχουσιν αὐτῶν. Τῇ δὲ τρίτῃ τριώρῳ ἐκλείψας τῇ χώρᾳ τῇ πρὸς ἑσπέραν ἐρήμωσιν δηλοῖ ὡς πόλεις εἰς πόλεις καταφυγεῖν, τῇ δὲ τελευταίᾳ τριώρῳ ἐκλείψας καὶ δὺς πρὸ τοῦ καθαρθῆναι τὴν πρὸς ἑσπέραν χώραν μετ’ ἐνιαυτὸν ἀφανισθήσεσθαι καὶ τὸν δυνάστην αὐτῶν ἀπολέσθαι μηνύει.
Ἡ δὲ Σελήνη πρώτῃ καὶ δευτέρᾳ ὥρᾳ ἐκλείψασα Αἰθιοπίᾳ καὶ τοῖς ἐνοικοῦσι σπάνιν ἔσεσθαι δηλοῖ, τρίτῃ δὲ καὶ τετάρτῃ καὶ πέμπτῃ Συρίᾳ καὶ Κιλικίᾳ καὶ Φοινίκῃ καὶ Αἰγύπτῳ πόλεμον ἔσεσθαι καὶ ἀκρίδα πολλὴν καὶ τὰ θηρία καταδαίσασθαι τοὺς καρποὺς καὶ πολλὰ παράδοξα σημεῖα ἐπιγενήσεσθαι. Ἐὰν δὲ ὀγδόῃ ἢ ἐννάτῃ ἢ ἕως δυσμῶν ἐκλείψῃ, τῆς μὲν Αἰγύπτου τοὺς ὄχλους ἀπειθῆσαι τῷ ἡγουμένῳ καὶ μεγάλους ἄνδρας ἀναιρεθῆναι, Εὐβοίᾳ δὲ καὶ τῇ Περσῶν χώρᾳ συμφορὰς σημαίνει.
Ἐν δὲ Τοξότῃ Ἥλιος ἐκλείψας ἐν ταῖς πρώταις τέσσαρσιν ὥραις Κρήτην ἐμφύλιον πόλεμον ἕξειν, στάσεις δὲ καὶ πόλεμον πανταχῇ, πέμπτῃ ἢ ἕκτῃ ἢ ἑβδόμῃ ὥρᾳ Ἰβηρίᾳ, Σκυθίᾳ, τοῖς Ἕλλησι πόλεμον, ἐν δὲ Συρίᾳ ἐπήλυσιν βαρβάρων καὶ πόλεμον, Βαβυλῶνι δὲ φθορὰν δηλοῖ. Ἀπὸ δὲ ὀγδόης ὥρας ἕως δωδεκάτης ἐκλείψας πόλεις ἐπιθαλασσίας ἀναστάτους ἔσεσθαι καὶ τὰ κοινὰ αὐτῶν διαφθαρῆναι καὶ τοῖς τῆς Ἀσίας καὶ Αἰγύπτου δυνάσταις ἀντιλογίαν ἔσεσθαι, τήν τε Σουσιανὴν χώραν ὑπὸ τῆς παρακειμένης καταδραμηθῆναι σημαίνει.
Τῆς δὲ Σελήνης ἐκλειπούσης ἐν ταῖς τέσσαρσι πρώταις ὥραις κίνησιν στρατιωτικὴν καὶ τοῖς ἔχουσι τὰ κοινὰ ταραχὰς καὶ φόβους ἔσεσθαι καὶ νόσους περὶ τοὺς ὀφθαλμοὺς κατὰ τὸ φθινόπωρον καὶ πολλοῖς τόποις ἔσεσθαι τὰ σημεῖα – Καρίᾳ, Ἰωνίᾳ, Αἰγύπτῳ, Ἀραβίᾳ, Βαβυλωνίᾳ, Μεσοποταμίᾳ καὶ τῇ παρὰ τὸν Νεῖλον καὶ Εὐφράτην μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μέχρι Ἐλυμαΐδος – καὶ τὸ ἔτος ἀπατηλὸν καὶ περίψυχρον καὶ λυπηρὸν ὡς καὶ τοῖς ἀνθρώποις ὑποψίας μοχθηρὰς ἐγγενέσθαι καὶ ἄλλον ἄλλῳ δόλους τεκτήνασθαι ὡς καὶ τοὺς κακούργους τὰ τῶν πλησίον ἀφελέσθαι καὶ χρημάτων ἐπιγραφὰς γενέσθαι τοῖς πλουσίοις. Ἀπὸ δὲ τετάρτης ἀρχομένης ἕως δεκάτης βαρβάρων στρατεύματα ἐπὶ τοὺς Ἕλληνας καὶ περὶ Μακεδονίαν θόρυβον σημαίνει καὶ τοὺς πρωτεύοντας πεσεῖν. Ἐν δὲ ταῖς λοιπαῖς ὥραις τοὺς πρὸς ἑσπέραν οἰκοῦντας ἑαυτοὺς πολιορκῆσαι δηλοῖ ὡς τοὺς νεκροὺς αὐτῶν κατέδεσθαι τὰ θηρία.
Ἡλίου δὲ ἐν Αἰγοκέρωτι περὶ τὴν πρώτην τρίωρον ἐκλείποντος τοῖς πρὸς νότον οἰκοῦσι κακὰ σημαίνει. Περὶ δὲ δευτέραν τρίωρον κακὰ Ἐλυμαίᾳ, Περσίδι, Μηδίᾳ, Γερμανίᾳ, Ἰνδίᾳ δηλοῖ καὶ τοῖς πρὸς ἀνατολὴν καὶ ἀπηλιώτην οἰκοῦσιν, ἐν δὲ τῇ τρίτῃ τριώρῳ τοῖς ἐν τῷ Πόντῳ πόλεμον καὶ τοῖς ἐν τῇ Ἀσίᾳ καὶ Κύπρῳ. Καὶ τοῖς πρὸς νότον οἰκοῦσι σημαίνει, ἔτι δὲ νόσους καὶ φθορὰς καρπῶν καὶ φυτῶν καὶ γῆς, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ τετραπόδων διαφθορὰν τῶν ἐν τῇ δύσει.
Σελήνη δὲ ἐν Αἰγοκέρωτι ἐκλείψασα ἐν τῇ πρώτῃ τριώρῳ ἄνδρα μέγαν ἐπὶ τὴν Αἴγυπτον ἐκ τῆς Ἀσίας στρατεύσασθαι καὶ τὸν ἡγούμενον αἰχμαλωτίσαι καὶ τοὺς ὄχλους τοὺς μὲν διαφθεῖραι, τοὺς δὲ ὑποχειρίους ἔχειν σημαίνει. Μετὰ δὲ τὴν τούτων ἀπαλλαγὴν ἔσεσθαι ἐμφύλιον πόλεμον καὶ ὀχλοκρατίαν καὶ τοὺς πρώτους κατακοπῆναι καὶ ἀποστατῆσαι δὲ ἄλλους τοῦ ἡγουμένου καὶ ἄλλον ἄλλου ἀφελέσθαι τὰ κτήματα, τοὺς δὲ δεσπότας αὐτῶν δι’ ἔνδειαν ἐπαιτῆσαι τροφήν. Ἐν δὲ ταῖς ἑξῆς ἄχρι τῆς ὀγδόης ὥρας ἐκλειπούσης νοσήματα περιοδικὰ ἐπελεύσεται ἀπὸ ἀνατολῆς μέχρι δύσεως καὶ Φοινίκη ὑπὸ τῶν ἔξω πολιορκηθήσεται, ὁ δὲ πολιορκῶν οὐδὲν ἀνύσει διὰ τὸ ἐπικοινωνεῖν τῷ Αἰγοκέρωτι τὸ τῆς Εἰληθυίας ζῴδιον ἀκέφαλον ὄν. Ἐν δὲ ταῖς τελευταίαις ὥραις ἐκλείπουσα ἢ εἰ καὶ ἔχουσά τι μέρος τῆς ἐκλείψεως δύνει, σημαίνει στράτευμα ἔξωθεν ἐπὶ τὴν Ἀσίαν ἐλεύσεσθαι καὶ ὁ πρότερον δυναστεύων ἀπὸ τῶν ἰδίων ἐγκαταλειφθεὶς ἁλώσεται, μετὰ χρόνον δέ τινα οἱ προεπιβουλεύσαντες τῷ δυνάστῃ τίσουσι δίκας.
Ἐν δὲ Ὑδροχόῳ Ἥλιος ἐκλείψας τῇ πρώτῃ τριώρῳ τῷ πρὸς εὖρον μέρει κακὰ σημαίνει (Μεσοποταμίᾳ, Ἀραβίᾳ, Συρίᾳ Κοίλῃ, Αἰγύπτῳ, Αἰθιοπίᾳ, Λιβύῃ) καὶ τοῖς πρὸς ἑσπέραν πᾶσι καὶ ὄχλων ἔσεσθαι συστροφάς, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ ἐκλείπων τοὺς καρποὺς βλαστήσαντας ἐπισινεῖς ποιήσει καὶ ἔνυδρα πολλὰ γενόμενα ἀπολεῖται, τῇ δὲ τρίτῃ τριώρῳ ἔριν καὶ στάσιν προμηνύει ἔσεσθαι Ἰταλίᾳ, Κιλικίᾳ, Λιβύῃ, Λακωνικῇ καὶ ταῖς ἐν αὐταῖς πόλεσι πρὸς ἀλλήλας, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ ὁμοίως τὰ αὐτὰ σημαίνει.
Ἡ δὲ Σελήνη ἐκλείπουσα ἐν τῇ πρώτῃ τριώρῳ ὅλη ἢ τὸ δίμοιρον μέρος παρὰ τῶν δυναστῶν τοῖς ἐν Κιλικίᾳ πολλὰ ὀχληρὰ ἐπιταχθήσεσθαι καὶ βαρέα σημαίνει, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ ὁμοίως, ἐν δὲ τῇ τρίτῃ περὶ Κύπρον ἄτοπόν τι ἔσεσθαι καὶ λυπηρόν, Τυρρηνούς τε καὶ Ἰταλοὺς νόσοις περιπεσεῖσθαι χαλεπαῖς, ἐν δὲ τῇ τελευταίᾳ τριώρῳ τοὺς ἐν τῇ περιχώρῳ Λίβυας τοῖς τὰς πόλεις οἰκοῦσι πολεμήσειν σημαίνει καὶ τοὺς καρποὺς αὐτῶν ὑπ’ ἄλλων τρυγηθῆναι καὶ τὰς ὁδοὺς ἀποκλεισθῆναι.
Ἐν δὲ τοῖς Ἰχθύσιν ὁ Ἥλιος ἐκλείπων ἐν τῇ πρώτῃ τριώρῳ ὅλος ἢ τὸ δίμοιρον μέρος τοῦ κύκλου τὸν τῆς Ἀσίας δυνάστην ὑπὸ βαρβάρων μηνύει ταπεινωθήσεσθαι καὶ πολλὰ ἀποβαλεῖν καὶ μετὰ τριετίαν ἢ μικρῷ πλέον ἄλλον τὴν ἐξουσίαν ἀπολαβεῖν, τετάρτῃ δὲ καὶ πέμπτῃ ἐκλείπων ἀπὸ πολλῶν τὴν Αἴγυπτον καὶ τὴν Συρίαν ὀχληθήσεσθαι, ἑβδόμῃ δὲ καὶ ὀγδόῃ χαλεπὰ πείσεσθαι Ἀρμενίαν, Καππαδοκίαν, Φρυγίαν, Ἰωνίαν, Λυδίαν, Ἑλλήσποντον, δεκάτῃ δὲ καὶ ἑνδεκάτῃ ὥρᾳ ἐκλείψας θάνατον ἀνθρώποις ἔσεσθαι ἀπὸ τῆς βαρβάρων χώρας εἰς Ἕλληνας καὶ τοῖς παραθαλασσίοις τόποις λοιμὸν σημαίνει.
Καὶ ἡ Σελήνη δὲ ἐκλείπουσα ἐν τῇ πρώτῃ τριώρῳ Αἰγυπτίοις νόσους, φόνους, πράσεις, ἁλώσεις δηλοῖ, ἐν δὲ τῇ δευτέρᾳ τριώρῳ Αἰγυπτίοις ἐπὶ τέκνου δυνάστου πένθος καὶ φθορὰν αὐτῷ τῷ δυνάστῃ καὶ νόσον χαλεπὴν καὶ ἐπισφαλῆ, Κύπρον δὲ ἀκρίδα πολλὴν λυμανεῖσθαι προμηνύει, ἐν δὲ τῇ τρίτῃ τριώρῳ λῃστὰς κατὰ θάλασσαν πανταχοῦ γενέσθαι, ἐν δὲ τῇ τελευταίᾳ μερίδι τῶν ὡρῶν ἐκλείπουσα ἰχθύων ἅλωσιν πανταχοῦ σημαίνει, Μήδοις δὲ πρὸς ἀλλήλους πόλεμον· Σελήνης δὲ ὁμοχρόου γενομένης τῷ ἀέρι ἤτοι τῆς ἐκλείψεως αὐτῆς θάνατον ἀνθρώπων ἁπανταχοῦ σημαίνει.
Καθολικῶς δὲ ἐσημειώσαντο Αἰγοκέρωτι, Ὑδροχόῳ, Ἰχθύσι, Κριῷ ἐκλείψεως γενομένης βλάβην βασιλεῦσι σημαίνειν, Ταύρῳ δὲ καὶ Διδύμοις καὶ Καρκίνῳ καὶ Λέοντι ὄχλων ἀκαταστασίας καὶ ταραχὰς καὶ ἔρεις, Παρθένῳ δὲ καὶ Ζυγῷ καὶ Σκορπίῳ καὶ Τοξότῃ ἱεροῖς τόποις καὶ κοινοῖς καὶ χώραις ἑλώδεσιν. Τὰς δὲ ἐν τῷ αὐτῷ μηνὶ τῆς Σελήνης καὶ τοῦ Ἡλίου γενομένας ἐκλείψεις ἐκ διαμέτρου ἀποτελεῖν παρετηρήσαντο ἐκ τῆς συγκράσεως ἑκατέρας ἐκλείψεως τῶν προεκτεθειμένων ἀποτελεσμάτων. Ἴνα δὲ μὴ μακρὸν τὸν ὑπομνηματισμὸν ποιήσωμεν, ἀφήσθω τοῦτο τοῖς εὐεπιβόλοις ἀφ’ ἑαυτῶν ἐπιγνῶναι.
κβ. Περὶ τῶν ἐν ταῖς ἐκλείψεσι σημείων
Τὰ δὲ ἐν ταῖς ἐκλείψεσι γινόμενα προσκείσθω τῷ μέρει τούτῳ. Ἐὰν οὖν ἐκλείψεως γενομένης ἀστέρες διᾴττωσιν εἰς τὸ ἔλλειμμα τῆς Σελήνης, δηλοῦσι μάχην πολεμίων κατὰ τὸ κλίμα τὸ προσοικειούμενον τῷ ζῳδίῳ· ἐὰν δὲ ὄμβρος ἐπιγένηται ἐκλείψει Ἡλίου ἢ Σελήνης, νόσους θανατηφόρους ἔσεσθαι μηνύει.
Ἐὰν δὲ ὁ Ἥλιος ἐν Κριῷ ὅλος ἐκλείπῃ ἢ καὶ ἀμαυρωθεὶς γένηται ὡς κάτοπτρον ἢ ὡς αὐγὰς Σελήνης ἔχων ἄνευ ἀκτίνων, ἐν Συρίᾳ μεγάλων ἀνθρώπων καὶ ἐνδόξων ἀπώλειαν σημαίνει. Ἐν δὲ Ταύρῳ ἐὰν τὸ τοιοῦτον φανῇ, ἐπὶ δύο ἡμέρας ἐπιτατικώτερον καὶ πλείοσιν ἔσεσθαι· ἐὰν δὲ ἐρυθρὸς γενόμενος δι’ ὅλης τῆς ἡμέρας ὥστε καὶ τὰ ἐδάφη ἀνταυγεῖν αἱμωπά, φθορὰν καρπῶν καὶ ἀνθρώπων δηλοῖ καὶ φόνους ἔσεσθαι πολλαχοῦ. Ἐὰν δὲ ἐν Διδύμοις αἱματώδης γένηται ἀπὸ ἀνατολῆς ἕως δύσεως, Λιβύῃ καὶ Κιλικίᾳ κακὰ πολλὰ σημαίνει καὶ καρπῶν ἀφορίαν. Ἐὰν δὲ ἐν Καρκίνῳ αἱματώδης γένηται, ταράξει τὴν Ἰνδῶν καὶ Σύρων καὶ Αἰγυπτίων βασιλείαν. Ἐὰν δὲ ἐν Λέοντι … . Ἐὰν δὲ ἐν Παρθένῳ, σφαγὰς ἔσεσθαι καὶ ὄχλων ἐπαναστάσεις τῷ ἡγουμένῳ προαγορεύει.
Ἐν Χηλαῖς δὲ ἐρυθρὸς γενόμενος ἀποστατῆσαι τοὺς ὄχλους τοῦ ἡγουμένου Λιβύης ποιεῖ, ἀμυδρὸς δὲ γενόμενος ἀνατέλλων πόλεμον ἔσεσθαι καὶ στενοχωρίαν ἐν Λιβύῃ καὶ Κιλικίᾳ καὶ Ἰταλίᾳ καὶ Φοινίκῃ καὶ τοῖς πρὸς ἑσπέραν οἰκοῦσιν. Ἐν δὲ Σκορπίῳ Λιβύῃ καὶ Αἰθιοπίᾳ κακόν τι μηνύει. Ἐν δὲ Τοξότῃ ἀνατείλας ὡς κομήτης ἐρυθρὸς τῷ τῆς Ἀσίας ἡγουμένῳ πόλεμον σημαίνει· ἐὰν δὲ τὴν κόμην πρὸς βορρᾶν ἀνατείνῃ, λύπας καὶ δενδρικοῦ καρποῦ ἀφορίαν ἀποτελέσει. Ἐν δὲ Αἰγοκέρωτι ἀμαυρωθεὶς τῷ ἡγουμένῳ Αἰγύπτου καὶ τοῖς ὑπ’ αὐτὸν χειμῶνα καὶ θόρυβον σημαίνει. Ἐν δὲ Ὑδροχόῳ γενόμενος ἐρυθρὸς ἐπιθήσεσθαι τὰ στρατόπεδα τοῖς φίλοις τοῦ βασιλέως τοῦ κατὰ νότον διαγορεύει. Ἐὰν δὲ ἐν τοῖς Ἰχθύσι κομήτης γένηται καὶ ἄλλος τις ἱερὸς ἀστὴρ ὀφθῇ ἐκ τῶν δρόμων, ἐν Αἰγύπτῳ καὶ Συρίᾳ φόνους καὶ σφαγὰς ἔσεσθαι λέγουσι καὶ πολλὰ παράδοξα καὶ ἄσεμνα καὶ τερατώδη καὶ ἐπὶ πολὺν χρόνον ἀκαταστασίαν.
Ἐὰν δὲ ἐν Κριῷ Ἡλίου ὄντος ἀστέρες ὀφθῶσιν ἡμέρας, ἐπαναστάσεις καὶ σφαγὰς μηνύουσιν. <………>. Ἐὰν δὲ ἐν Τοξότῃ ἡμέρας ἀστὴρ ὀφθῇ, πόλεμον ἐν Αἰγύπτῳ καὶ Ἀσίᾳ προαγορεύει. Ἐὰν δὲ ἐν Αἰγοκέρωτι τὸ ἱερὸν ἄστρον διαδράμῃ μέγα ποιοῦν φῶς, ταῖς παραθαλασσίοις πόλεσι ταῖς πρὸς νότον λύπας καὶ πήματα σημαίνει. Ἐν δὲ τῷ Ὑδροχόῳ ἀστέρες φανέντες ἡμέρας πόλεμον ἐν Αἰγύπτῳ καὶ ἀθροίσεις ἐπ’ ἀδικίᾳ προλέγει. Ἐὰν δὲ ἐν Ἰχθύσιν ἄστρον τι ὀφθῇ ἡμέρας ἐν ᾧ δὴ τόπῳ, ἀνάγκας τοῖς ἐκεῖσε ἀνθρώποις καὶ κακῶν αὔξησιν καὶ δόλους κεκρυμμένους σημαίνει.
Τὰς δὲ γινομένας ὑπὸ γῆν ἐκλείψεις τελείας σεισμῶν αἰτίας ὑπάρχειν ὡς ἐπὶ τὸ πλεῖστον ἐσημειώσαντο. Τό τε βασιλικὸν τρίγωνον τὸ διὰ Κριοῦ καὶ Λέοντος καὶ Τοξότου βασιλεῦσι καὶ τῇ βασιλείῳ αὐλῇ· καὶ Ἡλίου μὲν ἐκλείποντος θάνατον τοῖς κατὰ ἀνατολὴν καὶ τὴν Ἀσίαν τυράννοις ἢ ἡγουμένοις σημαίνεσθαι, τῆς δὲ Σελήνης τοῖς κατὰ τὴν Εὐρώπην καὶ δυσμάς. Ἐξαιρέτως δὲ κατὰ τὸν Ὑδροχόον καὶ τὸν Λέοντα ἐκλείποντος τοῦ Ἡλίου στειρώσεις, ξηράνσεις τῶν ποταμῶν καὶ τῶν ὑδάτων γίνεσθαι, κατὰ μὲν τὸν Ὑδροχόον τῶν κατ’ ἄρκτον, κατὰ δὲ τὸν Λέοντα τῶν κατ’ Αἴγυπτον καὶ μεσημβρίαν. Τάς τε τοῦ Ὠκεανοῦ κατά τε ἀνατολὰς καὶ τὰς δύσεις ὑποχωρήσεις, πλημμύρας καὶ ἀμπώτεις τοῦ τε Ἀτλαντικοῦ πελάγους καὶ τῆς Ἐρυθρᾶς θαλάσσης τὰς καθ’ ἕκαστον νυχθήμερον γινομένας ὑπὸ τῶν τῆς Σελήνης ἀνατολῶν καὶ καταδύσεων σαλεύεσθαι καὶ κινεῖσθαι ἐκ βάθρων σημαίνει.
κγ. Περὶ ἐπισημασιῶν τῆς τοῦ Κυνὸς ἐπιτολῆς καὶ τῶν πρὸς αὐτὴν ἀστέρων
Παρετήρησαν δὲ οἱ παλαιγενεῖς σοφοὶ Αἰγύπτιοι καὶ τὰς τῆς Σωθεὼς ἐπιτολὰς ἐν τῇ κε′ τοῦ μηνὸς Ἐπιφὶ καὶ τὰ τούτων ἀποτελέσματα ἐξέθεντο, ὧν πλείστων ὄντων ὀλίγα καὶ εὐσύνοπτα παρατίθεμαι. Ἀνατείλασα τοίνυν ἡ Σωθὶς χρυσοειδὴς εἰς ἅπαντα γίνεται σύμφορος· εὐφορίαν γὰρ καὶ τὰ κάλλιστα τῇ χώρᾳ μηνύει, τάς τε ἀναβάσεις καὶ ἀποβάσεις τῶν ὑδάτων ἐν δέοντι καιρῷ καὶ κατὰ λόγον μηνύει, ὁμοίως τε καὶ τὸν σπόρον καὶ τὰ λοιπά. Σκοτεινοῦ δὲ τοῦ ἄστρου ἀνατείλαντος πᾶν τοὐναντίον ἔσται καὶ τὰ γεννήματα ἐν σπάνει καὶ αἱ κύουσαι ἐκτρώσονται.
Ἐπιτείλας δὲ ὁ ἀστὴρ μέγας καὶ λαμπρὸς βορέου πνέοντος καὶ τὴν ἀνάβασιν τῶν ὑδάτων κατὰ λόγον καὶ τὰ λοιπὰ ἐπὶ συμφέροντι μηνύει, σπόρους τε ἐπιτηδείους καὶ εὐφορίαν, τῷ τε τῆς χώρας βασιλεῖ νίκην κατὰ τῶν ἀντιπάλων· μικρὸς δὲ καὶ στυγνὸς ἀνατείλας βορέου πνέοντος ἐπιστρατεύσασθαι τῇ χώρᾳ τοὺς ἐκτὸς καὶ οὐ καλῶς ἀπαλλάξειν, τήν τε ἀνάβασιν τοῦ Νείλου καὶ αἰσίαν τῶν ὑδάτων ἐπιφορὰν ἔσεσθαι σημαίνει καὶ τὰς τιμὰς ἐλαττωθῆναι. Μέγας δὲ καὶ λαμπρὸς λιβὸς καὶ νότου πνέοντος ἀμιξίας τε καὶ θανάτους, μετρίας τε τῶν ὑδάτων ἀναβάσεις καὶ λιμὸν μηνύει. Ἀνατείλας δὲ μέγας καὶ λαμπρὸς βορέου καὶ ἀπηλιώτου πνέοντος τὸν βασιλέα τῆς χώρας καταλείψειν τὸν ἑαυτοῦ θρόνον καὶ ἀφανῆ γενέσθαι καὶ πόλεμον ἔσεσθαι, μικροῦ δὲ ἀνατείλαντος βορέου καὶ ἀπηλιώτου πνέοντος ἀνάβασιν κατὰ λόγον ἔσεσθαι καὶ κρατηθῆναι τὰ Αἰθιόπων δι’ ἀλκῆς σημαίνει. Μέλας δὲ ἀνατείλας λοιμὸν ποιεῖ, χλωρὸς δὲ νόσους, πυρρὸς δὲ πόλεμον καὶ σφαγάς.
Ἐπισκοπητέον δὲ καὶ τὴν Σελήνην καὶ τοὺς πέντε ἀστέρας πῶς ἔχουσι σχήματός τε καὶ κινήσεως καὶ χρώματος πρὸς τὸ ἄστρον ἐν τῇ ἐπιτολῇ αὐτοῦ. Τὸ γὰρ χρῶμα τὰ πάθη σημαίνει, τὰ δὲ σχήματα καὶ ἡ ποιὰ κίνησις ἢ οἱ στηριγμοὶ ἰσχυροτέραν ἢ ἀδρανῆ τὴν ἐνέργειαν ἐργάζονται· πᾶς δὲ ἀστὴρ ἀπογειότατος μὲν ὢν ἐπικοινωνεῖ πως τῆς δυνάμεως τοῦ ἀνωτέρου ἀστέρος, περιγειότατος δὲ μεταλαμβάνει τῆς τοῦ κατωτέρου, κατὰ μέσα δὲ κινούμενος ἕκαστος κινήματα τὴν ἰδίαν ἔχει δύναμιν καθαρεύων τῆς τῶν ἄλλων ἀστέρων κοινωνίας.
Ὁ δὲ τοῦ Κρόνου ἀπογειότατος γινόμενος ψυκτικώτατος γίνεται καὶ τὰ ἐπὶ γῆς οὕτω συνδιατίθεται, ἡ δὲ Σελήνη περιγειοτάτη τυχοῦσα τὰ τῇδε μᾶλλον συναλλοιοῖ ἤπερ ἐν ταῖς ἄλλαις αὐτῆς θέσεσιν, οἱ δὲ μεταξὺ ἀστέρες, ὡς ἔφην, ἐπικοινωνοῦσι τῆς ἀλλήλων δυνάμεως. Πρὸς οὖν τὰς κινήσεις αὐτῶν καὶ τὰς θέσεις ἐπισκοπητέον καὶ τὰς ἐνεργείας· ἕκαστος δὲ αὐτῶν ἐν τοῖς στηριγμοῖς σημαίνει καὶ μᾶλλον ἐν τῷ δευτέρῳ στηριγμῷ κρατύνει τὸ τῆς αὐτοῦ δυνάμεως ἀποτέλεσμα, ἡ δὲ Σελήνη μετὰ τὰς ἀπορροίας τῶν ἀστέρων τὰς ἐπισημασίας εὐαισθητοτέρας ποιεῖται, καὶ οἱ λοιποὶ δὲ ἀστέρες πρὸς ἀλλήλους οὕτω ποιοῦνται.
Ὁ δὲ τοῦ Ἄρεως καὶ ὁ τοῦ Κρόνου ἐν τοῖς τῆς Σελήνης ἐκλειπτικοῖς τόποις τυχόντες ἄνευ ἀγαθοποιῶν λοιμῶν παραίτιοι γίνονται, μάλιστα περί τε τοὺς πόδας τῶν Διδύμων καὶ Καρκίνου τὸ στῆθος καὶ τοὺς αὐτοῦ πρώτους ἀστέρας καὶ τὸ Φάτνιον, Λέοντος τὸ στῆθος καὶ τὸν ἀμαυρὸν τὸν ἐπὶ τοῦ μαστοῦ τῆς Παρθένου καὶ τὸν ἔσχατον τοῦ Ζυγοῦ καὶ τὸν νότιον τὸν ἐν τῇ Πλάστιγγι καὶ Σκορπίου τὸ μέτωπον καὶ Τοξότου κατὰ τοὺς περὶ τὴν χεῖρα ἀστέρας καὶ Αἰγοκέρωτος τοὺς κατὰ τὴν οὐρὰν δύο. Καὶ ἔκλειψις δὲ γενομένη Ἡλίου ἢ Σελήνης ἐν τούτοις τοῖς μέρεσιν ἢ καὶ χωρὶς αὐτῶν, ὑπὸ δὲ τῶν κακοποιῶν περισχεθεῖσα συγκακουμένου καὶ τοῦ Ἑρμοῦ, μὴ μαρτυρούντων τῶν ἀγαθοποιῶν, χαλεπωτάτη γίνεται, καὶ μάλιστα ἐν τοῖς τροπικοῖς· αἱ γὰρ ἐπὶ τούτων ἐκλείψεις καὶ μάλιστα Ἡλίου κοσμικὰ συμπτώματα ποιοῦσιν, αἱ δ’ ἐπὶ τοῦ Λέοντος κακώσεις βασιλέων καὶ ποταμῶν στειρώσεις.
Παραφυλακτέον οὖν τάς τε θερινὰς τροπὰς καὶ τὰς χειμερινὰς καὶ τὰς ἄλλας τροπὰς καὶ τὰς γινομένας συζυγίας ἔγγιστα αὐτῶν. Ἐπισκοπητέον καὶ πῶς ἔχουσι πρὸς αὐτὰς οἱ ἄλλοι πέντε πλανώμενοι, καὶ οὕτω καταστοχάζεσθαι τοῦ μέλλοντος συμπτώματος. Ἄρεως γὰρ μαρτυροῦντος μόνου κατὰ παρουσίαν ἢ διάμετρον ἢ τετράγωνον στάσιν ὑπονοητέον, ἰσχυροὺς καύσωνας καὶ ἐμπρήσεις κατὰ τὴν ὑποκειμένην χώραν ᾗ προσοικείωται τὸ ζῴδιον, Κρόνου δὲ μόνου μαρτυροῦντος τὰ τοῦ Κρόνου ὑπονοητέον, τουτέστι πάγον καὶ ψυχρότητα. Ὅθεν ἀναγκαῖον τὰς προγενομένας συνόδους ἢ πανσελήνους πρὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν σκοπῆσαι καὶ τὰς μεταξὺ ἕως τῶν ἐφεξῆς τροπῶν, μήπως ὑπὸ ἀγαθοποιῶν ἢ κακοποιῶν μαρτυρῶνται, καὶ πρὸς αὐτὰς τὴν τῆς ἑξῆς τριμήνου κατάστασιν λαμβάνειν, τὰ δὲ μηνιαῖα ἀπὸ τῆς κατὰ μῆνα συνόδου σκοπεῖν, τὰ δὲ ἡμερήσια ἀπὸ τῶν τῆς Σελήνης σχημάτων μηνοειδῶν καὶ διχοτόμων καὶ ἀμφικύρτων καὶ πανσελήνων καὶ συνόδων.
Ἔτι δὲ οἱ πέντε πλανώμενοι ἑῷοι ἀνατολικοὶ ὄντες καὶ προσθετικοὶ ἐν τῷ καιρῷ τῆς ἀναβάσεως ὄντες τοῦ Κυνὸς ἀστέρος ἢ καί τινες ἐξ αὐτῶν (μάλιστα Ἀφροδίτη καὶ Ἑρμῆς) ἀναβάσεις τοῦ Νείλου καλὰς καὶ μεγάλας καὶ εὐετηρίας ποιοῦνται. Παρετηρήθησαν δὲ καὶ ἕκαστος τῶν τριῶν Κρόνος, Ζεύς, Ἄρης, ὅτι ἑῷοι μὲν καθεστῶτες ἀναβάσεις ποιοῦνται, ἑσπέριοι δὲ ὄντες καὶ ἐν δύσει τὸ ἐναντίον. Ὅσα δὲ ἀποτελοῦσιν οἱ ε′ πλανῆται ἐν τοῖς δωδεκατημορίοις κατὰ τὴν τοῦ ἄστρου ἀνατολὴν ταῦτά ἐστιν.
Κρόνος ἐν μὲν Καρκίνῳ ἐγκαταλείψειν τὸν ἑαυτοῦ θρόνον τὸν τῆς Αἰγύπτου βασιλέα ἢ καὶ ἀποθανεῖσθαι σημαίνει καὶ ἐν τοῖς βασιλείοις στάσεις γενέσθαι καὶ ἀλλαγάς, τὴν δὲ ἀνάβασιν τοῦ Νείλου ὀλίγην καὶ σπάνιν γεννημάτων. Ἐν δὲ Λέοντι εὐετηρίαν καὶ ἀνάβασιν, τῶν τε ἐκτὸς τόπων κάκωσιν, κτηνῶν πλῆθος, ἀνθρώπων φθοράν. Ἐν δὲ Παρθένῳ ἀμιξίαν καὶ ἀκαταστασίαν καθ’ ὅλην γῆν, τούς τε κροκοδείλους ἀγριωτέρους ἔσεσθαι καὶ θανάτους πολλοὺς καὶ δαιμόνων ἐπαποστολάς, ὁλοκαυσίας τε πρὸς τὸ παύσασθαι τοὺς θανάτους, ξηρῶν δὲ καρπῶν δαψίλειαν. Ἐν δὲ Ζυγῷ πόλεμον ἐν Αἰγύπτῳ καὶ ἐπαναστάσεις, ἀνάβασίν τε τοῦ ποταμοῦ πολλὴν ἐν τῷ πρώτῳ ἔτει, ἐν δὲ τῷ δευτέρῳ ὀλίγην καὶ ἱερῶν πολυορκίαν, ἐν δὲ τῷ τρίτῳ γεννημάτων δαψίλειαν, ἐν δὲ τῷ Σκορπίῳ θανάτους καθ’ ὅλην τὴν οἰκουμένην καὶ ἀνάβασιν καὶ ὀλιγοσιτίαν. Ἐν δὲ Τοξότῃ ἀπώλειαν τῶν τῆς Αἰγύπτου ἡγουμένων, ἐπιγραφάς τε ἀφορήτους ἔσεσθαι καὶ ἱεροσυλίας.
Ἐν δὲ Αἰγοκέρωτι πόλεμον ἐν Αἰγύπτῳ, τῶν τε τοῦ βασιλέως φίλων ἀπώλειαν ἢ καὶ αὐτοῦ, τούς τε πένητας πλουτήσειν καὶ τοὺς πλουσίους πτωχεύσειν, τά τε ἀγάλματα ἀπολεῖσθαι καὶ ἀναρχίαν ἔσεσθαι. Ἐν δὲ Ὑδροχόῳ δηλοῖ δύο βασιλεῖς πολεμῆσαι χάριν τῆς ἀρχῆς πρὸς ἑαυτοὺς καὶ τὴν ἀρχὴν οὐκ εἰς παῖδας ἐλθεῖν, τήν τε ἀνάβασιν ὀλίγην, τόν τε σπόρον καὶ τὰ φυτὰ εὐκαρπήσειν, λοιμόν τε ἔσεσθαι. Ἐν δὲ Ἰχθύσιν ἀνάβασιν πολλὴν καὶ θανάτους, τοῦ δὲ βασιλέως οἰκεῖον ἀπολέσθαι. Ἐν δὲ Κριῷ πολλῶν κακῶν ἐστιν αἴτιος τῷ κόσμῳ, γεννημάτων δὲ πλῆθος καὶ ἀνθρώπων φθορά. Ἐν δὲ Ταύρῳ ἀγαθὰ τῇ γῇ καὶ ἀνάβασιν πολλὴν καὶ τὸ ὕδωρ φθοροποιὸν καὶ τῶν νεωτέρων θανάτους. Ἐν δὲ Διδύμοις θανάτους καθ’ ὅλην τὴν οἰκουμένην, τόν τε Νεῖλον συμμέτρως ἀνελθεῖν.
Ὁ δὲ Ζεὺς ἐν Καρκίνῳ ἐν τῷ καιρῷ τῆς τοῦ Κυνὸς ἀνατολῆς δηλοῖ τὸν βασιλέα μὴ ἀληθεύειν πρὸς τοὺς φίλους, ἀνάβασίν τε ἔσεσθαι καὶ σίτου εὐφορίαν. Ἐν δὲ Λέοντι κακωθήσεσθαι τὸν βασιλέα καὶ φίλον αὐτοῦ ἀποβαλεῖν θανάτῳ, τήν τε ἀνάβασιν γενέσθαι καὶ βροχάς, κριθῆς τε καὶ ὀλύρας κάκωσιν. Ἐν δὲ Παρθένῳ καὶ Ζυγῷ καὶ Σκορπίῳ σημαίνει τὸν βασιλέα τῆς Αἰγύπτου καταλείψειν τὸν ἑαυτοῦ θρόνον καὶ ἀκαταστατήσειν, τὴν δὲ γυναῖκα αὐτοῦ ἀλκιμωτέραν εἶναι, ἐν δὲ τοῖς ἔξω τόποις ἔσεσθαι γεννήματα. Ἐν δὲ τῷ Τοξότῃ ἀκαταστασίαν καὶ ἀνάβασιν εὔτακτον.
Ἐν δὲ Αἰγοκέρωτι μηνύσει ἀντιπαρατάξασθαί τινα τῷ βασιλεῖ καὶ νικήσειν, τὸν δὲ βασιλέα ἐπὶ ἡμέρας φυγεῖν καὶ μετὰ ταῦτα ἐπανήξειν. Ἐν δὲ Ὑδροχόῳ ἰσχυρὸν τὸν βασιλέα δεικνύει καὶ ἀνάβασιν καὶ πανουργίαν τινὸς τῶν τοῦ βασιλέως. Ἐν δὲ Ἰχθύσιν ἀνάβασιν εὔθετον καὶ βασιλέως τελευτήν, ἐν δὲ τῇ Ἐλυμαΐδι χώρᾳ γεωργῶν ἀπώλειαν. Ἐν δὲ Κριῷ μεγάλην ἀνάβασιν καὶ εὐετηρίαν, τὸν δὲ τῆς Συρίας ἡγούμενον ἀπολέσθαι. Ἐν δὲ Ταύρῳ ἀποσημαίνει ἀγαθὰ καὶ κτηνῶν πλῆθος. Ἐν δὲ Διδύμοις ἀνάβασιν καὶ εὐετηρίαν, ἀρρωστίας δὲ ἔσεσθαι.
Ὁ δὲ τοῦ Ἄρεως ἀστὴρ ἐν τῇ τοῦ Κυνὸς ἀνατολῇ τυχὼν ἐν Καρκίνῳ ἀποτελεῖ ἀνάβασιν καὶ εὐετηρίαν, ὑπερέχοντος δὲ προσώπου ἀπώλειαν, ἐν δὲ τοῖς ἔξω μέρεσιν ἀβροχίαν. Ἐν δὲ Λέοντι καρπῶν ἀφθονίαν καὶ ὄψιμον τὴν ἀνάβασιν. Ἐν δὲ Παρθένῳ τὰ ἐν Συρίᾳ καλῶς καὶ ἐν Αἰγύπτῳ ἕξειν. Ἐν δὲ Ζυγῷ τὴν ἀνάβασιν κατὰ λόγον καὶ εὐφορίαν τῶν ξηρῶν καρπῶν, θάνατον δὲ ταῖς κυούσαις. Ἐν δὲ Σκορπίῳ σημαίνει λοιμὸν ἐν Αἰγύπτῳ καὶ βροντὰς καὶ χάλαζαν. Ἐν δὲ Τοξότῃ ἀκαταστασίαν ἐν Συρίᾳ.
Ἐν δὲ Αἰγοκέρωτι ἀποτελέσει μεγάλην ἀνάβασιν, τούς τε κροκοδείλους παύσασθαι τῆς πολλῆς ἀγριότητος, θυμάτων ὁλοκαυτηθέντων θάνατόν τε καὶ λιμὸν κατὰ τὴν χώραν. Ἐν δὲ Ἰχθύσι θάνατον βασιλέως καὶ ἀνάβασιν μετὰ τὸ ἀνανθῆναι. Ἐν δὲ Κριῷ τὸν τῆς Ἐλυμαΐδος χώρας ἡγούμενον σημαίνει τελευτήσειν καὶ τὸν παῖδα αὐτοῦ μὴ διαδέξασθαι. Ἐν δὲ Ταύρῳ ἀνάβασιν κατὰ λόγον καὶ εὐφορίαν, τοὺς δὲ θεοὺς προσδέξασθαι τὰς εὐχὰς μηνύει. Ἐν δὲ τοῖς Διδύμοις ἀκαταστατήσειν τὴν Συρίαν καὶ ἀνομβρίαν ἔσεσθαι σημαίνει.
Ὁ δὲ τῆς Ἀφροδίτης ἀστὴρ ἐν τῷ καιρῷ τῆς τοῦ ἄστρου ἀνατολῆς τυχὼν ἐν Διδύμοις ἀνάβασιν ἱκανὴν καὶ ὀσπρίων πλῆθος σημαίνει. Ἐν δὲ Καρκίνῳ ἀγαθὰ τῇ Αἰγύπτῳ καὶ ἀνάβασιν καὶ τῶν ἡγουμένων ἀπώλειαν. Ἐν δὲ Λέοντι ὄχλων συνόδους, τῶν τε ὠνίων κουφισμούς. Ἐν δὲ Παρθένῳ τῶν ξηρῶν καρπῶν πλεονασμούς, αὔξησίν τε τοῦ γένους τῶν γυναικῶν καὶ μοιχείας.
Τοῦ δὲ Ἑρμοῦ ὄντος ἐν Διδύμοις κατὰ τὴν ἀνατολὴν τοῦ Κυνὸς ἀνάβασις ἔσται κατὰ λόγον καὶ εὐφροσύνη τοῖς δήμοις, καὶ ὁ βασιλεὺς ἐπικρατήσει. Ἐν δὲ Καρκίνῳ ἱεροσυλίας καὶ ἁμαρτίας μηνύει. Ἐν δὲ Λέοντι ἀνάβασιν καὶ σῖτον πολύν, ἐν δὲ τῇ Παρθένῳ σπόρον καλὸν καὶ εὐετηρίαν καὶ ἀλκὴν τῇ ἀρχῇ Συρίας. Ἐκ δὲ τῶν προειρημένων τὰς συγκράσεις τῶν ἀποτελεσμάτων ποιητέον ὅταν ἐν τῷ αὐτῷ ζῳδίῳ τύχωσιν ὄντες ἤ τινες αὐτῶν ἐν τῷ καιρῷ τῆς τοῦ ἄστρου ἀνατολῆς.
Ἡ δὲ Σελήνη τυχοῦσα μετὰ Κρόνου ἐν τῇ τοῦ Κυνὸς ἀνατολῇ σημαίνει ᾗ προσοικείωται χώρᾳ τὸ ζῴδιον ἐφ’ οὗ τυγχάνουσι πόλεμον καὶ λοιμὸν καὶ τὰ κυούμενα ζῷα φθαρήσεσθαι. Σὺν τῷ Διὶ δὲ οὖσα ἡ Σελήνη θάνατον μεγάλων ἀνδρῶν, εἰρήνην τε καὶ εὐφορίαν δηλοῖ. Σὺν τῷ Ἄρει δὲ μελαγχολώδη λοιμὸν καὶ πόλεμον ἔσεσθαι καὶ ἐμπρησμούς. Σὺν δὲ τῷ τῆς Ἀφροδίτης νόσους γυναικῶν καὶ ἐκτρώσεις. Σὺν δὲ τῷ τοῦ Ἑρμοῦ ἐπίνοσον τὸν καιρὸν σημαίνει νέοις καὶ ἐφήβοις. Ἐπισκοπητέον δὲ τὸ ζῴδιον τίνι χώρᾳ προσοικείωται καὶ εἰς ποῖον μέλος παραλαμβάνεται καὶ οὕτω καταστοχάζεσθαι τῶν νοσημάτων. Καὶ τὰς ἀνέσεις δὲ καὶ ἐπιτάσεις ἔτι ἔκ τε τῶν τῆς Σελήνης φωτισμῶν καὶ τῆς τῶν ἀστέρων φάσεώς τε καὶ δυνάμεως συνορατέον.
Ἔτι δὲ παραφυλαξάμενοι Αἰγύπτιοι κατὰ τὰς τοῦ Κυνὸς ἐπιτολὰς βροντῶν γενομένων ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τῆς ἑβδόμης πάγκακον τῇ Αἰγύπτῳ καὶ ἀφορίαν, βροχάς τε ἀνωμάλους καὶ τοῦ ἀέρος χειμῶνας. Μεγάλου δὲ καὶ λευκοῦ ἀνατείλαντος τοῦ ἄστρου καὶ διαπορευομένου τῷ χρώματι ὡς τὰ κύματα μέγαν τὸν Νεῖλον ἔσεσθαι καὶ εὐφορίαν, πυρροῦ δὲ ὄντος καὶ μιλτώδους πόλεμος ἔσται. Ἐὰν δὲ μεγάλου ὄντος σύνεγγυς αὐτῷ ἀστέρες ὦσι μέλανες λιμὸς ἔσται, μικροῦ δὲ ὄντος καὶ χλωροῦ μετὰ τῶν σύνεγγυς ἀστέρων καὶ ἡ ἀνάβασις μικρὰ ἔσται καὶ σπάνις καρπῶν κατὰ πᾶσαν τὴν γῆν. Ὀφθείσης δὲ μικρᾶς γραμμῆς νεφελοειδοῦς ἀποτεινούσης ἀπὸ τοῦ ἀστέρος ἐπὶ ἀπηλιώτην καὶ τοῦ ἄκρου τῆς γραμμῆς πυρώδους ὄντος ταραχὴ ἔσται καὶ ὁ μικρότερος τῶν κρατούντων περιέσται τοῦ μείζονος, γενομένης δὲ τῆς γραμμῆς πυρώδους καὶ μακρᾶς ἀποτεινούσης ἀπὸ τοῦ νότου ἐπὶ βορρᾶν καὶ τοῦ ἄκρου λυχνώδους πόλεμον καὶ θάνατον σημαίνει πάσῃ χώρᾳ.
κδ. Περὶ τῶν ἐν ταῖς ἐκλείψεσι χρωμάτων καὶ κομητῶν
Ἐπιτηρητέον δὲ καὶ τὰ ἐν ταῖς ἐκλείψεσι χρώματα ἤτοι αὐτῶν τῶν φώτων ἢ τῶν περὶ αὐτὰ γινομένων συστημάτων οἷον ῥάβδων ἢ ἄλλων τῶν τοιούτων. Μέλανα γὰρ ἢ ὑπόχλωρα φανέντα σημαντικὰ γίνεται τῶν ἐπὶ τῆς τοῦ Κρόνου φύσεως εἰρημένων, λευκὰ δὲ τῶν ἐπὶ τῆς τοῦ Διός, ὑπόκιρρα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἄρεως, ξανθὰ δὲ τῶν ἐπὶ τῆς τῆς Ἀφροδίτης, ποικίλα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἑρμοῦ. Καὶ ἐὰν ἐν ὅλοις τοῖς σώμασιν ἢ τοῖς περὶ αὐτὰ τόποις τὸ χρῶμα φαίνηται, περὶ τὰ πλεῖστα μέρη τῶν χωρῶν ἔσται τὸ σύμπτωμα, ἐὰν δὲ ἀπὸ μέρους, περὶ ἐκεῖνο μόνον τὸ μέρος καθ’ ὃ ἡ πρόσνευσις τοῦ ἰδιώματος ἔσται.
Τηρητέον δὲ καὶ τὰς συνισταμένας ἤτοι κατὰ τοὺς ἐκλειπτικοὺς καιροὺς ἢ καὶ ὁτεδήποτε κομητῶν ἐπιφανείας πρὸς τὰς καθόλου περιστάσεις, οἷον τῶν καλουμένων Δοκίδων ἢ Σαλπίγγων ἢ Πίθων καὶ τῶν τοιούτων, ὡς ἀποτελεστικὰς μὲν φύσει τῶν ἐπὶ τοῦ Ἄρεως καὶ τοῦ Ἑρμοῦ, πολέμων δὲ καὶ καυσωδῶν καταστημάτων καὶ τῶν τούτοις ἐπισυμβαινόντων. Δηλούσας δὲ διὰ μὲν τῶν τοῦ ζῳδιακοῦ μερῶν καθ’ ὧν ἂν αἱ συστάσεις αὐτῶν φαίνονται καὶ τῶν κατὰ τὰ σχήματα τῆς κόμης προσνεύσεων τοὺς τόπους οὓς ἐπισκήπτουσι τὰ συμπτώματα, διὰ δὲ τῶν αὐτῆς τῆς συστάσεως ὡσπερεὶ μορφώσεων τό τε εἶδος τοῦ ἀποτελέσματος καὶ τὸ γένος περὶ ὃ τὸ πάθος ἀποβήσεται, διὰ δὲ τοῦ χρόνου τῆς ἐπιμονῆς τὴν παράτασιν τῶν συμπτωμάτων, διὰ δὲ τῆς πρὸς τὸν Ἥλιον σχέσεως τὴν καταρχήν, ἐπειδήπερ ἑῷοι μὲν ἐπιφαινόμενοι τάχιον σημαίνουσιν, ἑσπέριον δὲ βράδιον.
Τῶν δὲ κομητῶν ὁ μὲν καλεῖται Ἱππεὺς καὶ ἱερὸς ἀστὴρ τῆς Ἀφροδίτης, μέγεθος ἔχων Σελήνης ὅλης πληθούσης, ὀξύτατος τὴν κίνησιν, ἐν ἑαυτῷ στίλβουσαν ἔχων τὴν χαίτην καὶ ἀπολήγουσαν εἰς τοὐπίσω, φέρεταί τε ἐπὶ τὸ αὐτὸ τῷ κόσμῳ διὰ τῶν δώδεκα ζῳδίων, φανεὶς δὲ βασιλέων καὶ τυράννων πτώσεις ταχείας ἀπεργάζεται καὶ μεταβολὰς πραγμάτων τῶν χωρῶν τούτων ἐφ’ ἃς ἐκπέμψει τὴν κόμην.
Ὁ δὲ Ξιφίας τῷ τοῦ Ἑρμοῦ προσήκων φαίνεται δὲ ἰσχυρὸς καὶ χλωρότερος, παραμήκεις μᾶλλον ἀκτῖνας ἔχων περὶ αὑτόν, φανεὶς δὲ πρὸς ἀνατολὰς τῷ Περσῶν βασιλεῖ καὶ Ἀσσυρίων σημαίνει ἐπιβουλὴν καὶ φαρμακείας παρὰ τῶν σατραπῶν, πρὸς δὲ δυσμὰς φανεὶς ὁμοίως τοῖς πρὸς ἑσπέραν οἰκοῦσι μηνύει.
Ὁ δὲ Λαμπαδίας διαφέρων τῷ τοῦ Ἄρεως μακρότερός ἐστι καὶ πυρώδης, παραπλήσιος ταῖς διασειομέναις λαμπάσιν, φανεὶς δὲ πρὸς μὲν ἀνατολὰς ἐστραμμένος σημαίνει Περσίδι καὶ Συρίᾳ αὐχμόν, κεραυνούς, καρπῶν φθορὰν καὶ ἐμπρησμοὺς βασιλικῶν αὐλῶν, πρὸς δὲ μεσημβρίαν ἐστραμμένος τοῖς ἐν Λιβύῃ καὶ Αἰγύπτῳ κακόν, ὁμοίως καὶ ἀσπίδων πλῆθος σημαίνει, πρὸς δὲ δυσμὰς πάλιν τοῖς ἐνοικοῦσι ταῦτα δηλοῖ.
Ὁ δὲ φύσει Κομήτης λέγεται τοῦ Διός, πραΰτερος φαίνεται καὶ μόνος στίλβει τῇ χαίτῃ καὶ ἐναργυρίζει καὶ μακρὰ πάλλει ὥστε μὴ ἀντωπεῖν, ἔχει δὲ ἐν ἑαυτῷ ἀνδρεῖον πρόσωπον, ὡς δοκεῖν θεοῦ, ὅθεν ὅπου ἀνατείλῃ καὶ νεύσῃ ἀγαθὰ σημαίνει τοῦ Διὸς ἐν Καρκίνῳ ἢ Σκορπίῳ ἢ Ἰχθύσιν ὄντος.
Ὁ δὲ Δισκεὺς ὀνομαζόμενος τοῦ Κρόνου ἐστὶ στρογγύλος καὶ ὅμοιον ἔχει χρῶμα τοῦ Κρόνου, ἠλέκτρου ἀμορφότερος, περὶ δὲ τὴν περιφέρειαν αὐτοῦ ἀκτῖνες περι κέχυνται, ἔστι δὲ μονοπρόσωπος καὶ πρὸς πᾶν κλίμα ὁμοίως διακείμενος· κινεῖ γὰρ παντοίους πολέμους ἐν πάσῃ χώρᾳ καὶ θάνατον μεγάλου βασιλέως καὶ τοὺς ἐν ἀρχαῖς καὶ δόξῃ ταπεινοῖ.
Ἔστι δὲ καὶ ἄλλος κομήτης ῥοδοειδὴς καὶ μέγας, κυκλοτερής, ὃς καλεῖται Εἰληθυίας, κόρης ἔχων πρόσωπον, χρυσοειδεῖς ἔχων τὰς ἀκτῖνας κύκλῳ τῆς κεφαλῆς, ἡδύς τε τῇ προσόψει, τῷ τε χρώματι ὅμοιος ἀργύρου καὶ χρυσοῦ κράματι, σημαίνει δὲ ἀνθρώπων κατακοπὰς καὶ μεταβολὴν πραγμάτων ἐπὶ τὸ βέλτιον καὶ τοῖς συγκατακεκλιμένοις ἄφεσιν.
Ἔστι δὲ καὶ ἕτερος κομήτης τιτὰν ὃς καλεῖται Τυφών, χαλεπὸς λίαν καὶ πυρώδης, ἄμορφος καὶ βραδυκίνητος, ἔχει δὲ τὴν χαίτην ὡς μᾶλλον ὀπίσω, ἐπικαταφέρεσθαι δὲ εἴωθε τῷ Ἡλίῳ ἐν τοῖς πέρασι τοῦ ἀρκτικοῦ πόλου, φανεὶς δὲ πολλῶν κακῶν αἴτιος ἔσται, καρπῶν ἀπωλείας καὶ βασιλέων ἔν τε τῇ ἀνατολῇ καὶ δύσει.
Αἱ δὲ Δοκίδες καὶ Πωγωνίαι μετὰ τῶν ἄλλων ἐκτὸς τοῦ ζῳδιακοῦ συνίστανται ἐν τῷ ἀρκτικῷ μέρει.
κε. Περὶ τῆς τῶν μετεώρων σημειώσεως
Περὶ δὲ τὰς κατὰ μέρος τῶν ἐπισημασιῶν προγνώσεις χρησιμεύουσιν αἱ παρατηρήσεις τῶν περὶ τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τοὺς ἄλλους ἀστέρας γινομένων. Τὸν μὲν οὖν Ἥλιον τηρητέον πρὸς μὲν τὰς ἡμερησίους καταστάσεις ἀνατέλλοντα, πρὸς δὲ τὰς νυκτερινὰς δύνοντα, πρὸς δὲ τὰς παρατεινούσας κατὰ τοὺς πρὸς τὴν Σελήνην σχηματισμοὺς ὡς ἑκάστου σχήματος τὴν μέχρι τοῦ ἑξῆς κατάστασιν ὡς ἐπίπαν προσημαίνοντος.
Καθαρὸς μὲν γὰρ καὶ ἀνεπισκότητος καὶ εὐσταθὴς καὶ ἀνέφελος ἀνατέλλων ἢ δύνων εὐδεινῆς καταστάσεώς ἐστι δηλωτικός, ποικίλον δὲ τὸν κύκλον ἔχων ἢ ὑπόπυρρον ἢ ἀκτῖνας ἐρυθρὰς ἀποπέμπων ἤτοι ἐπὶ τὰ ἔξω ἢ ὡς ἐφ’ ἑαυτὸν κυκλούμενον ἢ τὰ λεγόμενα παρήλια νέφη ἐξ ἑνὸς μέρους ἔχων ἢ σχήματα νεφῶν ὑπόκιρρα καὶ ὡσπερεὶ μακρὰς ἀκτῖνας ἀπομηκύνων ἀνέμων σφοδρῶν ἐστι σημαντικός, μέλας δὲ ἢ ὑπόχλωρος ἀνατέλλων ἢ δύνων μετὰ συννεφείας ἢ ἅλως ἔχων περὶ αὑτὸν μίαν ἢ δύο ἢ ἐξ ἀμφοτέρων τῶν μερῶν παρήλια νέφη καὶ ἀκτῖνας ὑπώχρους ἢ μέλανας χειμώνων καὶ ὑετῶν ἐστι δηλωτικός.
Τὴν δὲ Σελήνην τηρητέον ἐν ταῖς πρὸ τριῶν ἡμερῶν ἢ μετὰ τρεῖς παρόδοις τῶν τε συνόδων ἢ πανσελήνων ἢ διχοτόμων. Λεπτὴ μὲν γὰρ καὶ καθαρὰ φαινομένη καὶ μηδὲν ἔχουσα περὶ αὑτὴν εὐδεινῆς καταστάσεώς ἐστι δηλωτική, λεπτὴ δὲ καὶ ἐρυθρὰ καὶ ὅλον τὸν τοῦ ἀφωτίστου κύκλον ἔχουσα διαφανῆ καὶ ὑποκεκινημένον ἀνέμων ἐστὶ σημαντικὴ καθ’ ὧν ἂν μάλιστα ποιῆται τὴν πρόσνευσιν, μέλαινα δὲ ἢ ὠχρὰ ἢ παχεῖα θεωρουμένη χειμώνων καὶ ὄμβρων ἐστὶ δηλωτική.
Παρατηρητέον δὲ καὶ τὰς περὶ αὐτὴν γινομένας ἅλως. Εἰ μὲν γὰρ μία εἴη καὶ αὐτὴ καθαρὰ καὶ ἠρέμα ὑπομαραινομένη, εὐδεινὴν κατάστασιν σημαίνει, εἰ δὲ δύο ἢ τρεῖς εἶεν, χειμώνων εἰσὶ δηλωτικαί· ὑπόκιρροι μὲν οὖσαι καὶ ὡς ἐκρηγνύμεναι τοὺς διὰ σφῶν ἀνέμους δηλοῦσιν. Καθολικῶς μὲν ἐπὶ τῆς Σελήνης ὅσα μέν ἐστι λαμπρὰ καὶ καθαρὰ εὐδίας ἐστὶ δηλωτικά, ὅσα δὲ ἐρυθρὰ πνεύματος, ὅσα δὲ μέλανα καὶ γνοφώδη ὕδατος. Καὶ αἱ περὶ τοὺς ἀστέρας τούς τε πλανωμένους καὶ τοὺς λαμπροὺς τῶν ἀπλανῶν ἅλως συνιστάμεναι ἐπισημαίνουσι τὰ οἰκεῖα τοῖς τε χρώμασιν ἑαυτῶν καὶ ταῖς τῶν ἐναπειλημμένων φύσεσιν.
Καὶ τῶν ἀπλανῶν δὲ τῶν κατά τι πλῆθος σύνεγγυς ὄντων παρατηρητέον τὰ χρώματα καὶ τὰ μεγέθη. Λαμπρότεροι μὲν γὰρ καὶ μείζονες ὁρώμενοι παρὰ τὰς συνήθεις φαντασίας οἱ εἰς ὁποιονδήποτε μέρος ὄντες ἀνέμους τοὺς ἀπὸ τοῦ οἰκείου τόπου διασημαίνουσι, καὶ τῶν ἀϊδίων δὲ νεφελοειδῶν συστροφῶν οἷον τῆς Φάτνης καὶ τῶν ὁμοίων ἐπὰν αἰθρίας οὔσης αἱ συστάσεις ἀμαυραὶ καὶ ὥσπερ ἀφανεῖς πεπαχυμέναι θεωρῶνται, φορᾶς ὑδάτων εἰσὶ δηλωτικαί, καθαραὶ δὲ καὶ παλλόμεναι συνεχῶς πολλῶν πνευμάτων. Ἐπὰν δὲ τῶν ἀστέρων τῶν παρ’ ἑκάτερα τῆς Φάτνης τῶν καλουμένων Ὄνων ὁ μὲν βόρειος ἀφανὴς γένηται, βορέαν πνεῦσαι σημαίνει, ἐὰν δὲ ὁ νότιος, τὸν νότον.
Καὶ τῶν ἐπιγινομένων δὲ κατὰ καιροὺς ἐν τοῖς μετεώροις αἱ μὲν τῶν κομητῶν συστροφαὶ πάντοτε αὐχμοὺς καὶ ἀνέμους προσημαίνουσι καὶ τοσούτῳ μείζονας ὅσῳ ἂν ἐκ πλειόνων καὶ ἐπὶ πολὺ ἡ σύστασις γένηται, αἱ δὲ διαδρομαὶ καὶ οἱ ἀκοντισμοὶ τῶν ἀστέρων εἰ μὲν ἀπὸ μιᾶς γένοιντο γωνίας, τὸν ἀπ’ ἐκείνης ἄνεμον δηλοῦσιν, εἰ δὲ ἀπὸ τῶν ἐναντίων, ἀκαταστασίαν πνευμάτων, εἰ δὲ ἀπὸ τῶν τεσσάρων γωνιῶν, παντοίους χειμῶνας. Ὡσαύτως δὲ καὶ τὰ νέφη πόκοις ἐρίων ὄντα παραπλήσια προδηλωτικὰ ἐνίοτε χειμώνων, αἵ τε δὲ κατὰ καιροὺς συνιστάμεναι ἴριδες χειμῶνα μὲν ἐξ εὐδίας, εὐδίαν δὲ ἐκ χειμῶνος προσημαίνουσιν.
Αἰθρίας δὲ οὔσης ὥσπερ ἀράχνια λεπτὰ μεταφερόμενα δηλοῖ τὸν ἀέρα περίψυχρον ἔσεσθαι ἰσχυρῶς, τοῦ δὲ ἀέρος καθαροῦ καὶ ἀνεφέλου ὄντος καὶ ἄνευ ὁμίχλης καὶ τῆς Σελήνης ὑπὸ γῆν οὔσης ἐπὰν ἐξαίφνης οἱ ἀστέρες ἀμαυροὶ γένωνται, χειμῶνα σημαίνουσιν. Ἐὰν ἐν τῷ οὐρανῷ φλὸξ ὥσπερ ἡμμένη φανῇ πυρρὰς ἔχουσα διαστάσεις, πόλεμον σημαίνει. Μέλας δὲ σφόδρα φαινόμενος ὁ οὐρανὸς σημαίνει στειρώσεις ποταμῶν καὶ φρεάτων, χλωρὸς δὲ φανεὶς δεσποτῶν ἀπώλειαν σημαίνει.
Ἥλιοι δύο ὥσπερ φανέντες ἐκ παρηλίων νεφῶν δύο βασιλεῖς σημαίνουσι σχήσειν πρὸς ἀλλήλους, καθ’ ὃ δὲ κλίμα ὁ μείζων ἐφάνη οὗτος νικήσει. Κυάνεος δὲ φανεὶς ὁ Ἥλιος ἀνατέλλων πάσῃ γῇ λιμὸν καὶ λοιμὸν σημαίνει. Ὁμίχλαι αἱ πρὸς τοῖς ὄρεσι γαλήνην ποιοῦσιν, αἱ δὲ ἐπεκκεχυμέναι καὶ διαρριπιζόμεναι ἀπαρκτίαν ἢ ἰάπυγα σημαίνουσιν. Αὐχμοὶ ἔαρος ἢ φθινοπώρου ἐν μὲν τῇ δύσει φαινόμενοι ἀργέστην προλέγουσιν, ἐν δὲ τῇ ἀνατολῇ εὖρον. Ἀνακόπτουσι δὲ χειμῶνα ἅπαντα τὰ πνεύματα πλὴν εὔρου, τὸν δὲ προερεθίζουσιν. Ἀλλὰ καὶ αἱ κορυφαὶ τῶν ὀρέων ἐν εὐδίᾳ ἦχον ἀποτελοῦσαι ἄνεμον σημαίνουσιν, ὁμοίως δὲ καὶ αἱ παραθαλάσσιοι ἀκταὶ ἠχοῦσαι ἐν εὐδίᾳ πελάγιον ἄνεμον καταγγέλλουσι, πολλοῦ δὲ ὄντος ἀνέμου ἐὰν μὴ ἐξερεύγηται τὰ κύματα βιαίως, πολυχρόνιον ἔσεσθαι τὸν χειμῶνα δηλοῖ.
Καὶ ἄλλα δὲ πλεῖστα παρετηρήθη εἰς πρόγνωσιν παρὰ τῶν ἀρχαίων, ἀρκεῖ δὲ οἶμαι καὶ ταῦτα πρὸς τὴν τῶν λοιπῶν πρόγνωσιν. Ἡ μὲν δὴ τῶν καθολικῶν ἐπισκέψεων θεωρία κατὰ τὸ κεφαλαιῶδες ἐπὶ τοσοῦτον ἡμῖν ἐκ τῶν παρὰ τοῖς παλαιοῖς εἰρημένων ὑποτετυπώσθω, ἀρξόμεθα δὲ τῆς κατὰ τὸ γενεθλιακὸν εἶδος ἐν τοῖς ἑξῆς κατὰ τὴν προσήκουσαν ἀκολουθίαν μετὰ συντομίας ὁμοίως τοῖς ἔμπροσθεν. Τέλος τοῦ πρώτου βιβλίου.