goldenbar

ΩΡΙΩΝΟΣ, ΚΥΝΟΣ, ΛΑΓΩΟΥ, ΑΡΓΟΥΣ, ΚΗΤΟΥΣ, ΠΟΤΑΜΟΥ, ΙΧΘΥΟΣ, ΘΥΤΗΡΙΟΥ

ἑλληνικὸ πρωτότυπο ἐκ τοῦ TLG (Thesaurus Lingua Graeca)

Βιογραφία Ἐρατοσθένους Κυρηναίου

ΠΕΡΙΕΧΟΜΕΝΑ

Ὠρίωνος

  Τοῦτον Ἡσίοδός φησιν Εὐρυάλης τῆς Μίνωος καὶ Ποσειδῶνος εἶναι, δοθῆναι δὲ αὐτῷ δωρεὰν ὥστε ἐπὶ τῶν κυμάτων πορεύεσθαι καθάπερ ἐπὶ τῆς γῆς. Ἐλθόντα δὲ αὐτὸν εἰς Χίον Μερόπην τὴν Οἰνοπίωνος βιάσασθαι οἰνωθέντα, γνόντα δὲ τὸν Οἰνοπίωνα καὶ χαλεπῶς ἐνεγκόντα τὴν ὕβριν ἐκτυφλῶσαι αὐτὸν καὶ ἐκ τῆς χώρας ἐκβαλεῖν· ἐλθόντα δὲ εἰς Λῆμνον ἀλητεύοντα Ἡφαίστῳ συμμῖξαι, ὃς αὐτὸν ἐλεήσας δίδωσιν αὐτῷ Κηδαλίωνα τὸν αὑτοῦ [οἰκεῖον] οἰκέτην, ὅπως ὁδηγῇ [καὶ ἡγῆται αὐτοῦ]· ὃν λαβὼν ἐπὶ τῶν ὤμων ἔφερε σημαίνοντα τὰς ὁδούς· ἐλθὼν δ’ ἐπὶ τὰς ἀνατολὰς καὶ ῾Ηλίῳ συμμίξας δοκεῖ ὑγιασθῆναι καὶ οὕτως ἐπὶ τὸν Οἰνοπίωνα ἐλθεῖν πάλιν, τιμωρίαν αὐτῷ ἐπιθήσων· ὁ δὲ ὑπὸ τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο.

  Ἀπελπίσας δὲ τὴν ἐκείνου ζήτησιν ἀπῆλθεν εἰς Κρήτην καὶ περὶ τὰς θήρας διῆγε κυνηγετῶν τῆς Ἀρτέμιδος παρούσης καὶ τῆς Λητοῦς, καὶ δοκεῖ ἀπειλήσασθαι ὡς πᾶν θηρίον ἀνελεῖν τῶν ἐπὶ τῆς γῆς γιγνομένων· κυμωθεῖσα δὲ αὐτῷ ἡ Γῆ ἀνῆκε σκορπίον εὐμεγέθη, ὑφ’ οὗ τῷ κέντρῳ πληγεὶς ἀπώλετο· ὅθεν διὰ τὴν αὐτοῦ ἀνδρίαν ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκεν ὁ Ζεὺς ὑπὸ Ἀρτέμιδος καὶ Λητοῦς ἀξιωθεὶς, ὁμοίως καὶ τὸ θηρίον τοῦ εἶναι μνημόσυνον [καὶ] τῆς πράξεως. Ἄλλοι δέ φασιν αὐξηθέντα τοῦτον ἐρασθῆναι τῆς Ἀρτέμιδος, τὴν δὲ τὸν σκορπίον ἀνενεγκεῖν κατ’ αὐτοῦ, ὑφ’ οὗ κρουσθέντα ἀποθανεῖν, τοὺς δὲ Θεοὺς ἐλεήσαντας αὐτὸν ἐν οὐρανῷ καταστερίσαι καὶ τὸ θηρίον εἰς μνημόσυνον τῆς πράξεως.

  Ἔχει δ’ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς γ′ ἀμαυρούς, ἐφ’ ἑκατέρῳ ὤμῳ λαμπρὸν α′, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος ἀμαυρὸν α′, ἐπ’ ἄκρας χειρὸς ὁμοίως ἀμαυρὸν α′ [ἀμαυροὺς β′], ἐπὶ τῆς ζώνης γ′, ἐπὶ τοῦ ἐγχειριδίου γ′ λαμπρούς, ἐφ’ ἑκατέρῳ γόνατι λαμπρὸν α′, ἐφ’ ἑκατέρῳ ποδὶ ὁμοίως λαμπρὸν α′· τοὺς πάντας ιζ′.

Οι αστερισμοί του Ωρίωνος και του Μικρού Κυνός στον νυχτερινό ουρανό

Κυνός

  Περὶ τούτου ἱστορεῖται ὅτι ἐστὶν ὁ δοθεὶς Εὐρώπῃ φύλαξ μετὰ τοῦ ἄκοντος· ἀμφότερα δὲ ταῦτα Μίνως ἔλαβε καὶ ὕστερον ὑπὸ Πρόκριδος ὑγιασθεὶς ἐκ νόσου ἐδωρήσατο αὐτῇ, μετὰ δὲ χρόνον Κέφαλος ἀμφοτέρων αὐτῶν ἐκράτησε διὰ τὸ εἶναι Πρόκριδος ἀνήρ· ἦλθε δὲ εἰς τὰς Θήβας ἐπὶ τὴν ἀλώπεκα ἄγων αὐτόν, εἰς ἣν λόγιον ἦν ὑπὸ μηδενὸς ἀπολέσθαι· οὐκ ἔχων οὖν ὅ τι ποιῆσαι ὁ Ζεὺς τὴν μὲν ἀπελίθωσε, τὸν δὲ εἰς τὰ ἄστρα ἀνήγαγεν ἄξιον κρίνας. Ἕτεροι δέ φασιν αὐτὸν εἶναι κύνα Ὠρίωνος καὶ περὶ τὰς θήρας γινομένῳ συνέπεσθαι, καθάπερ καὶ τοῖς κυνηγετοῦσι πᾶσι τὸ ζῷον συναμύνασθαι δοκεῖ τὰ θηρία· ἀναχθῆναι δὲ αὐτὸν εἰς τὰ ἄστρα κατὰ τὴν τοῦ Ὠρίωνος ἀναγωγήν, καὶ τούτου εἰκότως γεγονότος διὰ τὸ μηδὲν ἀπολείπειν τῶν συμβεβηκότων Ὠρίωνι.

  Ἔχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς [ἢ γλώττης] α′ ὃς Ἴσις καλεῖται, ὃν καὶ Σείριον καλοῦσι· μέγας δ’ ἐστὶ καὶ λαμπρός· τοὺς δὲ τοιούτους ἀστέρας οἱ ἀστρολόγοι Σειρίους καλοῦσι διὰ τὴν τῆς φλογὸς κίνησιν· ἐπὶ δὲ τῆς γλώττης α′ λαμπρόν, ὃς Κύων καλεῖται, ἐπὶ τοῦ τραχήλου β′, ἐφ’ ἑκατέρου ὤμου α′ ἀμαυρόν, ἐπὶ στήθους β′, ἐπ’ ἐμπροσθίου ποδὸς γ′, ἐπὶ τῆς ῥάχεως γ′, ἐπὶ κοιλίας β′, ἐπὶ τοῦ ἀριστεροῦ ἰσχίου α′, ἐπ’ ἄκρῳ ποδὶ α′, ἐπὶ δεξιοῦ ποδὸς α′, ἐπὶ κέρκου α′, τοὺς πάντας κ′.

Οι αστερισμοί του Μεγάλου Κυνός και του Λαγού στον νυχτερινό ουρανό

Λαγωοῦ

  Οὗτός ἐστιν ὁ ἐν τῇ καλουμένῃ κυνηγίᾳ εὑρεθείς· διὰ δὲ τὴν ταχυτῆτα τοῦ ζῴου ὁ Ἑρμῆς δοκεῖ θεῖναι αὐτὸν ἐν τοῖς ἄστροις· μόνον δὲ τῶν τετραπόδων δοκεῖ κύειν πλείονα, ὧν τὰ μὲν κύει τὰ δ’ ἔχει ἐν τῇ κοιλίᾳ, καθάπερ Ἀριστοτέλης ὁ φιλόσοφος λέγει ἐν τῇ περὶ τῶν ζῴων πραγματείᾳ.

  Ἔχει δὲ ἀστέρας ἐφ’ ἑκατέρων ὠτίων α′, ἐπὶ τοῦ σώματος γ′, ὧν ὁ ἐπὶ τῆς ῥάχεως λαμπρός, ἐφ’ ἑκατέρων ὀπισθίων ποδῶν α′· τοὺς πάντας ζ′.

Ἀργοῦς

  Αὕτη διὰ τὴν Ἀθηνᾶν ἐν τοῖς ἄστροις ἐτάχθη, πρώτη γὰρ αὕτη ναῦς κατεσκευάσθη [καὶ ἀρχῆθεν ἐτεκτονήθη], φωνήεσσα δὲ γενομένη πρώτη τὸ πέλαγος διεῖλεν ἄβατον ὄν, ἵν’ ᾖ τοῖς ἐπιγινομένοις παράδειγμα σαφέστατον. Εἰς δὲ τὰ ἄστρα ἀνετέθη τὸ εἴδωλον οὐχ ὅλον αὐτῆς, οἱ δ’ οἴακές εἰσιν ἕως τοῦ ἱστοῦ σὺν τοῖς πηδαλίοις, ὅπως ὁρῶντες οἱ τῇ ναυτιλίᾳ χρώμενοι θαρρῶσιν ἐπὶ τῇ ἐργασίᾳ, αὐτῆς τε ἡ δόξα ἀγήρατος διαμείνῃ οὔσης ἐν τοῖς Θεοῖς.

  Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς πρύμνης δ′, ἐφ’ ἑνὶ πηδαλίῳ ε′, καὶ ἐπὶ τῷ ἑτέρῳ δ′, ἐπὶ στυλίδος ἄκρας γ′, ἐπὶ καταστρώματι ε′, ὑπὸ τρόπιν ς′, παραπλησίους ἀλλήλοις· τοὺς πάντας κζ′.

Ο αστερισμός της Αργούς στον νυχτερινό ουρανό

Κήτους

  Τοῦτό ἐστιν ὃ Ποσειδῶν ἐπέπεμψε Κηφεῖ διὰ τὸ Κασσιέπειαν ἐρίσαι περὶ κάλλους ταῖς Νηρηίσιν. Περσεὺς δ’ αὐτὸ ἀνεῖλε, καὶ διὰ τοῦτο εἰς τὰ ἄστρα ἐτέθη ὑπόμνημα τῆς πράξεως αὐτοῦ· ἱστορεῖ δὲ ταῦτα Σοφοκλῆς ὁ τῶν τραγῳδιῶν ποιητὴς ἐν τῇ Ἀνδρομέδᾳ.

  Ἔχει δὲ ἀστέρας ἐπὶ τοῦ οὐραίου β′ λαμπρούς, ἀπὸ δὲ τῆς οὐρᾶς ἕως τοῦ κυρτώματος τοῦ κενεῶνος ε′, ὑπὸ τὴν κοιλίαν ς′· τοὺς πάντας ιγ′.

Ο αστερισμός του Κήτους στον νυχτερινό ουρανό

Ποταμοῦ

  Οὗτος ἐκ τοῦ ποδὸς τοῦ Ὠρίωνος τοῦ ἀριστεροῦ τὴν ἀρχὴν ἔχει· καλεῖται δὲ κατὰ μὲν τὸν Ἂρατον Ἠριδανός· οὐδεμίαν δὲ ἀπόδειξιν περὶ αὐτοῦ φέρει· ἕτεροι δέ φασι δικαιότατον αὐτὸν εἶναι Νεῖλον· μόνος γὰρ οὗτος ἀπὸ μεσημβρίας τὰς ἀρχὰς ἔχει. Πολλοῖς δὲ ἄστροις διακεκόσμηται. Ὑπόκειται δὲ αὐτῷ καὶ ὁ καλούμενος ἀστὴρ Κάνωβος, ὃς ἐγγίζει τῶν πηδαλίων τῆς Ἀργοῦς· τούτου δὲ οὐδὲν ἄστρον κατώτερον φαίνεται, διὸ καὶ Περίγειος καλεῖται.

  Ἔχει δὲ ἀστέρας [ἐπὶ τῆς κεφαλῆς α′,] ἐπὶ τῇ πρώτῃ καμπῇ γ′, ἐπὶ τῇ δευτέρᾳ γ′, ἐπὶ τῆς τρίτης ἕως τῶν ἐσχάτων ζ′, ἅ φασιν εἶναι τὰ στόματα τοῦ Νείλου· τοὺς πάντας ιγ′.

Ο αστερισμός του Ηριδανού στον νυχτερινό ουρανό

Ἰχθύος

  Oὗτός ἐστιν ὁ μέγας καλούμενος Ἰχθύς, ὃν κάμπτειν λέγουσι τὸ ὕδωρ ἀπὸ τῆς τοῦ Ὑδροχόου ἐκχύσεως· ἱστορεῖται δ’ οὗτος, ὡς Κτησίας φησί, πρότερον ἐν λίμνῃ τινὶ κατὰ τὴν Βαμβύκην εἶναι· ἐμπεσούσης δὲ τῆς Δερκετοῦς νυκτός, ἣν οἱ περὶ τοὺς τόπους οἰκοῦντες Συρίαν Θεόν ὠνόμασαν, οὗτος δοκεῖ σῶσαι αὐτήν· τούτου δὲ καὶ τοὺς δύο φασὶν Ἰχθύας ἐγγόνους εἶναι· οὓς πάντας δι’ ἐκείνην Ἀφροδίτης οὖσαν θυγατέρα καὶ ἐτίμησαν καὶ ἐν τοῖς ἄστροις ἔθηκαν· ποιοῦσι δὲ οἱ τὴν χώραν ἐκείνην κατοικοῦντες χρυσοῦς τε καὶ ἀργυροῦς ἰχθύας καὶ ὡς ἱεροὺς τιμῶσι τελείαν περὶ τοῦ συμπτώματος τιμήν.

  Ἔχει δὲ ἀστέρας ιβ′, ὧν τοὺς ἐπὶ τοῦ ῥύγχους λαμπροὺς γ′.

Οι αστερισμοί των Ιχθύων, του Υδροχόου και του Μεγάλου Ιχθύος (ή Νοτίου Ιχθύος) στον νυχτερινό ουρανό

Θυτηρίου

  Τοῦτό ἐστιν ἐφ’ ᾧ πρῶτον οἱ Θεοὶ τὴν συνωμοσίαν ἔθεντο, ὅτε ἐπὶ τὸν Κρόνον ὁ Ζεὺς ἐστράτευσεν, Κυκλώπων κατασκευασάντων ἔχοντος τοῦ πυρὸς κάλυμμα ὅπως μὴ ἴδωσι τὴν τοῦ κεραυνοῦ δύναμιν· ἐπιτυχόντες δὲ τῆς πράξεως ἔθηκαν καὶ αὐτὸ ἐν τῷ οὐρανῷ εἰς μνημόσυνον· ὃ καὶ εἰς τὰ συμπόσια οἱ ἄνθρωποι φέρουσι καὶ θύουσιν οἱ κοινωνεῖν ἀλλήλοις προαιρούμενοι, ἔν τε τοῖς ἀγῶσι καὶ τοῖς ** ὀμνύειν βουλόμενοι ὡς δικαιοτάτην πίστιν τιθέντες καὶ τῇ χειρὶ ἐφάπτονται τῇ δεξιᾷ μαρτύριον εὐγνωμοσύνης τοῦτο ἡγούμενοι· ὁμοίως δὲ καὶ οἱ μάντεις ἐπὶ τούτῳ θύουσιν ὅταν βούλωνται ἀσφαλέστερον ἰδεῖν.

  Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς ἐσχαρίδος β′, ἐπὶ τῆς βάσεως β′· τοὺς πάντας δ′.

Ο αστερισμός του Θυτηρίου στον νυχτερινό ουρανό