goldenbar

ΕΙΣΑΓΩΓΗ ΕΙΣ ΤΗΝ ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΗΝ ΤΟΥ ΠΤΟΛΕΜΑΙΟΥ

ἑλληνικὸ πρωτότυπο ἐκ τοῦ CCAG (Catalogus Codicum Astrologorum Graecorum)

Βιογραφία Πορφυρίου

❧ 
 

ΠΕΡΙΕΧΟΜΕΝΑ


CCAG V,4, p. 185
Codicum Romanorum, Porphyrii Philosophi Introductio in Tetrabiblum Ptolemaei

 

1. Προοίμιον

     Ἐπειδὴ τὰ περὶ τῆς συγκρατικῆς θεωρίας τῶν οὐρανίων σωμάτων καὶ τὰ ἐξ αὐτῆς τετηρημένα τῶν ἀποτελεσμάτων εἴδη ὁλοσχερῶς ὁ Πτολεμαῖος διείληφε συνεσκιασμένην μέντοι καὶ ἀσυμφανῆ τῇ παλαιᾷ, τῶν ὀνομάτων χρήσει τὴν φράσιν ἐκθέμενος, ἀναγκαῖον ᾠήθην προδιαστεῖλαι τὰ εἰς τὴν κατάληψιν αὐτῆς συντείνοντα σαφηνείας ἕνεκεν· καὶ τὰ μὲν ἐπ’ ἐνίων τόπων ἐναργῶς ὑπὸ τοῦ Πτολεμαίου ῥηθέντα παρατρέχειν ἐπὶ τοῦ παρόντος πονήματος προσῆκον ἂν εἴη ἅτε φανερὰν ἐχόντων τὴν δήλωσιν, τὰ δὲ κεφαλαιωδῶς ἅμα καὶ ἀσαφῶς ῥηθέντα εὔδηλα παραστῆσαι κατὰ τὸ ἐγχωροῦν πρόσφορον ἡμῖν δόκει πεφυκέναι. Αὐτίκα τοίνυν μέμνηται μαρτυρίας καὶ δορυφορίας καὶ καθυπερτερήσεως καὶ ἐπικρατήσεως καὶ τῶν ἐφεξῆς ἡμῖν ὑποτεθησομένων, ἅτινα, ὑπ’ αὐτοῦ τὸ παράπαν μὴ δεδειγμένα, ἐπαπορούμενα ἔσται τῷ προσιόντι ταῖς ἐφόδοις τῶν προτελέσεων. Διὸ συντόμως ἅμα καὶ εὐκρινῶς τοῖς προγενεστέροις ἑπόμενοι τήνδε τὴν εἰσαγωγὴν καιρίως ἐκτιθέμεθα ὀφείλουσαν εἶναι καὶ τοῖς λόγων ἀμυήτοις εὐσύνοπτον.

2. Περὶ τῶν ἀπὸ τοῦ Ἡλίου καὶ τῆς Σελήνης καὶ τῶν ἀστέρων ἐν ταῖς παρόδοις γινομένων ἐπισημασιῶν

     Ὁ Ἥλιος τοίνυν καθάπερ τις κράτιστος βασιλεὺς ἐν τοῖς μετεώροις ἄστρασι τέτακται τὰ περὶ τὸν ἀέρα καὶ τὴν γῆν συνιστάμενα προφανῶς ῥυθμίζων καὶ κοσμῶν καὶ διατάττων. Οἱ δὲ λοιποὶ ἀστέρες ἐλαχίστης κρατοῦντες μεταβολῆς ἐν ταῖς πρὸς αὐτὸν συνοικειώσεσι συνεργοῦσιν ἢ ἀποσυνεργοῦσιν. Εἰκότως οὖν ἐξετάζειν τάς ὥρας προσαγορεύεται, ἐπειδὴ κατὰ τὴν οἰκείαν λόξωσιν ἔαρ τε καὶ θέρος καὶ φθινόπωρον καὶ χειμῶνα δημιουργεῖ καὶ τῶν ἐν ταῖς ὥραις ἀποτελουμένων θάλπους καὶ ψύχους, προσέτι δὲ καὶ ἀνέμων ὁλοσχερῶς τυγχάνει παραίτιος. Κοσμεῖν δὲ καὶ ζωοποιεῖν ὁ Ἥλιος δείκνυται τὴν ἄκοσμον καὶ ζωῆς ἀμέτοχον ὕλην δι’ ἀλήκτου γενέσεως, ἐπεὶ τῶν τελειοτέρων ζῴων τὸ σπέρμα καὶ τὸ καταμήνιον ὑποκείμενου λόγον ἔχει, ὁμοίως δὲ καὶ ἡ ἀπὸ τῆς ἡλιακῆς θερμασίας γινομένη τῆς γῆς ἰλὺς καὶ ἡ ἐν τοῖς ὕδασι τῶν ζῴων γονή, ἅτινα τῇ ἐκ τῶν φώτων αὐτοῦ διηκούσῃ ζωτικὴ καὶ κοσμητικη δυνάμει τεταγμέναις περιόδοις εἰδοποιει· οὐ μήν, ἀλλὰ καὶ τὰ σπέρματα εὐκαίρως εἰς τὴν γῆν κρυπτόμενα πρὸς τὸ βλαστάνειν οἰκείως διακοσμεῖ. Διατάττει δὲ πάλιν ὁ Ἥλιος τάς πράξεις πάσας ὡρισμένοις καιροῖς, ἀμελεῖ γεωργούς τε καὶ ναυτιλλομένους καὶ τὰ φυτὰ σὺν τοῖς ζωοῖς διατίθησιν. Ἀλλὰ τοὺς μὲν γεωργοὺς καὶ τοὺς ναυτιλλομένους τάς σχέσεις τῶν πλανωμένων ἀστέρων καὶ ἀπλανῶν πρὸς αὐτὸν εἰς ἀσφάλειαν παρατηρεῖν ἐποδήγησε, τὰ δ’ ἄλογα ζῷα ἐν χειμῶνι μὲν εἰς ἀλεεινὰς οἰκήσεις καὶ νηνεμίαν ἐχούσας παρασκευάζει διατρίβειν, ἐν θέρει δὲ τάς εὐπνουστέρους καὶ εὐύδρους χώρας μετέρχεσθαι. Καὶ τὰ φυτὰ δὲ ἀκόλουθον ἔχει τάξιν τῇ ἡλιακῇ πορείᾳ· κατὰ γὰρ τοὺς αὐτοὺς καιροὺς τὰ τερπνὰ καὶ καλόπνοα ἄνθη προβάλλουσι καὶ βλαστοὺς παρεκτείνουσι καὶ καρποὺς παντοδαποὺς δωροφοροῦντα διατελοῦσι.

     Ἡ δὲ Σελήνη τῶν ὅλων ἄστρων περιγειοτάτη ὑπάρχουσα καὶ ταῖς αὐτῶν ἀπορροίαις ἐν τοῖς σχηματισμοῖς κιρναμένη τῷ τε μεγέθει τῶν φώτων τῶν ἐξ αὐτῶν εἰς τὰ τῇδε διικνουμένων τὰ δεύτερα φέρει τῆς πρὸς Ἥλιον ἐνεργείας καὶ ὥσπερ βασιλὶς ἰσχυροτάτη ἐν τῷ κόσμῳ τῶν οὐρανίων τετύπωται ἀναλόγως Ἡλίῳ ῥυθμίζουσα τάς ὥσπερ ὥρας ἤτοι τάς τέσσαρας τοῦ μηνὸς ἑβδομάδας. Τοῦ γὰρ Ἡλίου τὸν ζῳδιακὸν ἐν ὁλοκλήρῳ διατρέχοντος ἔτει ἡ Σελήνη ἐξ αὐτοῦ φωτιζομένη καὶ τὸ δρᾶν προσλαμβάνουσα ἀπὸ συνόδου ἐπὶ σύνοδον φέρεται ἐν ἡμέραις κθ′ C 1 ἔγγιστα καὶ πλείστην ἐμφαίνει συγγένειαν πρὸς τάς τέσσαρας τοῦ ἔτους τροπάς· ἀπὸ μὲν τῆς ἀνατολῆς μέχρι τῆς πρώτης διχοτόμου τῷ ἦρι, ἐντεῦθεν δὲ μέχρι πανσελήνου τῷ θέρει, ἀπὸ πανσελήνου δὲ μέχρι δευτέρας διχοτόμου τῷ φθινοπώρῳ, εἰτ’ ἐφεξῆς μέχρι κρύψεως τῷ χειμῶνι. Κοσμεῖ δὲ οὐ γένεσιν καθ’ αὐτὴν συνιστῶσα, ἀλλὰ τελοῦσα παραπλήσιον· πληροῖ γὰρ τὰ ὑπ’ αὐτὴν καὶ πεπαίνει καὶ συναυξάνει καὶ συμμειοῖ. μαρτυρεῖ δὲ τοῖς εἰρημένοις τὰ θαλάττια ζῷα, καρκίνοι, ἀστακοὶ καὶ ἐχῖνοι καὶ τὰ τούτοις ὁμοφυῆ ὀστρακόδερμα δηλαδὴ συναυξόμενα τῇ Σελήνῃ καὶ συμμειούμενα. Πάλιν δὲ καὶ τὰ φυτὰ σὺν τοῖς καρποῖς καὶ τοῖς σπέρμασι παχύνει καὶ πεπαίνει τῇ πλείστῃ διανομῇ τῆς ὑγρότητος συγκιρναμένη καὶ βραχείᾳ θερμότητι, ἐφεξῆς δὲ καὶ τὸ τάττειν τὰ ὑποκείμενα τὴν Σελήνην ἐκ τῶν κατὰ φύσιν συμβαινόντων ἀποδειχθήσεται. Ταῖς γυναιξὶ γοῦν τάς ἐν ταῖς ἀφέδροις καθάρσεις μηνιαίῳ χρόνῳ κατὰ τὸ πλεῖστον παραφυλάττει. Καὶ οἱ ποταμοὶ δὲ καὶ αἱ πηγαὶ καὶ οἱ εὔριποι συναυξανόμενοι ὄντως καὶ συγκενούμενοι ὥσπερ ἄνωθεν νόμῳ αὐτοῖς διατάττοντι τῇ τῆς Σελήνης αὐξομειώσει συντρέπονται.

Ἥλιος ἔαρ θέρος φθινόπωρον χειμὼν
Σελήνη διχοτόμος α′ πανσέληνος διχοτόμος β′ κρύψις
  ὑγρὸν θερμόν ξηρόν ψυχρὸν

 

     Φάσεις δὲ αὕτη ποιεῖται πρὸς τὸν Ἥλιον ζ′· μηνοειδὴς μέν, ὅταν ξ′ μοίρας ἀπέχῃ ἡ Σελήνη τοῦ Ἡλίου εἰς τὰ ἑπόμενα, διχοτόμος δέ, ὅταν ἀπέχῃ μοίρας ϙ′, ἀμφίκυρτος δέ, ἐπὰν μοίρας ρκ′, πανσέληνος δὲ εἴσω μοιρῶν ρπ′, ἀμφίκυρτος δὲ δευτέρα κατὰ μείωσιν τοῦ φωτός, ὅταν τοῦ Ἡλίου ἡ διάστασις αὐτῆς προηγῆται μοίρας ρκ′, δεύτερα δὲ διχοτόμος, ὅταν ἀπέχῃ μοίρας ϙ′, μηνοειδὴς δέ, ἐπὰν μοίρας ξ′. Πληρώσασα δὲ ταῦτα τὰ σχήματα ὑπὸ τάς αὐγὰς φέρεται τοῦ Ἡλίου ἐπὶ τὴν καλουμένην σύνοδον καὶ ὑποσημαίνει τὸ περιέχον τοῦ ἀέρος κατάστημα. πᾶσα γὰρ ἐπισημασία πρὸς τὸν Ἥλιον γίνεται, ὡς ἂν ἑκάστῳ τῶν ἐπισήμων ἀστέρων πελάζῃ.

     Τούτων δ’ οὕτως προδιασταλέντων ἀκόλουθόν ἐστι διελθεῖν τάς τε τῶν πλανωμένων εὐσήμους ἐπιτολὰς καὶ τάς τῶν ἀπλανῶν πρὸς αὐτοὺς ἰδιοτρόπους συνοικειώσεις, ἐπειδήπερ αἱ μὲν τῶν πλανωμένων ἑῷαι ἀνατολαὶ καὶ οἱ στηριγμοὶ καὶ οὐχ ἥκιστα αἱ μέγισται τῶν φωστήρων ἐκλείψεις σὺν ταῖς πρὸς διάμετρον γινομέναις συνόδοις ἢ πανσελήνοις, τοῖς τε τροπικοῖς καὶ ἰσημερινοῖς σημείοις ἔτι δὲ καὶ τὰ τυχόντα τῶν οὐρανίων ἐπὶ τῆς ἐκτροπῆς διαθέματα, ἐξ ὧν ἡμῖν ἡ ὅλη διάκρισις ἀναφέρεται, χρησιμώτατα τυγχάνουσιν ἐκ τῆς τῶν ζῳδίων φυσικῆς συμπαθείας, ἐν οἷς οἱ ἐπίσημοι ἀστέρες ταῖς παρόδοις καταλαμβάνονται, πρὸς ἔνδειξιν τῶν διατιθεμένων οἰκήσεων καὶ μορφώσεων. Ἐκ δὲ τῆς τῶν ἀστέρων ποιότητος καὶ τῆς πρὸς τοὺς ἄλλους συγκρατικῆς μετουσίας ἡ πρόγνωσις ἡμῖν ἐγγίνεται τῶν μελλόντων ἀγαθῶν ἢ φαύλων συμβήσεσθαι, πρὸς τούτοις δὲ καὶ τοῦ πολυσχιδοῦς συγκρίματος τῶν γενέσεων. Οὗτοι δὲ πάντες ἑῷοι μὲν ἐπιτέλλουσιν, ὅταν ἀπὸ συνόδου ἐπὶ τὰ προηγούμενα τοῦ Ἡλίου πλέον ἢ ἔλασσον μοιρῶν ιε′ ἀφίστανται. Ἰδίως δὲ ὁ τοῦ Κρόνου καὶ ὁ τοῦ Διὸς καὶ ὁ τοῦ Ἄρεως ἑῷοι μὲν ὄντες, ἀποστάντες δὲ περὶ μοίρας ρκ′ τὸν πρῶτον στηριγμὸν ποιοῦνται ὑποποδίζοντες, ἐν δὲ τῷ ς′ ζῳδίῳ παραγενόμενοι ἔτι μᾶλλον ἀναποδίζοντες ἐπ’ ἀκρόνυχον φέρονται κατὰ διάμετρον τῷ Ἡλίῳ σχηματιζόμενοι καὶ ἅμα τῇ δύσει αὐτοῦ κατ ἀρχὰς τῆς νυκτὸς ἀνατέλλοντες· ἀπὸ τῆς ἀκρονύκτου δ’ ὡσαύτως τοῖς ἀριθμοῖς ἀφαιροῦντες καὶ ἐπὶ τὸ ἑπόμενον τρίγωνον τοῦ Ἡλίου ἐληλυθότες τὸν δεύτερον ποιοῦνται στηριγμὸν· αὖθις τοῖς ἀριθμοῖς προστιθέντες καὶ καταντήσαντες εἰς τὴν ἐπαναφορὰν τοῦ Ἡλίου καὶ τὴν ἑσπερίαν ποιησάμενοι δύσιν ἐπὶ σύνοδον ἀφικνοῦνται. Σύνοδος γὰρ κυρίως ἐστίν, ὅταν κατὰ τὸ αὐτὸ ζῴδιον ἰσόμοιροι τύχωσι τῷ Ἡλίῳ μὴ ἀπέχοντες αὐτοῦ πλέον ἢ ἔλασσον λεπτῶν νθ′. Μόνος δὲ ὁ τοῦ Πυρόεντος ἀστὴρ καὶ ἕτερα δύο σχήματα ποιεῖται πρὸς τὸν Ἥλιον, ἅτινα εἰώθασιν ἀνωμαλίαν καλεῖν οἱ περὶ ταῦτα ἐπιμελέστεροι· καὶ τὴν μὲν πρώτην ἀνωμαλίαν ποιεῖται, ὅταν ἑῷος ὑπάρχων προηγῆται τοῦ Ἡλίου μοίρας πβ′ ἢ ϙ′, τὴν δὲ δευτέραν ἐπὶ τῆς ἑσπερίας δύσεως, ὅταν τὴν αὐτὴν διάστασιν ὁ ἀστὴρ ἀπέχῃ πρὸς Ἥλιον. Ἀεὶ δὲ οὗτοι, ὡς δέδεικται, ἔλαττον τοῦ Ἡλίου διανύουσι κίνημα.

     Ὁ δὲ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Ἑρμοῦ τὰ ἀλλοιοῦντα τὸν βίον τῶν ἀνθρώπων καὶ τὰ ἐπὶ γῆς διὰ τῆς πρὸς Ἥλιον σχέσεως πότε μὲν πλέον, πότε δὲ ἔλαττον τὸ ἡμερήσιον διανύουσι δρόμημα. Ὅθεν καὶ διττὰς φάσεις ποιοῦνται πρὸς Ἥλιον, ἑῴαν μὲν ἀνατολήν, ὅταν αὐτὸν προαναφέρωνται ἢ ἐπαναφέρωνται πλέον ἢ ἔλαττον μοιρῶν ιε′, ἑσπερίαν δὲ ἀνατολήν, ὅταν ἑπόμενοι ἡ προηγούμενοι ἧττον τῶν ιε′ μοιρῶν ἡ περαιτέρῳ ἐπαναφέρωνται. Ἑντὸς δὲ τῶν εἰρήμενων διαστάσεων τετυχηκότες ἐν ταῖς προαναφερομέναις τὴν ἑῴαν δύσιν ἐπιτελοῦσιν, ἐν δὲ ταῖς ἀναφερομέναις τὴν ἑσπερίαν δύσιν. Στηρίζει δὲ ὁ μὲν τῆς Ἀφροδίτης ἀπέχων ἔγγιστα πρὸς τὸν Ἥλιον μοίρας μζ′, ὁ δὲ τὸν Ἑρμοῦ περὶ μοίρας κγ′.

    Σχὀλιον: Τὸ ἑξῆς αὐτοῦ τῶν ιε′ μοιρῶν προαναφέρονται· τὸ προαναφέρονται ἢ ἐπαναφέρονται οὐ πρὸς τὸν Ἥλιον ἀκουστέον, ἀκόλουθον γάρ, ἀλλὰ πρὸς τάς ιε′ μοίρας. Καὶ γὰρ ἡ Ἀφροδίτη δύναται προηγουμένη τοῦ Ἡλίου ἑσπερία φαίνεσθαι καὶ ἑπομένη ἑῴα. Προποδίζειν λέγει ὁ φιλόσοφος τὴν εἰς τὰ ἑπόμενα κίνησιν ποιεῖσθαι, ὑποποδίζειν δὲ τὴν εἰς τὰ προηγουύμενα μεταβατικῶς κινεῖσθαι σημαίνει, ὑποποδισμὸς ἢ ἀφαίρεσις κατὰ μῆκος, ὅπερ προήγησις καλεῖται.

     Ἀλλ’ ἐπὶ μὲν τὰ ἑπόμενα τὸν πρῶτον στηριγμὸν ἀφαιρετικὸν ὄντα ἐπιτελοῦσιν, ἐπὶ τὰ ἡγούμενα δὲ τὸν δεύτερον προποδίζοντες. Ἰστέον μέντοι καθόλου, ὅτι ἅπαντες οἱ ἀστέρες ἀεὶ τὴν εἰς τὰ ἑπόμενα ποιοῦνται μετάβασιν. Ἡ δὲ κατὰ τὴν αὐτὴν μοῖραν φαινομένη τῶν πλανωμένων μονὴ ἀπάτη τῆς ὄψεως πέφυκεν. Οἱ δὲ τῶν ἀπλανῶν ἀστέρων ἐπίσημοι, ὡς τῷ Πτολεμαίῳ δόκει, τῇ συγκρατικῇ σχέσει πρὸς τοὺς πλανωμένους συνοικειούμενοι ταῖς τούτων φύσεσιν ἀναλόγως διατιθέασιν ἐν τοῖς καθολικοῖς τε τῶν κλιμάτων συμπτώμασι καὶ τοῖς μερικοῖς ἰδιώμασι τῆς γενέσεως συνοικοδεσπόται γενόμενοι.

3. Περὶ ὧν οἱ ἀστέρες ἐν τῷ βάθει ποιοῦνται ἀπογείων καὶ περιγείων σχηματισμῶν

     Χρὴ γινώσκειν τὸν γνησίως προθέμενον ἀνιχνεύειν τάς τῶν ἀποτελεσμάτων τετηρημένας ἐπιβολάς, ὅτι ἐν τῷ βάθει τῶν ζῳδίων οἱ πλανῆται σχήματα ποιοῦνται τέσσαρα. Τὸ μὲν πρῶτον ὅταν ἀπὸ τῆς ἀνωτάτῳ ἁψῖδος εἰς τὴν μέσην κατέλθωσιν ἐξ ὕψους ταπεινούμενοι. Τὸ δὲ δεύτερον, ὅταν ἐκ τῆς μέσης εἰς τὴν χθαμαλὴν ἁψῖδα κατέρχωνται ἐπὶ τὸ περίγειον νεύοντες. Τὸ δὲ τρίτον, ἐπὰν ἐκ τῆς κάτω ἐπὶ τὴν μέσην πάλιν ἀνέλθωσιν ἐκ τῆς περιγείου ὑψούμενοι. Τὸ δὲ τέταρτον, ὅταν ἐκ τῆς μέσης εἰς τὴν ἀνωτάτην ἀνέρχωνται ἐπὶ τὸ ἀπόγειον ἀφικνούμενοι. Κατιόντες μὲν γὰρ οἱ ἀστέρες ἐκ τῆς ὑψηλοτάτης ἁψῖδος συνοδικοὶ πρὸς Ἥλιον γενόμενοι προποδίζειν ἄρχονται. Ἀπὸ δὲ τῆς μέσης κατιόντες ἁψῖδος τὸν πρῶτον ποιούμενοι στηριγμὸν ἐπὶ τὴν ἀκρόνυχον ἔρχονται, ἀπὸ δὲ τῆς περιγείου ὑψούμενοι τὴν ἀκρόνυκτον ποιησάμενοι φάσιν ἄρχονται ὑποποδίζειν καὶ ἐπὶ τὸν δεύτερον ἔρχεσθαι στηριγμὸν, ἀπὸ δὲ τῆς μέσης ἁψῖδος ἐπὶ τὸ ἀπογειότατον ἀνιόντες τὸν δεύτερον ποιούμενοι στηριγμὸν καὶ τὴν εἰς τὰ ἑπόμενα μετάβασιν μεγίστην ἐπὶ σύνοδον πορεύονται πρὸς τὸν Ἥλιον διάμετρον.

4. Περὶ ἡμερινῶν καὶ νυκτερινῶν ἀστέρων

     Ἡμερινοὺς ἀστέρας ὅταν εἴπωσι, σημαίνουσι Κρόνον καὶ Δία τῆς Ἡλίου αἱρέσεως αὐτοὺς εἶναι λέγοντες, ἐπεὶ οὐ πολλὰς δύσεις ποιοῦνται, οὐδὲ σχήματα· χαίρουσι γὰρ ἡμέρας χρηματίζοντες καὶ ἡμερινῶν οἴκοις. Ὅταν δὲ νυκτερινοὺς ἀστέρας εἴπωσιν, Ἄρη λέγουσιν καὶ Ἀφροδίτην τῆς σεληνιακῆς αἱρέσεως αὐτοὺς εἶναι τιθέντες· πολύσχημοί τὲ γάρ εἰσι καὶ πολλάκις ὑπὸ δύσιν ἐρχόμενοι καὶ ἐπισκοτούμενοι. Τὸν μέντοι γε τοῦ Ἑρμοῦ ἐπίκοινον λέγουσιν· ᾧ γὰρ ἂν σχήματι παρατυγχάνοι, τούτῳ οἰκειοῦται, ἑῷος μὲν τῷ Ἡλίῳ, τῇ δὲ Σελήνῃ ἑσπέριος.

5. Περὶ οἴκων οἵτινες καὶ ζῶναι τῶν ἀστέρων προσαγορεύονται

     Οἴκους ἀστέρων καὶ ζώνας λέγουσι τὰ ιβ′ τοῦ ζῳδιακοῦ δωδεκατημόρια, ἃ καὶ ζῴδια καλοῦσι. Τούτων τὰ μὲν βορειότερα καὶ ἡμῶν πλησίον τοῖς φωστῆρσι δέδοται, Σελήνη μὲν Καρκίνος, Ἡλίῳ δὲ Λέων, ἑξῆς δὲ τῷ μὲν ἐγγυτάτῳ αὐτῶν Ἑρμῆ Δίδυμοι καὶ Παρθένος, μεθ’ ὃν Ἀφροδίτη Ταῦρος καὶ Ζυγός, εἶτα Ἄρει Κριὸς καὶ Σκορπίος, εἶτα Διὶ Τοξότης καὶ Ἰχθύες, εἶτα τῷ πορρωτάτῳ ἡμῶν Κρόνῳ Αἰγόκερως καὶ Ὑδροχόος.

6. Περὶ ὑψωμάτων

     Ὑψώματα δὲ τῶν ἀστέρων τίθενται, τῶν μὲν ἡμερινῶν τὰ τρίγωνα τῶν οἴκων καὶ τῇ φύσει συμπαθοῦντα. Οἷον Ἡλίου, ἐπεὶ Λέων ἐστὶν οἶκος, ὕψωμα ἔσται Κριὸς τὸ τρίγωνον τούτου τετράπουν ὄν, ἔχει δὲ τὸ ὕψωμα περὶ μοίρας ιθ′· Κρόνου, ἐπεὶ οἶκος Ὑδροχόος, ὕψωμα ἔσται Ζυγὸς περὶ μοίρας κ′· Διός, ἐπεὶ οἶκος Ἰχθύες, ὕψωμα ἔσται Καρκίνος περὶ μοίρας ιε′. Τῶν δὲ νυκτερινῶν ἀστέρων, ὅσοι τῆς αἱρέσεως εἰσὶ τῆς Σελήνης, διὰ τὸ ἀσθενὲς τῆς ἀκτῖνος τὰ ἑξάγωνά ἐστι τῶν οἴκων ὑψώματα. Ἔστω οὖν Σελήνης μὲν ὕψωμα τὸ ἑξάγωνον Καρκίνου, Ταῦρος περὶ μοίρας γ′· Ἄρεως δὲ ὕψωμα τὸ ἑξάγωνον Σκορπίου, Αἰγόκερως περὶ μοίρας κη′· Ἀφροδίτης δὲ τὸ ἑξάγωνον Ταύρου, Ἰχθύες περὶ μοίρας κς′· ὁ δὲ τοῦ Ἑρμοῦ, ἐπειδὴ κοινός ἐστιν ἥ τε ἀκτὶς ἀμυδροτέρα διὰ τὸ πλειστάκις αὐτὸν δύνειν, τὸ αὐτο ἔχει οἶκον καὶ ὕψωμα Παρθένον περὶ μοίρας ιε′· τὰ δὲ ἀντικρὺ τῶν ὑψωμάτων ζῴδια ταπεινώματα αὐτῶν τυγχάνει, ἐν οἷς ἀμαυροτέρας ἔχουσι τάς δυνάμεις.

7. Περὶ συνοικοδεσποτῶν

     Συνοικοδεσπόται δ’ ἀλλήλων λέγονται, ὅταν τοῦ μὲν οἶκος ᾖ, τοῦ δὲ ὕψωμα. Τινὲς δὲ τοὺς τῶν οἴκων καὶ τοὺς τῶν τριγώνων κυρίους συνοικοδεσπότας λέγουσιν, οἷον Κριοῦ Ἥλιος καὶ Ἄρης, Ταύρου Σελήνη καὶ Ἀφροδίτη, Διδύμων Ἑρμῆς καὶ Κρόνος, Καρκίνου Ζεὺς καὶ Σελήνη, Ζυγοῦ Κρόνος καὶ Ἀφροδίτη, Σκορπίου Ἄρης μόνος, Τοξότου Ζεὺς καὶ Ἥλιος, Αἰγοκέρωτος Ἄρης καὶ Κρόνος, Ὑδροχόου Κρόνος καὶ Ἑρμῆς, Ἰχθύων Ἀφροδίτη καὶ Ζεύς· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. Φωστῆρας καὶ φῶτα καὶ βασιλεῖς λέγουσιν Ἥλιον καὶ Σελήνην καὶ τὸν μὲν ἡμέρας, τὴν δὲ νυκτὸς κυρίους· ἐν ταῖς συνοικοδεσποτίαις τοὺς τῆς αἱρέσεως λέγουσι φωστῆρας, ἐν οἷς ὕψωμά τινος λαβεῖν οὐκ ἔστι.

8. Περὶ ἐπιμαρτυρίας

     Τοὺς πρὸς ἀλλήλους τῶν ἀστέρων σχηματισμοὺς καλοῦσιν ἐπιμαρτυρίας. Ἔστι δὲ σχήματα τάδε· τρίγωνον μὲν τὸ διὰ ε′, ὅταν ᾖ μέσα τῶν δύο ζῳδίων τρία, τετράγωνον δὲ τὸ διὰ τεσσάρων, ὅταν ἧ μέσα αὐτῶν ζῴδια δύο, διάμετρον δὲ τὸ ἐν τῷ ζ′, ὅταν ᾖ μέσα ζῴδια πέντε, ἑξάγωνον δὲ τὸ διὰ γ′, ὅταν ᾖ μέσον αὐτῶν ζῴδιον ἕν. Καὶ ὁ μὲν κατὰ τρίγωνον σχηματισμὸς συμπαθὴς καὶ ὠφέλιμος, κἂν φθοροποιὸς ὑπάρχῃ, ἧττόν ἐστι βλαπτικός· ὁ δὲ τετράγωνος σκληρὸς καὶ ἀσύμφωνος καὶ λυπήσαι δυνατός, ἐὰν φθοροποιὸς ὑπάρχῃ· ὁ δὲ διάμετρος ἀντίζηλος μέν, χείρων δέ, ἐὰν κακοποιὸς ὑπάρχῃ· ὁ δὲ ἑξάγωνος ἀδρανέστερος. Ὁρᾶν δὲ χρῇ, εἰ κατὰ μοῖραν ἔχουσι τέλεια τὰ σχήματα καὶ μὴ μόνον ζῳδιακῶς· ὁ μὲν τρίγωνος διὰ μοιρῶν ρκ′, ὁ δὲ τετράγωνος διὰ μοιρῶν ϙ′, ὁ δὲ ἑξάγωνος διὰ μοιρῶν ξ′, ὁ δὲ διάμετρος διὰ μοιρῶν ρπ′. Πολλάκις γὰρ κατὰ μὲν ζῴδιον εἰσιν ἐσχηματισμένοι, κατὰ δὲ μοῖραν οὐκέτι.

9. Περὶ δεξιῶν καὶ εὐωνύμων σχημάτων

     Δεξιὸν μὲν λέγουσι τρίγωνον καὶ τετράγωνον καὶ ἑξάγωνον, ἀφ’ οὗ ἀπελήλυθεν ὁ ἀστήρ, εὐώνυμον δέ, ἐφ’ ὃ πορεύεται. Οἷον Ἡλίου ὄντος Λέοντι δεξιὸν μὲν τρίγωνον τὸ τοῦ Κριοῦ καὶ Λέοντος, εὐώνυμον δὲ τὸ τοῦ Τοξότου· δεξιὸν δὲ τετράγωνον τὸ τοῦ Ταύρου καὶ Λέοντος, εὐώνυμον δὲ τὸ τοῦ Σκορπίου· δεξιὸν δὲ ἑξάγωνον τὸ τῶν Διδύμων καὶ Λέοντος, εὐώνυμον δὲ τὸ τοῦ Ζυγοῦ· ἑπτὰ γὰρ ἀκτῖνας ἕκαστος τῶν ἀστέρων ἀφίησι, τρεῖς μὲν εἰς τὸ ἄνῳ, τρεῖς δὲ εἰς τὸ κάτω, μίαν δὲ ἐπὶ τὸ διάμετρον, ὧν δεξιαὶ μὲν αἱ ἐπὶ τὸ ἄνῳ, εὐώνυμοι δὲ αἱ ἐπὶ τὸ κάτω.

10. Περὶ παραλλαγῆς

     Παραλλαγὴν λεγουσιν, ὅταν τὸν κατὰ μοῖραν σχηματισμὸν τῆς ἰσοσκελοῦς γραμμῆς παραλλάξωσιν οἱ ἀστέρες, οἷον Ἥλιος Κριῷ μοιρ. ιθ′, Κρόνος Ζυγῷ μοιρ. κ′.

11. Περὶ συναφῆς καὶ κολλήσεως

     Συναφὴν δὲ καὶ κόλλησιν λέγουσιν, ὅταν μοιρικῶς συνάπτωσι καθ’ οἷον δηποτοῦν σχῆμα ἢ καὶ ἐντὸς τριῶν μοιρῶν μέλλωσι συνάπτειν. Ῥηθείη δ’ ἂν καὶ οὕτω· κόλλησίς ἐστιν, ὅταν ἀστὴρ ἀστέρι προσέρχηται ὁ ταχίων τῷ βράδιον κινουμένῳ μὴ πλεῖον ἀπέχων ἔτι μοιρῶν τριῶν. Ἐπὶ δὲ τῆς Σελήνης λέγουσί τινες ἐντὸς τρισκαίδεκα μοιρῶν, τουτέστιν ἡμερινοῦ καὶ νυκτερινοῦ δρόμου, τὴν συναφὴν παρατηρεῖν τίνι συνάπτει.

12. Περὶ ἀπορροίας

     Ἀπόρροια δέ ἐστιν, ὅθεν φέρεται ἀστὴρ ἀπὸ ἀστέρος, συναφὴ δέ, εἰς ὃν φέρεται ἀστέρα ἢ ἀκτῖνα, οἷον Σελήνη ἐν Σκορπίῳ μοιρ. κ′, Κρόνος δὲ ἐν τῷ αὐτῷ μοιρ. ι′, ὁ δὲ τοῦ Διὸς ὁμοίως ἐν Σκορπίῳ μοιρ. κε′· φανερὸν ὅτι τὴν μὲν ἀπόρροιαν ἕξει ἀπὸ Κρόνου, Διὶ δὲ συνάπτει. Πάλιν ἔστω Σελήνη ἐν Σκορπίῳ κ′, Κρόνος ἐν Ὑδροχόῳ μοιρ. ι′, Ζεὺς ἐν Λέοντι μοιρ. κε′· ἕξει ἄρα τὴν ἀπόρροιαν ἡ Σελήνη ἐκ τῆς ι′ τοῦ Σκορπίου μοίρας, ἥτις ἀκτινοβολεῖται ἐκ τετραγώνου ὑπὸ Κρόνου, συνάπτει δὲ τῇ κε′ τοῦ Σκορπίου ἀκτινοβολουμένη ὑπὸ τοῦ Διὸς ἐκ τοῦ προειρημένου ζῳδίου.

13. Ἄλλως περὶ ἀπορροίας

     Ἔτι τὴν ἀπόρροιαν καὶ οὕτως ἀποδιδόασιν· ἀπόρροιά ἐστιν, ὅταν ἄστρον ἄστρου ἀπορρέῃ, τὸ ταχύτερον τοῦ βραδυτέρου ἤτοι ἀπὸ κολλήσεως γεγενημένης ἆσσον, ἤτοι ἀπὸ συναφῆς τῆς κατὰ σχῆμα, ὅταν πλείονας τοῦ δέοντος πρὸς τὸ σχῆμα μοίρας μέσας ἔχειν ἄρχωνται.

14. Περὶ περισχέσεως

     Περισχεθῆναι δὲ λέγουσιν, ὅταν ἐν τοιούτῳ σχήματι γένηται ἀστὴρ · οἷον ἔστω ἡ Σελήνη Παρθένῳ, Ἄρης δὲ Κριῷ, περιέχει τὴν Παρθένον Λέων καὶ Ζυγός, ἀκτὶς δὲ τοῦ Ἄρεως· ἡ μὲν φέρεται ἐπὶ Λέοντος τρίγωνα, ἡ δὲ ἐπὶ Ζυγοῦ διάμετρον, περιεσχέθη ἡ Σελήνη ὑπὸ κακοποιῶν ἀκτίνων. Ὅταν οὖν κακοποιοὶ περιέχωσιν ἢ τὴν Σελήνην ἢ τὸν ὡροσκόπον, μηδενὸς τῶν ἀγαθοποιῶν λόγον ἔχοντος χρηματιστικὸν πρὸς τοὺς περισχεθέντας, ὀλιγοχρόνιόν φασι γίνεσθαι τὸν γεννώμενον.

15. Περὶ ἐμπερισχέσεως

     Πάλιν τὴν ἐμπερίσχεσιν οὕτως ἀποδιδόασιν· ἐμπερίσχεσις λέγεται, ὅταν δύο ἀστέρες ἕνα μέσον ἐμπερισχῶσιν μηδενὸς εἰς τὰ μεταξὺ ἄλλου παρεμβάλλοντος τὴν ἀκτῖνα, ἢ πάλιν ἐφ’ ἃς παρελήλυθεν ἀστὴρ μοίρας ζ′ ἢ ἐφ’ ἃς ἔρχεται ζ′ κατὰ σχῆμα ἕτεροι τάς ἀκτῖνας ἐπιβάλωσιν ἢ ὁ αὐτὸς καὶ εἰς ἐκ διαφόρων σχημάτων, ὡς προείρηται. Χαλεπὴ δὲ ἡ τοιαύτη ἐμπερίσχεσις ὑπὸ φθοροποιῶν ἐγγινομένη, ὑπὸ δὲ ἀγαθοποιῶν εὐεργετική.

16. Περὶ μεσεμβολήσεως

     Μεσεμβόλησίς ἐστιν, ὅταν εἰς τάς μέσας μοίρας ἐπιβάλῃ ἀστὴρ τὴν ἀκτῖνα, οἷον Σελήνης οὔσης ἐν Λέοντι μοιρ. ι′ καὶ Ἄρεως ἐν Λέοντι μοίρας κε′ μέσαι ἄρα ιε′ μοῖραι ἀπὸ μοίρας ι′ Λέοντος ἕως μοίρας κε′. Ἐὰν οὖν ὁ τοῦ Διὸς τύχῃ ἐν Κριῷ ὑπάρχων μοιρ. ιβ′ ἢ καὶ πλειόνων ἅπαξ ἀπὸ μοιρῶν ι′ ἕως κε′, μεσεμβολεῖ ἡ τούτου ἀκτὶς τάς μέσας μοίρας. Ὡσαύτως δὲ κἂν μὲν ἡ Σελήνη ᾖ ἐν τῇ ι′ μοίρᾳ τοῦ Λέοντος καὶ ὁ Ζεὺς ἐν τῇ κε′, ὁ δὲ Ἄρης ἐν Κριῷ μοίρας ιβ′ ἢ πλειόνων, ὡς εἴπομεν ἐπὶ τοῦ Διός, μεσεμβολεῖ Ἄρης τὴν Σελήνην καὶ τὸν Δία.

17. Περὶ μετοχετεύσεως

     Μετοχέτευσις λέγεται, ὅταν ἀστὴρ συνάπτῃ ἑτέρῳ ἀστέρι κἀκεῖνος πάλιν ἑτέρῳ. Μετοχετεύει γὰρ τὴν δύναμιν τοῦ ἑνὸς ἐπὶ τὴν δύναμιν τοῦ ἑτέρου.

18. Περὶ ἐπισυναγωγῆς

     Ἐπισυναγωγὴ λέγεται, ὅταν συνάπτωσι τῷ ἑνὶ ἀστέρι διάφοροι ἀστέρες· τηνικαῦτα γὰρ λαμβάνει ὁ ἀστὴρ τὴν δύναμιν ἐκείνων.

19. Περὶ ἀποστροφῆς

     Ἀποστροφὴ λέγεται, ὅταν ὁ κύριος τοῦ ὡροσκόπου οὐ συνάπτῃ τῷ κυρίῳ τοῦ ὡροσκόπου τοῦ σημαίνοντος τὰ περὶ ἐρωτήσεων.

20. Περὶ ἐπιδεκατείας

     Ἐπιδεκατεύειν δὲ λέγεται καὶ καθυπερτερεῖν ὁ ἐν τῷ δεκάτῳ ζῳδίῳ κείμενος τὸν ἐν τῷ τετάρτῳ, οἷον ἐπιδεκατεύει ὁ ἐν Ζυγῷ τυγχάνων ἀστὴρ τὸν ἐν Αἰγοκέρωτι καὶ ὁ ἐν Αἰγοκέρωτι τὸν ἐν Κριῷ.

21. Περὶ καθυπερτερήσεως

     Καθυπερτερεῖ πᾶς ἀστὴρ ὁ ἐν τῷ δεξιῷ τριγώνῳ ἢ τετραγώνῳ κείμενος ἢ ἑξαγώνῳ τὸν ἐν τῷ εὐωνύμῳ· ἔρχεται γὰρ ἐπ’ αὐτόν. Οἷον ἐν Αἰγοκέρωτί τις ὢν καθυπερτερεῖ τὸν ἐν τῷ Ταύρῳ τριγώνῳ καὶ τὸν ἐν Κριῷ τετραγώνῳ σχήματι καὶ τὸν ἐν Ἰχθύσιν ἑξαγώνῳ, αὐτὸς δὲ καθυπερτερεῖται ὑπὸ τοῦ ἐν Ζυγῷ καὶ ὑπὸ τοῦ ἐν Παρθένῳ καὶ ὑπὸ τοῦ ἐν Σκορπίῳ. Λέγουσι δὲ δυνατωτέρας εἶναι τάς καθυπερτερήσεις εἴτε τρίγωνοι εἶεν, εἴτε τετράγωνοι. Ὁ γὰρ οὕτω καθυπερτερῶν ἀστὴρ ἰσχυρότερός ἐστιν, ἄν τε ἀγαθοποιὸς ᾖ, ἄν τε κακοποιός, ἢ καὶ ἐπίκεντρος. Ἀγαθοποιὸς μὲν γὰρ ὢν ἐπίσημον τὴν γένεσιν δείκνυσι, φθοροποιὸς δὲ ἄσημον, καὶ καθόλου πᾶς ἀστὴρ ὁ ἐν τῷ δεξιῷ καθυπερτερεῖ τὸν ἐν τῷ εὐωνύμῳ, ἐφ ὃν φέρεται.

22. Περὶ ὁμορήσεως

     Ὁμόρησις λέγεται, ὅταν ἐν τοῖς αὐτοῖς ὁρίοις ἀστέρες ὧσιν ἤτοι ἐπὶ κολλήσεως γεγενημένης ἢ καὶ κατὰ σχῆμα οἰονδήποτε ἀλλήλους ἐφορῶντες ἐν ὁρίοις ἀστέρος τοῦ αὐτοῦ.

23. Περὶ κενοδρομίας

     Κενοδρομία λέγεται, ὅταν ἡ Σελήνη μηδενὶ συνάπτῃ μήτε ζῳδιακῶς, μήτε μοιρικῶς, μήτε κατὰ σχῆμα, μήτε κατὰ κόλλησιν, μήτε μὴν ἐντὸς λ′ μοιρῶν τῶν ἔγγιστα συναφὴν ἢ σύνοδον ποιεῖσθαι μέλλῃ. Ἀδιαίρετοι δὲ αἱ τοιαῦται γενέσεις καὶ ἀπρόκοποι.

24. Περὶ ἀκτινοβολίας

     Ἀκτινοβολεῖ δὲ ἀστὴρ ὁ προηγούμενος τὸν ἑπόμενον κατὰ σχῆμα, οἷον ὁ ἐν Κριῷ ἀκτινοβολεῖ τὸν ἐν Αἰγοκέρωτι τετράγωνον καὶ τὸν ἐν Τοξότῃ τρίγωνον, ὁ δὲ ἑπόμενος τὸν προηγούμενον ἐφορᾷ μὲν καὶ καθυπερτερεῖ φερόμενος ἐπ’ αὐτόν, ὡς προείρηται, οὐκ ἀκτινοβολεῖ δέ. Πάσης γὰρ αὐγῆς ἡ μὲν ὄψις εἰς τὸ ἔμπροσθεν φέρεται, ἡ δὲ ἀκτὶς εἰς τοὐπίσω· καὶ ἐνταῦθα δὲ θεωρεῖν χρή, πότερον ζῳδιακῶς μόνον ἀκτινοβολεῖ, ἢ καὶ συνάπτει μοιρικῶς. Γεγόνασι δὲ αἱρέσεις περὶ τούτων δύο· ἀκτινοβολεῖν γὰρ θέντες τὸν κατὰ τετράγωνον ἀστέρα ἐκ τοῦ καθ’ ὑπάντησιν ζῳδίου τὸν ἐκ τοῦ κατ’ ἐπακολούθησιν, οἷον ἀκτινοβολεῖν τὸν ἐν τῷ Καρκίνῳ τὸν ἐν τῷ Κριῷ, θεωρεῖν δὲ τὸν ἐν τῷ Κριῷ τὸν ἐν τῷ Καρκίνῳ, ὃν καὶ ἀναιρεῖν φάσιν, εἰ κακοποιὸς εἴη. Ὁ γὰρ ἀκτινοβολῶν ἀναιρεῖ, οὐχ ὁ ἐπιθεωρῶν. Ὁ δὲ κατὰ διάμετρον καὶ ἀκτινοβολεῖ καὶ ἐπιθεωρεῖ, ὁ μέντοι κατὰ τρίγωνον οὐδέποτε ἀκτινοβολεῖ. Ἀπερείδεται γὰρ τὴν ἀκτῖνα ἐπὶ τὸ τετράγωνον σύνεγγυς ὑπάρχον μᾶλλον τοῦ τριγώνου, ὥστε εὐπρακτοτέραν ἐπὶ τοῦ τριγώνου γίνεσθαι αὐτοῦ τὴν συμπάθειαν. Ταῦτα μὲν οὖν οὕτως. Θράσυλλος δὲ τὴν ἀκτινοβολίαν ἀναίρεσιν λέγει, ἀναιρεῖν δὲ τοὺς τοῖς τετραγώνοις σχήμασιν ἐπιπαρόντας ἢ τοῖς διαμέτροις ἐν τῷ διαστήματι τῆς ὡροσκοπούσης μοίρας τῆς τῶν τριγώνων μαρτυρίας, μὴ λαμβανομένης εἰς ἀναίρεσιν. Τὸ δὲ πόθεν ἐπιφέρουσι τὴν ἀκτῖνα οὐ διοίσει, φησί, πότερον ἐκ δεξιῶν ἢ εὐωνύμων εἰς τὴν ἐπαναφορὰν τοῦ ὡροσκόπου ἢ τοῦ ἀστέρος τοῦ ἔχοντος τὴν κυρείαν τῆς Σελήνης, ὅθεν ἔσται ἡ ἄφεσις, λέγει δέ, ὅτι ἐὰν ἡ Σελήνη τύχῃ τὸν οἰκοδεσπότην ἔχουσα σὺν ἑαυτῇ ἢ κατὰ διάμετρον, ἀπὸ τοῦ οἰκοδεσπότου τὴν ἄφεσιν ποιησόμεθα. Οἷον εἰ γένοιτο ἐν Τοξότῃ μετὰ Διὸς ἡ Σελήνη ἢ ὁ Ζεὺς ἐν Διδύμοις εἴη αὐτῆς τῆς Σελήνης οὔσης ἐν Τοξότῃ, ἀπὸ τοῦ Διὸς ἀφήσομεν.

25. Περὶ λαμπηνῶν

     Ἐν λαμπήναις δὲ ἰδίαις λέγονται ἀστέρες κεῖσθαι, ὅταν ἐν οἴκῳ ἰδίῳ ἢ τριγώνῳ ἢ ὑψώματι κεῖνται καὶ ὁριοῖς ἰδίοις. Ἔσται δὲ καὶ οὕτω δυνατώτατος, ἐὰν καὶ δεδυκὼς ᾖ ὑπὸ τάς αὐγὰς τοῦ Ἡλίου· πλείω γὰρ ἰσχύει τῶν ἄλλων. Ἐὰν δὲ καὶ ἔχῃ ἀνατολὴν ἢ ἐπίκεντρος τύχῃ καὶ τὴν Σελήνην ἐφορᾷ, ἐξουσιαστικὴν καὶ ἀρχοντικὴν ποιήσει τὴν γένεσιν. [α′ ἐκ τοῦ ἑπόμενου καὶ εὐωνύμου· β′ ἐκ τοῦ ἡγουμένου καὶ δεξιοῦ· γ′ ἐκ τῶν εὐωνύμων· δ′ ... ταύτης ἐστὶ τῆς δόξης καὶ ὁ Πτολεμαῖος λέγων ἀκτῖνα ἐπιφερόντων ὅθεν δὴ πότε τετράγωνον ἢ διάμετρον. Ὁ δὲ Πτολεμαῖος καὶ τὰ τρίγωνα τῶν ἀστέρων λέγει, πλὴν κατὰ τάς συνοικειώσεις κελεύει τοῦτο παρατηρεῖν].

26. Περὶ μετοχῆς

     Μετοχή ἐστιν, ὅταν ὁ συμμετέχων τοῦ ζῳδίου συμπαρῇ, ἢ οἰκείως αὐτὸ ἐφορᾷ· συμμετέχει δὲ τοῦ ζῳδίου ὁ συνδεσπόζων· συνδεσπόζει δέ, ὅταν τοῦ μὲν οἶκος, τοῦ δὲ ὕψωμα ᾖ.

27. Περὶ ἀνταναλύσεως

     Ἀντανάλυσις καλεῖται, ὅταν οἱ ἡμερινοὶ τῶν νυκτερινῶν ἢ οἱ νυκτερινοὶ τῶν ἡμερινῶν τοὺς οἴκους ἢ τὰ ὑψώματα κατασχῶσιν, ἢ ὅταν οἱ μὲν ἐπικείμενοι τοῖς ζῳδίοις ἀστέρες καλῶς χρηματίζωσιν, οἱ δὲ δεσπόται τῶν ζῳδίων ἐν κακώσει ὑπάρχωσιν ἀχρημάτιστοι τυγχάνοντες.

28. Περὶ κακώσεως

     Κάκωσις λέγεται, ὅταν ὑπὸ φθοροποιῶν ἀκτινοβολῆταί τις, ἢ ἐμπεριέχηται ἢ ἐν συναφῇ φθοροποιοῦ ἢ ἐν κολλήσει γένηται ἢ διαμετρῆται ἢ καθυπερτερῆται ἢ οἰκοδεσποτῆται ὑπὸ φθοροποιοῦ κακῶς κείμενου, αὐτὸς δὲ ἐν τοῖς ἀχρηματίστοις ἀποκλίνῃ.

29. Περὶ δορυφορίας

     Δορυφορίας γένη ἐστὶ τρία· πρῶτον μέν, ἐάν τινα ἐν οἴκῳ ὄντα ἰδίῳ ἢ ὑψώματι ἐπίκεντρον ἕτερος ἐν οἴκῳ ἰδίῳ ἢ ὑψώματι κείμενος κατὰ σχῆμα κατοπτεύῃ ἐπὶ τὴν προαναφερομένην αὐτοῦ μοῖραν τὴν ἀκτῖνα βάλλων, οἷον ἐὰν ἐν Λέοντι Ἥλιον ὄντα Κρόνος ἐξ Ὑδροχόου διαμετρήσῃ ἢ Ζεὺς ἐκ Τοξότου τριγωνίσῃ, ἢ πάλιν τὸν Δία ἐν Καρκίνῳ κείμενον Ἄρης ἐν Αἰγοκέρωτι ὢν διαμετρήσῃ, ἢ ἐν Τοξότῃ κείμενον Ἄρης ἐκ Κριοῦ τριγωνίσῃ, ἢ Ἑρμῆς ἐκ Διδύμων διαμετρήσῃ, ἢ Σελήνην ἐν Καρκίνῳ κειμένην Ἄρης ἀπὸ Σκορπίου τριγωνίσῃ ἢ Ζεὺς ἢ Ἀφροδίτη ἀπὸ Ἰχθύων ἢ πάλιν Σελήνην ἐν Ταύρῳ κειμένην Ἀφροδίτη ἢ Ζεὺς ἀπὸ Ἰχθύων ἑξαγωνίσωσιν ἢ ἐν Καρκίνῳ Σελήνην κειμένην Ἀφροδίτη ἀπὸ Ταύρου ἑξαγωνίσῃ ἢ ἀπὸ Ἰχθύων Ζεὺς ἢ Ἀφροδίτη τριγωνίσῃ. Μεγάλη μὲν οὖν ἐστιν ἡ γένεσις, ἐὰν οἱ τῆς αἱρέσεως οἰκοδεσπόται δορυφορῶσιν, οὐ φαύλη δέ, ἐὰν ἐναλλαξ, ἐκτὸς εἰ μὴ παντάπασιν φθοροποιοὶ τύχωσι, καὶ οὗτοι τὰ μὲν βλάψουσι, τὰ δὲ ὠφελήσουσιν. Οὐδεὶς γὰρ ἀστὴρ ἐν ἰδίῳ οἴκῳ ἢ ἐν ἰδίῳ ὑψώματι χρηματίζων ἀνενέργητος ὑπάρχει. — Ἕτερον γένος δορυφορίας τὸ κατὰ τὴν ἀκτινοβολίαν λεγόμενον, οἷον ἐὰν ἐπίκεντρον τῷ ὡροσκόπῳ φωστῆρα ἢ τῷ μεσουρανήματι, κἂν ἐν ἀλλοτρίῳ οἴκῳ κείμενον, τῆς αἱρέσεως ἀστὴρ ἀκτινοβολῇ, Ἥλιον μὲν εἰς τὴν προαναφερομένην μοῖραν, Σελήνην δὲ εἰς τὴν ἑξῆς, ἐφ’ ἣν ἔρχεται κατὰ ἰσοσκελῆ γραμμὴν τὴν ἀκτῖνα βάλλων. Πᾶσαι δὲ αἱ τρίγωνοι δορυφορίαι ἀμείνονες τῶν τετραγώνων καὶ διαμέτρων καὶ ἑξαγώνων, αἵπερ εἰσὶν ἀσθενέστεραι. — Τρίτον γένος ἐστὶ δορυφορίας, ἐὰν ἐπικείμενον ἢ τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι ἀστέρα ἡμερινῇ μὲν γενέσει ἡμερινοί, νυκτερινῇ δὲ νυκτερινοὶ δορυφορήσωσι προηγούμενοι ἢ ἑπόμενοι. Κατὰ τοῦτο δὲ τὸ σχῆμα Ἥλιος μὲν δορυφορηθήσεται ὑπὸ τοῦ προαναφερομένου, Σελήνη δὲ ὑπὸ τοῦ ἐντὸς ζ′ μοιρῶν ἐπαναφερομένου. Τὸν μέντοι Ἥλιον οὐ βλάπτουσι δορυφοροῦντες οἱ τάς ιε′ μοίρας αὐτοῦ ἐν τῷ προαναφερομένῳ διεστῶτες, ἐὰν ὧσιν ἀνατολικοὶ καὶ δύναμιν ἔχωσι. Κατὰ τὰ αὐτὰ δὲ καὶ αὐτὸς ὁ Ἥλιος δορυφορεῖν δυναταὶ τὸν συναιρετιστὴν ἐπίκεντρον ὄντα, ἥ τε Σελήνη ὁμοίως. Παρ’ αἵρεσιν δὲ γίνονται αἱ δορυφορίαι, ὅταν οἱ ἡμερινοὶ τοὺς νυκτερινοὺς δορυφορήσωσιν ἢ οἱ νυκτερινοὶ τοὺς ἡμερινούς, ἀλλ’ ὅμως, ἐὰν ὑπὸ ἀγαθοποιῶν ἢ δορυφορία γίνηται, οὐδ’ οὕτως ἄσημος ἡ γένεσις ἔσται .

30. Περὶ οἰκοδεσπότου καὶ κυρίου καὶ ἐπικρατήτορος

     Ἔτι τινὶ διαφέρουσιν ἀλλήλων οἰκοδεσπότης γενέσεως καὶ κύριος καὶ ἐπικρατήτωρ, χρὴ διεστάλκεναι. Οἱ γὰρ ἀρχαῖοι πλέξαντες τάς ὀνομασίας τὴν ἐπαγγελίαν οὐ διέκριναν. Ἰδίαν γὰρ ἕκαστος ἔχει δύναμιν, ὥσπερ ναύκληρος καὶ κυβερνήτης· διδάξομεν οὖν, τινὶ ἀλλήλων διαφέρουσι. Τινὲς μὲν οὖν ἡμέρας τὸν Ἥλιον, νυκτὸς δὲ τὴν Σελήνην ἐπικρατεῖν τίθενται, τὸ δὲ ἀκριβὲς διατεθήσεται οὕτως· ἐπὶ μὲν ἡμερινῆς γενέσεως ὁ Ἥλιος ἐὰν ἐν τῷ ἀπηλιώτῃ ἀναφέρηται, αὐτὸς λήψεται τὴν ἐπικράτησιν· ἀποκλίναντος δὲ τοῦ Ἡλίου ἐπὶ λίβα, ἐὰν ἡ Σελήνη τύχῃ ἐν τῷ ἀπηλιώτῃ, ἐκείνη λήψεται, κἂν ἐπαναφέρηται τῷ ὡροσκόπῳ διὰ τὸ ἐπὶ τὸν ἀπηλιώτην ἀναβαίνειν· ἀμφοτέρων δὲ ἀποκεκλικότων ἐπὶ τὸν λίβα ὁ ὡροσκόπος ἕξει τὴν ἐπικράτησιν. Ἐπὶ δὲ νυκτερινῆς γενέσεως, ἐὰν μὲν ἡ Σελήνη ἐπὶ τὸν ἀπηλιώτην ἀναφέρηται, αὔτη λήψεται τὴν ἐπικράτησιν· ἐὰν δὲ ἀποκλίνῃ ἐπὶ λίβα, ὁ δὲ Ἥλιος ἔτι ὑπόγειος ὢν ἐπαναφέρηται τῷ ὡροσκόπῳ, ἐκεῖνος ἐπικρατήσει. Ἐὰν δὲ ἀμφότεροι ὑπόγειοι τύχωσιν ἐπικέντρων μὲν ὄντων αὐτῶν ἢ ἐπαναφερομένων, ἡ Σελήνη ἔξει τὴν ἐπικράτησιν διὰ τὴν αἵρεσιν· ἐὰν δὲ ἡ μὲν ἀποκεκλικυΐα εὑρίσκηται, ὁ δὲ ἐπίκεντρος ᾖ, ἐκεῖνος. Τὸ γὰρ ὅλον ὁ ἐπικεντρότερος τῶν φώτων καὶ ὁ μᾶλλον ἐν τῷ ἀπηλιώτῃ καὶ τῆς αἱρέσεως κρίνεται ἐπικρατήτωρ. Ἐὰν δὲ ἀμφότεροι ἀποκλίνωσιν, ἀποίσεται τὴν ἐπικράτησιν ὁ ὡροσκόπος τότε· ὅταν δὲ στήσῃς τὸν ἐπικρατήτορα, ἐκ τούτου ὁ οἰκοδεσπότης ληφθήσεται καὶ ὁ συνοικοδεσπότης.

     Σχόλιον ἐκ τῶν Δημοφίλου. Ἐπὰν στήσῃς τὸν ἐπικρατήτορα, σκόπει τάς τῶν κακοποιῶν ἀναιρετικὰς ἀκτῖνας τετραγώνους διαμέτρους ἑξαγώνους μέχρι τῆς ἐνενηκονταμοιρίας καὶ ἐκ τῶν ἀναφορικῶν χρόνων γινεται δήλη ἡ ποσότης τῆς ζωῆς. Δυναταὶ δ’ ἀγαθοποιὸς ἀκτινοβολῶν εἰς τὰ ἑπόμενα τῆς ἀναιρετικῆς μοίρας μέχρι μοίρας ε′ ἢ καὶ πλειόνων, ἐὰν ᾖ τὸ αὐτὸ ὅριον ἀνταναλῦσαι τὴν κάκωσιν.

     Ὁ μὲν γὰρ κύριος τοῦ ζῳδίου, ἐν ὤ ἐστιν ὁ ἐπικρατήτωρ, οἰκοδεσπότης ἔσται, ὁ δὲ τῶν ὁρίων συνοικοδεσπότης. Τούτους δεῖ οὖν ἐπισκέπτεσθαι, πῶς κεῖνται καὶ ἐν ποίῳ σχήματί εἰσι καὶ εἰ μαρτυροῦσι τῷ ὡροσκόπῳ ἢ τῇ Σελήνῃ· ἐκ γὰρ τούτων ἡ ὅλη διάκρισις ἔσται. Τινὲς δὲ ἁπλῶς τὸν τῶν ὡροσκοπούντων ὁρίων κύριον οἰκοδεσπότην τίθενται τῆς γενέσεως καὶ συνοικοδεσπότην τόν τοῦ ζῳδίου. Κύριον δὲ τῆς γενέσεως οἱ μὲν τόν του μεσουρανήματος δεσπότην ὁρίζονται, ἐάνπερ ἐπίκεντρος χρηματίζοι, εἰ δὲ μή, τόν τῷ μεσουρανήματι ἐπιπαρόντα, ὥσπερ ἐπ’ ἀκροπόλει τῆς γενέσεως ἐπιτυραννοῦντα τῆς πράξεως, εἰ δὲ μή, τὸν ἐπαναφερόμενον τῷ μεσουρανήματι· οἱ δὲ πρῶτον μὲν τόν τοῦ ὡροσκόπου κύριον ἢ τὸν ἐπιβεβηκότα αὐτοῦ τῷ οἴκῳ καὶ τοῖς ὁρίοις, εἶτα τὸν τῆς Σελήνης, εἶτα τόν τοῦ μεσουρανήματος, εἶτα τὸν τῆς τύχης, εἶτα τὸν πρὸ ζ′ ἡμερῶν τῆς ἀποκυήσεως ἢ ἐντὸς ζ′ ἡμέρων φάσιν ἀνατολῆς ἢ δύσεως ἢ στηριγμοῦ ποιούμενον.

     Σχόλιον ἐκ τῶν Δημοφίλου. Σημειωτέον ὅτι οὐ μόνον τὴν φάσιν ἐπὶ ἀνατολῆς, ἀλλὰ καὶ ἐπὶ δύσεως δεῖ λαμβάνειν καὶ στηριγμοῦ· ἀλλὰ καὶ Δωρόθεος τὰς δυτικὰς φάσεις τῶν περιπολοῦντων ἀστέρων κελεύει ἐγκρίνειν.

     Τοῦτον γὰρ τῆς κοσμικῆς ἐπισημασίας τότε γινόμενον αὐθεντικὸν ὁμολογουμένως καὶ τῶν γεννωμένων κυριεύειν, ἐὰν δὲ δύο ὦσι, τὸν ἐπανατέλλοντα δυναμικώτερον τίθενται. Τούτοις προσσυλλαμβάνουσι τὸν τῆς συνόδου τῆς προηγουμένης σεληνιακῆς δεσπότην· λέγω δὴ τὸν τῶν ὁρίων κύριον, ἐν οἷς ἡ σύνοδος τῆς Σελήνης πρὸς Ἥλιον ἐγένετο, ἐάνπερ ἀπὸ συνόδου φέρηται ἡ Σελήνη· ἐὰν δὲ φθίνουσα ᾖ, τὸν τῆς πανσελήνου τῶν ὁρίων γενόμενον δεσπότην. Ἐκ δὲ τούτων πάντων τὸν συμπαθέστατα πρὸς τὴν γένεσιν κείμενον ἀποφαίνονται κύριον, τουτέστι τὸν ἐπικείμενον πρότερον, τὸν ἀνατολικώτερον ἢ τὸν μᾶλλον ἐπ’ οἰκείων τόπων καὶ τὴν πλείστην δύναμιν πρὸς τὸ σχῆμα τῆς γενέσεως ἔχοντα τούς τε συμμαρτυροῦντας αὐτῷ. Περὶ δὲ τοῦ εὑρεθέντος κυρίου πῶς δεῖ σκέπτεσθαι, ἐν τοῖς ἑξῆς ῥηθήσεται καὶ ὅση ἡ ἐκ τοῦτον δύναμις. Πολλὴ γὰρ ἡ περὶ τοῦτον ζήτησις καὶ σχεδὸν ἀπάντων δυσκολωτέρα. Ἐνίοτε μέντοι γίνεται τὸν αὐτὸν εὑρεθῆναι κύριον καὶ οἰκοδεσπότην, ὅταν ὁ εὑρεθεὶς κύριος ὁ αὐτὸς ἢ τοῦ ἐπικρατήτορος φωστῆρος οἰκοδεσπότης, ὅσπερ ἄρξει μεγάλου ἀποτελέσματος.

31. Περὶ ὑπακουόντων ζῳδίων

     Ὑπακούει ζῴδιον ζῳδίῳ ὡς Ζυγὸς Κριῷ, ὅτι ὁ μὲν Κριὸς αὔξει τὴν ἡμέραν, ὁ δὲ Ζυγὸς μειοῖ· Ἰχθύες Ταύρῳ, ὅτι ὁ μὲν Ταῦρος πλειόνων ἐστὶν ἀναφορῶν, οἱ δὲ Ἰχθύες ἡττόνων· ὁμοίως Ὑδροχόος Διδύμοις, Αἰγόκερως Καρκίνῳ, Τοξότης Λέοντι, Σκορπίος Παρθένῳ.

32. Περὶ ἰσοδυναμούντων ζῳδίων

     Ἰσοδυναμεῖν ἀλλήλοις λέγεται ζῴδια τὰ ἴσην ἔχοντα ἀναφοράν, κἂν ἐφεξῆς ἀλλήλοις ᾖ, ὡς Κριὸς καὶ Ἰχθύες, καὶ Παρθένος καὶ Ζυγός, κἂν διὰ γ′ ἢ δ′ ἢ ε′ ἴσην ἀναφοράν, ὡς Ταῦρος καὶ Ὑδροχοος, Δίδυμοι καὶ Αἰγόκερως, Καρκίνος καὶ Τοξότης, Λεὼν καὶ Σκορπίος· ταῦτα δὲ τίνες μόνον ἀκούειν ἀλλῆλα λέγουσιν, οὐ βλέπειν δὲ ἄλληλα διὰ τὸ τῆς γῆς σκίασμα.

33. Περὶ βλεπόντων ζῳδίων καὶ μεγέθους ἡμέρας

     Βλέποντα δέ ἐστιν, ὅσα ἐν ἴσαις ὥραις ἀποδίδωσι τὰ τῶν ἡμέρων καὶ νυκτῶν μεγέθη. Ἐπεὶ γὰρ ἡ μεγίστη ἡμέρα ἐν τῷ ε′ κλίματι Ἡλίου ὄντος ἐν Καρκίνῳ ἐστὶν ὠρῶν ιε′, ἡ δὲ ἐλαχίστη ὄντος Ἡλίου ἐν Αἰγοκέρωτί ἐστιν ὡρῶν θ′, ἡ δὲ ἰσημερία κατὰ Ζυγὸν καὶ Κριόν· ἔσται ἐν Διδύμοις καὶ ἐν Λέοντι ἡ ἥμερα ὡρῶν ιδ′, ἐν Ταύρῳ καὶ Παρθένῳ ὡρῶν ιγ′, ἐν Κριῷ καὶ Ζυγῷ ὡρῶν ιβ′, ἐν Σκορπίῳ καὶ Ἰχθύσιν ὡρῶν ια′, ἐν Ὑδροχόῳ καὶ Τοξότῃ ὡρῶν ι′. Ἐστὶν οὖν τὰ βλέποντα ἄλληλα ζῴδια ταῦτα.

34. Περὶ ἀσυνδέτων ζῳδίων

     Ἀσύνδετα ἀλλήλοις δέ ἐστι τὰ μήτε κατὰ τοῦτον τὸν τρόπον, μήτε ἄλλως κατὰ σχῆμα ἀλλῆλα ἐφορῶντα.

35. Περὶ ἀποκλιμάτων

     Ἀποκλίματα καλεῖται δ′ τῶν κέντρων τὰ προάγοντα, ἐπαναφερόμενα δέ, ὁμοίως δ′ τὰ ἑπόμενα τοῖς κέντροις. Ἀπηλιωτικὸν κλίμα πρὸς τάς γενέσεις λέγουσι τὸ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἐπὶ τὸ μεσουράνημα, νότιον δὲ τὸ ἀπὸ τῆς μεσουρανούσης ἄχρι τῆς δυνούσης, λιβικὸν δὲ τὸ ἀπὸ τῆς δυνούσης ἄχρι τῆς ὑπὸ γῆν, βόρειον δὲ τὸ ἀπὸ τῆς ὑπὸ γῆν ἄχρι τῆς ὡροσκοπούσης.

36. Περὶ χρηματιζόντων ζῳδίων

     Χρηματίζει πάσῃ γενέσει ζῴδια ζ′ κατὰ Τίμαιον· κέντρα μὲν δ′, τρίγωνα δὲ τοῦ ὡροσκόπου β′, πρὸς δὲ τούτοις ἡ ἐπαναφορὰ τοῦ μεσουρανήματος· τὰ δὲ λοιπὰ ἀχρημάτιστα. Πολλάκις δέ, ἐὰν τοῦ ὡροσκοποῦντος ζῳδίου αἱ πλείονες μοῖραι προανενηνεγμέναι τύχωσιν, αἱ δὲ ἔσχαται ὡροσκοπῶσιν, ἔσται τὸ ἐπαναφερόμενον ζῴδιον συγχρηματίζον τῷ ὡροσκόπῳ.

37. Περὶ σπορίμου ζῳδίου Ἡλίου

     Σπόριμον Ἡλίου λέγουσιν ζῴδιον ἐπὶ τῶν δεκαμηνιαίων τὸ εὐώνυμον αὐτοῦ τετράγωνον, ἐφ’ ὃ πορεύεται· ἔχει γὰρ αὐτοῦ ὄντος ἡ σπορὰ ἐγένετο· ἐπὶ δὲ τῶν ἐπταμηνιαίων τὸ διάμετρον.

38. Περὶ σπορίμου ζῳδίου Σελήνης

     Ἐπὶ δὲ τῆς Σελήνης ἄλλοι μὲν ἀλλο λαμβάνουσιν, Ἀντίοχος δέ φησι δύο ἑφόδους ἔχεσθαι τῆς ἀληθείας. Θέασαι, φησί, πόστῃ τῆς Σελήνης γεγένηται τὶς καὶ τούτῳ τῷ ἀριθμῷ πρόσθες ε′ καὶ ἀνθυφαίρει ἀπὸ τοῦ μηνός, ἐν ᾦ γεγένηται ἡ ἀποκύησις ἀνὰ κθ′ καί, εἰς ἣν ἂν λήξῃ ὁ ἀριθμός, ἐκείνη ἦν ἡ ἥμερα τῆς συλλήψεως. Ὅρα οὖν ἀναποδίσας εἰς τὸν κανόνα, ἐν ποίῳ ζῳδίῳ ἡ Σελήνη τότε ἦν. Ὁ δὲ Πετόσιρις φησίν, ὅτι ὅπου ἡ Σελήνη ἔτυχεν ἐπὶ τῆς σπορᾶς, τοῦτο τὴν ἀποκύησιν ὡροσκοπεῖ ἢ τὸ τούτου διάμετρον· ὅπου δὲ ἡ Σελήνη ἐπὶ τῆς ἀποκυήσεως ἔτυχεν, ἐκεῖνο τὴν σποράν φησιν ὡροσκοπηκέναι. Ἔτι τὸν ὡροσκόπον τῆς σπορᾶς καὶ οὕτως τίνες λαμβάνουσι· θέασαι, πόστη μοῖρα οὕτινος δηποτοῦν ζῳδίου τὴν ἀποκύησιν ὡροσκόπησε, καὶ τάς ἀνενηνεγμένας πολυπλασίασον ἐπὶ τὸ τῶν ὡρῶν πλῆθος, καὶ συγχεφαλαιώσας ἀποδίδου ἀνὰ λ′ ἀπὸ τοῦ ὡροσκοπηκότος ζῳδίου τὴν ἀποκύησιν καί, ὅπου δ’ ἂν ἐμπέσῃ ὁ ἀριθμός, ἐκεῖνο ὡροσκόπησε τὴν τοῦ σπέρματος καταβολήν.

39. Περὶ δωδεκατημορίου

     Τὸ δωδεκατημόριον τῆς Σελήνης διχῶς λαμβάνεται. Πρῶτον μὲν τοῦ ζῳδίου θεασάμενος πόσας μοίρας ἐπέχει ἡ Σελήνη, ἀπ’ ἐκείνου ἐπιμεριζε ἀνὰ β′ C 1 τοῖς ἑξῆς καί, ὅπου δ’ ἂν λήξῃ ὁ ἀριθμός, ἐκεῖνο ἔσται τὸ δωδεκατημόριον. Οἷον ἐπέχει ἡ Σελήνη Κριοῦ μοίρας ιγ′, δώσω Κριῷ β′ C, Ταύρῳ β′ C, Διδύμοις β′ C, Καρκίνῳ β′ C, Λέοντι β′ C, ἔσται οὖν τὸ δωδεκατημόριον ἐν Παρθένῳ, οἴκῳ Ἑρμοῦ. Ὁμοίως δὲ καὶ τοῦ Ἡλίου λαμβάνεται τὸ δωδεκατημόριον, κατὰ τὸν αὐτὸν τρόπον καὶ τοῦ ὡροσκόπου. Ὅταν γὰρ θεάσῃ, πόστη μοῖρα ὡροσκοπεῖ, τάς ἀνενηνεγμένας μερίσεις ἀνὰ β′ C. Τινὲς δὲ ἄλλως λαμβάνουσι τὸ τῆς Σελήνης δωδεκατημόριον. Ἰδὼν πόσας τοῦ Ἡλίου ἀπέχει μοίρας, ἐκ τούτων, ὅσας ἂν ἔχῃ τριακονταδας, αἶρε, τάς δὲ λοιπὰς ἐπιμέριζε ἀνὰ β′ C, ἀφ’ οὗ ἂν ἐπέχηται ἡ Σελήνη ζῳδίου· ἐὰν δὲ μὴ ἔχῃ τριακοντάδας ἀφελεῖν αὐτὰς τάς ἀνὰ β′ C, ἐπιμέριζε ταύτας. Τὸν δὲ ὡροσκόπον πρὸς τὸν κανόνα ἐξακριβουμένους ὁρίζειν δεῖ.

40. Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ζῳδίων

     Τὰ ἀρρενικὰ ζῴδια καθ’ αἵρεσίν ἐστιν Ἡλίου, Διός, Κρόνου· ἔστι δὲ ἀρρενικὰ τὰ ἀπὸ Κριοῦ ἓν παρ’ ἕν. Tὰ δὲ θηλυκὰ Σελήνης, Ἄρεως, Ἀφροδίτης· ἔστι δὲ τὰ ἀπὸ Ταύρου ἑν παρ’ ἕν. Ἰδίως δὲ ἐξαίρετα τῶν μὲν θηλυκῶν Αἰγόκερως Κρόνου, Διὸς δὲ Ἰχθύες· τῶν δὲ ἀρρενικῶν Κριὸς Ἄρεως, Ζυγὸς δὲ Ἀφροδίτης· Ἑρμοῦ δὲ ἐξαίρετα Δίδυμοι, Παρθένος· κἀνταῦθα γὰρ τὸ κοινὸν ἔχει.

41. Περὶ τῆς τῶν ζῳδίων ἀναφορᾶς

     Τοὺς δὲ ζῳδιακοὺς χρόνους πρὸς τάς ἀναφορὰς τῶν ζῳδίων λογίζονται. Πᾶσα γὰρ μοῖρα ἑκάστου ζῳδίου χρόνον τινὰ ἰσχύει. Οὐ συνεφώνησαν δὲ ἐν τούτοις ἀλλήλοις πάντες, ἀλλ’ οἱ μὲν ἀρχαῖοι ἄλλως τάς ἀναφορὰς ἐποιήσαντο. Πάντες γὰρ σχεδὸν ἐν τῷ δι’ Ἀλεξανδρείας κλίματι καὶ τῶν ἔγγιστα κειμένων πόλεων τὸν Κριὸν ἀναφέρεσθαι ἔλεγον μοιρ. κα′ μ′, τὸν δὲ Ταῦρον κε′ Ο′, τοὺς δὲ Διδύμους κη′ κ′, Καρκίνον λα′ μ′, Λέοντα λε′ Ο′, Παρθένον λη′ κ′, Ζυγὸν λη′ κ′, Σκορπίον λε′ Ο′, Τοξότην λα′ μ′, Αἰγοκέρωτα κη′ κ′, Ὑδροχόον κε′ Ο′, Ἰχθύας κα′ μ′. Πτολεμαῖος δὲ διὰ τοῦ κατ’ Ἀλεξάνδρειαν κλίματος ἀναφέρεσθαι τὸν Κριὸν τέθεικε μοιρ. κ′ νγ′, τὸν δὲ Ταῦρον κδ′ ιβ′, τοὺς Διδύμους κθ′ νε′, τὸν Καρκίνον λδ′ λζ′, τὸν Λέοντα λε′ λς′, τὴν Παρθένον λδ′ μζ′, τὸν Ζυγὸν λδ′ λζ′, τὸν Σκορπίον λε′ λς′, τὸν Τοξότην λδ′ λζ′, τὸν Αἰγοκέρωτα κθ′ νε′, τὸν Ὑδροχόον κδ′ ιβ′, τοὺς Ἰχθύας κ′ νγ′.

     Πολὺ δὴ τὸ διάφορον, ὡς ἂν δὲ μή τις, οὐ γινώσκων τὴν ἐν τούτοις παραλλαγήν, ἀναγινώσκων δὲ τὰ τῶν παλαιῶν ἀναφορικὰ οἴεται δύνασθαι τοὺς αὐτοὺς χρόνους μερίζειν ταῖς Πτολεμαίου ἐφόδοις, ἁμάρτοι. Ὅλως γὰρ δύο ταῦτα ἀναγκαιότατα ὄντα εἰς τὴν εὕρεσιν τῶν τῆς ζωῆς χρόνων, ἥτε τῶν ὁρίων τοῖς ε′ πλανωμένοις διανέμησις ἥτε τῶν ἀναφορικῶν χρόνων τῶν ζῳδίων, διαπεφώνηται παρά τε τοῖς ἀρχαίοις καὶ τοῖς νεωτέροις. Καὶ γὰρ Ἀπολλινάριος ἐν τῇ τῶν ὁρίων διατάξει διαφωνεῖ πρὸς Πτολεμαῖον καὶ ἀμφότεροι πρὸς Θράσυλλον καὶ Πετόσιριν καὶ τοὺς ἄλλους τῶν πρεσβυτέρων. Καὶ περὶ τάς ἀναφορὰς δὲ τῶν ζῳδίων ἐστὶν ἐν αὐτοῖς διαφωνία, ἣν δοκοῦσιν οἱ νεώτεροι ἠκριβωκέναι διὰ τῶν γραμμικῶν ἐφόδων.

     Ὅμως μέντοι αἱ ἐπαγγελίαι ἀπὸ τῶν ἀναφορικῶν εἰς τάς τῶν χρόνων εὑρέσεις τοῖς παλαιοῖς γινόμεναι κατὰ τάς οἰκείας διατάξεις τῶν ἀναφορῶν ἀκριβοῦσθαι ἐδόκει ἐν τῇ τῶν χρόνων εὑρέσει, ὡς οὐ μόνον ἔτη πλατικῶς οὐδὲ μῆνας ἀποφαίνεσθαι ἐπαγγέλλεσθαι, ἀλλὰ καὶ ἡμέρας καὶ ὥρας καίπερ μερίζοντες τὰ ἔτη ἀπὸ τῶν κατ’ αὐτοὺς ἀναφορικῶν χρόνων καὶ τοὺς ἀναιρέτας ἢ ἀφέτας κανονίζοντες ἐκ τῶν παρ’ αὐτοῖς ἀπονεμηθέντων ὁρίων τοῖς πλανωμένοις. Δεῖ τοίνυν μὴ συγχεῖσθαι μηδὲ τὰ παρ’ ἄλλων εἰς ἄλλον μεταφέροντα ἐξαμαρτάνειν τὴν ἔφοδον τὴν περὶ τῶν ζωτικῶν χρόνων τοῦ Πτολεμαίου ἐκ τῶν Πτολεμαίῳ ἀρεσκόντων περὶ τῶν ἀναφορικῶν καὶ τῶν ὁρίων ἀνιχνεύειν, οἷς ἐχρῆτο καὶ αὐτὸς ὁρίοις, καὶ τὰ ἄλλα ὁμοίως μετιέναι, ἐπεὶ καὶ ἃ προείπομεν ὡς χρήσιμα εἰς τὴν τούτων ἀνάγνωσιν.

     Εἴληπται μὲν ἡμῖν ἐκ τῶν παρὰ Χαλδαίοις εἰρημένων, ὅταν δὲ τὴν λέξιν τοῦ Πτολεμαίου ἐξετάζωμεν, πειρασόμεθα καὶ αὐτὰ ταῦτα δοκιμάζειν, εἰ κατὰ γνώμην ἔχει τοῦ Πτολεμαίου. Ἐξηγησόμεθα τοίνυν, ὁτίποτε βούλεται αὐτοῖς τὸ ἐκ τῶν ἀναφορικῶν τὰ ἔτη πειρᾶσθαι τὰ βιώσιμα ἀνευρίσκειν τῶν γεννωμένων. Τῆς γὰρ ὡροσκοπούσης μοίρας οὐκ ἀλλαχόθεν μάλιστα εὑρισκομένης ἢ ἐκ τῶν ἀναφορικῶν χρόνων, τῆς δὲ ζωῆς ἑκάστου δοκούσης αὐτοῖς ἀπὸ τοῦ κατὰ τὸν ὡροσκόπον σημείου ἐνδίδοσθαι, εἰκότως οὖν καὶ τά τοῦ σύμπαντος βίου χρονικὰ μεγέθη ἀπὸ τῶν τῶν ζῳδίων ἀναφορῶν λαμβάνειν ἔκριναν· οὐ γὰρ δὴ πρὸς καιρικῶν ὡρῶν λῆψιν ἁρμόζειν μόνον τὴν ἀπὸ τούτων μέθοδον, ἀλλὰ καὶ πρὸς ἐνιαυσίους χρόνους ἐντεῦθεν ἐνεῖναι ἀκριβῶς λαβεῖν τὴν ἀπονέμησιν. Ὑποστήσαντες γὰρ τὸ ζῴδιον λ′ μοιρῶν ἕκαστον ὑπάρχον εἶναι λ′ ἐτῶν, ὡς τάς τξ′ μοίρας τοῦ κύκλου ἔχειν χρόνους τξ′. Ὥστε τὴν μίαν μοῖραν εἶναι ἐνιαυτόν.

     Ἐχρήσαντο δὲ τοῖς χρόνοις κατὰ τάς ἀναφορὰς τῶν ζῳδίων, ὥστε τοῦ Κριοῦ ἀναφερομένου αὐτοῖς κατὰ τὸ δι’ Ἀλεξανδρείας κλίμα μοίρας κα′ μ′ ἀναφέρεσθαι λέγειν αὐτὸν κατὰ τὴν ἑαυτοῦ ἀναφορὰν ἔτεσιν κα′ καὶ μησὶν η′. Διελόντες οὖν τοὺς κα′ ἐνιαυτοὺς καὶ μῆνας η′ εἰς μοίρας λ′ τοῦ ζῳδίου εὗρον ἑκάστῃ μοῖρα ἐπιβάλλοντας μῆνας η′ ἡμέρας κ′. Ἐπεὶ δὲ ὁ Ταῦρος αὐτοῖς κατὰ τὸ αὐτὸ κλίμα ἀναφέρεται χρόνοις κε′, τουτέστιν ἐτῶν κε′, διαιρεθέντων τῶν κε′ ἐτῶν εἰς τάς λ′ μοίρας τοῦ Ταύρου ἐπιβάλλουσιν ἑκάστῃ μοίρᾳ μῆνες ι′. Εἰ μὲν οὖν αὐτοῖς σύμφωνος καὶ ὁ Πτολεμαῖος τὰ τῶν ἀναφορῶν πεπραγμάτευτο, ἐνῆν ἐτοίμως παρ’ ἐκείνων λαβόντας τάς διαιρέσεις τῶν χρονικῶν μεγεθῶν εἰς ἑκάστην μοῖραν ζῳδίων ἀπηλλάχθαι. Ἐπειδὴ δὲ αὐτὸς παρηλλαγμένας τάς ἀναφορὰς ὑπέδειξεν εἶναι, ἢ ἐκεῖνοι ᾠήθησαν, αὐτοὺς δεῖ διελεῖν κατὰ ἀναλογίαν, ἣν αὐτὸς ἐπραγματεύσατο ἐν τοῖς Προχείροις κανόσι τῶν εἰς τάς λ′ μοίρας ἑκάστου ζῳδίου ἀναφορικῶν χρόνων.

42. Ἐν πόσοις χρόνοις ἑκάστη μοῖρα ἀναφέρεται καθ’ ἕκαστον ζῴδιον

     Πόσων ἑκάστη μοῖρα ἀναφέρεται χρόνων, οὕτως εὑρίσκεται. Ἐπεὶ γὰρ ἑκάστου ζῳδίου μοῖραί εἰσι λ′, αἱ ἀναφοραὶ ἢ ὑπερβάλλουσιν ἢ ἐλλείπουσι· τοῦ μὲν γὰρ Κριοῦ ἀναφοραὶ διὰ τοῦ α′ κλίματος τοῦ διὰ Μερόης μοιρῶν κδ′ κ′, τοῦ δὲ Ταύρου διὰ τοῦ αὐτοῦ κλίματος μοιρῶν λγ′ κγ′. Ἵνα δὴ γνῶμεν, πόσων ἑκάστη μοῖρα ἀναφέρεται, ἀναλύσωμεν εἰς ἑξηκοστὰ τάς ὅλου τοῦ ζῳδίου ἀναφοράς. Οἷον ἐπὶ τοῦ Κριοῦ τάς κδ′ κ′ μοίρας ἀναλύσαντες εἰς ἑξηκοστά, τὰ πάντα εὑρίσκομεν λεπτὰ ,αὐξ′. Ταῦτα δὲ μεριζοντες εἰς λ′, τοσαῦται γὰρ ἑκάστῳ ζῳδίῳ εἰσὶ μοῖραι, εὑρίσκομεν ἑκάστην μοῖραν ἔχουσαν πρῶτα μη′ λεπτὰ καὶ δεύτερα ἑξηκοστὰ μ′. Κατὰ δὴ ταύτην τὴν ἀναλογίαν τοὺς τῶν ἀναφορῶν ἑκάστου ζῳδίου χρόνους εἰς ἔτη μεταλαβόντες ἢ μῆνας μοριάσομεν εἰς ἑκάστην ἡμέραν τοὺς ἐπιβάλλοντας ἢ μῆνας ἢ καὶ ἐνιαυτόν. Ποιήσωμεν δὲ οὕτως· τάς οὖν ἀναφορὰς τοῦ Κριοῦ κατὰ τὸ διὰ Μερόης κλίμα οὔσας μοιρῶν κδ′ κ′ πολυπλασιάζομεν εἰς τοὺς ιβ′ μῆνας· γίνονται δὲ αἱ κδ′ μοῖραι, λογιζομένης ἑκάστης εἰς ἐνιαυτὸν μῆνες σπη′· τὰ δὲ λεπτὰ κ′ σκέπτομαι τὶ μέρος ἐστὶ τῆς ἑξηκοντάδος· ἔστι δὲ τοῦτο τὸ γ′, ὅπερ ἐκ τοῦ ἐνιαυτοῦ ληφθὲν ποιεῖ μῆνας δ′. Γίγνονται ἐπὶ τὸ αὐτὸ μῆνες σϙβ′ καὶ μερίζω ἐπὶ τὸ τριακοντάμοιρον καὶ ἐπιβάλλουσιν ἑκάστῃ μοίρᾳ μῆνες θ′ καὶ παραλείπονται μῆνες κβ′, οὓς εἰς ἡμέρας ἀναλύσας ἔχω ἡμέρας χξ′· ταύτας πάλιν εἰς λ′ μερίζω, καὶ ἀπαρτίζει ἐξ ἡμερῶν κβ′, ὥστε ἐπιβαλλει ἑκάστῃ μοίρᾳ τῇ τε τοῦ Κριοῦ καὶ τῶν Ἰχθύων· εἰσὶ γὰρ πανταχοῦ ἰσανάφοροι. Ἐπιβάλλουσι οὖν ἐν τῷ κλίματι τῷ διὰ Μερόης ἑκάστῃ μοίρᾳ μῆνες θ′ ἡμέραι κβ′, ταῖς δὲ δυσὶ μοίραις τὰ διπλάσια, τουτέστι μῆνες ιη′ ἡμέραι μδ′, ταῖς δὲ τρισὶν ἔτη δύο μῆνες ε′ ἡμέραι ς′. Ἡ δὲ αὐτὴ ἔφοδος καὶ καθ’ ἕκαστον ζῴδιον ἔσται καὶ καθ’ ἕκαστον κλίμα.

     Σχόλιον. Ὅπως μεριστέον τάς ἀναφορὰς ἐκδιδάξει καὶ μὴν καὶ ὅπως τοὺς ὡριαίους χρόνους· καὶ γὰρ ἐκ τούτων τὰ ἔτη σκέπτονται, ἐν παντὶ δὲ κλίματι καθ’ ἕκαστον ζῴδιον καὶ μοῖραν ἑκάστην παράκεινται ὡριαῖοι χρόνοι, ὧν κατὰ μεταφορὰν ἀξιοῦσι λαμβάνειν τὰ ἔτη καὶ τοὺς μῆνας καὶ ὅταν ἡμερινὸν μὲν ᾖ τὸ θέμα, λαμβάνουσι τοὺς παρακειμένους τῷ ἀστέρι ὡριαίους χρόνους, ὅταν δὲ νυκτερινὸν ᾖ, τοὺς ἐν διαμέτρῳ. Ἔσται δὲ σαφῆ ταῦτα προιόντος τοῦ λόγου εἰς τὸ περὶ χρόνων ζωῆς.

43. Πῶς ἔνεστι τὴν διάκρισιν τῶν τε κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων μερικῶς διαθέσθαι

     Ὁ Πτολεμαῖός φησιν ἐν τῷ περὶ χρόνων ζωῆς τόπους μὲν τοίνυν ἀφετικοὺς εἶναι νομιστέον τό τε περὶ τὸν ὡροσκόπον δωδεκατημόριον ἀπὸ ε′ μοιρῶν τῶν προαναφερομένων αὐτοῦ τοῦ ὁρίζοντος μέχρι τῶν λοιπῶν καὶ ἐπαναφερομένων μοιρῶν κε′. Προαναφερομένας ἔλαβεν ἐπὶ τοῦ ὡροσκόπου καὶ κε′ ἑπομένας ὡς τοῦ δωδεκατημορίου λ′ μοίρας ἔχοντος. Τοῦτο δ’ ἐν τοῖς κλίμασι γίνεται, ὅτε τὸ ἰσημερινὸν σημεῖον ὡροσκοπεῖ, ἐπεὶ τὸ τῶν προστασσόντων ἡμικύκλιον τὸ ἀπὸ Κριοῦ μέχρι Παρθένου ὡροσκοποῦν ἀεὶ τὰ ἀπηλιωτικὰ τεταρτημόρια μείζονα ποιεῖ πάντως τῶν ϙ′ μοιρῶν, τὰ δὲ λιβικὰ ἐλάττονα. Ἀνάπαλιν δὲ εἴ τι ὡροσκοπεῖ τῶν ὑπακουόντων, ἐλάττονα μὲν τὰ ἀπηλιωτικὰ ποιεῖ, μείζονα δὲ τὰ λιβικὰ τῶν ϙ′ μοιρῶν, καὶ δῆλον ὅτι δεῖ τάς τοῦ τεταρτημορίου μοίρας τὰς ἀπὸ τοῦ μεσουρανήματος μέχρι τοῦ ὡροσκόπου τέμνειν εἰς τρία καὶ τὸ τρίτον ἀπονεῖμαι τῷ ὡροσκόπῳ καὶ τῆς ποσότητος ταύτης τάς ε′ μοίρας λαβεῖν προαναφερομένας, τάς δὲ λοιπὰς ἑπομένας ἔχειν, καὶ ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν τεταρτημορίων ποιεῖν. Εἰ δέ τις λέγει τῆς ἑκάστῳ τόπῳ ἀνηκούσης ποσότητος τῶν μοιρῶν τὸ ς′ δεῖν προανενηνέχθαι, οὐκ ὀρθῶς οἴεται. Ἔστω γὰρ εἰ τύχοι τὸ μεταξὺ τὸν μεσουρανήματος καὶ τοῦ ὡροσκόπου μοιρῶν οβ′, τὸ δὲ ἑξῆς τεταρτημόριον δηλονοτι ρη′· ἔσται οὖν τὰ μὲν ς′ ἀπὸ κδ′ τὰ δὲ ς′ ἀπὸ λς′ μοιρῶν. Αἱ τοίνυν πρὸ τοῦ μεσουρανήματος μοῖραι δ′ ἔσονται, εἴκοσι δὲ ἑξῆς καὶ ἔτι τοῦ ια′ καὶ ιβ′, μη′, καὶ παραλείψονται πρὸ τοῦ ὡροσκόπου μόναι δ′. Ἦσαν γὰρ αἱ πᾶσαι οβ′, ὧν ξη′, λοιπαὶ δ′, ἂς ἕξει ὁ ὡροσκόπος. Δέον κατὰ τὴν μέθοδον σχεῖν ς′· τῶν γὰρ λς′ τὸ ἕκτον ς′. Ἀδύνατος οὖν ἡ τοιαύτη μέθοδος, ἀλλ’ οὐδὲ ταῖς ἀναφοραῖς οἷόν τε χρῆσθαι ὥστε ἀπονέμειν ἑκάστῳ τόπῳ λ′· τῆς γὰρ ς′ μοίρας τῶν Ἰχθύων ἀνατελλούσης ἐν τῷ ε′ ἢ ς′ κλίματι μέχρι τοῦ ὑπὸ γῆν μεσουρανήματος αἱ ἀναφοραὶ μόλις εἰσὶν ξ′, καὶ ὄντως οὐχ ἕξομέν τὶ δοῦναι τῷ τρίτῳ τόπῳ. Ὥστε οὐδὲ τοῦτο δυνατόν, ἀλλ’ οὐδὲ τὸ λ′ μοίρας ἑκάστῳ νέμειν δυνατόν. Πάλιν γὰρ Ὑδροχόου ἀνατέλλοντος καὶ Τοξότου μεσουρανοῦντος μεταξὺ εὑρίσκονται μοῖραι ο′, ἕδει δὲ ϙ′, εἴπερ ἕκαστον ἕξει μοίρας λ′. Ἐξ ἀνάγκης οὖν περιλείπεται τὸ ε′ μοίρας προαναφέρεσθαι τοῦ ὡροσκοποῦντος κέντρου, τὴν δὲ ἐποφειλομένην λοιπὴν ποσότητα ἕπεσθαι τὴν ἐκ τοῦ κατὰ τὸ τεταρτημόριον μερισμοῦ.

44. Περὶ τοῦ ποῖον μέλος τοῦ σώματος ἕκαστον τῶν ζῳδίων κεκλήρωται

     Ἔτι δὲ τῶν ζῳδίων ἕκαστόν τὶ κεκλήρωται τῶν τοῦ σώματος μελῶν, ἃ προειδέναι χρή, ὅταν περὶ σίνους λέγωσι· Κριὸς κεφαλήν, Ταῦρος τένοντα καὶ τράχηλον, Δίδυμοι ὤμους καὶ βραχίονα, Καρκίνος στῆθος καὶ πλευράς, Λέων τὸ διάφραγμα καὶ τὸν στόμαχον καὶ τὴν γαστέρα, Παρθένος ὑποχόνδρια καὶ λαγόνας, Ζυγὸς νεφροὺς καὶ γλουτούς, Σκορπίος αἰδοία καὶ τοὺς κρυπτοὺς καὶ γονίμους τόπους, Τοξότης γόνατα, κατὰ δ’ ἐνίους καὶ βουβῶνα καὶ ἀγκώνων καμπάς, Αἰγόκερως ὀσφὺν καὶ ἰσχία, Ὑδροχόος κνήμας καὶ σφυρά, Ἰχθύες πόδας.

45. Ποίων ἕκαστος τῶν ἀστέρων κυριεύει μερῶν

     Κατὰ ταῦτα δὲ καὶ τοὺς ἀστέρας κεκληρῶσθαί φασι τῶν μὲν ἐντὸς Κρόνος τὴν φλεγματώδη ὑγρότητα καὶ βρόγχον καὶ λύσιν ἐντέρων· Ζεὺς δὲ ἧπαρ καὶ τὴν περὶ αὐτὸ εὐτροφίαν καὶ τὰ ὑπὸ τὸν στόμαχον νεῦρα· Ἄρης δὲ αἷμα καὶ νεφροὺς καὶ τοὺς σπερματικοὺς πόρους· Ἀφροδίτη δὲ πνεύμονα καὶ χολήν· Ἑρμῆς δὲ ἀκοὴν καὶ ἀρτηρίαν καὶ γλῶσσαν· Ἥλιος δὲ καρδίαν καὶ πνευματικὴν θέσιν, τουτέστιν αἰσθητικὴν κίνησιν, καὶ ὅρασιν ἐπ’ ἀνδρὸς μὲν τὴν δεξιάν, ἐπὶ δὲ θηλείας τὴν εὐώνυμον· Σελήνη δὲ κοινῶς μὲν ὅλον τὸ σῶμα, ἰδίως δὲ σπλῆνα καὶ μήνιγγας καὶ μυελὸν καὶ ὅρασιν ἀνδράσι μὲν εὐώνυμον, γυναιξῖ δὲ δεξιάν.

     Ἐπὶ δὲ τῶν ἐκτὸς Κρόνος μὲν ἄρχει χρονίων πραγμάτων, ὑγρότητός τε καὶ ψύξεως καὶ παλαιῶν ἔργων καὶ ἀποθησαυρισμῶν, θεμελίων τε καὶ ἐγγείων, ἀρχαίων τε καὶ πρεσβυτέρων καὶ ἀσπέρμων καὶ ἀτέκνων προσώπων, πλεόντων, τελειότητας καὶ βαθείας πονηρίας καὶ ἐνδομυχίας καὶ συκοφαντίας καὶ βασκανίας καὶ φθόνου καὶ μόχθου καὶ βλοσυρότητος καὶ εἰργμῶν καὶ κομοτροφίας καὶ βδελυρίας καὶ πάσης στυγνότητος καὶ βασάνων ὀξέων. Ἐν μὲν ἰδίοις τόποις χρηματίσας καὶ λαμπήναις καὶ καλῶς σχηματισθεὶς πρὸς τὴν γένεσιν ὠφελεῖ ἀπ’ ἀλλοτρίας βλάβης τάς αὐξήσεις προσάγων, κακῶς δὲ σχηματισθεὶς μόχθους καὶ συμφορὰς ἐπάγει· καλεῖται δὲ Φαίνων.

     Ὁ δὲ τοῦ Διὸς ἀφηγεῖται μεγαλοπρεπείας, δόξης, σεμνότητος, ἀπολαύσεώς τε καὶ εὐτροφίας, ἀρχῆς τε καὶ τιμῆς, εὐτεκνίας τε καὶ τῆς παρ’ ἡγεμόσι καὶ ὄχλοις ἀποδοχῆς· καλεῖται δὲ Φαέθων.

     Ὁ δὲ τοῦ Ἄρεως διάπυρός τέ ἐστι καὶ αἱματώδης, καυτηρίῳ τὲ προσόμοιος ὢν ἀφηγεῖται τοῦ ἐν ἡμῖν θερμοτάτου αἵματος, ὡς εἴρηται, καὶ σπερματικῆς ὁρμῆς καὶ συλλημμάτων γυναικείων, ἐνεργείας τε καὶ κινδύνων καὶ θύμου καὶ ὀργῆς καὶ θράσους καὶ βίας καὶ παραβόλων πραγμάτων καὶ παθῶν ὀξέων, στρατείας τε καὶ πολέμου καὶ σιδήρου χρήσεως καὶ τραυμάτων καὶ πάντων τῶν μετ’ ὠκύτητος καὶ ἐκπλήξεως γινομένων· καλεῖται δὲ Πυρόεις.

     Ὁ δὲ Ἥλιος πνεύματος ἄρχει καὶ τῆς ἐν ἡμῖν αἰσθητικῆς ψυχῆς καὶ πνευματικῆς κινήσεως καὶ πατρικοῦ ἢ ἡγεμονικοῦ προσώπου.

     Ὁ δὲ τῆς Ἀφροδίτης παρακείμενος μὲν τῷ Ἡλίῳ, μεγεθός τὲ ἔχων καὶ φωτιζόμενος ὑπ’ αὐτοῦ τῇ λαμπηδόνι, ἐπεὶ ὁ μὲν αἴθαλος, ἅτε καιομένου πυρός, ὑπὲρ τὸ ὑποκείμενον ταύτης πλάτος λάμπει, εὐειδέστατος καὶ λαμπρὸς ὁρᾶται· ὅθεν διὰ μὲν ἱλαρότητα τοῦ φωτὸς ἄρχει εὐμορφίας, εὐπρεπείας, καθαριότητος, λαμπηδόνος βίου, εὐκοσμίας, στεφανηφορίας, ἱερατείας, χρυσοφορίας, τρυφερότητος· διὰ δὲ τὸ συμπαρεῖναι καὶ αὐτὸν τῷ ψυχικῷ τοῦ κόσμου στοιχείῳ καὶ συμπαθείας ἀπ’ αὐτοῦ λαμβάνειν αὐγῆς, ἄρχει φιλοστοργίας, ἔρωτος, ὀρέξεως, γάμου, θρησκείας, εὐμουσίας καὶ τῶν κοσμικῶν ἀρχῶν καὶ θεατρικῶν, τῶν τε συνοίκων καὶ θηλυκῶν προσώπων, μητρός, ἀδελφῆς καὶ θυγατρός· καλεῖται δὲ Φωσφόρος.

     Ὁ δὲ τοῦ Ἑρμοῦ συναπτόμενος τῷ Ἡλίῳ παλμώδης μὲν φαίνεται καὶ σπανιώτερον ὁρᾶται· ἆσσον δὲ ἀεὶ τῆς του Ἡλίου προσαυγῆς τεταγμένος καὶ πλειστάκις ἀνατέλλων καὶ δύνων ὑπὸ τάς αὐγὰς ἄρχει γε, οἷα δὴ τῷ ἡγεμονικῷ παρακείμενος, ψυχικῆς κινήσεως ἄρχοντι στοιχείῳ, φρονήσεως καὶ λόγου καὶ ἐπιστήμης, καὶ ὅσα λόγῳ διοικεῖται, παιδείας, ἐμπορίας, πραγματείας, φιλίας, κοινωνίας, συναλλάγματος, ἑταιρείας, ὑπηρεσίας, ἐτι δὲ καὶ νεωτέρων προσώπων, τέκνων τε καὶ θρεμμάτων· καλεῖται δὲ Στίλβων.

     Ἡ δὲ Σελήνη περιγειοτάτη ὑπάρχουσα καὶ τάς πάντων ἀπορροίας δεχομένη τῷ ἑαυτῆς μεγέθει καὶ διακονοῦσα πρὸς τὴν γῆν ὑποκειμένην, ἄρχει τοῦ παντὸς ἡμῶν σώματος καὶ τῆς περὶ αὐτὸ ὑγείας καὶ καταστάσεως καὶ μητρὸς καὶ ἡγεμονικῶν γυναικῶν.

46. Περὶ ὧν ἱματισμῶν καὶ βαφῆς κυριεύουσιν ἢ χροιᾶς

     Ὁ Κρόνος βαφῆς καστοριζούσης κυριεύει· ὁ Ζεὺς γαλαϊζούσης καὶ ἐπὶ τὸ λευκὸν ῥεπούσης μικρόν· ὁ Ἄρης πυρίνης, φλογίνης ἀληθινῆς· ὁ Ἥλιος χρυσοκιτρίνης· ἡ Ἀφροδίτη λευκῆς χροιᾶς· ὁ Ἑρμῆς κυανῆς· ἡ Σελήνη πρασίνης.

47. Περὶ τῶν λς′ δεκανῶν καὶ τῶν παρανατελλόντων αὐτοῖς καὶ προσώπων

     Τοῦ ζῳδιακοῦ κύκλου εἰς ιβ′ τμήματα τετμημένου, τουτέστιν εἰς ιβ′ ζῴδια, ἕτερα τμήματα λς′ ὑπέθεντο οἱ παλαιοί, οὕστινας ἐκάλεσαν δεκανούς, καὶ τούτους κατεμέρισαν κατὰ ζῴδιον δέκα μοιρῶν ἄρχειν, διὸ καὶ δεκανοὶ καλοῦνται. Ὑπόκεινται δὲ τούτοις τοῖς δεκανοῖς οἱ προειρημένοι ἐν τῷ ζῳδιακῷ κύκλῳ παρανατέλλοντες, ἔχουσι δὲ καὶ πρόσωπα τῶν ζ′ ἀστέρων, ἅτινα συμπάθειαν ἔχουσι πρὸς τοὺς ἐπικειμένους αὐτοῖς ἀστέρας. Οἷον ὑπόθου τὸν Ἥλιον εἶναι Κριοῦ μοίραις ι′ δεκανῷ πρώτῳ, προσώπῳ Ἄρεως· ἐπεὶ οὖν εἰρήκαμεν τὸν Ἥλιον σημαίνειν τὰ ψυχικά, εὑρήσεις τὴν ψυχὴν τοῦ τοιούτου ἔπανδρον, θυμικήν, πολεμοχαρῆ, φίλοπλον καὶ τὰ ὅμοια. Ὑπόθου δὲ πάλιν εἶναι τὸν Ἥλιον Κριοῦ μοίραις κ′ δεκανῷ δευτέρῳ, προσώπῳ Ἡλίου, σημαίνει τὸν τοιοῦτον εἶναι λαμπρὸν τὴν ψυχὴν καὶ φιλόδοξον καὶ φιλότιμον καὶ οὐκέτι πολεμοχαρῆ. Ὑπόθου δὲ πάλιν εἶναι τὸν Ἥλιον Κριοῦ μοίραις λ′ δεκανῷ γ′, προσώπῳ Ἀφροδίτης, σημαίνει δὲ τὸν τοιοῦτον εἶναι θηλυκόψυχον, θηλύμορφον, ἔπαισχρον, λάγνον καὶ τὰ ὅμοια. Ὅρα πως ἐν ἑνὶ ζῳδίῳ τρεῖς διαφοραὶ περὶ τὰ ψυχικὰ μόνον ὑπεδείχθησαν. Ἔγκεινται δὲ καὶ τῶν δεκανῶν καὶ τῶν παρανατελλόντων αὐτοῖς καὶ τῶν προσώπων τὰ ἀποτελέσματα παρὰ Τεύκρου τοῦ Βαβυλωνίου.

48. Περὶ τῶν τῶν ἀπλανῶν λαμπρῶν ἀστέρων καὶ τῶν παρανατελλόντων δυνάμεων

     Ὁ τύπος τῶν ζῳδίων καὶ τῶν παρανατελλόντων ἀπὸ τῆς τῶν ἀστέρων συνθέσεως συνέστηκεν. Ἔχουσιν οὖν ἐν ἑαυτοῖς λαμπροὺς ἀστέρας καὶ ἀμυδροὺς καὶ στυγνοτέρους. Τούτους τηρήσαντες οἱ παλαιοὶ εἶπον τοὺς μὲν λαμπροτάτους αὐτῶν μεγέθους πρώτου, τοὺς δὲ ἀμυδροτέρους μεγέθους δευτέρου, τοὺς δὲ στυγνοτέρους μεγέθους τρίτου καὶ ἑξῆς ἀκολούθως εὗρον αὐτοὺς ἕως τοῦ ἕκτου μεγέθους καὶ τῆς τῶν πλανητῶν κράσεως κεκοινωνηκότας, καθὰ προειρήκαμεν, καὶ τοὺς μὲν αὐτῶν ἐν τῷ ζῳδιακῷ κυκλῶ τετυχηκότας, τοὺς δὲ βορειοτέρους τοῦ ζῳδιακοῦ, τοὺς δὲ νοτιωτέρους. Τηρήσαντες οὖν τοὺς λαμπροτέρους αὐτῶν ἀστέρας εὗρον λαμπροὺς λ′ τοῦ πρώτου καὶ τοῦ δευτέρου μεγέθους τετυχηκότας. Ἐπὰν οὖν οὗτοι εὑρεθῶσιν ἐπὶ τοῦ ὡροσκόπου ἰσομοίρως ἢ ἐπὶ τοῦ μεσουρανήματος ἢ τὸν Ἥλιον ἢ τὴν Σελήνην σχηματίζοντες ἢ μετά τινος ἀστέρος, ἀλλοιοῦσι τὴν γένεσιν κατὰ τὴν προσήκουσαν αὐτοῖς κρᾶσιν, οἷον εἰ μὲν κράσεώς ἐστὶν ἀγαθοποιοῦ, ἀγαθώτερα ὄντα τὰ τῆς τύχης, εἰ δὲ κακοποιοῦ, χείρω.

49. Περὶ τῶν ὁρίων κατ’ Αἰγυπτίους καὶ Πτολεμαῖον καὶ λαμπρῶν καὶ σκιαρῶν μοιρῶν

     Πάλιν οἱ παλαιοὶ εἰς ἡμίσεις χώρας ἢ τόπους τέμνοντες ἕκαστον ζῴδιον ὠνόμασαν ὅρια οὐ κατὰ τάς ἴσας μοίρας, ὡς ἐπὶ τῶν δεκανῶν εἰρήκαμεν, ἀλλὰ διαφόρως κατὰ ἄλλην αἰτίαν, ἥντινα ὑπέθεντο ἐν ταῖς τῶν ἀστέρων τελείαις περιόδοις. Περιόδους δὲ λέγω ἅστινας ἐν τοῖς ἔμπροσθεν εὑρήσεις· αὐταὶ δὲ αἱ μοῖραι τῶν ὁρίων αἱ κατὰ ζῴδιον κείμεναι. Τινὲς μὲν αὐτῶν εὑρίσκονται Διός, ἄλλαι δὲ Ἀφροδίτης, ἄλλαι δὲ Κρόνου καὶ ἄλλαι τῶν λοιπῶν πλανητῶν. Ὅταν οὖν τις τῶν ἀστέρων εὑρεθῇ ἐν οἴκῳ ἀγαθοποιοῦ καὶ ἐν ὁρίοις ἀγαθοποιοῦ λόγον ἔχων πρὸς τὴν γένεσιν, ἀγαθοποιεῖ τὴν τύχην· ἐὰν δὲ εὑρεθῇ ἐν οἴκῳ μὲν ἀγαθοποιοῦ, ὁρίοις δὲ κακοποιοῦ, ἐλαττοῖ τὸ ἀγαθὸν τῆς τύχης· εἰ δὲ τύχοι ἐν οἴκῳ κακοποιοῦ καὶ ὁρίοις κακοποιοῦ, κακοῖ καὶ ἀμαυροῖ τὴν τύχην. Ἡ οὖν τῶν ὁρίων ἐνέργεια ἐναλλοιοῖ τὴν τῶν ἀστέρων ἀποτελεσματογραφίαν, καθὰ εἴρηται καὶ ἐπὶ τῶν προσώπων τῶν δεκανῶν. Ὁ οὖν Πτολεμαῖος ἔν τισιν ὁρίοις οὐ συνῄνεσε τοῖς Αἰγυπτίοις. Διὸ ἠναγκάσθην καὶ τούτων ὑπόμνησιν ποιήσασθαι. Συμβάλλονται δὲ τὰ ὅρια αὐτῶν ἐν τοῖς αὐτῶν ἀποτελέσμασι μόνοις. Αἱ δὲ λαμπραὶ καὶ σκιαραὶ καὶ ἀμυδραὶ μοῖραι οὐ μικρὰν ἔχουσι τὴν ἐνέργειαν, εἴπερ οἱ ἀστέρες ἐν ταῖς λαμπραῖς μοίραις εὑρέθησαν τετυχηκότες. Διὸ καὶ ταῦτα ἐν τοῖς ἔμπροσθεν ἠναγκάσθην καθυποτάξαι.

50. Περὶ τῆς τῶν ζῳδίων μελοθεσίας

     Τάς τοῦ ἀνθρώπου μελοθεσίας ὑπέταξεν, ὧν κυριεύει μελῶν ἕκαστον τῶν ζῳδίων καὶ τῶν ἀστέρων διὰ τὸ εἰδέναι ἡμᾶς τὰ σίνη καὶ τὰ πάθη τὰ γινόμενα τοῖς ἀνθρώποις ἀπὸ τῶν κλήρων τῆς τύχης καὶ τοῦ δαίμονος καὶ τοῦ σίνους καὶ τῶν κυρίων αὐτῶν· ἔνθεν γὰρ γνωρίζονται ὡς ἐπὶ τὸ πλεῖστον τὰ πάθη καὶ τὰ σίνη. Εἰρηκὼς οὖν πάντα τὰ προειρημένα ἀκολούθως καὶ τὴν ἐπίλυσιν αὐτῶν σαφῶς ποιησάμενος ὑποτάξω κατὰ τὴν τῶν σχηματισμῶν ἐναργῆ δύναμιν.

51. Περὶ τριγώνων καὶ τετραγώνων καὶ ἑξαγώνων καὶ διαμέτρων καὶ τῶν ἀσυνδέτων λόγον ἐχόντων πρὸς ἄλληλα ὡς ἐν τύπῳ διαμέτρων

     Τῶν τριγώνων καὶ τετραγώνων καὶ ἑξαγώνων συσχηματισμῶν διαφοραὶ καθεστήκασιν. Καὶ ἡ μὲν πρώτη καὶ μείζων ἐστὶν πασῶν ἡ μοιρικῶς λαμβανομένη κατὰ τὸν πρόχειρον κανόνα Πτολεμαίου, καθὼς ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν. Ἡ δὲ δεύτερα ἐστίν ἡ χρονική, ἣν Ἀντίγωνος καὶ Φνάης ὁ Αἰγυπτίος καὶ ἄλλοι τίνες ὑπέταξαν καὶ ὠνόμασαν ἰσοσκελὲς τρίγωνον τῶν ἀναφορῶν τῶν ζῳδίων. Ἡ δὲ τρίτη ἐστὶν ἡ ζῳδιακὴ ἢ κοινὴ καὶ καθολική, εἰς ἣν πάντες πλανώμεθα. Πολλάκις γὰρ τοῦ Ἡλίου ὄντος ἐν Λέοντι περὶ μοῖραν α′, τοῦ δὲ Διὸς ὄντος ἐν Τοξότῃ περὶ μοίρας ε′ ἐφάνθη τὸ τρίγωνον Διὸς πρὸς Ἥλιον, οἱ δὲ ἀργοὶ πρὸς ἀλλήλους ἐσχηματίσθησαν. Οὔτε γὰρ πλατικῶς ἐντὸς τῶν ρκ′ μοιρῶν καθεστήκασιν, οὔτε δὲ χρονικῶς ἐντὸς τῶν ρκ′ χρόνων τετυχήκασιν, οὔτε μὴν ἀναφορικῶς ἐντὸς τῶν ρκ′ μοιρῶν. † λοιπὸν οὖν ἀπὸ τῶν τῶν πλανητῶν κεφαλαίων γίνεται †. Καλεῖται οὖν ἀεὶ τριγωνικὴ πλευρὰ ζῳδιακή, ἥτις πάλιν τὴν ἐνέργειαν ἔσχηκεν, ἐπειδὴ οὐ συνέσχεν αὐτὴν οὔτε ἡ μοιρική, οὔτε ἡ χρονική.

     Ἐπεὶ οὖν τὴν μοιρικὴν τρίγωνον καὶ τετράγωνον καὶ ἑξάγωνον πλευρὰν ἐν τοῖς ἔμπροσθεν ὑπετάξαμεν διὰ τῶν κανόνων Πτολεμαίου, τήν τε ζῳδιακὴν νῦν ὑπεδείξαμεν, ἀναγκαῖον ᾠήθην ὑποτάξαι καὶ τὴν χρονικὴν δι’ ὑποδείγματος. Ὑπόθου εἶναι τὸν Ἥλιον ἐν Κριῷ ἐν τῷ δι’ Ἀλεξανδρείας κλίματι μοιρ. α′ καὶ τὸν Δία Λέοντι μοιρ. β′, τὸν δὲ Ἄρη Λέοντι μοιρ. ε′, ποιῶ οὕτως· ἀναφορὰ Κριοῦ χρόνοι κα′ μ′ καὶ ἀναφορὰ Ταύρου χρόνοι κε′ Ο′ καὶ ἀναφορὰ Διδύμων κη′ κ′ καὶ ἀναφορὰ Καρκίνου λα′ μ′, γίνονται χρόνοι τῶν τεσσάρων ζῳδίων ρς′ μ′, ὑπολείπονται εἰς τοὺς ρκ′ χρόνοι ιγ′ κ′, οὓς εὑρίσκω περὶ τάς ια′ C 2 μοίρας τοῦ Λέοντος· διπλώσας γὰρ τοὺς λε′ χρόνους γίνονται χρόνοι ο′, τούτους ἑνδεκάκις καὶ ἥμισυ ποιήσας εὑρίσκω χρόνους ωε′, οὓς ποιῶ παρὰ τὸν ἑξήκοντα, γίνονται χρονοι ιγ′ κε′. Μίγνυμι τὰ ρζ′ μ′, ὁμοῦ γίνονται χρόνοι ρκ′ ε′. Εὑρίσκεται οὖν ἡ ια′ C μοῖρα τοῦ Λέοντος ἐν τῷ δι’ Ἀλεξανδρείας κλίματι τρίγωνον ἰσοσκελὲς ἀποτελοῦσα πρὸς τὴν πρώτην μοῖραν τοῦ Κριοῦ. Καὶ λέγομεν τὸν μὲν Δία ὑπὸ Ἡλίου θεωρεῖσθαι ζῳδιακῶς καὶ χρονικῶς, τὸν δὲ Ἄρη ζῳδιακῶς μόνον.

     Ἐπειδὴ ὑπολείπονται τοῦ Λέοντος χρόνοι κα′ λε′, τούτους προστίθημι τῷ δευτέρῳ ἰσοσκελεῖ τριγώνῳ οὕτως· Λέοντος χρόνοι κα′ λε′, Παρθένου χρόνοι λη′ κ′, Ζυγοῦ χρόνοι λη′ κ′, ὁμοῦ γίνονται χρόνοι ϙη′ ιε′, ὑπολείπονται πάλιν εἰς τοὺς ρκ′ χρόνοι κα′ μέ′, τούτους εὑρίσκω περὶ τάς ιη′ C ζ′ μοίρας τοῦ Σκορπίου· διπλώσας γὰρ τὴν ἀναφορὰν τοῦ Σκορπίου, τουτέστι τοὺς λε′ χρόνους, γίνονται χρόνοι ο′, τούτους ἐπὶ τάς ιη′ C ζ′ ποιήσας εὑρίσκω χρόνους ,ατε′, οὓς ποιῶ παρὰ τὸν ἑξήκοντα, γίνονται κα′ μέ′, οὕστινας προστίθημι τοῖς ϙη′ ιε′, γινονται ὁμοῦ χρόνοι ρκ′. Εὑρίσκονται οὖν αἱ ιη′ C ζ′ μοῖραι τοῦ Σκορπίου ἐν τῷ δι’ Ἀλεξανδρείας κλίματι τὸ δεύτερον τρίγωνον ἰσοσκελὲς ἀποτελοῦσαι πρὸς τὴν ια′ C μοῖραν τοῦ Λέοντος. Πάλιν ἐπειδὴ ὑπολείπονται τοῦ Σκορπίου χρόνοι ιγ′ ιε′, τούτοις προστίθημι τὸ τρίτον ἰσοσκελὲς τρίγωνον· Σκορπίου χρόνοι ιγ′ ιε′, Τοξότου λα′ μ′, Αἰγοκέρωτος κη′ κ′, Ὑδροχόου κε′, Ἰχθύων κα′ μ′, ὁμοῦ γίνονται ριθ′ νε′ χρόνοι, οἵτινες ἀποτελοῦσι τὸ τρίτον τρίγωνον ἰσοσκελὲς τοῦ ζῳδιακοῦ κύκλου. Αἱ γὰρ ὑπολειφθεῖσαι ε′ μοῖραι εἰς τοὺς ρκ′ χρόνους ἐν τῷ πρώτῳ τριγώνῳ εἰσὶν ἀποτεταγμέναι. Τῇ δὲ αὐτῇ μεθόδῳ καὶ τάς ἑξαγώνους καὶ τετραγώνους πλευρὰς εὑρήσεις, αἵτινες καλοῦνται χρονικαί.

52. Περὶ τῶν χρόνων τῶν κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων

     Ὁ μὲν ὡροσκόπος δηλοῖ τὴν πρώτην ἡλικίαν, τὸ μεσουράνημα τὴν μέσην, ἡ δὲ δύσις τὴν τελευταίαν, τὸ δὲ ὑπὸ γῆν κέντρον τὸν θάνατον καὶ τάς μετ’ αὐτὸν γινομένας εὐδοξίας ἢ ἀδοξίας. Καὶ πάλιν τὸ μὲν ἀπόκλιμα τοῦ ὡροσκόπου σημαίνει τάς ὠδῖνας τῆς ἀποκυήσεως καὶ τὰ συμβαίνοντα τῇ μητρί, ὅτε ἦν κατὰ γαστρὸς ὁ γεννώμενος, ὁ δὲ ὡροσκόπος τὴν ἀπότεξιν καὶ τοὺς εὐθὺς μετ’ αὐτὴν χρόνους, ἡ δὲ ἐπαναφορὰ τοῦ ὡροσκόπου τοὺς τελευταίους χρόνους τῆς πρώτης ἡλικίας. Τοῦ δὲ μεσουρανήματος τὸ ἀπόκλιμα σημαίνει τοῦ μέσου χρόνου τοὺς πρώτους, τὸ δὲ μεσουράνημα τοῦ μέσου τοὺς μέσους, ἡ δὲ ἐπαναφορὰ τοὺς τελευταίους. Τῆς δὲ δύσεως τὸ ἀπόκλιμα σημαίνει τοῦ τελευταίου χρόνου τοὺς πρώτους, ἡ δὲ δύσις αὔτη τοὺς μέσους, ἡ δὲ ἐπαναφορὰ τοὺς τελευταίους. Τοῦ δὲ ἀντιμεσουρανοῦντος τὸ ἀπόκλιμα σημαίνει τὸν πρὸ τοῦ θανάτου χρόνον, τὸ δὲ ἀντιμεσουράνημα αὐτὸν τὸν θάνατον, ἡ δὲ ἐπαναφορὰ τὸν μετὰ τὸν θάνατον χρόνον. Τούτων δὲ ἕκαστος τῶν ιβ′ τόπων λαγχάνει τάς προανενηνεγμένας μοίρας ε′ καὶ τάς ἐπαναφερομένας κε′, ἐὰν αἱ τετράγωνοι δι’ ἐνενήκοντα μοιρῶν τυγχάνωσιν· ἐὰν δὲ ἀπὸ διαφόρων ἀριθμῶν, τάς τῶν τετραγώνων ἀριθμῶν μοίρας εἰς τὰ τρία τρίμοιρα μέριζε ἐξ ἴσου καὶ γνώσῃ ἕκαστον τόπον, πόσας ἔχει μοίρας τοῦ ζῳδιακοῦ. Οἷον ἐὰν τὸ μεσουράνημα τοῦ ὡροσκόπου ἀπέχῃ μοίρας ϙς′, ἡ δύσις ἀφέξει τοῦ μεσουρανήματος μοίρας πδ′ καὶ τὸ ὑπὸ γῆν κέντρον τοῦ δύνοντος μοίρας ϙς′, καὶ ὁ ὡροσκόπος τοῦ ὑπὸ γῆν κέντρου μοίρας πδ′. Ἐξ ὧν οἰκείως ἑκάστῳ τόπῳ ἐπιμερίσας ἐξ ἴσου τάς ἐπιβαλλούσας μοίρας ἀπὸ τῆς οἰκείας τετραγώνου, ἀπὸ τῆς ὡροσκοπούσης μοίρας καὶ τῶν προανενηνεγμένων ε′ μοιρῶν αὐτοῦ τὴν ἀρχὴν ποιησάμενος τῆς ἐκβολῆς ἐπὶ τὰ ἑπόμενα μαθήσῃ, ὡς ἔχει ἡ δωδεκάτροπος.

53. Ἐκ πόσων τρόπων γίνεται τὰ ἀποτελέσματα τῶν πλανητῶν

     Τὰ ἀποτελέσματα τῶν πλανητῶν γίνονται κατὰ τρόπους ἕνδεκα, καὶ πρῶτος μὲν ὑπάρχει, ὅταν ὁ πλανήτης ἵσταται ἐν ἀγαθῷ τόπῳ ἀπὸ τοῦ ὡροσκόπου εἴτε εἰς κέντρον, εἴτε εἰς τοὺς ἀκολούθους τόπους τῶν κέντρων, οὓς βλέπει ὁ ὡροσκόπος. Δεύτερος δὲ ὅταν ὁ πλανήτης ὑπάρχῃ εἴς τινα τόπον τῆς ἰδίας ἀξίας, ἤγουν εἰς οἶκον, ἢ εἰς τρίγωνον, ἢ εἰς ὕψωμα, ἢ εἰς ὅρια, ἢ εἰς πρόσωπον ἢ τόπον ἐν ᾧ χαίρει. Τρίτος δὲ ὑπάρχει, ὅταν μὴ ᾖ ὁ πλανήτης ὑποπεποδισμένος, ἀλλ’ ὀρθοποδῶν. Τέταρτος δὲ ὑπάρχει, ὅταν ὁ πλανήτης μὴ συνοδεύῃ ἑτέρῳ κακοποιῷ πλανήτῃ ἢ διαμετρῇ, ἢ τετραγωνίζῃ. Πέμπτος τὸ μὴ φθάνειν αὐτὸν πλανήτην μὴ βλέποντα τὸν ὡροσκόπον ἢ ὄντα ἐν τῷ ταπεινώματι αὐτοῦ. Ἕκτος, ὅταν ὑπάρχῃ αὐτὸν ἀποδεχόμενος. Ἕβδομος, ὅταν ὑπάρχωσιν οἱ ἀνώτεροι αὐτοῦ πλανῆται οἱ ἄρσενες, ἤγουν ὁ Κρόνος, Ζεύς, Ἄρης ἀνατολικοί, ἤτοι φαινόμενοι εἰς τὴν ἀνατολὴν τὸ πρωί, καὶ οἱ κατώτεροι πλανῆται, ἢγουν οἱ θηλυκοὶ Ἀφροδίτη, Ἑρμῆς, Σελήνη, δυτικοί, ἤτοι φαινόμενοι τὴν ἑσπέραν εἰς τὴν δύσιν. Ὄγδοος, ὅταν ὑπάρχωσιν οἱ πλανῆται εἰς τὸ φῶς αὐτῶν, ἤγουν τοῦ εἶναι τοὺς μὲν ἄρσενας κατὰ μὲν τὴν ἡμέραν ἐν τῷ ἐπάνω ἡμισφαιρίῳ, κατὰ δὲ τὴν νύκτα ἐν τῷ ὑποκάτω, τοὺς δὲ θηλυκοὺς τὴν μὲν νύκτα ἐν τῷ ὑποκάτω, τὴν δὲ ἡμέραν ἐν τῷ ἐπάνω. Ἔννατος, ὅταν ὧσιν οἱ πλανῆται ἐν ζῳδίῳ στερεῷ. Δέκατος, ὅταν ὦσιν οἱ πλανῆται ἐν τῇ καρδίᾳ τοῦ Ἡλίου, ἤτοι μοῖρα πρὸς μοῖραν· τότε γὰρ οἱ μὲν ἀγαθοποιοὶ στερεοῦσι τὸ ἀγαθόν, οἱ δὲ κακοποιοὶ τὸ κακόν. Ἑνδέκατος, ὅταν οἱ μὲν ἀρσενικοὶ πλανῆται ὑπάρχωσιν ἐν τοῖς ἀρσενικοῖς τεταρτημορίοις, οἱ δὲ θηλυκοὶ ἐν τοῖς θηλυκοῖς, καὶ πάλιν οἱ μὲν ἀρσενικοὶ ἐν τοῖς ἀρσενικοῖς ζῳδίοις, οἱ δὲ θηλυκοὶ ἐν τοῖς θηλυκοῖς.

54. Ἔκθεσις εἰς τάς μαρτυρίας τῶν πλανητῶν

     Τοῦτό ἐστιν ἡ μαρτύρια τῶν πλανητῶν, ἵνα μὴ ὑπάρχῃ ἀμφίβολος εἰς τὸ ναὶ ἢ οὔ. Ὅταν ὁ πλανήτης ὑπάρχῃ εἴς τινα ἀξίαν αὐτοῦ, ἤγουν εἰς τὸν ἴδιον οἶκον, ἢ εἰς τρίγωνον, ἢ εἰς ὕψωμα, ἢ εἰς ὅρια ἢ εἰς πρόσωπον, τότε εἴ τι σημαίνει, πληροῖ αὐτό. Τὰ ἀποτελέσματα τῆς χαρᾶς τῶν πλανητῶν εἰσι τέσσαρα, εἰσὶ δὲ ταῦτα· ἡ πρώτη χαρά, ὅταν ὁ Ἑρμῆς ἐμπέσῃ εἰς τὸν ὡροσκόπον, ἡ Σελήνη εἰς τὸν τρίτον τόπον, ἡ Ἀφροδίτη εἰς τὸν πέμπτον, ὁ Ἄρης εἰς τὸν ἕκτον, ὁ Ἥλιος εἰς τὸν ἔννατον, ὁ Ζεὺς εἰς τὸν ἑνδέκατον, ὁ Κρόνος εἰς τὸν δωδέκατον. Ἡ δεύτερα χαρά, ὅταν ὁ Κρόνος εἰς τὸν Ὑδροχόον, ὁ Ζεὺς εἰς τὸν Τοξότην, ὁ Ἄρης εἰς τὸν Σκορπίον, ὁ Ἥλιος εἰς τὸν Λέοντα, ἡ Ἀφροδίτη εἰς τὸν Ταῦρον, ὁ Ἑρμῆς εἰς τὴν Παρθένον, ἡ Σελήνη εἰς τὸν Καρκίνον. Ἡ τρίτη χαρά· οἱ ἀρσενικοὶ πλανῆται χαίρουσιν, ὅταν ὦσιν ἀνατολικοί, καὶ οἱ θηλυκοί, ὅταν ὦσιν δυτικοί. Ἡ τετάρτη χαρά, ὅταν οἱ ἀρσενικοὶ πλανῆται ὑπάρχωσιν ἐν ἀρσενικοῖς τεταρτημορίοις καὶ οἱ θηλυκοὶ ἐν τοῖς θηλυκοῖς. Ὁ δὲ Ἑρμῆς χαίρει μετ’ ἀμφοτέρων, ἤγουν, ὅταν ὑπάρχῃ μετ’ ἀρσενικῶν, χαίρει μετ’ αὐτῶν, καί, ὅταν ὑπάρχῃ μετὰ θηλυκῶν, χαίρει μετὰ θηλυκῶν.

55. Περὶ τῶν ἀκτίνων τῶν πλανητῶν

     Αἱ ἀκτῖνες τοῦ Ἡλίου ἀφικνοῦνται μοιρ. λ′, ἔμπροσθεν ιε′ καὶ ὄπισθεν ιε′· τῆς Σελήνης μοιρ. κδ′, ἔμπροσθεν ιβ′ καὶ ὄπισθεν ιβ′· τοῦ Κρόνου καὶ τοῦ Διὸς μοιρ. ιη′, ἔμπροσθεν θ′ καὶ ὄπισθεν θ′· τοῦ Ἀρεος ις′, ἔμπροσθεν η′ καὶ ὄπισθεν η′· τῆς Ἀφροδίτης καὶ τοῦ Ἑρμοῦ ιδ′, ἔμπροσθεν ζ′ καὶ ὄπισθεν ζ′.