ΑΝΔΡΟΜΕΔΑΣ, ΙΠΠΟΥ, ΚΡΙΟΥ, ΔΕΛΤΩΤΟΥ, ΙΧΘΥΩΝ, ΠΕΡΣΕΩΣ, ΠΛΕΙΑΔΟΣ, ΛΥΡΑΣ
ἑλληνικὸ πρωτότυπο ἐκ τοῦ TLG (Thesaurus Lingua Graeca)
Βιογραφία Ἐρατοσθένους Κυρηναίου
❧
ΠΕΡΙΕΧΟΜΕΝΑ
Ἀνδρομέδας
Αὕτη κεῖται ἐν τοῖς ἄστροις διὰ τὴν Ἀθηνᾶν, τῶν Περσέως ἄθλων ὑπόμνημα, διατεταμένη τὰς χεῖρας, ὡς καὶ προετέθη τῷ κήτει· ἀνθ’ ὧν σωθεῖσα ὑπὸ τοῦ Περσέως οὐχ εἵλετο τῷ πατρὶ συμμένειν οὐδὲ τῇ μητρί, ἀλλ’ αὐθαίρετος εἰς τὸ Ἄργος ἀπῆλθε μετ’ ἐκείνου, εὐγενές τι φρονήσασα. Λέγει δὲ καὶ Εὐριπίδης σαφῶς ἐν τῷ περὶ αὐτῆς γεγραμμένῳ δράματι.
Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α′, ἐφ’ ἑκατέρου ὤμου α′, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος α′, ἐπ’ ἄκρας τῆς χειρὸς λαμπρὸν α′, ἐπὶ τοῦ ἀριστεροῦ ἀγκῶνος [α′, ἐπὶ τοῦ δεξιοῦ] λαμπρὸν α′, ἐπὶ βραχίονος α′, ἐπὶ τῆς χειρὸς α′, ἐπὶ τῆς ζώνης γ′, ὑπὲρ τὴν ζώνην δ′, ἐφ’ ἑκατέρου γόνατος λαμπρὸν α′, ἐπὶ τοῦ δεξιοῦ ποδὸς β′, ἐπὶ τοῦ ἀριστεροῦ α′· τοὺς πάντας κ′.
Ἵππου
Τούτου μόνον τὰ ἔμπροσθεν φαίνεται ἕως ὀμφαλοῦ. Ἄρατος μὲν οὖν φησι τὸν ἐπὶ τοῦ Ἑλικῶνος εἶναι ποιήσαντα κρήνην τῇ ὁπλῇ, ἀφ’ οὗ καλεῖσθαι Ἳππου κρήνην· ἄλλοι δὲ τὸν Πήγασον εἶναί φασι τὸν εἰς τὰ ἄστρα ἀναπτάντα ὕστερον τῆς Βελλεροφόντου πτώσεως· διὰ δὲ τὸ μὴ ἔχειν πτέρυγας ἀπίθανον δοκεῖ τισι ποιεῖν τὸν λόγον. Εὐριπίδης δέ φησιν ἐν Μελανίππῃ Ἵππην εἶναι τὴν τοῦ Χείρωνος θυγατέρα, ὑπ’ Αἰόλου δὲ ἀπατηθεῖσαν φθαρῆναι καὶ διὰ τὸν ὄγκον τῆς γαστρὸς φυγεῖν εἰς τὰ ὄρη, κἀκεῖ ὠδινούσης αὐτῆς τὸν πατέρα ἐλθεῖν κατὰ ζήτησιν, τὴν δ’ εὔξασθαι καταλαμβανομένην πρὸς τὸ μὴ γνωσθῆναι μεταμορφωθῆναι καὶ γενέσθαι ἵππον. Διὰ γοῦν τὴν εὐσέβειαν αὐτῆς τε καὶ τοῦ πατρὸς ὑπ’ Ἀρτέμιδος εἰς τὰ ἄστρα τεθῆναι, ὅθεν τῷ Κενταύρῳ οὐχ ὁρατή ἐστιν· Χείρων γὰρ λέγεται εἶναι ἐκεῖνος. Τὰ δὲ ὀπίσθια μέρη αὐτῆς ἀφανῆ ἐστι πρὸς τὸ μὴ γινώσκεσθαι θήλειαν οὖσαν.
Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ ῥύγχους β′ ἀμαυρούς, ἐπὶ τῆς κεφαλῆς α′, ἐπὶ τῆς σιαγόνος α′, ἐφ’ ἑκατέρῳ ὠτίῳ ἀμαυρὸν α′, ἐπὶ τῷ τραχήλῳ δ′, ὧν τὸν πρὸς τῇ κεφαλῇ λαμπρότερον, ἐπὶ τοῦ ὤμου α′, ἐπὶ στήθους α′, ἐπὶ ῥάχεως α′, ἐπ’ ὀμφαλοῦ ἔσχατον α′ λαμπρόν, ἐπ’ ἐμπροσθίων γονάτων β′, ἐφ’ ἑκατέρας ὁπλῆς α′· τοὺς πάντας ιη′.
Κριοῦ
Οὗτος ὁ Φρίξον διακομίσας καὶ Ἕλλην· ἄφθιτος δὲ ὢν ἐδόθη αὐτοῖς ὑπὸ Νεφέλης τῆς μητρός· εἶχε δὲ χρυσῆν δοράν, ὡς Ἡσίοδος καὶ Φερεκύδης εἰρήκασιν· διακομίζων δ’ αὐτοὺς κατὰ τὸ στενώτατον τοῦ πελάγους, τοῦ ἀπ’ ἐκείνης κληθέντος Ἑλλησπόντου, ἔῥῥιψεν αὐτὴν [καὶ τὸ κέρας ἀπολέσας]. Ποσειδῶν δὲ σώσας τὴν Ἕλλην καὶ μιχθεὶς ἐγέννησεν ἐξ αὐτῆς παῖδα ὀνόματι Παίωνα, τὸν δὲ Φρίξον εἰς τὸν Εὔξεινον πόντον σωθέντα πρὸς Αἰήτην διεκόμισεν· ᾧ καὶ ἐκδὺς ἔδωκε τὴν χρυσῆν δοράν, ὅπως μνημόσυνον ἔχῃ· αὐτὸς δὲ εἰς τὰ ἄστρα ἀπῆλθεν· ὅθεν ἀμαυρότερον φαίνεται.
Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς α′, ἐπὶ τῶν μυκτήρων γ′, ἐπὶ τοῦ τραχήλου β′, ἐπ’ ἄκρου ἐμπροσθίου ποδὸς λαμπρὸν α′, ἐπὶ ῥάχεως δ′, ἐπὶ κέρκου α′, ὑπὸ τὴν κοιλίαν γ′, ἐπὶ τοῦ ἰσχίου α′, ἐπ’ ἄκρου ὀπισθίου ποδὸς α′· τοὺς πάντας ιζ′.
Δελτωτοῦ
Τοῦτό ἐστιν ὑπὲρ μὲν τὴν κεφαλὴν τοῦ Κριοῦ κείμενον, λέγεται δὲ διὰ τὸ ἐκεῖνον ἀμαυρότερον εἶναι· εὔσημον ἐπ’ αὐτοῦ γράμμα κεῖσθαι ἀπὸ Διὸς τὸ πρῶτον τοῦ ὀνόματος δι’ Ἑρμοῦ τεθέν, ὃς τὸν διάκοσμον τῶν ἄστρων ἐποιήσατο. Φασὶ δέ τινες καὶ τὴν τῆς Αἰγύπτου θέσιν ἐκ τοῦ ἐν τοῖς ἄστροις εἶναι τριγώνου, καὶ τὸν Νεῖλον τοιαύτην τὴν περιοχὴν ποιήσασθαι τῆς χώρας, ἅμα τε τὴν ἀσφάλειαν αὐτῇ ποριζόμενον, εἴς τε τὸν σπόρον εὐμαρεστέραν ποιούμενον καὶ εἰς τὴν τῶν καρπῶν ἀνακομιδὴν εὐκαιρίαν ὡρῶν ἐσόμενον.
Ἔχει δ′ ἀστέρας ἐφ’ ἑκάστῃ τῶν γωνιῶν λαμπρούς.
Ἰχθύων
Οὗτοί εἰσι τοῦ μεγάλου Ἰχθύος ἔγγονοι, περὶ οὗ τὴν ἱστορίαν ἀποδώσομεν σαφέστερον, ὅταν ἐπ’ αὐτὸν ἔλθωμεν· τούτων δὲ ἑκάτερος κεῖται ἐν ἑκατέρῳ μέρει διαλλάσσων· ὁ μὲν γὰρ βόρειος, ὁ δὲ νότιος καλεῖται· ἔχουσι δὲ σύνδεσμον ἕως τοῦ ἐμπροσθίου ποδὸς τοῦ Κριοῦ.
Ἔχουσι δ’ ἀστέρας ὁ μὲν βόρειος ιβ′, ὁ δὲ νότιος ιε′· τὸ δὲ λῖνον αὐτῶν ᾧ συνέχονται ἔχει ἀστέρας ἐπὶ τοῦ βορείου γ′, ἐπὶ τοῦ νοτίου γ′, πρὸς ἀνατολὰς γ′, ἐπὶ τοῦ συνδέσμου γ′· τοὺς πάντας ιβ′· οἱ πάντες τῶν δύο ᾿Ιχθύων καὶ τοῦ συνδέσμου ἀστέρες λθ′.
Περσέως
Περὶ τούτου ἱστορεῖται ὅτι ἐν τοῖς ἄστροις ἐτέθη διὰ τὴν δόξαν· τῇ γὰρ Δανάῃ ὡς χρυσὸς μιγεὶς ὁ Ζεὺς ἐγέννησεν αὐτόν· ὑπὸ δὲ τοῦ Πολυδέκτου πεμφθεὶς ἐπὶ τὰς Γοργόνας τήν τε κυνῆν ἔλαβε παρ’ Ἑρμοῦ καὶ τὰ πέδιλα, ἐν οἷς διὰ τοῦ ἀέρος ἐποιεῖτο τὴν πορείαν· δοκεῖ δὲ καὶ ἅρπην παρ’ Ἡφαίστου λαβεῖν ἐξ ἀδάμαντος· ὡς δὲ Αἰσχύλος φησὶν ὁ τῶν τραγῳδιῶν ποιητὴς ἐν Φορκίσιν, Γραίας εἶχον προφύλακας αἱ Γοργόνες· αὗται δὲ ἕνα εἶχον ὀφθαλμὸν καὶ τοῦτον ἀλλήλαις παρεδίδοσαν κατὰ φυλακήν· τηρήσας δ’ ὁ Περσεὺς ἐν τῇ παραδόσει, λαβὼν ἔρριψεν αὐτὸν εἰς τὴν Τριτωνίδα λίμνην, καὶ οὕτως ἐλθὼν ἐπὶ τὰς Γοργόνας ὑπνωκυίας ἀφείλετο τῆς Μεδούσης τὴν κεφαλήν, ἣν ἡ Ἀθηνᾶ περὶ τὰ στήθη ἔθηκεν αὑτῆς, τῷ δὲ Περσεῖ τὴν εἰς τὰ ἄστρα θέσιν ἐποίησεν, ὅθεν ἔχων θεωρεῖται καὶ τὴν Γοργόνος κεφαλήν.
Ἔχει δὲ ἀστέρας [ἐπὶ μὲν τῆς κεφαλῆς α′], ἐφ’ ἑκατέρῳ ὤμῳ λαμπρὸν α′, ἐπ’ ἄκρας τῆς δεξιᾶς χειρὸς λαμπρὸν α′, ἐπ’ ἀγκῶνος α′, ἐπ’ ἄκρας χειρὸς ἀριστερᾶς α′, ἐν ᾗ τὴν κεφαλὴν δοκεῖ τῆς Γοργόνος ἔχειν· ἐπὶ τῆς κεφαλῆς τῆς Γοργόνος α′, ἐπὶ τῆς κοιλίας α′, ἐπὶ τοῦ δεξιοῦ ἰσχίου λαμπρὸν α′, ἐπὶ δεξιοῦ μηροῦ λαμπρὸν α′, ἐπὶ γόνατος α′, ἐπ’ ἀντικνημίου α′, ἐπὶ ποδὸς α ἀμαυρόν, ἐπ’ ἀριστεροῦ μηροῦ α′, ἐπὶ γόνατος α′, ἐπ’ ἀντικνημίου β′, περὶ τοὺς Γοργόνος πλοκάμους γ′· τοὺς πάντας ιθ′· ἡ δὲ κεφαλὴ [η′], ἡ δ’ ἅρπη, [ἔχουσα ε′], ἄναστρος ὁρᾶται, διὰ δὲ νεφελώδους συστροφῆς δοκεῖ τισιν ὁρᾶσθαι.
Πλειάδος
Ἐπὶ τῆς ἀποτομῆς τοῦ Ταύρου τῆς καλουμένης ῥάχεως ἡ Πλειάς ἐστιν· συνηγμένης δ’ αὐτῆς εἰς ἀστέρας ἑπτά, λέγουσιν εἶναι τῶν Ἄτλαντος θυγατέρων, διὸ καὶ ἑπτάστερος καλεῖται· οὐχ ὁρῶνται δὲ αἱ ἑπτά, ἀλλ’ αἱ ἕξ· τὸ δὲ αἴτιον οὕτω πως λέγεται. Τὰς μὲν γὰρ ἕξ φασι Θεοῖς μιγῆναι, τὴν δὲ μίαν θνητῷ· τρεῖς μὲν οὖν μιγῆναι Διί, Ἠλέκτραν ἐξ ἧς Δάρδανος, Μαῖαν ἐξ ἧς Ἑρμῆς, Ταϋγέτην ἐξ ἧς Λακεδαίμων· Ποσειδῶνι δὲ δύο μιγῆναι, Ἀλκυόνην ἐξ ἧς Ὑριεύς, Κελαινὼ ἐξ ἧς Λύκος· Στερόπη δὲ λέγεται Ἄρει μιγῆναι, ἐξ ἧς Οἰνόμαος ἐγένετο· Μερόπη δὲ Σισύφῳ θνητῷ, διὸ παναφανής ἐστιν. Μεγίστην δ’ ἔχουσι δόξαν ἐν τοῖς ἀνθρώποις ἐπισημαίνουσαι καθ’ ὥραν. Θέσιν δὲ ἔχουσιν εὖ μάλα κείμεναι κατὰ τὸν Ἵππαρχον τριγωνοειδοῦς σχήματος.
Περὶ τῆς Λύρας
Αὕτη ἐνάτη κεῖται καί ἐστι Μουσῶν· κατασκευάσθη δὲ τὸ μὲν πρῶτον ὑπὸ Ἑρμοῦ ἐκ τῆς χελώνης καὶ τῶν Ἀπόλλωνος βοῶν· ἔσχε δὲ χορδὰς ἑπτὰ ἢ ἀπὸ τῶν ζ′ πλανητῶν ἢ τῶν Ἀτλαντίδων· μετέλαβε δ’ αὐτὴν Ἀπόλλων καὶ συναρμοσάμενος ᾠδὴν Ὀρφεῖ παρέδωκεν, ὃς Καλλιόπης υἱὸς ὤν, μιᾶς τῶν Μουσῶν, ἐποίησε τὰς χορδὰς ἐννέα ἀπὸ τοῦ τῶν Μουσῶν ἀριθμοῦ καὶ προήγαγεν ἐπὶ πλέον ἐν τοῖς ἀνθρώποις [οὕτω] δοξαζόμενος οὕτως ὥστε καὶ ὑπόληψιν ἔχειν περὶ αὐτοῦ τοιαύτην, ὅτι καὶ τὰς πέτρας καὶ τὰ θηρία ἐκάλειν διὰ τῆς ᾠδῆς· διὰ δὲ τὴν γυναῖκα εἰς Ἅιδου καταβὰς καὶ ἰδὼν τὰ ἐκεῖ οἷα ἦν τὸν μὲν Διόνυσον οὐκ ἐτίμα, ὑφ’ οὗ ἦν δεδοξασμένος, τὸν δὲ Ἥλιον μέγιστον τῶν Θεῶν ἐνόμισεν, ὃν καὶ Ἀπόλλωνα προσηγόρευσεν· ἐπεγειρόμενός τε τὴν νύκτα κατὰ τὴν ἑωθινὴν ἐπὶ τὸ ὄρος τὸ καλούμενον Πάγγαιον ἀνιὼν προσέμενε τὰς ἀνατολάς, ἵνα ἴδῃ τὸν Ἥλιον πρῶτον· ὅθεν ὁ Διόνυσος ὀργισθεὶς αὐτῷ ἔπεμψε τὰς Βασσαρίδας, ὥς φησιν Αἰσχύλος ὁ τῶν τραγῳδιῶν ποιητής· αἳ διέσπασαν αὐτὸν καὶ τὰ μέλη ἔῥῥιψαν χωρὶς ἕκαστον· αἱ δὲ Μοῦσαι συναγαγοῦσαι ἔθαψαν ἐπὶ τοῖς καλουμένοις Λειβήθροις. Τὴν δὲ λύραν οὐκ ἔχουσαι ὅτῳ δώσειν τὸν Δία ἠξίωσαν καταστερίσαι, ὅπως ἐκείνου τε καὶ αὐτῶν μνημόσυνον τεθῇ ἐν τοῖς ἄστροις· τοῦ δ’ ἐπινεύσαντος οὕτως ἐτέθη· ἐπισημασίαν δὲ ἔχει ἐπὶ τῷ ἐκείνου συμπτώματι δυομένη καθ’ ὥραν.
Ἔχει δ’ ἀστέρας ἐπὶ τῶν κτενῶν ἑκατέρων ὤμων α′· ἐφ’ ἑκάστου πήχεως α′· ἐπ’ ἀκρότητι ὁμοίως α′· ἐφ’ ἑκατέρων ὤμων α′· ἐπὶ ζυγοῦ α′· ἐπὶ τοῦ πυθμένος α′, λευκὸν καὶ λαμπρόν· τοὺς πάντας θ′.