ΠΕΡΙ ΙΣΙΔΟΣ ΚΑΙ ΟΣΙΡΙΔΟΣ, ΜΕΡΟΣ Β′
ἑλληνικὸ πρωτότυπο μὲ ἀγγλικὴ μετάφραση, κυρίως τοῦ Frank Cole Babbitt, Κλασικὴ Βιβλιοθήκη Loeb, 1936
❧
41. Οἱ δὲ τοῖσδε τοῖς φυσικοῖς καὶ τῶν ἀπ’ ἀστρολογίας μαθηματικῶν ἔνια μιγνύντες Τυφῶνα μὲν οἴονται τὸν ἡλιακὸν κόσμον, Ὄσιριν δὲ τὸν σεληνιακὸν λέγεσθαι· τὴν μὲν γὰρ σελήνην γόνιμον τὸ φῶς καὶ ὑγροποιὸν ἔχουσαν εὐμενῆ καὶ γοναῖς ζῴων καὶ φυτῶν εἶναι βλαστήσεσι· τὸν δ’ ἥλιον ἀκράτῳ πυρὶ καὶ σκληρῷ καταθάλπειν τε καὶ καταυαίνειν τὰ φυόμενα καὶ τεθηλότα καὶ τὸ πολὺ μέρος τῆς γῆς παντάπασιν ὑπὸ φλογμοῦ ποιεῖν ἀοίκητον καὶ κατακρατεῖν πολλαχοῦ καὶ τῆς σελήνης.
Διὸ τὸν Τυφῶνα Σὴθ ἀεὶ Αἰγύπτιοι καλοῦσιν, ὅπερ ἐστὶ καταδυναστεῦον ἢ καταβιαζόμενον, καὶ τῷ μὲν ἡλίῳ τὸν Ἡρακλέα μυθολογοῦσιν ἐνιδρυμένον συμπεριπολεῖν, τῇ δὲ σελήνῃ τὸν Ἑρμῆν· λόγου γὰρ ἔργοις ἔοικε καὶ περὶ σοφίας τὰ τῆς σελήνης, τὰ δ’ ἡλίου πληγαῖς ὑπὸ βίας καὶ ῥώμης περαινομέναις. Οἱ δὲ Στωικοὶ τὸν μὲν ἥλιον ἐκ θαλάττης ἀνάπτεσθαι καὶ τρέφεσθαί φασι, τῇ δὲ σελήνῃ τὰ κρηναῖα καὶ λιμναῖα νάματα γλυκεῖαν ἀναπέμπειν καὶ μαλακὴν ἀναθυμίασιν.
41. But the Egyptians, by combining with these physical explanations some of the scientific results derived from astronomy, think that by Typhon is meant the solar world, and by Osiris the lunar world; they reason that the moon, because it has a light that is generative and productive of moisture 242, is kindly towards the young of animals and the burgeoning plants, whereas the sun, by its untempered and pitiless heat, makes all growing and flourishing vegetation hot and parched, and, through its blazing light, renders a large part of the earth uninhabitable, and in many a region overpowers the moon.
For this reason the Egyptians regularly call Typhon “Seth” 243, which, being interpreted, means “overmastering and compelling”. They have a legend that Heracles, making his dwelling in the sun, is a companion for it in its revolutions, as is the case also with Hermes and the moon. In fact, the actions of the moon are like actions of reason and perfect wisdom, whereas those of the sun are like beatings administered through violence and brute strength. The Stoics 244 assert that the sun is kindled and fed from the sea, but that for the moon the moving waters from the springs and lakes send up a sweet and mild exhalation.
42. Ἑβδόμῃ ἐπὶ δέκα τὴν Ὀσίριδος γενέσθαι τελευτὴν Αἰγύπτιοι μυθολογοῦσιν, ἐν ᾗ μάλιστα γίνεται μειουμένη κατάδηλος ἡ πανσέληνος. Διὸ καὶ τὴν ἡμέραν ταύτην ἀντίφραξιν οἱ Πυθαγόρειοι καλοῦσι, καὶ ὅλως τὸν ἀριθμὸν τοῦτον ἀφοσιοῦνται· τοῦ γὰρ ἑξκαίδεκα τετραγώνου καὶ τοῦ ὀκτωκαίδεκα ἑτερομήκους, οἷς μόνοις ἀριθμῶν ἐπιπέδων συμβέβηκε τὰς περιμέτρους ἴσας ἔχειν τοῖς περιεχομένοις ὑπ’ αὐτῶν χωρίοις, μέσος ὁ τῶν ἑπτακαίδεκα παρεμπίπτων ἀντιφράττει καὶ διαζεύγνυσιν ἀπ’ ἀλλήλων καὶ διαιρεῖ, κατὰ τὸν ἐπόγδοον λόγον εἰς ἄνισα διαστήματα τεμνόμενος. Ἐτῶν δ’ ἀριθμὸν οἱ μὲν βιῶσαι τὸν Ὄσιριν οἱ δὲ βασιλεῦσαι λέγουσιν ὀκτὼ καὶ εἴκοσι· τοσαῦτα γὰρ ἔστι φῶτα τῆς σελήνης καὶ τοσαύταις ἡμέραις τὸν αὑτῆς κύκλον ἐξελίσσει.
Τὸ δὲ ξύλον ἐν ταῖς λεγομέναις Ὀσίριδος ταφαῖς τέμνοντες κατασκευάζουσι λάρνακα μηνοειδῆ διὰ τὸ τὴν σελήνην, ὅταν τῷ ἡλίῳ πλησιάζῃ, μηνοειδῆ γινομένην ἀποκρύπτεσθαι. Τὸν δ’ εἰς δεκατέσσαρα μέρη τοῦ Ὀσίριδος διασπασμὸν αἰνίττονται πρὸς τὰς ἡμέρας, ἐν αἷς φθίνει μετὰ πανσέληνον ἄχρι νουμηνίας τὸ ἄστρον. Ἡμέραν δέ, ἐν ᾗ φαίνεται πρῶτον ἐκφυγοῦσα τὰς αὐγὰς καὶ παρελθοῦσα τὸν ἥλιον, ‘ἀτελὲς ἀγαθόν’ προσαγορεύουσιν· ὁ γὰρ Ὄσιρις ἀγαθοποιός, καὶ τοὔνομα πολλὰ φράζειν, οὐχ ἥκιστα δὲ κράτος ἐνεργοῦν καὶ ἀγαθοποιὸν ὃ λέγουσι. Τὸ δ’ ἕτερον ὄνομα τοῦ θεοῦ τὸν Ὄμφιν εὐεργέτην ὁ Ἑρμαῖός φησι δηλοῦν ἑρμηνευόμενον.
42. The Egyptians have a legend that the end of Osiris’s life came on the seventeenth of the month, on which day it is quite evident to the eye that the period of the full moon is over 245. Because of this the Pythagoreans call this day “the Barrier”, and utterly abominate this number. For the number seventeen, coming in between the square sixteen and the oblong rectangle eighteen 246a, which, as it happens, are the only plane figures that have their perimeters equal their areas 246b, bars them off from each other and disjoins them, and breaks up the ratio of eight to eight and an eighth 247 by its division into unequal intervals. Some say that the years of Osiris’s life, others that the years of his reign, were twenty-eight 248; for that is the number of the moon’s illuminations, and in that number of days does she complete her cycle.
The wood which they cut on the occasions called the “burials of Osiris” they fashion into a crescent-shaped coffer because of the fact that the moon, when it comes near the sun, becomes crescent-shaped and disappears from our sight. The dismemberment of Osiris into fourteen parts they refer allegorically to the days of the waning of that satellite from the time of the full moon to the new moon. And the day on which she becomes visible after escaping the solar rays and passing by the sun they style “Incomplete Good”; for Osiris is beneficent, and his name means many things, but, not least of all, an active and beneficent power, as they put it. The other name of the god, Omphis, Hermaeus says means “benefactor” when interpreted.
43. Οἴονται δὲ πρὸς τὰ φῶτα τῆς σελήνης ἔχειν τινὰ λόγον τοῦ Νείλου τὰς ἀναβάσεις. Ἡ μὲν γὰρ μεγίστη περὶ τὴν Ἐλεφαντίνην ὀκτὼ γίνεται καὶ εἴκοσι πήχεων, ὅσα φῶτα καὶ μέτρα τῶν ἐμμήνων περιόδων ἑκάστης ἔστιν· ἡ δὲ περὶ Μένδητα καὶ Ξόιν βραχυτάτη πήχεων ἓξ πρὸς τὴν διχότομον· ἡ δὲ μέση περὶ Μέμφιν, ὅταν ᾖ δικαία, δεκατεσσάρων πήχεων πρὸς τὴν πανσέληνον. Τὸν δ’ Ἆπιν εἰκόνα μὲν Ὀσίριδος ἔμψυχον εἶναι, γίνεσθαι δέ, ὅταν φῶς ἐρείσῃ γόνιμον ἀπὸ τῆς σελήνης καὶ καθάψηται βοὸς ὀργώσης. Διὸ καὶ τοῖς τῆς σελήνης σχήμασιν ἔοικε πολλὰ τοῦ Ἄπιδος περιμελαινομένου τὰ λαμπρὰ τοῖς σκιεροῖς. Ἔτι δὲ τῇ νουμηνίᾳ τοῦ Φαμενὼθ μηνὸς ἑορτὴν ἄγουσιν ἔμβασιν Ὀσίριδος εἰς τὴν σελήνην ὀνομάζοντες, ἔαρος ἀρχὴν οὖσαν.
Οὕτω τὴν Ὀσίριδος δύναμιν ἐν τῇ σελήνῃ τιθέντες τὴν Ἶσιν αὐτῷ γένεσιν οὖσαν συνεῖναι λέγουσι. Διὸ καὶ μητέρα τὴν σελήνην τοῦ κόσμου καλοῦσι καὶ φύσιν ἔχειν ἀρσενόθηλυν οἴονται πληρουμένην ὑφ’ ἡλίου καὶ κυισκομένην, αὐτὴν δὲ πάλιν εἰς τὸν ἀέρα προϊεμένην γεννητικὰς ἀρχὰς καὶ κατασπείρουσαν· οὐ γὰρ ἀεὶ τὴν φθορὰν ἐπικρατεῖν τὴν Τυφώνειον, πολλάκις δὲ κρατουμένην ὑπὸ τῆς γενέσεως καὶ συνδεομένην αὖθις ἀναλύεσθαι καὶ διαμάχεσθαι πρὸς τὸν Ὧρον. Ἔστι δ’ οὗτος ὁ περίγειος κόσμος οὔτε φθορᾶς ἀπαλλαττόμενος παντάπασιν οὔτε γενέσεως.
43. They think that the risings of the Nile have some relation to the illuminations of the moon; for the greatest rising 249, in the neighbourhood of Elephantinê, is twenty-eight cubits, which is the number of its illuminations that form the measure of each of its monthly cycles; the rising in the neighbourhood of Mendes and Xoïs, which is the least, is six cubits, corresponding to the first quarter. The mean rising, in the neighbourhood of Memphis, when it is normal, is fourteen cubits, corresponding to the full moon. The Apis, they say, is the animate image of Osiris 250, and he comes into being when a fructifying light thrusts forth from the moon and falls upon a cow in her breeding-season 251. Wherefore there are many things in the Apis that resemble features of the moon, his bright parts being darkened by the shadowy. Moreover, at the time of the new moon in the month of Phamenoth they celebrate a festival to which they give the name of “Osiris’s coming to the Moon”, and this marks the beginning of the spring.
Thus they make the power of Osiris to be fixed in the Moon, and say that Isis, since she is generation, is associated with him. For this reason they also call the Moon the mother of the world, and they think that she has a nature both male and female, as she is receptive and made pregnant by the Sun, but she herself in turn emits and disseminates into the air generative principles. For, as they believe, the destructive activity of Typhon does not always prevail, but oftentimes is overpowered by such generation and put in bonds, and then at a later time is again released and contends against Horus 252, who is the terrestrial universe; and this is never completely exempt either from dissolution or from generation.
44. Ἔνιοι δὲ καὶ τῶν ἐκλειπτικῶν αἴνιγμα ποιοῦνται τὸν μῦθον· ἐκλείπει μὲν γὰρ ἡ σελήνη πανσέληνος ἐναντίαν τοῦ ἡλίου στάσιν ἔχοντος πρὸς αὐτὴν εἰς τὴν σκιὰν ἐμπίπτουσα τῆς γῆς, ὥσπερ φασὶ τὸν Ὄσιριν εἰς τὴν σορόν. Αὐτὴ δὲ πάλιν ἀποκρύπτει καὶ ἀφανίζει ταῖς τριακάσιν, οὐ μὴν ἀναιρεῖται παντάπασι τὸν ἥλιον, ὥσπερ οὐδὲ τὸν Τυφῶνα ἡ Ἶσις. *** γεννώσης τῆς Νέφθυος τὸν Ἄνουβιν Ἶσις ὑποβάλλεται· Νέφθυς γάρ ἐστι τὸ ὑπὸ γῆν καὶ ἀφανές, Ἶσις δὲ τὸ ὑπὲρ τὴν γῆν καὶ φανερόν, ὁ δὲ τούτων ὑποψαύων καὶ καλούμενος ὁρίζων κύκλος ἐπίκοινος ὢν ἀμφοῖν Ἄνουβις κέκληται καὶ κυνὶ τὸ εἶδος ἀπεικάζεται· καὶ γὰρ ὁ κύων χρῆται τῇ ὄψει νυκτός τε καὶ ἡμέρας ὁμοίως.
Kαὶ τοιαύτην ἔχειν δοκεῖ παρ’ Αἰγυπτίοις τὴν δύναμιν ὁ Ἄνουβις, οἵαν ἡ Ἑκάτη παρ’ Ἕλλησι, χθόνιος ὢν ὁμοῦ καὶ Ὀλύμπιος. Ἐνίοις δὲ δοκεῖ Κρόνος ὁ Ἄνουβις εἶναι· διὸ πάντα τίκτων ἐξ ἑαυτοῦ καὶ κύων ἐν ἑαυτῷ τὴν τοῦ κυνὸς ἐπίκλησιν ἔσχεν. Ἔστι δ’ οὖν τοῖς σεβομένοις τὸν Ἄνουβιν ἀπόρρητόν τι, καὶ πάλαι μὲν τὰς μεγίστας ἐν Αἰγύπτῳ τιμὰς ὁ κύων ἔσχεν· ἐπεὶ δὲ Καμβύσου τὸν Ἆπιν ἀνελόντος καὶ ῥίψαντος οὐδὲν προσῆλθεν οὐδ’ ἐγεύσατο τοῦ σώματος ἀλλ’ ἢ μόνος ὁ κύων, ἀπώλεσε τὸ πρῶτος εἶναι καὶ μάλιστα τιμᾶσθαι τῶν ἑτέρων ζῴων. Εἰσὶ δέ τινες οἱ τὸ σκίασμα τῆς γῆς, εἰς ὃ τὴν σελήνην ὀλισθάνουσαν ἐκλείπειν νομίζουσι, Τυφῶνα καλοῦντες·
44. There are some who would make the legend an allegorical reference to matters touching eclipses; for the Moon suffers eclipse only when she is full, with the Sun directly opposite to her, and she falls into the shadow of the Earth, as they say Osiris fell into his coffin. Then again, the Moon herself obscures the Sun and causes solar eclipses, always on the thirtieth of the month; however, she does not completely annihilate the Sun, and likewise Isis did not annihilate Typhon. When Nephthys gave birth to Anubis, Isis treated the child as if it were her own 253; for Nephthys is that which is beneath the earth and invisible, Isis that which is above the earth and visible; and the circle which touches these, called the horizon, being common to both 254, has received the name Anubis, and is represented in form like a dog; for the dog can see with his eyes both by night and by day alike.
And among Egyptians Anubis is thought to possess this faculty, which is similar to that which Hecatê is thought to possess among the Greeks, for Anubis is a deity of the lower world as well as a god of Olympus. Some are of the opinion that Anubis is Cronus. For this reason, inasmuch as he generates all things out of himself and conceives all things within himself, he has gained the appellation of “Dog” 255. There is, therefore, a certain mystery observed by those who revere Anubis; in ancient times the dog obtained the highest honours in Egypt; but, when Cambyses 256 had slain the Apis and cast him forth, nothing came near the body or ate of it save only the dog; and thereby the dog lost his primacy and his place of honour above that of all the other animals. There are some who give the name of Typhon to the Earth’s shadow, into which they believe the moon slips when it suffers eclipse 257.
45. Ὅθεν οὐκ ἀπέοικεν εἰπεῖν, ὡς ἰδίᾳ μὲν οὐκ ὀρθῶς ἕκαστος, ὁμοῦ δὲ πάντες ὀρθῶς λέγουσιν· οὐ γὰρ αὐχμὸν μόνον οὐδ’ ἄνεμον οὐδὲ θάλατταν οὐδὲ σκότος, ἀλλὰ πᾶν ὅσον ἡ φύσις βλαβερὸν καὶ φθαρτικὸν ἔχει, μόριον τοῦ Τυφῶνος ἔστιν εἰπεῖν. Οὔτε γὰρ ἐν ἀψύχοις σώμασι τὰς τοῦ παντὸς ἀρχὰς θετέον, ὡς Δημόκριτος καὶ Ἐπίκουρος, οὔτ’ ἀποίου δημιουργὸν ὕλης ἕνα λόγον καὶ μίαν πρόνοιαν, ὡς οἱ Στωικοί, περιγινομένην ἁπάντων καὶ κρατοῦσαν· ἀδύνατον γὰρ ἢ φλαῦρον ὁτιοῦν, ὅπου πάντων, ἢ χρηστόν, ὅπου μηδενὸς ὁ θεὸς αἴτιος, ἐγγενέσθαι. “Παλίντονος” γάρ “ἁρμονίη κόσμου, ὅκωσπερ λύρης καὶ τόξου” καθ’ Ἡράκλειτον· καὶ κατ’ Εὐριπίδην
οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,
ἀλλ’ ἔστι τις σύγκρασις ὥστ’ ἔχειν καλῶς.
Διὸ καὶ παμπάλαιος αὕτη κάτεισιν ἐκ θεολόγων καὶ νομοθετῶν εἴς τε ποιητὰς καὶ φιλοσόφους δόξα, τὴν ἀρχὴν ἀδέσποτον ἔχουσα, τὴν δὲ πίστιν ἰσχυρὰν καὶ δυσεξάλειπτον, οὐκ ἐν λόγοις μόνον οὐδ’ ἐν φήμαις, ἀλλ’ ἔν τε τελεταῖς ἔν τε θυσίαις καὶ βαρβάροις καὶ Ἕλλησι πολλαχοῦ περιφερομένη, ὡς οὔτ’ ἄνουν καὶ ἄλογον καὶ ἀκυβέρνητον αἰωρεῖται τῷ αὐτομάτῳ τὸ πᾶν, οὔθ’ εἷς ἐστιν ὁ κρατῶν καὶ κατευθύνων ὥσπερ οἴαξιν ἤ τισι πειθηνίοις χαλινοῖς λόγος, ἀλλὰ πολλὰ καὶ μεμιγμένα κακοῖς καὶ ἀγαθοῖς μᾶλλον δὲ μηδὲν ὡς ἁπλῶς εἰπεῖν ἄκρατον ἐνταῦθα τῆς φύσεως φερούσης οὐ δυεῖν πίθων εἷς ταμίας ὥσπερ νάματα τὰ πράγματα καπηλικῶς διανέμων ἀνακεράννυσιν ἡμῖν, ἀλλ’ ἀπὸ δυεῖν ἐναντίων ἀρχῶν καὶ δυεῖν ἀντιπάλων δυνάμεων, τῆς μὲν ἐπὶ τὰ δεξιὰ καὶ κατ’ εὐθεῖαν ὑφηγουμένης, τῆς δ’ ἔμπαλιν ἀναστρεφούσης καὶ ἀνακλώσης ὅ τε βίος μικτὸς ὅ τε κόσμος, εἰ καὶ μὴ πᾶς, ἀλλ’ ὁ περίγειος οὗτος καὶ μετὰ σελήνην ἀνώμαλος καὶ ποικίλος γέγονε καὶ μεταβολὰς πάσας δεχόμενος. Εἰ γὰρ οὐδὲν ἀναιτίως πέφυκε γίνεσθαι, αἰτίαν δὲ κακοῦ τἀγαθὸν οὐκ ἂν παράσχοι, δεῖ γένεσιν ἰδίαν καὶ ἀρχὴν ὥσπερ ἀγαθοῦ καὶ κακοῦ τὴν φύσιν ἔχειν.
45. Hence it is not unreasonable to say that the statement of each person individually is not right, but that the statement of all collectively is right; for it is not drought nor wind nor sea nor darkness 258, but everything harmful and destructive that Nature contains, which is to be set down as a part of Typhon. The origins of the universe are not to be placed in inanimate bodies, according to the doctrine of Democritus and Epicurus, nor yet is the Artificer of undifferentiated matter, according to the Stoic doctrine 259, one Reason, and one Providence which gains the upper hand and prevails over all things. The fact is that it is impossible for anything bad whatsoever to be engendered where God is the Author of all, or anything good where God is the Author of nothing; for the concord of the universe, like that of a lyre or bow, according to Heracleitus 260, is resilient if disturbed; and according to Euripides 261,
The good and bad cannot be kept apart,
But there is some commingling, which is well.
Wherefore this very ancient opinion comes down from writers on religion and from lawgivers to poets and philosophers; it can be traced to no source, but it carried a strong and almost indelible conviction, and is in circulation in many places among barbarians and Greeks alike, not only in story and tradition but also in rites and sacrifices, to the effect that the Universe is not of itself suspended aloft without sense or reason or guidance, nor is there one Reason which rules and guides it by rudders, as it were, or by controlling reins 262, but, inasmuch as Nature brings, in this life of ours, many experiences in which both evil and good are commingled, or better, to put it very simply, Nature brings nothing which is not combined with something else, we may assert that it is not one keeper of two great vases 263 who, after the manner of a barmaid, deals out to us our failures and successes in mixture, but it has come about, as the result of two opposed principles and two antagonistic forces, one of which guides us along a straight course to the right, while the other turns us aside and backward, that our life is complex, and so also is the universe; and if this is not true of the whole of it, yet it is true that this terrestrial universe, including its moon as well, is irregular and variable and subject to all manner of changes. For if it is the law of nature that nothing comes into being without a cause, and if the good cannot provide a cause for evil, then it follows that Nature must have in herself the source and origin of evil, just as she contains the source and origin of good.
46. Καὶ δοκεῖ τοῦτο τοῖς πλείστοις καὶ σοφωτάτοις· νομίζουσι γὰρ οἱ μὲν θεοὺς εἶναι δύο καθάπερ ἀντιτέχνους, τὸν μὲν ἀγαθῶν, τὸν δὲ φαύλων δημιουργόν· οἱ δὲ τὸν μὲν γὰρ ἀμείνονα θεόν, τὸν δ’ ἕτερον δαίμονα καλοῦσιν, ὥσπερ Ζωροάστρης ὁ μάγος, ὃν πεντακισχιλίοις ἔτεσι τῶν Τρωικῶν γεγονέναι πρεσβύτερον ἱστοροῦσιν. Οὗτος οὖν ἐκάλει τὸν μὲν Ὡρομάζην, τὸν δ’ Ἀρειμάνιον· καὶ προσαπεφαίνετο τὸν μὲν ἐοικέναι φωτὶ μάλιστα τῶν αἰσθητῶν, τὸν δ’ ἔμπαλιν σκότῳ καὶ ἀγνοίᾳ, μέσον δ’ ἀμφοῖν τὸν Μίθρην εἶναι· διὸ καὶ Μίθρην Πέρσαι τὸν μεσίτην ὀνομάζουσιν· ἐδίδαξε δὲ τῷ μὲν εὐκταῖα θύειν καὶ χαριστήρια, τῷ δ’ ἀποτρόπαια καὶ σκυθρωπά. Πόαν γάρ τινα κόπτοντες ὄμωμι καλουμένην ἐν ὅλμῳ τὸν Ἅιδην ἀνακαλοῦνται καὶ τὸν σκότον, εἶτα μίξαντες αἵματι λύκου σφαγέντος εἰς τόπον ἀνήλιον ἐκφέρουσι καὶ ῥίπτουσι. Καὶ γὰρ τῶν φυτῶν νομίζουσι τὰ μὲν τοῦ ἀγαθοῦ θεοῦ, τὰ δὲ τοῦ κακοῦ δαίμονος εἶναι, καὶ τῶν ζῴων ὥσπερ κύνας καὶ ὄρνιθας καὶ χερσαίους ἐχίνους τοῦ ἀγαθοῦ, τοῦ δὲ φαύλου μῦς ἐνύδρους εἶναι· διὸ καὶ τὸν κτείναντα πλείστους εὐδαιμονίζουσιν.
46. The great majority and the wisest of men hold this opinion: they believe that there are two gods, rivals as it were, the one the Artificer of good and the other of evil. There are also those who call the better one a god and the other a daemon, as, for example, Zoroaster 264 the sage 265, who, they record, lived five thousand years before the time of the Trojan War. He called the one Oromazes and the other Areimanius 266; and he further declared that among all the things perceptible to the senses, Oromazes may best be compared to light, and Areimanius, conversely, to darkness and ignorance, and midway between the two is Mithras: for this reason the Persians give to Mithras the name of “Mediator”. Zoroaster has also taught that men should make votive offerings and thank-offerings to Oromazes, and averting and mourning offerings to Areimanius. They pound up in a mortar a certain plant called omomi at the same time invoking Hades 267 and Darkness; then they mix it with the blood of a wolf that has been sacrificed, and carry it out and cast it into a place where the sun never shines. In fact, they believe that some of the plants belong to the good god and others to the evil daemon; so also of the animals they think that dogs, fowls, and hedgehogs, for example, belong to the good god, but that water-rats 268 belong to the evil one; therefore the man who has killed the most of these they hold to be fortunate.
47. Οὐ μὴν ἀλλὰ κἀκεῖνοι πολλὰ μυθώδη περὶ τῶν θεῶν λέγουσιν, οἷα καὶ ταῦτ’ ἐστίν. Ὁ μὲν Ὡρομάζης ἐκ τοῦ καθαρωτάτου φάους ὁ δ’ Ἀρειμάνιος ἐκ τοῦ ζόφου γεγονὼς πολεμοῦσιν ἀλλήλοις· καὶ ὁ μὲν ἓξ θεοὺς ἐποίησε, τὸν μὲν πρῶτον εὐνοίας, τὸν δὲ δεύτερον ἀληθείας, τὸν δὲ τρίτον εὐνομίας, τῶν δὲ λοιπῶν τὸν μὲν σοφίας, τὸν δὲ πλούτου, τὸν δὲ τῶν ἐπὶ τοῖς καλοῖς ἡδέων δημιουργόν· ὁ δὲ τούτοις ὥσπερ ἀντιτέχνους ἴσους τὸν ἀριθμόν. Εἶθ’ ὁ μὲν Ὡρομάζης τρὶς ἑαυτὸν αὐξήσας ἀπέστη τοῦ ἡλίου τοσοῦτον, ὅσον ὁ ἥλιος τῆς γῆς ἀφέστηκε, καὶ τὸν οὐρανὸν ἄστροις ἐκόσμησεν· ἕνα δ’ ἀστέρα πρὸ πάντων οἷον φύλακα καὶ προόπτην ἐγκατέστησε τὸν σείριον. Ἄλλους δὲ ποιήσας τέσσαρας καὶ εἴκοσι θεοὺς εἰς ᾠὸν ἔθηκεν. Οἱ δ’ ἀπὸ τοῦ Ἀρειμανίου γενόμενοι καὶ αὐτοὶ τοσοῦτοι διατρήσαντες τὸ ᾠὸν γαν***, ὅθεν ἀναμέμικται τὰ κακὰ τοῖς ἀγαθοῖς.
Ἔπεισι δὲ χρόνος εἱμαρμένος, ἐν ᾧ τὸν Ἀρειμάνιον λοιμὸν ἐπάγοντα καὶ λιμὸν ὑπὸ τούτων ἀνάγκη φθαρῆναι παντάπασι καὶ ἀφανισθῆναι, τῆς δὲ γῆς ἐπιπέδου καὶ ὁμαλῆς γενομένης ἕνα βίον καὶ μίαν πολιτείαν ἀνθρώπων μακαρίων καὶ ὁμογλώσσων ἁπάντων γενέσθαι. Θεόπομπος δέ φησι κατὰ τοὺς μάγους ἀνὰ μέρος τρισχίλια ἔτη τὸν μὲν κρατεῖν τὸν δὲ κρατεῖσθαι τῶν θεῶν, ἄλλα δὲ τρισχίλια μάχεσθαι καὶ πολεμεῖν καὶ ἀναλύειν τὰ τοῦ ἑτέρου τὸν ἕτερον, τέλος δ’ ἀπολείπεσθαι τὸν Ἅιδην· καὶ τοὺς μὲν ἀνθρώπους εὐδαίμονας ἔσεσθαι μήτε τροφῆς δεομένους μήτε σκιὰν ποιοῦντας, τὸν δὲ ταῦτα μηχανησάμενον θεὸν ἠρεμεῖν καὶ ἀναπαύεσθαι χρόνον καλῶς μὲν οὐ πολύν τῷ θεῷ, ὥσπερ ἀνθρώπῳ κοιμωμένῳ μέτριον.
47. However, they also tell many fabulous stories about their gods, such, for example, as the following: Oromazes, born from the purest light, and Areimanius, born from the darkness, are constantly at war with each other; and Oromazes created six gods, the first of Good Thought, the second of Truth, the third of Order, and, of the rest, one of Wisdom, one of Wealth, and one the Artificer of Pleasure in what is Honourable. But Areimanius created rivals, as it were, equal to these in number. Then Oromazes enlarged himself to thrice his former size, and removed himself as far distant from the Sun as the Sun is distant from the Earth, and adorned the heavens with stars. One star he set there before all others as a guardian and watchman, the Dog-star. Twenty-four other gods he created and placed in an egg.
But those created by Areimanius, who were equal in number to the others, pierced through the egg and made their way inside 269; hence evils are now combined with good. But a destined time shall come when it is decreed that Areimanius, engaged in bringing on pestilence and famine, shall by these be utterly annihilated and shall disappear; and then shall the earth become a level plain, and there shall be one manner of life and one form of government for a blessed people who shall all speak one tongue. Theopompus 270 says that, according to the sages, one god is to overpower, and the other to be overpowered, each in turn for the space of three thousand years, and afterward for another three thousand years they shall fight and war, and the one shall undo the works of the other, and finally Hades shall pass away; then shall the people be happy, and neither shall they need to have food nor shall they cast any shadow. And the god, who has contrived to bring about all these things, shall then have quiet and shall repose for a time 271, no long time indeed, but for the god as much as would be a moderate time for a man to sleep.
48. Ἡ μὲν οὖν μάγων μυθολογία τοιοῦτον ἔχει τρόπον· Χαλδαῖοι δὲ τῶν πλανήτων, οὓς θεοὺς γενεθλίους καλοῦσι, δύο μὲν ἀγαθουργούς, δύο δὲ κακοποιούς, μέσους δὲ τοὺς τρεῖς ἀποφαίνουσι καὶ κοινούς. Τὰ δ’ Ἑλλήνων πᾶσί που δῆλα, τὴν μὲν ἀγαθὴν Διὸς Ὀλυμπίου μερίδα, τὴν δ’ ἀποτρόπαιον Ἅιδου ποιουμένων, ἐκ δ’ Ἀφροδίτης καὶ Ἄρεος Ἁρμονίαν γεγονέναι μυθολογούντων, ὧν ὁ μὲν ἀπηνὴς καὶ φιλόνεικος, ἡ δὲ μειλίχιος καὶ γενέθλιος. Σκόπει δὲ τοὺς φιλοσόφους τούτοις συμφερομένους. Ἡράκλειτος μὲν γὰρ ἄντικρυς “πόλεμον” ὀνομάζει “πατέρα καὶ βασιλέα καὶ κύριον πάντων”, καὶ τὸν μὲν Ὅμηρον εὐχόμενον “ἔκ τε θεῶν ἔριν ἔκ τ’ ἀνθρώπων ἀπολέσθαι” ‘λανθάνειν’ φησί “τῇ πάντων γενέσει καταρώμενον ἐκ μάχης καὶ ἀντιπαθείας τὴν γένεσιν ἐχόντων, ἥλιον δὲ μὴ ὑπερβήσεσθαι τοὺς προσήκοντας ὅρους· εἰ δὲ μή, Κλῶθάς μιν Δίκης ἐπικούρους ἐξευρήσειν”.
Ἐμπεδοκλῆς δὲ τὴν μὲν ἀγαθουργὸν ἀρχήν “Φιλότητα” καὶ “Φιλίαν” πολλάκις, ἔτι δ’ “Ἁρμονίαν” καλεῖ “θεμερῶπιν”, τὴν δὲ χείρονα “Νεῖκος οὐλόμενον’ καὶ ‘Δῆριν αἱματόεσσαν”. Kαὶ οἱ μὲν Πυθαγορικοὶ διὰ πλειόνων ὀνομάτων κατηγοροῦσι τοῦ μὲν ἀγαθοῦ τὸ ἓν τὸ πεπερασμένον τὸ μένον τὸ εὐθὺ τὸ περισσὸν τὸ τετράγωνον τὸ ἴσον τὸ δεξιὸν τὸ λαμπρόν, τοῦ δὲ κακοῦ τὴν δυάδα τὸ ἄπειρον τὸ φερόμενον τὸ καμπύλον τὸ ἄρτιον τὸ ἑτερόμηκες τὸ ἄνισον τὸ ἀριστερὸν τὸ σκοτεινόν, ὡς ταύτας ἀρχὰς γενέσεως ὑποκειμένας· Ἀναξαγόρας δὲ νοῦν καὶ ἄπειρον, Ἀριστοτέλης δὲ τὸ μὲν εἶδος τὸ δὲ στέρησιν, Πλάτων δὲ πολλαχοῦ μὲν οἷον ἐπηλυγαζόμενος καὶ παρακαλυπτόμενος τῶν ἐναντίων ἀρχῶν τὴν μὲν ταὐτὸν ὀνομάζει, τὴν δὲ θάτερον η· ἐν δὲ τοῖς Νόμοις θ ἤδη πρεσβύτερος ὢν οὐ δι’ αἰνιγμῶν οὐδὲ συμβολικῶς, ἀλλὰ κυρίοις ὀνόμασιν οὐ μιᾷ ψυχῇ φησι κινεῖσθαι τὸν κόσμον, ἀλλὰ πλείοσιν ἴσως δυεῖν δὲ πάντως οὐκ ἐλάττοσιν· ὧν τὴν μὲν ἀγαθουργὸν εἶναι, τὴν δ’ ἐναντίαν ταύτῃ καὶ τῶν ἐναντίων δημιουργόν· ἀπολείπει δὲ καὶ τρίτην τινὰ μεταξὺ φύσιν οὐκ ἄψυχον οὐδ’ ἄλογον οὐδ’ ἀκίνητον ἐξ αὑτῆς, ὥσπερ ἔνιοι νομίζουσιν, ἀλλ’ ἀνακειμένην ἀμφοῖν ἐκείναις, ἐφιεμένην δὲ τῆς ἀμείνονος ἀεὶ καὶ ποθοῦσαν καὶ διώκουσαν, ὡς τὰ ἐπιόντα δηλώσει τοῦ λόγου τὴν Αἰγυπτίων θεολογίαν μάλιστα ταύτῃ τῇ φιλοσοφίᾳ συνοικειοῦντος.
48. Such, then, is the character of the mythology of the sages. The Chaldeans declare that of the planets, which they call tutelary gods 272, two are beneficent, two maleficent, and the other three are median and partake of both qualities. The beliefs of the Greeks are well known to all; they make the good part to belong the Olympian Zeus and the abominated part to Hades, and they rehearse a legend that Concord is sprung from Aphroditê and Ares 273, the one of whom is harsh and contentious, and the other mild and tutelary. Observe also that the philosophers are in agreement with these; for Heracleitus 274 without reservation styles War “the Father and King and Lord of all”, and he says that when Homer 275 prays that Strife may vanish from the ranks of the gods and of mortals, he fails to note that he is invoking a curse on the origin of all things, since all things originate from strife and antagonism; also Heracleitus says that the Sun will not transgress his appropriate bounds, otherwise the stern-eyed maidens, ministers of Justice, will find him out 276.
Empedocles 277 calls the beneficent principle “friendship” or “friendliness”, and oftentimes he calls Concord “sedate of countenance”; the worse principle he calls “accursed quarreling” and “blood-stained strife”. The adherents of Pythagoras 278 include a variety of terms under these categories: under the good they set Unity, the Determinate, the Permanent, the Straight, the Odd, the Square, the Equal, the Right-handed, the Bright; under the bad they set Duality, the Indeterminate, the Moving, the Curved, the Even, the Oblong, the Unequal, the Left-handed, the Dark, on the supposition that these are the underlying principles of creation. For these, however, Anaxagoras postulates Mind and Infinitude, Aristotle 279 Form and Privation, and Plato 280, in many passages, as though obscuring and veiling his opinion, names the one of the opposite principles “Identity” and the other “Difference”; but in his Laws 281, when he had grown considerably older, he asserts, not in circumlocution or symbolically, but in specific words, that the movement of the Universe is actuated not by one soul, but perhaps by several, and certainly by not less than two, and of these the one is beneficent, and the other is opposed to it and the artificer of things opposed. Between these he leaves a certain third nature, not inanimate nor irrational nor without the power to move of itself 282, as some think, but with dependence on both those others, and desiring the better always and yearning after it and pursuing it, as the succeeding portion of the treatise will make clear, in the endeavour to reconcile the religious beliefs of the Egyptians with this philosophy 283.
49. Μεμιγμένη γὰρ ἡ τοῦδε τοῦ κόσμου γένεσις καὶ σύστασις ἐξ ἐναντίων, οὐ μὴν ἰσοσθενῶν, δυνάμεων, ἀλλὰ τῆς βελτίονος τὸ κράτος ἐστίν· ἀπολέσθαι δὲ τὴν φαύλην παντάπασιν ἀδύνατον, πολλὴν μὲν ἐμπεφυκυῖα τῷ σώματι, πολλὴν δὲ τῇ ψυχῇ τοῦ παντὸς καὶ πρὸς τὴν βελτίονα ἀεὶ δυσμαχοῦσαν. Ἐν μὲν οὖν τῇ ψυχῇ νοῦς καὶ λόγος ὁ τῶν ἀρίστων πάντων ἡγεμὼν καὶ κύριος Ὄσιρίς ἐστιν, ἐν δὲ γῇ καὶ πνεύμασι καὶ ὕδασι καὶ οὐρανῷ καὶ ἄστροις τὸ τεταγμένον καὶ καθεστηκὸς καὶ ὑγιαῖνον ὥραις καὶ κράσεσι καὶ περιόδοις Ὀσίριδος ἀπορροὴ καὶ εἰκὼν ἐμφαινομένη· Τυφὼν δὲ τῆς ψυχῆς τὸ παθητικὸν καὶ τιτανικὸν καὶ ἄλογον καὶ ἔμπληκτον, τοῦ δὲ σωματικοῦ τὸ ἐπίκηρον καὶ νοσῶδες καὶ ταρακτικὸν ἀωρίαις καὶ δυσκρασίαις καὶ κρύψεσιν ἡλίου καὶ ἀφανισμοῖς σελήνης οἷον ἐκδρομαὶ καὶ ἀφηνιασμοὶ καὶ Τυφῶνος· καὶ τοὔνομα κατηγορεῖ τὸ Σήθ, ᾧ τὸν Τυφῶνα καλοῦσι· φράζει μὲν τὸ καταδυναστεῦον καὶ καταβιαζόμενον, φράζει δὲ τὴν πολλάκις ἀναστροφὴν καὶ πάλιν ὑπεκπήδησιν. Βέβωνα δὲ τινὲς μὲν ἕνα τῶν τοῦ Τυφῶνος ἑταίρων γεγονέναι λέγουσιν, Μανεθὼς δ’ αὐτὸν τὸν Τυφῶνα καὶ Βέβωνα καλεῖσθαι· σημαίνει δὲ τοὔνομα κάθεξιν ἢ κώλυσιν, ὡς τοῖς πράγμασιν ὁδῷ βαδίζουσι καὶ πρὸς ὃ χρὴ φερομένοις ἐνισταμένης τῆς τοῦ Τυφῶνος δυνάμεως.
49. The fact is that the creation and constitution of this world is complex, resulting, as it does, from opposing influences, which, however, are not of equal strength, but the predominance rests with the better. Yet it is impossible for the bad to be completely eradicated, since it is innate, in large amount, in the body and likewise in the soul of the Universe, and is always fighting a hard fight against the better. So in the soul Intelligence and reason, the Ruler and Lord of all that is good, is Osiris, and in earth and wind and water and the heavens and stars that which is ordered, established, and healthy, as evidenced by season, temperatures, and cycles of revolution, is the efflux of Osiris 284 and his reflected image. But Typhon is that part of the soul which is impressionable, impulsive, irrational and truculent, and of the bodily part the destructible, diseased and disorderly as evidenced by abnormal seasons and temperatures, and by obscurations of the sun and disappearances of the moon 285, outbursts, as it were, and unruly actions on the part of Typhon. And the name “Seth” 286, by which they call Typhon, denotes this; it means “the overmastering” and “overpowering” 287, and it means in very many instances “turning back” 288, and again “overpassing”. Some say that one of the companions of Typhon was Bebon 289, but Manetho says that Bebon was still another name by which Typhon was called. The name signifies “restraint” or “hindrance”, as much as to say that, when things are going along in a proper way and making rapid progress towards the right end, the power of Typhon obstructs them.
50. Διὸ καὶ τῶν μὲν ἡμέρων ζῴων ἀπονέμουσιν αὐτῷ τὸ ἀμαθέστατον, ὄνον· τῶν δ’ ἀγρίων τὰ θηριωδέστατα, κροκόδειλον καὶ τὸν ποτάμιον ἵππον· περὶ μὲν οὖν τοῦ ὄνου προδεδηλώκαμεν· ἐν Ἑρμοῦ πόλει δὲ Τυφῶνος ἄγαλμα δεικνύουσιν ἵππον ποτάμιον, ἐφ’ οὗ βέβηκεν ἱέραξ ὄφει μαχόμενος, τῷ μὲν ἵππῳ τὸν Τυφῶνα δεικνύντες, τῷ δ’ ἱέρακι δύναμιν καὶ ἀρχήν, ἣν βίᾳ κτώμενος ὁ Τυφὼν πολλάκις οὐκ ἀνίεται ταραττόμενος ὑπὸ τῆς κακίας καὶ ταράττων. Διὸ καὶ θύοντες ἑβδόμῃ τοῦ Τυβὶ μηνός, ἣν καλοῦσιν ἄφιξιν Ἴσιδος ἐκ Φοινίκης, ἐπιπλάττουσι τοῖς ποπάνοις ἵππον ποτάμιον δεδεμένον. Ἐν δ’ Ἀπόλλωνος πόλει νενομισμένον ἐστὶ κροκοδείλου φαγεῖν πάντως ἕκαστον· ἡμέρᾳ δὲ μιᾷ θηρεύσαντες ὅσους ἂν δύνωνται καὶ κτείναντες ἀπαντικρὺ τοῦ ἱεροῦ προβάλλουσι καὶ λέγουσιν ὡς ὁ Τυφὼν τὸν Ὧρον ἀπέδρα κροκόδειλος γενόμενος, πάντα καὶ ζῷα καὶ φυτὰ καὶ πάθη τὰ φαῦλα καὶ βλαβερὰ Τυφῶνος ἔργα καὶ μέρη καὶ κινήματα ποιούμενοι.
50. For this reason they assign to him the most stupid of the domesticated animals, the ass, and of the wild animals, the most savage, the crocodile and the hippopotamus. In regard to the ass we have already 290 offered some explanation. At Hermopolis they point out a statue of Typhon in the form of an hippopotamus, on whose back is poised a hawk fighting with a serpent. By the hippopotamus they mean to indicate Typhon, and by the hawk a power and rule, which Typhon strives to win by force, oftentimes without success, being confused by his wickedness and creating confusion 291. For this reason, when they offer sacrifice on the seventh day of the month Tybi, which they call the “Coming of Isis from Phoenicia”, they imprint on their sacred cakes the image of an hippopotamus tied fast. In the town of Apollonopolis it is an established custom for every person without exception to eat of a crocodile 292; and on one day they hunt as many as they can and, after killing them, cast them down directly opposite the temple. And they relate that Typhon escaped Horus by turning into a crocodile, and they would make out that all animals and plants and incidents that are bad and harmful are the deeds and parts and movements of Typhon.
51. Τὸν δ’ Ὄσιριν αὖ πάλιν ὀφθαλμῷ καὶ σκήπτρῳ γράφουσιν, ὧν τὸ μὲν τὴν πρόνοιαν ἐμφαίνειν, τὸ δὲ τὴν δύναμιν, ὡς Ὅμηρος ι τὸν ἄρχοντα καὶ βασιλεύοντα πάντων “Ζῆν ὕπατον καὶ μήστωρα” καλῶν καὶ ἔοικε τῷ μὲν ὑπάτῳ τὸ κράτος αὐτοῦ, τῷ δὲ μήστωρι τὴν εὐβουλίαν καὶ τὴν φρόνησιν σημαίνειν. Γράφουσι δὲ καὶ ἱέρακι τὸν θεὸν τοῦτον πολλάκις· εὐτονίᾳ γὰρ ὄψεως ὑπερβάλλει καὶ πτήσεως ὀξύτητι καὶ διοικεῖν αὑτὸν ἐλαχίστῃ τροφῇ πέφυκε. Λέγεται δὲ καὶ νεκρῶν ἀτάφων ὄμμασι γῆν ὑπερπετόμενος ἐπιβάλλειν· ὅταν δὲ πιόμενος ἐπὶ τὸν ποταμὸν καταίρῃ, τὸ πτερὸν ἵστησιν ὀρθόν· πιὼν δὲ κλίνει τοῦτο πάλιν· ᾧ δῆλός ἐστι σεσωσμένος καὶ διαπεφευγὼς τὸν κροκόδειλον· ἂν γὰρ ἁρπασθῇ, μένει τὸ πτερὸν ὥσπερ ἔστη πεπηγός. Πανταχοῦ δὲ καὶ ἀνθρωπόμορφον Ὀσίριδος ἄγαλμα δεικνύουσιν ἐξορθιάζον τῷ αἰδοίῳ διὰ τὸ γόνιμον καὶ τὸ τρόφιμον.
Ἀμπεχόνῃ δὲ φλογοειδεῖ στέλλουσιν αὐτοῦ τὰς εἰκόνας, ἥλιον σῶμα τῆς τἀγαθοῦ δυνάμεως ὡς ὁρατὸν οὐσίας νοητῆς ἡγούμενοι. Διὸ καὶ καταφρονεῖν ἄξιόν ἐστι τῶν τὴν ἡλίου σφαῖραν Τυφῶνι προσνεμόντων, ᾧ λαμπρὸν οὐδὲν οὐδὲ σωτήριον οὐδὲ τάξις οὐδὲ γένεσις οὐδὲ κίνησις μέτρον ἔχουσα καὶ λόγον, ἀλλὰ τἀναντία προσήκει· καὶ ξηρότητα καὶ αὐχμόν, οἷς φθείρει πολλὰ τῶν ζῴων καὶ βλαστανόντων, οὐχ ἡλίου θετέον ἔργον, ἀλλὰ τῶν ἐν γῇ καὶ ἀέρι μὴ καθ’ ὥραν κεραννυμένων πνευμάτων καὶ ὑδάτων, ὅταν ἡ τῆς ἀτάκτου καὶ ἀορίστου δυνάμεως ἀρχὴ πλημμελήσασα κατασβέσῃ τὰς ἀναθυμιάσεις.
51. Then again, they depict Osiris by means of an eye and a sceptre 293, the one of which indicates forethought and the other power, much as Homer 294 in calling the Lord and King of all “Zeus supreme and counsellor” appears by “supreme” to signify his prowess and by “counsellor” his careful planning and thoughtfulness. They also often depict this god by means of a hawk; for this bird is surpassing in the keenness of his vision and the swiftness of its flight, and is wont to support itself with the minimum amount of food. It is said also in flying over the earth to cast dust upon the eyes of unburied dead 295; and whenever it settles down beside the river to drink it raises its feather upright, and after it has drunk it lets this sink down again, by which it is plain that the bird is safe and has escaped the crocodile 296, for if it be seized, the feather remains fixed upright as it was at the beginning. Everywhere they point out statues of Osiris in human form of the ithyphallic type, on account of his creative and fostering power 297.
And they clothe his statues in a flame-coloured garment, since they regard the body of the Sun as a visible manifestation of the perceptible substance of the power for good 298. Therefore it is only right and fair to condemn those who assign the orb of the Sun to Typhon 299, to whom there attaches nothing bright or of a conserving nature, no order nor generation nor movement possessed of moderation or reason, but everything the reverse; moreover, the drought 300, by which he destroys many of the living creatures and growing plants, is not to be set down as the work of the Sun, but rather as due to the fact that the winds and waters in the earth and the air are not seasonably tempered when the principle of the disorderly and unlimited power gets out of hand and quenches the exhalations 301.
52. Ἐν δὲ τοῖς ἱεροῖς ὕμνοις τοῦ Ὀσίριδος ἀνακαλοῦνται τὸν ἐν ταῖς ἀγκάλαις κρυπτόμενον τοῦ Ἡλίου καὶ τῇ τριακάδι τοῦ Ἐπιφὶ μηνὸς ἑορτάζουσιν ὀφθαλμῶν Ὥρου γενέθλιον, ὅτε σελήνη καὶ ἥλιος ἐπὶ μιᾶς εὐθείας γεγόνασιν, ὡς οὐ μόνον τὴν σελήνην ἀλλὰ καὶ τὸν ἥλιον ὄμμα τοῦ Ὥρου καὶ φῶς ἡγούμενοι. Τῇ δὲ ὀγδόῃ φθίνοντος τοῦ Φαωφὶ βακτηρίας ἡλίου γενέθλιον ἄγουσι μετὰ φθινοπωρινὴν ἰσημερίαν, ἐμφαίνοντες οἷον ὑπερείσματος δεῖσθαι καὶ ῥώσεως τῷ τε θερμῷ γιγνόμενον ἐνδεᾶ καὶ τῷ φωτί ἐνδεᾶ, κλινόμενον καὶ πλάγιον ἀφ’ ἡμῶν φερόμενον. Ἔτι δὲ τὴν βοῦν ὑπὸ τροπὰς χειμερινὰς ἑπτάκις περὶ τὸν ναὸν τοῦ Ἡλίου περιφέρουσι, καὶ καλεῖται ζήτησις Ὀσίριδος ἡ περιδρομή, τὸ ὕδωρ χειμῶνος τῆς θεοῦ ποθούσης· τοσαυτάκις δὲ περιίασιν, ὅτι τὴν ἀπὸ τροπῶν χειμερινῶν ἐπὶ τροπὰς θερινὰς πάροδον ἑβδόμῳ μηνὶ συμπεραίνει. Λέγεται δὲ καὶ θῦσαι τῷ ἡλίῳ τετράδι μηνὸς ἱσταμένου πάντων πρῶτος Ὧρος ὁ Ἴσιδος, ὡς ἐν τοῖς ἐπιγραφομένοις Γενεθλίοις Ὥρου γέγραπται. Καὶ μὴν ἡμέρας ἑκάστης τριχῶς ἐπιθυμιῶσι τῷ ἡλίῳ, ῥητίνην μὲν ὑπὸ τὰς ἀνατολάς, σμύρναν δὲ μεσουρανοῦντι, τὸ δὲ καλούμενον κῦφι περὶ δυσμάς· ὧν ἕκαστον ὃν ἔχει λόγον, ὕστερον ἀφηγήσομαι.
Τὸν δ’ ἥλιον πᾶσι τούτοις προστρέπεσθαι καὶ θεραπεύειν οἴονται. Καὶ τί δεῖ πολλὰ τοιαῦτα συνάγειν; εἰσὶ γὰρ οἱ τὸν Ὄσιριν ἄντικρυς ἥλιον εἶναι καὶ ὀνομάζεσθαι Σείριον ὑφ’ Ἑλλήνων λέγοντες, εἰ καὶ παρ’ Αἰγυπτίοις ἡ πρόθεσις τοῦ ἄρθρου τοὔνομα πεποίηκεν ἀμφιγνοεῖσθαι, τὴν δ’ Ἶσιν οὐχ ἑτέραν τῆς σελήνης ἀποφαίνοντες· ὅθεν καὶ τῶν ἀγαλμάτων αὐτῆς τὰ μὲν κερασφόρα τοῦ μηνοειδοῦς γεγονέναι μιμήματα, τοῖς δὲ μελανοστόλοις ἐμφαίνεσθαι τὰς κρύψεις καὶ τοὺς περισκιασμοὺς ἐν οἷς διώκει ποθοῦσα τὸν ἥλιον. Διὸ καὶ πρὸς τὰ ἐρωτικὰ τὴν σελήνην ἐπικαλοῦνται, καὶ τὴν Ἶσιν Εὔδοξός φησι βραβεύειν τὰ ἐρωτικά. Καὶ τούτοις μὲν ἁμωσγέπως τοῦ πιθανοῦ μέτεστι, τῶν δὲ Τυφῶνα ποιούντων τὸν ἥλιον οὐδ’ ἀκούειν ἄξιον. Ἀλλ’ ἡμεῖς αὖθις τὸν οἰκεῖον λόγον ἀναλάβωμεν.
52. In the sacred hymns of Osiris they call upon him who is hidden in the arms of the Sun; and on the thirtieth of the month Epiphi they celebrate the birthday of the Eyes of Horus, at the time when the Moon and the Sun are in a perfectly straight line, since they regard not only the Moon but also the Sun as the eye and light of Horus. On the waning of the month Phaophi they conduct the birthday of the Staff of the Sun following upon the autumnal equinox, and by this they declare, as it were, that he is in need of support and strength, since he becomes lacking in warmth and light, and undergoes decline, and is carried away from us to one side. Moreover, at the time of the winter solstice they lead the cow seven times around the temple of the Sun and this circumambulation is called the Seeking for Osiris, since the Goddess in the winter-time yearns for water; so many times do they go around, because in the seventh month the Sun completes the transition from the winter solstice to the summer solstice. It is said also that Horus, the son of Isis, offered sacrifice to the Sun first of all on the fourth day of the month, as is written in the records entitled the Birthdays of Horus. Every day they make a triple offering of incense to the Sun, an offering of resin at sunrise, of myrrh at midday, and of the so‑called cyphi at sunset; the reason which underlies each one of these offerings I will describe later 302.
They think that by means of all these they supplicate and serve the Sun. Yet, what need is there to collect many such things? There are some who without reservation assert that Osiris is the Sun and is called the Dog-star (Sirius) by the Greeks 303 even if among the Egyptians the addition of the article has created some ambiguity in regard to the name; and there are those who declare that Isis is none other than the Moon; for this reason it is said that the statues of Isis that bear horns are imitations of the crescent moon, and in her dark garments are shown the concealments and the obscurations in which she in her yearning pursues the Sun. For this reason also they call upon the Moon in love affairs, and Eudoxus asserts that Isis is a deity who presides over love affairs. These people may lay claim to a certain plausibility, but no one should listen for a moment to those who make Typhon to be the Sun. But now let us take up again the proper subject of our discussion.
53. Ἡ γὰρ Ἶσίς ἐστι μὲν τὸ τῆς φύσεως θῆλυ καὶ δεκτικὸν ἁπάσης γενέσεως, καθὸ τιθήνη καὶ πανδεχὴς ὑπὸ τοῦ Πλάτωνος ια, ὑπὸ δὲ τῶν πολλῶν μυριώνυμος κέκληται διὰ τὸ πάσας ὑπὸ τοῦ λόγου τρεπομένη μορφὰς δέχεσθαι καὶ ἰδέας. Ἔχει δὲ σύμφυτον ἔρωτα τοῦ πρώτου καὶ κυριωτάτου πάντων, ὃ τἀγαθῷ ταὐτόν ἐστι, κἀκεῖνο ποθεῖ καὶ διώκει· τὴν δ’ ἐκ τοῦ κακοῦ φεύγει καὶ διωθεῖται μοῖραν, ἀμφοῖν μὲν οὖσα χώρα καὶ ὕλη, ῥέπουσα δ’ ἀεὶ πρὸς τὸ βέλτιον καὶ παρέχουσα γεννᾶν ἐξ ἑαυτῆς ἐκείνῳ καὶ κατασπείρειν εἰς ἑαυτὴν ἀπορροὰς καὶ ὁμοιότητας, αἷς χαίρει καὶ γέγηθε κυισκομένη καὶ ὑποπιμπλαμένη τῶν γενέσεων. Εἰκὼν γάρ ἐστιν οὐσίας ἡ ἐν ὕλῃ γένεσις καὶ μίμημα τοῦ ὄντος τὸ γινόμενον.
53. Isis is, in fact, the female principle of Nature, and is receptive of every form of generation, in accord with which she is called by Plato 304 the gentle nurse and the all-receptive, and by most people has been called by countless names, since, because of the force of Reason, she turns herself to this thing or that and is receptive of all manner of shapes and forms. She has an innate love for the first and most dominant of all things, which is identical with the good, and this she yearns for and pursues; but the portion which comes from evil she tries to avoid and to reject, for she serves them both as a place and means of growth, but inclines always towards the better and offers to it opportunity to create from her and to impregnate her with effluxes and likenesses in which she rejoices and is glad that she is made pregnant and teeming with these creations. For creation is the image of being in matter, and the thing created is a picture of reality.
54. Ὅθεν οὐκ ἀπὸ τρόπου μυθολογοῦσι τὴν Ὀσίριδος ψυχὴν ἀίδιον εἶναι καὶ ἄφθαρτον, τὸ δὲ σῶμα πολλάκις διασπᾶν καὶ ἀφανίζειν τὸν Τυφῶνα, τὴν δ’ Ἶσιν πλανωμένην καὶ ζητεῖν καὶ συναρμόττειν πάλιν. Τὸ γὰρ ὂν καὶ νοητὸν καὶ ἀγαθὸν φθορᾶς καὶ μεταβολῆς κρεῖττόν ἐστιν· ἃς δ’ ἀπ’ αὐτοῦ τὸ αἰσθητὸν καὶ σωματικὸν εἰκόνας ἐκμάττεται καὶ λόγους καὶ εἴδη καὶ ὁμοιότητας ἀναλαμβάνει, καθάπερ ἐν κηρῷ σφραγῖδες οὐκ ἀεὶ διαμένουσιν ἀλλὰ καταλαμβάνει τὸ ἄτακτον αὐτὰς καὶ ταραχῶδες ἐνταῦθα τῆς ἄνω χώρας ἀπεληλαμένον καὶ μαχόμενον πρὸς τὸν Ὧρον, ὃν ἡ Ἶσις εἰκόνα τοῦ νοητοῦ κόσμον αἰσθητὸν ὄντα γεννᾷ· διὸ καὶ δίκην φεύγειν λέγεται νοθείας ὑπὸ Τυφῶνος, ὡς οὐκ ὢν καθαρὸς οὐδ’ εἰλικρινὴς οἷος ὁ πατήρ, λόγος αὐτὸς καθ’ ἑαυτὸν ἀμιγὴς καὶ ἀπαθής, ἀλλὰ νενοθευμένος τῇ ὕλῃ διὰ τὸ σωματικόν.
Περιγίνεται δὲ καὶ νικᾷ τοῦ Ἑρμοῦ, τουτέστι τοῦ λόγου, μαρτυροῦντος καὶ δεικνύοντος, ὅτι πρὸς τὸ νοητὸν ἡ φύσις μετασχηματιζομένη τὸν κόσμον ἀποδίδωσιν. Ἡ μὲν γὰρ ἔτι τῶν θεῶν ἐν γαστρὶ τῆς Ῥέας ὄντων ἐξ Ἴσιδος καὶ Ὀσίριδος λεγομένη γένεσις Ἀπόλλωνος αἰνίττεται τὸ πρὶν ἐκφανῆ γενέσθαι τόνδε τὸν κόσμον καὶ συντελεσθῆναι τῷ λόγῳ τὴν ὕλην † φύσει ἐλεγχομένην ἐπ’ αὐτὴν ἀτελῆ τὴν πρώτην γένεσιν ἐξενεγκεῖν· διὸ καί φασι τὸν θεὸν ἐκεῖνον ἀνάπηρον ὑπὸ σκότῳ γενέσθαι καὶ πρεσβύτερον Ὧρον καλοῦσιν· οὐ γὰρ ἦν κόσμος, ἀλλ’ εἴδωλόν τι καὶ κόσμου φάντασμα μέλλοντος·
54. It is not, therefore, out of keeping that they have a legend that the soul of Osiris is everlasting and imperishable, but that his body Typhon oftentimes dismembers and causes to disappear, and that Isis wanders hither and yon in her search for it, and fits it together again 305; for that which really is and is perceptible and good is superior to destruction and change. The images from it with which the sensible and corporeal is impressed, and the relations, forms, and likenesses which this take upon itself, like impressions of seals in wax, are not permanently lasting, but disorder and disturbance overtakes them, being driven hither from the upper reaches, and fighting against Horus 306, whom Isis brings forth, beholden of all, as the image of the perceptible world. Therefore it is said that he is brought to trial by Typhon on the charge of illegitimacy, as not being pure nor uncontaminated like his father, reason unalloyed and unaffected of itself, but contaminated in his substance because of the corporeal element.
He prevails, however, and wins the case when Hermes 306 , that is to say Reason, testifies and points out that Nature, by undergoing changes of form with reference to the perceptible, duly brings about the creation of the world. The birth of Apollo from Isis and Osiris, while these gods were still in the womb of Rhea, has the allegorical meaning that before this world was made visible and its rough material was completely formed by reason, it was put to the test by Nature and brought forth of itself the first creation imperfect. This is the reason why they say that this god was born in the darkness a cripple, and they call him the elder Horus 307; for there was then no world, but only an image and outline of a world to be.
55. Ὁ δ’ Ὧρος οὗτος αὐτός ἐστιν ὡρισμένος καὶ τέλειος, οὐκ ἀνῃρηκὼς τὸν Τυφῶνα παντάπασιν, ἀλλὰ τὸ δραστήριον καὶ ἰσχυρὸν αὐτοῦ παρῃρημένος. Ὅθεν ἐν Κοπτῷ τὸ ἄγαλμα τοῦ Ὥρου λέγουσιν ἐν τῇ ἑτέρᾳ χειρὶ Τυφῶνος αἰδοῖα κατέχειν καὶ τὸν Ἑρμῆν μυθολογοῦσιν ἐξελόντα τοῦ Τυφῶνος τὰ νεῦρα χορδαῖς χρήσασθαι, διδάσκοντες ὡς τὸ πᾶν ὁ λόγος διαρμοσά-μενος σύμφωνον ἐξ ἀσυμφώνων μερῶν ἐποίησε καὶ τὴν φθαρτικὴν οὐκ ἀπώλεσεν ἀλλ’ ἀνεπήρωσε δύναμιν. Ὅθεν ἐκείνη μὲν ἀσθενὴς καὶ ἀδρανὴς ἐνταῦθα, φυρομένη καὶ προσπλεκομένη τοῖς παθητικοῖς καὶ μεταβολικοῖς μέρεσι, σεισμῶν μὲν ἐν γῇ καὶ τρόμων, αὐχμῶν δ’ ἐν ἀέρι καὶ πνευμάτων ἀτόπων, αὖθις δὲ πρηστήρων καὶ κεραυνῶν δημιουργός ἐστι· φαρμάττει δὲ καὶ λοιμοῖς ὕδατα καὶ πνεύματα καὶ μέχρι σελήνης ἀνατρέχει καὶ ἀναχαιτίζει συγχέουσα καὶ μελαίνουσα πολλάκις τὸ λαμπρόν, ὡς Αἰγύπτιοι νομίζουσι καὶ λέγουσιν, ὅτι τοῦ Ὥρου νῦν μὲν ἐπάταξε νῦν δ’ ἐξελὼν κατέπιεν ὁ Τυφὼν τὸν ὀφθαλμόν, εἶτα τῷ Ἡλίῳ πάλιν ἀπέδωκε· πληγὴν μὲν αἰνιττόμενοι τὴν κατὰ μῆνα μείωσιν τῆς σελήνης, πήρωσιν δὲ τὴν ἔκλειψιν, ἣν ὁ ἥλιος ἰᾶται διαφυγούσῃ τὴν σκιὰν τῆς γῆς εὐθὺς ἀντιλάμπων.
55. But this Horus is himself perfected and complete; but he has not done away completely with Typhon, but has taken away his activity and strength. Hence they say that at Kopto the statue of Horus holds in one hand the privy members of Typhon, and they relate a legend that Hermes cut out the sinews of Typhon, and used them as strings for his lyre, thereby instructing us that Reason adjusts the Universe and creates concord out of discordant elements, and that it does not destroy but only cripples the destructive force. Hence this is weak and inactive here, and combines with the susceptible and changeable elements and attaches itself to them, becoming the artificer of quakes and tremblings in the earth, and of droughts and tempestuous winds in the air, and of lightning-flashes and thunderbolts. Moreover, it taints waters and winds with pestilence, and it runs forth wanton even as far as the moon, oftentimes confounding and darkening the moon's brightness; according to the belief and account of the Egyptians, Typhon at one time smites the eye of Horus, and at another time snatches it out and swallows it, and then later gives it back again to the Sun. By the smiting, they refer allegorically to the monthly waning of the moon, and by the crippling, to its eclipse 308, which the Sun heals by shining straight upon it as soon as it has escaped the shadow of the earth.
56. Ἡ δὲ κρείττων καὶ θειοτέρα φύσις ἐκ τριῶν ἐστι, τοῦ νοητοῦ καὶ τῆς ὕλης καὶ τοῦ ἐκ τούτων, ὃν κόσμον Ἕλληνες ὀνομάζουσιν. Ὁ μὲν οὖν Πλάτων ιβ τὸ μὲν νοητὸν καὶ ἰδέαν καὶ παράδειγμα καὶ πατέρα, τὴν δ’ ὕλην καὶ μητέρα καὶ τιθήνην ἕδραν τε καὶ χώραν γενέσεως, τὸ δ’ ἐξ ἀμφοῖν ἔγγονον καὶ γένεσιν ὀνομάζειν εἴωθεν. Αἰγυπτίους δ’ ἄν τις εἰκάσειε τῶν τριγώνων τὸ κάλλιστον τιμᾶν μάλιστα τούτῳ τὴν τοῦ παντὸς φύσιν ὁμοιοῦντας, ὡς καὶ Πλάτων ἐν τῇ Πολιτείᾳ ιγ δοκεῖ τούτῳ προσκεχρῆσθαι τὸ γαμήλιον διάγραμμα συντάττων.
Ἔχει δ’ ἐκεῖνο τὸ τρίγωνον τριῶν τὴν πρὸς ὀρθίαν καὶ τεττάρων τὴν βάσιν καὶ πέντε τὴν ὑποτείνουσαν ἴσον ταῖς περιεχούσαις δυναμένην. Εἰκαστέον οὖν τὴν μὲν πρὸς ὀρθίαν ἄρρενι, τὴν δὲ βάσιν θηλείᾳ, τὴν δ’ ὑποτείνουσαν ἀμφοῖν ἐγγόνῳ· καὶ τὸν μὲν Ὄσιριν ὡς ἀρχήν, τὴν δ’ Ἶσιν ὡς ὑποδοχήν, τὸν δ’ Ὧρον ὡς ἀποτέλεσμα. Τὰ μὲν γὰρ τρία πρῶτος περισσός ἐστι καὶ τέλειος· τὰ δὲ τέτταρα τετράγωνος ἀπὸ πλευρᾶς ἀρτίου τῆς δυάδος· τὰ δὲ πέντε πῆ μὲν τῷ πατρὶ πῆ δὲ τῇ μητρὶ προσέοικεν ἐκ τριάδος συγκείμενα καὶ δυάδος. Καὶ τὰ πάντα τῶν πέντε γέγονε παρώνυμα, καὶ τὸ ἀριθμήσασθαι πεμπάσασθαι λέγουσι. Ποιεῖ δὲ τετράγωνον ἡ πεντὰς ἀφ’ ἑαυτῆς, ὅσον τῶν γραμμάτων παρ’ Αἰγυπτίοις τὸ πλῆθός ἐστι, καὶ ὅσων ἐνιαυτῶν ἔζη χρόνον ὁ Ἆπις.
Τὸν μὲν οὖν Ὧρον εἰώθασι καὶ Μὶν προσαγορεύειν, ὅπερ ἐστὶν ὁρώμενον· αἰσθητὸν γὰρ καὶ ὁρατὸν ὁ κόσμος. Ἡ δ’ Ἶσις ἔστιν ὅτε καὶ Μοὺθ καὶ πάλιν Ἄθυρι καὶ Μεθύερ προσαγορεύεται· σημαίνουσι δὲ τῷ μὲν πρώτῳ τῶν ὀνομάτων μητέρα, τῷ δὲ δευτέρῳ οἶκον Ὥρου κόσμιον, ὡς καὶ Πλάτων ιδ χώραν γενέσεως καὶ δεξαμενήν, τὸ δὲ τρίτον σύνθετόν ἐστιν ἔκ τε τοῦ πλήρους καὶ τοῦ αἰτίου· πλήρης γάρ ἐστιν ἡ ὕλη τοῦ κόσμου καὶ τῷ ἀγαθῷ καὶ καθαρῷ καὶ κεκοσμημένῳ σύνεστιν.
56. The better and more divine nature consists of three parts: the conceptual, the material, and that which is formed from these, which the Greeks call the world. Plato 309 is wont to give to the conceptual the name of idea, example, or father, and to the material the name of mother or nurse, or seat and place of generation, and to that which results from both the name of offspring or generation. One might conjecture that the Egyptians hold in high honour the most beautiful of the triangles 310, since they liken the nature of the Universe most closely to it, as Plato in the Republic 311 seems to have made use of it in formulating his figure of marriage.
This triangle has its upright of three units, its base of four, and its hypotenuse of five, whose power is equal to that of the other two sides 312. The upright, therefore, may be likened to the male, the base to the female, and the hypotenuse to the child of both, and so Osiris may be regarded as the origin, Isis as the recipient, and Horus as perfected result. Three is the first perfect odd number; four is a square whose side is the even number two; but five is in some ways like to its father, and in some ways like to its mother, being made up of three and two 313. And panta (all) is a derivative of pente (five), and they speak of counting as “numbering by fives” 314. Five makes a square of itself, as many as the letters of the Egyptian alphabet, and as many as the years of the life of the Apis.
Horus they are wont to call also Min, which means “seen”; for the world is something perceptible and visible, and Isis is sometimes called Muth, and again Athyri or Methyer. By the first of these names they signify “mother”, by the second the mundane house of Horus, the place and receptacle of generation, as Plato 315 has it, and the third is compounded of “full” and “cause”; for the material of the world is full, and is associated with the good and pure and orderly.
57. Δόξειε δ’ ἂν ἴσως καὶ ὁ Ἡσίοδος ιε τὰ πρῶτα πάντων Χάος καὶ Γῆν καὶ Τάρταρον καὶ Ἔρωτα ποιῶν οὐχ ἑτέρας λαμβάνειν ἀρχάς, ἀλλὰ ταύτας· εἴ γε δὴ τῶν ὀνομάτων τῇ μὲν Ἴσιδι τὸ τῆς Γῆς, τῷ δ’ Ὀσίριδι τὸ τοῦ Ἔρωτος, τῷ δὲ Τυφῶνι τὸ τοῦ Ταρτάρου μεταλαμβάνοντές πως ἀποδίδομεν· τὸ γὰρ Χάος δοκεῖ χώραν τινὰ καὶ τόπον τοῦ παντὸς ὑποτίθεσθαι. Προσκαλεῖται δὲ καὶ τὸν Πλάτωνος ἁμωσγέπως τὰ πράγματα μῦθον, ὃν Σωκράτης ἐν Συμποσίῳ ιϛ περὶ τῆς τοῦ Ἔρωτος γενέσεως διῆλθε, τὴν Πενίαν λέγων τέκνων δεομένην τῷ Πόρῳ καθεύδοντι παρακλιθῆναι καὶ κυήσασαν ἐξ αὐτοῦ τεκεῖν τὸν Ἔρωτα φύσει μικτὸν ὄντα καὶ παντοδαπόν, ἅτε δὴ πατρὸς μὲν ἀγαθοῦ καὶ σοφοῦ καὶ πᾶσιν αὐτάρκους, μητρὸς δ’ ἀμηχάνου καὶ ἀπόρου καὶ δι’ ἔνδειαν ἀεὶ γλιχομένης ἑτέρου καὶ περὶ ἕτερον λιπαρούσης γεγενημένον.
Ὁ γὰρ Πόρος οὐχ ἕτερός ἐστι τοῦ πρώτως ἐρατοῦ καὶ ἐφετοῦ καὶ τελείου καὶ αὐτάρκους· Πενίαν δὲ τὴν ὕλην προσεῖπεν ἐνδεᾶ μὲν οὖσαν αὐτὴν καθ’ ἑαυτὴν τοῦ ἀγαθοῦ, πληρουμένην δ’ ὑπ’ αὐτοῦ καὶ ποθοῦσαν ἀεὶ καὶ μεταλαμβάνουσαν. Ὁ δὲ γενόμενος ἐκ τούτων κόσμος καὶ Ὧρος οὐκ ἀίδιος οὐδ’ ἀπαθὴς οὐδ’ ἄφθαρτος, ἀλλ’ ἀειγενὴς ὢν μηχανᾶται ταῖς τῶν παθῶν μεταβολαῖς καὶ περιόδοις ἀεὶ νέος καὶ μηδέποτε φθαρησόμενος διαμένειν.
57. It might appear that Hesiod 316, in making the very first things of all to be Chaos and Earth and Tartarus and Love, did not accept any other origins but only these, if we transfer the names somewhat and assign to Isis the name of Earth and to Osiris the name of Love and to Typhon the name of Tartarus; for the poet seems to place Chaos at the bottom as a sort of region that serves as a resting-place for the Universe. This subject seems in some wise to call up the myth of Plato, which Socrates in the Symposium 317 gives at some length in regard to the birth of Love, saying that Poverty, wishing for children, insinuated herself beside Plenty while he was asleep, and having become pregnant by him, gave birth to Love, who is of a mixed and utterly variable nature, inasmuch as he is the son of a father who is good and wise and self-sufficient in all things, but of a mother who is helpless and without means and because of want always clinging close to another and always importunate over another.
For Plenty is none other than the first beloved and desired, the perfect and self-sufficient; and Plato calls raw material Poverty, utterly lacking of herself in the Good, but being filled from him and always yearning for him and sharing with him. The World, or Horus 318, which is born of these, is not eternal nor unaffected nor imperishable, but, being ever reborn, contrives to remain always young and never subject to destruction in the changes and cycles of events.
58. Χρηστέον δὲ τοῖς μύθοις οὐχ ὡς λόγοις πάμπαν οὖσιν, ἀλλὰ τὸ πρόσφορον ἑκάστου τὸ κατὰ τὴν ὁμοιότητα λαμβάνοντας. Ὅταν οὖν ὕλην λέγωμεν, οὐ δεῖ πρὸς ἐνίων φιλοσόφων δόξας ἀποφερομένους ἄψυχόν τι σῶμα καὶ ἄποιον ἀργόν τε καὶ ἄπρακτον ἐξ ἑαυτοῦ διανοεῖσθαι· καὶ γὰρ ἔλαιον ὕλην μύρου καλοῦμεν καὶ χρυσὸν ἀγάλματος, οὐκ ὄντα πάσης ἔρημα ποιότητος· αὐτήν τε τὴν ψυχὴν καὶ τὴν διάνοιαν τοῦ ἀνθρώπου ὡς ὕλην ἐπιστήμης καὶ ἀρετῆς τῷ λόγῳ κοσμεῖν καὶ ῥυθμίζειν παρέχομεν, τόν τε νοῦν ἔνιοι τόπον εἰδῶν ἀπεφήναντο καὶ τῶν νοητῶν οἷον ἐκμαγεῖον.
Ἔνιοι δὲ καὶ τὸ σπέρμα τῆς γυναικὸς οὐ δύναμιν οὐδ’ ἀρχήν, ὕλην δὲ καὶ τροφὴν γενέσεως εἶναι δοξάζουσιν· ὧν ἐχομένους χρὴ καὶ τὴν θεὸν ταύτην οὕτω διανοεῖσθαι τοῦ πρώτου θεοῦ μεταλαγχάνουσαν ἀεὶ καὶ συνοῦσαν ἔρωτι τῶν περὶ ἐκεῖνον ἀγαθῶν καὶ καλῶν οὐχ ὑπεναντίαν, ἀλλ’ ὥσπερ ἄνδρα νόμιμον καὶ δίκαιον ἐρᾶν, ἂν δικαίως συνῇ, καὶ γυναῖκα χρηστὴν ἔχουσαν ἄνδρα καὶ συνοῦσαν ὅμως ποθεῖν λέγομεν, οὕτως ἀεὶ γλιχομένην ἐκείνου καὶ περὶ ἐκεῖνον λιπαροῦσαν καὶ ἀναπιμπλαμένην τοῖς κυριωτάτοις μέρεσι καὶ καθαρωτάτοις·
58. We must not treat legend as it were history at all, but we should adopt that which is appropriate in each legend in accordance with its verisimilitude. Whenever, therefore, we speak of material we must not be swept away to the opinions of some philosophers 319, and conceive of an inanimate and indifferentiated body, which is of itself inert and inactive. The fact is that we call oil the material of perfume and gold the material of a statue, and these are not destitute of all differentiation. We provide the very soul and thought of Man as the basic material of understanding and virtue for Reason to adorn and to harmonize, and some have declared the Mind to be a place for the assembling of forms and for the impression of concepts, as it were 320.
Some think the seed of Woman is not a power or origin, but only material and nurture of generation 321. To this thought we should cling fast and conceive that this Goddess also who participates always with the first God and is associated with him in the love 322 of the fair and lovely things about him is not opposed to him, but, just as we say that an honourable and just man is in love if his relations are just, and a good woman who has a husband and consorts with him we say yearns for him; thus we may conceive of her as always clinging close to him and being importunate over him and constantly filled with the most dominant and purest principles.
59. Ὅπου δ’ ὁ Τυφὼν παρεμπίπτει τῶν ἐσχάτων ἁπτόμενος, ἐνταῦθα δοκοῦσαν ἐπισκυθρωπάζειν καὶ πενθεῖν λεγομένην καὶ λείψαν’ ἄττα καὶ σπαράγματα τοῦ Ὀσίριδος ἀναζητεῖν καὶ στολίζειν ὑποδεχομένην τὰ φθειρόμενα καὶ ἀποκρύπτουσαν, οἷσπερ ἀναφαίνει πάλιν τὰ γινόμενα καὶ ἀνίησιν ἐξ ἑαυτῆς. Οἱ μὲν γὰρ ἐν οὐρανῷ καὶ ἄστροις λόγοι καὶ εἴδη καὶ ἀπορροαὶ τοῦ θεοῦ μένουσι, τὰ δ’ ἐν τοῖς παθητικοῖς διεσπαρμένα, γῇ καὶ θαλάττῃ καὶ φυτοῖς καὶ ζῴοις, διαλυόμενα καὶ φθειρόμενα καὶ θαπτόμενα [καὶ] πολλάκις αὖθις ἐκλάμπει καὶ ἀναφαίνεται ταῖς γενέσεσι. Διὸ τὸν Τυφῶνα τῇ Νέφθυι συνοικεῖν φησιν ὁ μῦθος, τὸν δ’ Ὄσιριν κρύφα συγγενέσθαι· τὰ γὰρ ἔσχατα μέρη τῆς ὕλης, ἃ Νέφθυν καὶ Τελευτὴν καλοῦσιν, ἡ φθαρτικὴ μάλιστα κατέχει δύναμις· ἡ δὲ γόνιμος καὶ σωτήριος ἀσθενὲς σπέρμα καὶ ἀμαυρὸν εἰς ταῦτα διαδίδωσιν ἀπολλύμενον ὑπὸ τοῦ Τυφῶνος, πλὴν ὅσον ἡ Ἶσις ὑπολαμβάνουσα σῴζει καὶ τρέφει καὶ συνίστησι· καθόλου δ’ ἀμείνων οὗτός ἐστιν, ὥσπερ καὶ Πλάτων ὑπονοεῖ καὶ Ἀριστοτέλης.
59. But where Typhon forces his way in and seizes upon the outermost areas, there we may conceive of her as seeming sad, and spoken of as mourning, and that she seeks for the remains and scattered members of Osiris and arrays them, receiving and hiding away the things perishable, from which she brings to light again the things that are created and sends them forth from herself. The relations and forms and effluxes of the god abide in the heavens and in the stars; but those things that are distributed in susceptible elements, earth and sea and plants and animals, suffer dissolution and destruction and burial, and oftentimes again shine forth and appear again in their generations. For this reason the fable has it that Typhon cohabits with Nephthys 323 and that Osiris has secret relations with her 324; for the destructive power exercises special dominion over the outermost part of matter which they call Nephthys or Finality 325. But the creating and conserving power distributes to this only a weak and feeble seed, which is destroyed by Typhon, except so much as Isis takes up and preserves and fosters and makes firm and strong 326.
60. Κινεῖται δὲ τῆς φύσεως τὸ μὲν γόνιμον καὶ σωτήριον ἐπ’ αὐτὸν καὶ πρὸς τὸ εἶναι, τὸ δ’ ἀναιρετικὸν καὶ φθαρτικὸν ἀπ’ αὐτοῦ καὶ πρὸς τὸ μὴ εἶναι. Διὸ τὸ μὲν Ἶσιν καλοῦσι παρὰ τὸ ἵεσθαι μετ’ ἐπιστήμης καὶ φέρεσθαι, κίνησιν οὖσαν ἔμψυχον καὶ φρόνιμον· οὐ γάρ ἐστι τοὔνομα βαρβαρικόν, ἀλλ’ ὥσπερ τοῖς θεοῖς πᾶσιν ἀπὸ δυεῖν ῥημάτων τοῦ θεατοῦ καὶ τοῦ θέοντος ἔστιν ὄνομα κοινόν, οὕτω τὴν θεὸν ταύτην ἀπὸ τῆς ἐπιστήμης ἅμα καὶ τῆς κινήσεως Ἶσιν μὲν ἡμεῖς, Ἶσιν δ’ Αἰγύπτιοι καλοῦσιν. Οὕτω δὲ καὶ Πλάτων ιζ φησὶ τὴν οὐσίαν δηλοῦντος τοὺς παλαιούς “ἰσίαν” καλοῦντας· οὕτω καὶ τὴν νόησιν καὶ τὴν φρόνησιν, ὡς νοῦ φορὰν καὶ κίνησιν οὖσαν ἱεμένου καὶ φερομένου, καὶ τὸ συνιέναι καὶ τἀγαθὸν ὅλως καὶ ἀρετὴν ἐπὶ τοῖς εὐροοῦσι καὶ θέουσι θέσθαι· καθάπερ αὖ πάλιν τοῖς ἀντιφωνοῦσιν ὀνόμασι λοιδορεῖσθαι τὸ κακόν, τὸ τὴν φύσιν ἐμποδίζον καὶ συνδέον καὶ ἴσχον καὶ κωλῦον ἵεσθαι καὶ ἰέναι κακίαν ἀπορίαν δειλίαν ἀνίαν προσαγορεύοντας.
60. In general this god is the better, as both Plato and Aristotle conceive. The creative and conserving element of Nature moves toward him and toward existence while the annihilating and destructive moves away from him towards non-existence. For this reason they call Isis by a name derived from “hastening” (hiemai) with understanding 327, or being borne onward (pheromai), since she is an animate and intelligent movement; for the name is not a foreign name, but, just as all the gods have a name in common 328 derived from two words, “visible” (theaton) and “rushing” (theon), in the same way this goddess, from her understanding 327 and her movement, we call her Isis and the Egyptians call her Isis. So also Plato 329 says that the men of ancient times made clear the meaning of “essence” (ousia) by calling it “sense” (isia). So also he speaks of the intelligence and understanding as being a carrying and movement of mind hasting and being carried onward; and also comprehension and good and virtue they attribute to those things which are ever flowing and in rapid motion, just as again, on the other hand, by means of antithetical names they vilified evil; for example, that which hinders and binds fast and holds and checks Nature from hasting and going they called baseness, or “ill-going” (kak-ia), and helplessness or “difficulty of going” (apor-ia), and cowardice or “fear of going” (deil-ia), and distress or “not going” (an-ia) 330.
61. Ὁ δ’ Ὄσιρις ἐκ τοῦ ὁσίου καὶ ἱεροῦ τοὔνομα μεμιγμένον ἔσχηκε· κοινὸς γάρ ἐστι τῶν ἐν οὐρανῷ καὶ τῶν ἐν Ἅιδου λόγους, ὧν τὰ μὲν ἱερὰ τὰ δ’ ὅσια τοῖς παλαιοῖς ἔθος ἦν προσαγορεύειν. Ὁ δ’ ἀναφαίνων τὰ οὐράνια καὶ τῶν ἄνω φερομένων λόγος Ἄνουβις ἔστιν ὅτε καὶ Ἑρμάνουβις ὀνομάζεται, τὸ μὲν ὡς τοῖς ἄνω τὸ δ’ ὡς τοῖς κάτω προσήκων. Διὸ καὶ θύουσιν αὐτῷ τὸ μὲν λευκὸν ἀλεκτρυόνα, τὸ δὲ κροκίαν, τὰ μὲν εἰλικρινῆ καὶ φανά, τὰ δὲ μικτὰ καὶ ποικίλα νομίζοντες. Οὐ δεῖ δὲ θαυμάζειν τῶν ὀνομάτων τὴν εἰς τὸ Ἑλληνικὸν ἀνάπλασιν· καὶ γὰρ ἄλλα μυρία τοῖς μεθισταμένοις ἐκ τῆς Ἑλλάδος συνεκπεσόντα μέχρι νῦν παραμένει καὶ ξενιτεύει παρ’ ἑτέροις, ὧν ἔνια τὴν ποιητικὴν ἀνακαλουμένην διαβάλλουσιν ὡς βαρβαρίζουσαν οἱ γλώττας τὰ τοιαῦτα προσαγορεύοντες.
Ἐν δὲ ταῖς Ἑρμοῦ λεγομέναις βίβλοις ἱστοροῦσι γεγράφθαι περὶ τῶν ἱερῶν ὀνομάτων, ὅτι τὴν μὲν ἐπὶ τῆς τοῦ ἡλίου περιφορᾶς τεταγμένην δύναμιν Ὧρον, Ἕλληνες δ’ Ἀπόλλωνα καλοῦσι· τὴν δ’ ἐπὶ τοῦ πνεύματος οἱ μὲν Ὄσιριν, οἱ δὲ Σάραπιν, *** οἱ δὲ Σῶθιν Αἰγυπτιστί· σημαίνει δὲ κύησιν ἢ τὸ κύειν. Διὸ καὶ παρατροπῆς γενομένης τοῦ ὀνόματος Ἑλληνιστὶ κύων κέκληται τὸ ἄστρον, ὅπερ ἴδιον τῆς Ἴσιδος νομίζουσιν. Ἥκιστα μὲν οὖν δεῖ φιλοτιμεῖσθαι περὶ τῶν ὀνομάτων, οὐ μὴν ἀλλὰ μᾶλλον ὑφείμην ἂν τοῦ Σαράπιδος Αἰγυπτίοις ἢ τοῦ Ὀσίριδος, ἐκεῖνο μὲν οὖν ξενικόν, τοῦτο δ’ Ἑλληνικόν, ἄμφω δ’ ἑνὸς θεοῦ καὶ μιᾶς δυνάμεως ἡγούμενος.
61. Osiris has a name made up from “holy” (hosion) and “sacred” (hieron) 331; for he is the combined relation of the things in the heavens and in the lower world, the former of which it was customary for people of olden time to call sacred and the latter to call holy. But the relation which discloses the things in the heavens and belongs to the things which tend upward is sometimes named Anubis and sometimes Hermanubis 332 as belonging in part to the things above and in part to the things below 333. For this reason they sacrifice to him on the one hand a white cock and on the other hand one of saffron colour, regarding the former things as simple and clear, and the others as combined and variable. There is no occasion to be surprised at the revamping of these words into Greek 334. The fact is that countless other words went forth in company with those who migrated from Greece, and persist even to this day as strangers in strange lands; and, when the poetic art would recall some of these into use, those who speak of such words as strange or unusual falsely accuse it of using barbarisms.
Moreover, they record that in the so‑called books of Hermes it is written in regard to the sacred names that they call the power which is assigned to direct the revolution of the Sun Horus, but the Greeks call it Apollo; and the power assigned to the wind some call Osiris and others Serapis; and Sothis in Egyptian signifies “pregnancy” (cyesis) or “to be pregnant” (cyein): therefore in Greek, with a change of accent 335, the star is called the Dog-star (Cyon), which they regard as the special star of Isis 336. Least of all is there any need of being very eager in learning about these names. However, I would rather make a concession to the Egyptians in regard to Serapis than in regard to Osiris; for I regard Serapis as foreign, but Osiris as Greek, and both as belonging to one god and one power.
62. Ἔοικε δὲ τούτοις καὶ τὰ Αἰγύπτια. Τὴν μὲν γὰρ Ἶσιν πολλάκις τῷ τῆς Ἀθηνᾶς ὀνόματι καλοῦσι φράζοντι τοιοῦτον λόγον “ἦλθον ἀπ’ ἐμαυτῆς”, ὅπερ ἐστὶν αὐτοκινήτου φορᾶς δηλωτικόν· ὁ δὲ Τυφών, ὥσπερ εἴρηται, Σὴθ καὶ Βέβων καὶ Σμὺ ὀνομάζεται, βίαιόν τινα καὶ κωλυτικὴν ἐπίσχεσιν ἤ τιν’ ὑπεναντίωσιν ἢ ἀναστροφὴν ἐμφαίνειν βουλομένων τῶν ὀνομάτων.
Ἔτι τὴν σιδηρῖτιν λίθον ὀστέον Ὥρου, Τυφῶνος δὲ τὸν σίδηρον, ὡς ἱστορεῖ Μανεθώς, καλοῦσιν· ὥσπερ γὰρ ὁ σίδηρος πολλάκις μὲν ἑλκομένῳ καὶ ἑπομένῳ πρὸς τὴν λίθον ὅμοιός ἐστι, πολλάκις δ’ ἀποστρέφεται καὶ ἀποκρούεται πρὸς τοὐναντίον, οὕτως ἡ σωτήριος καὶ ἀγαθὴ καὶ λόγον ἔχουσα τοῦ κόσμου κίνησις ἐπιστρέφει † τότε καὶ προσάγεται καὶ μαλακωτέραν ποιεῖ πείθουσα τὴν σκληρὰν ἐκείνην καὶ τυφώνειον, εἶτ’ αὖθις ἀνασχεθεῖσα εἰς ἑαυτὴν ἀνέστρεψε καὶ κατέδυσεν εἰς τὴν ἀπορίαν. Ἔτι φησὶ περὶ τοῦ Διὸς ὁ Εὔδοξος μυθολογεῖν Αἰγυπτίους, ὡς τῶν σκελῶν συμπεφυκότων αὐτῷ μὴ δυνάμενος βαδίζειν ὑπ’ αἰσχύνης ἐν ἐρημίᾳ διέτριβεν· ἡ δ’ Ἶσις διατεμοῦσα καὶ διαστήσασα τὰ μέρη ταῦτα τοῦ σώματος ἀρτίποδα τὴν πορείαν παρέσχεν. αἰνίττεται δὲ καὶ διὰ τούτων ὁ μῦθος, ὅτι καθ’ ἑαυτὸν ὁ τοῦ θεοῦ νοῦς καὶ λόγος ἐν τῷ ἀοράτῳ καὶ ἀφανεῖ βεβηκὼς εἰς γένεσιν ὑπὸ κινήσεως προῆλθεν.
62. Like these also are the Egyptian beliefs; for they oftentimes call Isis by the name of Athena, expressive of some such idea as this, "I came of myself", which is indicative of self-impelled motion. Typhon, as has been said 337, is named Seth and Bebon and Smu, and these names would indicate some forcible and preventive check or opposition or reversal 338.
Moreover, they call the loadstone the bone of Horus, and iron the bone of Typhon, as Manetho 339 records. For, as the iron oftentimes acts as if it were being attracted and drawn toward the stone, and oftentimes is rejected and repelled in the opposite direction, in the same way the salutary and good and rational movement of the world at one time, by persuasion, attracts and draws toward itself and renders more gentle that harsh and Typhonian movement, and then again it gathers itself together and reverses it and plunges it into difficulties. Moreover, Eudoxus says that the Egyptians have a mythical tradition in regard to Zeus that, because his legs were grown together, he was not able to walk, and so, for shame, tarried in the wilderness; but Isis, by severing and separating those parts of his body, provided him with means of rapid progress. This fable teaches by its legend that the mind and reason of the god, fixed amid the unseen and invisible, advanced to generation by means of motion.
63. Ἐμφαίνει καὶ τὸ σεῖστρον, ὅτι σείεσθαι δεῖ τὰ ὄντα καὶ μηδέποτε παύεσθαι φορᾶς, ἀλλ’ οἷον ἐξεγείρεσθαι καὶ κλονεῖσθαι καταδαρθάνοντα καὶ μαραινόμενα. Τὸν γὰρ Τυφῶνά φασι τοῖς σείστροις ἀποτρέπειν καὶ ἀποκρούεσθαι δηλοῦντες, ὅτι τῆς φθορᾶς συνδεούσης καὶ ἱστάσης αὖθις ἀναλύει τὴν φύσιν καὶ ἀνίστησι διὰ τῆς κινήσεως ἡ γένεσις. Τοῦ δὲ σείστρου περιφεροῦς ἄνωθεν ὄντος ἡ ἁψὶς περιέχει τὰ σειόμενα τέτταρα. Καὶ γὰρ ἡ γεννωμένη καὶ φθειρομένη μοῖρα τοῦ κόσμου περιέχεται μὲν ὑπὸ τῆς σεληνιακῆς σφαίρας, κινεῖται δ’ ἐν αὐτῇ πάντα καὶ μεταβάλλεται διὰ τῶν τεττάρων στοιχείων, πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος. Τῇ δ’ ἁψῖδι τοῦ σείστρου κατὰ κορυφὴν ἐντορεύουσιν αἴλουρον ἀνθρώπου πρόσωπον ἔχοντα, κάτω δ’ ὑπὸ τὰ σειόμενα πῆ μὲν Ἴσιδος πῆ δὲ Νέφθυος πρόσωπον, αἰνιττόμενοι τοῖς μὲν προσώποις γένεσιν καὶ τελευτήν (αὗται γάρ εἰσι τῶν στοιχείων μεταβολαὶ καὶ κινήσεις), τῷ δ’ αἰλούρῳ τὴν σελήνην διὰ τὸ ποικίλον καὶ νυκτουργὸν καὶ γόνιμον τοῦ θηρίου.
Λέγεται γὰρ ἓν τίκτειν, εἶτα δύο καὶ τρία καὶ τέσσαρα καὶ πέντε, καὶ καθ’ ἓν οὕτως ἄχρι τῶν ἑπτὰ προστίθησιν, ὥστ’ ὀκτὼ καὶ εἴκοσι τὰ πάντα τίκτειν, ὅσα καὶ τῆς σελήνης φῶτ’ ἔστιν. Τοῦτο μὲν οὖν ἴσως μυθωδέστερον· αἱ δ’ ἐν τοῖς ὄμμασιν αὐτοῦ κόραι πληροῦσθαι μὲν καὶ πλατύνεσθαι δοκοῦσιν ἐν πανσελήνῳ, λεπτύνεσθαι δὲ καὶ μαραυγεῖν ἐν ταῖς μειώσεσι τοῦ ἄστρου. Τῷ δ’ ἀνθρωπομόρφῳ τοῦ αἰλούρου τὸ νοερὸν καὶ λογικὸν ἐμφαίνεται τῶν περὶ τὴν σελήνην μεταβολῶν.
63. The sistrum (rattle) also makes it clear that all things in existence need to be shaken, or rattled about, and never to cease from motion but, as it were, to be waked up and agitated when they grow drowsy and torpid. They say that they avert and repel Typhon by means of the sistrums, indicating thereby that when destruction constricts and checks Nature, generation releases and arouses it by means of motion 340. The upper part of the sistrum is circular and its circumference contains the four things that are shaken; for that part of the world which undergoes reproduction and destruction is contained underneath the orb of the moon, and all things in it are subjected to motion and to change through the four elements: fire, earth, water, and air. At the top of the circumference of the sistrum they construct the figure of a cat with a human face, and at the bottom, below the things that are shaken, the face of Isis on one side, and on the other the face of Nephthys. By these faces they symbolize birth and death, for these are the changes and movements of the elements; and by the cat they symbolize the moon because of the varied colouring, nocturnal activity, and fecundity of the animal.
For the cat is said to bring forth first one, then two and three and four and five, thus increasing the number by one until she reaches seven 341, so that she brings forth in all twenty-eight, the number also of the moon’s illuminations. Perhaps, however, this may seem somewhat mythical. But the pupils in the eye of the cat appear to grow large and round at the time of the full moon, and to become thin and narrow at the time of the wanings of that heavenly body. By the human features of the cat is indicated the intelligence and the reason that guides the changes of the moon 342.
64. Συνελόντι δ’ εἰπεῖν οὔθ’ ὕδωρ οὔθ’ ἥλιον οὔτε γῆν οὔτ’ οὐρανὸν Ὄσιριν ἢ Ἶσιν ὀρθῶς ἔχει νομίζειν οὐδὲ πῦρ Τυφῶνα πάλιν οὐδ’ αὐχμὸν οὐδὲ θάλατταν, ἀλλ’ ἁπλῶς ὅσον ἐστὶν ἐν τούτοις ἄμετρον καὶ ἄτακτον ὑπερβολαῖς ἢ ἐνδείαις Τυφῶνι προσνέμοντες, τὸ δὲ κεκοσμημένον καὶ ἀγαθὸν καὶ ὠφέλιμον ὡς Ἴσιδος μὲν ἔργον εἰκόνα δὲ καὶ μίμημα καὶ λόγον Ὀσίριδος σεβόμενοι καὶ τιμῶντες οὐκ ἂν ἁμαρτάνοιμεν. Ἀλλὰ καὶ τὸν Εὔδοξον ἀπιστοῦντα παύσομεν καὶ διαποροῦντα, πῶς οὔτε Δήμητρι τῆς τῶν ἐρωτικῶν ἐπιμελείας μέτεστιν ἀλλ’ Ἴσιδι τόν τε Διόνυσον Ὀσίριδι προσομοιοῦσι τὸν οὐ τὸν Νεῖλον αὔξειν οὔτε τῶν τεθνηκότων ἄρχειν δυνάμενον. Ἑνὶ γὰρ λόγῳ κοινῷ τοὺς θεοὺς τούτους περὶ πᾶσαν ἀγαθοῦ μοῖραν ἡγούμεθα τετάχθαι καὶ πᾶν ὅσον ἔνεστι τῇ φύσει καλὸν καὶ ἀγαθὸν διὰ τούτους ὑπάρχειν, τὸν μὲν διδόντα τὰς ἀρχάς, τὴν δ’ ὑποδεχομένην καὶ διανέμουσαν.
64. To put the matter briefly, it is not right to believe that water or the sun or the earth or the sky is Osiris or Isis 343; or again that fire or drought or the sea is Typhon, but simply if we attribute to Typhon 344 whatever there is in these that is immoderate and disordered by reason of excesses or defects; and if we revere and honour what is orderly and good and beneficial as the work of Isis and as the image and reflection and reason of Osiris, we shall not be wrong. Moreover, we shall put a stop to the incredulity of Eudoxus 345 and his questionings how it is that Demeter has no share in the supervision of love affairs, but Isis has; and the fact that Dionysus cannot cause the Nile to rise, nor rule over the dead. For by one general process of reasoning do we come to the conclusion that these gods have been assigned to preside over every portion of what is good; and whatever there is in nature that is fair and good exists entirely because of them, inasmuch as Osiris contributes the origins, and Isis receives them and distributes them.
65. Οὕτω δὲ καὶ τοῖς πολλοῖς καὶ φορτικοῖς ἐπιχειρήσομεν, εἴτε ταῖς καθ’ ὥραν μεταβολαῖς τοῦ περιέχοντος εἴτε ταῖς καρπῶν γενέσεσι καὶ σποραῖς καὶ ἀρότοις χαίρουσι τὰ περὶ τοὺς θεοὺς τούτοις συνοικειοῦντες καὶ λέγοντες θάπτεσθαι μὲν τὸν Ὄσιριν, ὅτε κρύπτεται τῇ γῇ σπειρόμενος ὁ καρπός, αὖθις δ’ ἀναβιοῦσθαι καὶ ἀναφαίνεσθαι, ὅτε βλαστήσεως ἀρχή· διὸ καὶ λέγεσθαι τὴν Ἶσιν αἰσθομένην ὅτι κύει περιάψασθαι φυλακτήριον ἕκτῃ μηνὸς ἱσταμένου Φαωφί, τίκτεσθαι δὲ τὸν Ἁρποκράτην περὶ τροπὰς χειμερινὰς ἀτελῆ καὶ νεαρὸν ἐν τοῖς προανθοῦσι καὶ προβλαστάνουσι (διὸ καὶ φακῶν αὐτῷ φυομένων ἀπαρχὰς ἐπιφέρουσι), τὰς δὲ λοχείους ἡμέρας ἑορτάζειν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν. Ταῦτα γὰρ ἀκούοντες ἀγαπῶσι καὶ πιστεύουσιν, αὐτόθεν ἐκ τῶν προχείρων καὶ συνήθων τὸ πιθανὸν ἕλκοντες.
65. In this way we shall undertake to deal with the numerous and tiresome people, whether they be such as take pleasure in associating theological problems with the seasonal changes in the surrounding atmosphere, or with the growth of the crops and seed-times and ploughing; and also those who say that Osiris is being buried at the time when the grain is sown and covered in the earth and that he comes to life and reappears when plants begin to sprout. For this reason also it is said that Isis, when she perceived that she was pregnant, put upon herself an amulet 346 on the sixth day of the month Phaophi; and about the time of the winter solstice she gave birth to Harpocrates, imperfect and premature 347, amid the early flowers and shoots. For this reason they bring to him as an offering the first-fruits of growing lentils, and the days of his birth they celebrate after the spring equinox. When the people hear these things, they are satisfied with them and believe them, deducing the plausible explanation directly from what is obvious and familiar.
66. Καὶ δεινὸν οὐδέν, ἂν πρῶτον μὲν ἡμῖν τοὺς θεοὺς φυλάττωσι κοινοὺς καὶ μὴ ποιῶσιν Αἰγυπτίων ἰδίους μηδὲ Νεῖλον ἥν τε Νεῖλος ἄρδει μόνην χώραν τοῖς ὀνόμασι τούτοις καταλαμβάνοντες μηδ’ ἕλη μηδὲ λωτοὺς † μὴ θεοποιίαν λέγοντες ἀποστερῶσι μεγάλων θεῶν τοὺς ἄλλους ἀνθρώπους, οἷς Νεῖλος μὲν οὐκ ἔστιν οὐδὲ Βοῦτος οὐδὲ Μέμφις, Ἶσιν δὲ καὶ τοὺς περὶ αὐτὴν θεοὺς ἔχουσι καὶ γιγνώσκουσιν ἅπαντες, ἐνίους μὲν οὐ πάλαι τοῖς παρ’ Αἰγυπτίων ὀνόμασι καλεῖν μεμαθηκότες, ἑκάστου δὲ τὴν δύναμιν ἐξ ἀρχῆς ἐπιστάμενοι καὶ τιμῶντες· δεύτερον, ὃ μεῖζόν ἐστιν, ὅπως σφόδρα προσέξουσι καὶ φοβήσονται, μὴ λάθωσιν εἰς πνεύματα καὶ ῥεύματα καὶ σπόρους καὶ ἀρότους καὶ πάθη γῆς καὶ μεταβολὰς ὡρῶν διαγράφοντες τὰ θεῖα καὶ διαλύοντες, ὥσπερ οἱ Διόνυσον τὸν οἶνον, Ἥφαιστον δὲ τὴν φλόγα· Φερσεφόνην δέ φησί που Κλεάνθης τὸ διὰ τῶν καρπῶν φερόμενον καὶ φονευόμενον πνεῦμα, ποιητὴς δέ τις ἐπὶ τῶν θεριζόντων
τῆμος ὅτ’ αἰζηοὶ Δημήτερα κωλοτομεῦσιν·
οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλους καὶ ἄγκυραν ἡγουμένων κυβερνήτην καὶ νήματα καὶ κρόκας ὑφάντην καὶ σπονδεῖον ἢ μελίκρατον ἢ πτισάνην ἰατρόν·
66. And there is nothing to fear if, in the first place, they preserve for us our gods that are common to both peoples and do not make them to belong to the Egyptians only, and do not include under these names the Nile alone and the land which the Nile waters, and do not assert that the marshes and the lotus are the only work of God’s hand, and if they do not deny the great gods to the rest of mankind that possess no Nile nor Buto nor Memphis. But as for Isis, and the gods associated with her, all peoples own them and are familiar with them, although they have learned not so very long ago to call some of them by the names which come from the Egyptians; yet they have from the beginning understood and honoured the power which belongs to each one of them. In the second place, and this is a matter of greater importance, they should exercise especial heed and caution lest they unwittingly erase and dissipate things divine 348 into winds and streams and sowings and ploughings, developments of the earth and changes of the seasons, as do those who regard wine as Dionysus and flame as Hephaestus. And Cleanthes 349 says somewhere that the breath of air which is carried (pheromenon) through the crops and then suffers dissolution (phoneuomenon) is Phersephone; and a certain poet has written with reference to the reapers 350:—
Then when the sturdy youth come to sever the limbs of Demeter.
The fact is that these persons do not differ at all from those who regard sails and ropes and anchor as a pilot, warp and woof as a weaver, a cup or an honey mixture or barley gruel as a physician.
67. Ἀλλὰ δεινὰς καὶ ἀθέους ἐμποιοῦσι δόξας, ἀναισθήτοις καὶ ἀψύχοις καὶ φθειρομέναις ἀναγκαίως ὑπ’ ἀνθρώπων δεομένων καὶ χρωμένων φύσεσι καὶ πράγμασιν ὀνόματα θεῶν ἐπιφέροντες. Ταῦτα μὲν γὰρ αὐτὰ νοῆσαι θεοὺς οὐκ ἔστιν, οὐ γὰρ ἄνουν οὐδ’ ἄψυχον οὐδ’ ἀνθρώποις ὁ θεὸς ὑποχείριον· ἀπὸ τούτων δὲ τοὺς χρωμένους αὐτοῖς καὶ δωρουμένους ἡμῖν καὶ παρέχοντας ἀέναα καὶ διαρκῆ θεοὺς ἐνομίσαμεν, οὐχ ἑτέρους παρ’ ἑτέροις οὐδὲ βαρβάρους καὶ Ἕλληνας οὐδὲ νοτίους καὶ βορείους· ἀλλ’ ὥσπερ ἥλιος καὶ σελήνη καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα κοινὰ πᾶσιν, ὀνομάζεται δ’ ἄλλως ὑπ’ ἄλλων, οὕτως ἑνὸς λόγου τοῦ ταῦτα κοσμοῦντος καὶ μιᾶς προνοίας ἐπιτροπευούσης καὶ δυνάμεων ὑπουργῶν ἐπὶ πάντα τεταγμένων ἕτεραι παρ’ ἑτέροις κατὰ νόμους γεγόνασι τιμαὶ καὶ προσηγορίαι, καὶ συμβόλοις χρῶνται καθιερωμένοις οἱ μὲν ἀμυδροῖς οἱ δὲ τρανοτέροις, ἐπὶ τὰ θεῖα τὴν νόησιν ὁδηγοῦντες οὐκ ἀκινδύνως· ἔνιοι γὰρ ἀποσφαλέντες παντάπασιν εἰς δεισιδαιμονίαν ὤλισθον, οἱ δὲ φεύγοντες ὥσπερ ἕλος τὴν δεισιδαιμονίαν ἔλαθον αὖθις ὥσπερ εἰς κρημνὸν ἐμπεσόντες τὴν ἀθεότητα.
67. But they create in men fearful atheistic opinions by conferring the names of gods upon natural objects which are senseless and inanimate, and are of necessity destroyed by men when they need to use them. It is impossible to conceive of these things as being gods in themselves; for God is not senseless nor inanimate nor subject to human control. As a result of this we have come to regard as gods those who make use of these things and present them to us and provide us with things everlasting and constant. Nor do we think of the gods as different gods among different peoples, nor as barbarian gods and Greek gods, nor as southern and northern gods; but, just as the sun and the moon and the heavens and the earth and the sea are common to all, but are called by different names by different peoples, so for that one rationality which keeps all these things in order and the one Providence which watches over them and the ancillary powers that are set over all, there have arisen among different peoples, in accordance with their customs, different honours and appellations. Thus men make use of consecrated symbols, some employing symbols that are obscure, but others those that are clearer, in guiding the intelligence toward things divine, though not without a certain hazard. For some go completely astray and become engulfed in superstition; and others, while they fly from superstition 351 as from a quagmire, on the other hand unwittingly fall, as it were, over a precipice into atheism.
68. Διὸ δεῖ μάλιστα πρὸς ταῦτα λόγον ἐκ φιλοσοφίας μυσταγωγὸν ἀναλαβόντας ὁσίως διανοεῖσθαι τῶν λεγομένων καὶ δρωμένων ἕκαστον, ἵνα μή, καθάπερ Θεόδωρος εἶπε τοὺς λόγους αὐτοῦ τῇ δεξιᾷ προτείνοντος ἐνίους τῇ ἀριστερᾷ δέχεσθαι τῶν ἀκροωμένων, οὕτως ἡμεῖς ἃ καλῶς οἱ νόμοι περὶ τὰς θυσίας καὶ τὰς ἑορτὰς ἔταξαν ἑτέρως ὑπολαμβάνοντες ἐξαμάρτωμεν. Ὅτι γὰρ ἐπὶ τὸν λόγον ἀνοιστέον ἅπαντα, καὶ παρ’ αὐτῶν ἐκείνων ἔστι λαβεῖν. Τῇ μὲν γὰρ ἐνάτῃ ἐπὶ δέκα τοῦ πρώτου μηνὸς ἑορτάζοντες τῷ Ἑρμῇ μέλι καὶ σῦκον ἐσθίουσιν ἐπιλέγοντες “γλυκὺ ἡ ἀλήθεια”· τὸ δὲ τῆς Ἴσιδος φυλακτήριον, ὃ περιάπτεσθαι μυθολογοῦσιν αὐτήν, ἐξερμηνεύεται “φωνὴ ἀληθής”.
Τὸν δ’ Ἁρποκράτην οὔτε θεὸν ἀτελῆ καὶ νήπιον οὔτε χεδρόπων τινὰ νομιστέον, ἀλλὰ τοῦ περὶ θεῶν ἐν ἀνθρώποις λόγου νεαροῦ καὶ ἀτελοῦς καὶ ἀδιαρθρώτου προστάτην καὶ σωφρονιστήν· διὸ τῷ στόματι τὸν δάκτυλον ἔχει προσκείμενον ἐχεμυθίας καὶ σιωπῆς σύμβολον, ἐν δὲ τῷ Μεσορὴ μηνὶ τῶν χεδρόπων ἐπιφέροντες λέγουσιν “γλῶσσα τύχη, γλῶσσα δαίμων”. Τῶν δ’ ἐν Αἰγύπτῳ φυτῶν μάλιστα τῇ θεῷ καθιερῶσθαι λέγουσι τὴν περσέαν, ὅτι καρδίᾳ μὲν ὁ καρπὸς αὐτῆς, γλώττῃ δὲ τὸ φύλλον ἔοικεν. Οὐδὲν γὰρ ὧν ἄνθρωπος ἔχειν πέφυκε θειότερον λόγου καὶ μάλιστα τοῦ περὶ θεῶν οὐδὲ μείζονα ῥοπὴν ἔχει πρὸς εὐδαιμονίαν. Διὸ τῷ μὲν εἰς τὸ χρηστήριον ἐνταῦθα κατιόντι παρεγγυῶμεν ὅσια φρονεῖν, εὔφημα λέγειν· οἱ δὲ πολλοὶ γελοῖα δρῶσιν ἐν ταῖς πομπαῖς καὶ ταῖς ἑορταῖς εὐφημίαν προκηρύττοντες, εἶτα περὶ τῶν θεῶν αὐτῶν τὰ δυσφημότατα καὶ λέγοντες καὶ διανοούμενοι.
68. Wherefore in the study of these matters it is especially necessary that we adopt, as our guide in these mysteries, the reasoning that comes from philosophy, and consider reverently each one of the things that are said and done, so that, to quote Theodorus 352, who said that while he offered the good word with his right hand some of his auditors received it in their left, we may not thus err by accepting in a different spirit the things that the laws have dictated admirably concerning the sacrifices and festivals. The fact that everything is to be referred to reason we may gather from the Egyptians themselves; for on the nineteenth day of the first month, when they are holding festival in honour of Hermes, they eat honey and a fig; and as they eat they say, “A sweet thing is Truth”. The amulet 353 of Isis, which they traditionally assert that she hung about her neck, is interpreted “a true voice”.
And Harpocrates is not to be regarded as an imperfect and an infant god, nor some deity or other that protects legumes, but as the representative and corrector of unseasoned, imperfect, and inarticulate reasoning about the gods among mankind. For this reason he keeps his finger on his lips in token of restrained speech or silence. In the month of Mesorê they bring to him an offering of legumes and say, “The tongue is luck, the tongue is god”. Of the plants in Egypt they say that the persea is especially consecrated to the goddess because its fruit resembles a heart and its leaf a tongue. The fact is that nothing of man’s usual possessions is more divine than reasoning, especially reasoning about the gods; and nothing has a greater influence toward happiness. For this reason we give instructions to anyone who comes down to the oracle here to think holy thoughts and to speak words of good omen. But the mass of mankind act ridiculously in their processions and festivals in that they proclaim at the outset the use of words of good omen 354, but later they both say and think the most unhallowed thoughts about the very gods.
69. Πῶς οὖν χρηστέον ἐστὶ ταῖς σκυθρωπαῖς καὶ ἀγελάστοις καὶ πενθίμοις θυσίαις, εἰ μήτε παραλείπειν τὰ νενομισμένα καλῶς ἔχει μήτε φύρειν τὰς περὶ θεῶν δόξας καὶ συνταράττειν ὑποψίαις ἀτόποις; καὶ παρ’ Ἕλλησιν ὅμοια πολλὰ γίνεται περὶ τὸν αὐτὸν ὁμοῦ τι χρόνον, οἷς Αἰγύπτιοι δρῶσιν ἐν τοῖς Ἰσείοις. Καὶ γὰρ Ἀθήνησι νηστεύουσιν αἱ γυναῖκες ἐν Θεσμοφορίοις χαμαὶ καθήμεναι, καὶ Βοιωτοὶ τὰ τῆς Ἀχαίας μέγαρα κινοῦσιν ἐπαχθῆ τὴν ἑορτὴν ἐκείνην ὀνομάζοντες, ὡς διὰ τὴν τῆς Κόρης κάθοδον ἐν ἄχει τῆς Δήμητρος οὔσης. Ἔστι δ’ ὁ μὴν οὗτος περὶ Πλειάδας σπόριμος, ὃν Ἀθὺρ Αἰγύπτιοι, Πυανεψιῶνα δ’ Ἀθηναῖοι, Βοιωτοὶ δὲ Δαμάτριον καλοῦσι. Τοὺς δὲ πρὸς ἑσπέραν οἰκοῦντας ἱστορεῖ Θεόπομπος ἡγεῖσθαι καὶ καλεῖν τὸν μὲν χειμῶνα Κρόνον, τὸ δὲ θέρος Ἀφροδίτην, τὸ δ’ ἔαρ Περσεφόνην· ἐκ δὲ Κρόνου καὶ Ἀφροδίτης γεννᾶσθαι πάντα. Φρύγες δὲ τὸν θεὸν οἰόμενοι χειμῶνος καθεύδειν θέρους δ’ ἐγρηγορέναι τοτὲ μὲν κατευνασμούς, τοτὲ δ’ ἀνεγέρσεις βακχεύοντες αὐτῷ τελοῦσι· Παφλαγόνες δὲ καταδεῖσθαι καὶ καθείργνυσθαι χειμῶνος, ἦρος δὲ κινεῖσθαι καὶ ἀναλύεσθαι φάσκουσι·
69. How, then, are we to deal with their gloomy, solemn, and mournful sacrifices, if it be not proper either to omit the customary ceremonials or to confound and confuse our opinions about the gods by unwarranted suspicions? Among the Greeks also many things are done which are similar to the Egyptian ceremonies in the shrines of Isis, and they do them at about the same time. At Athens the women fast at the Thesmophoria sitting upon the ground; and the Boeotians move the halls of the Goddess of Sorrow and name that festival the Festival of Sorrow 355, since Demeter is in sorrow because of her Daughter’s descent to Pluto’s realm. This month, in the season of the Pleiades, is the month of seeding which the Egyptians call Athyr, the Athenians Pyanepsion, and the Boeotians Damatrius 356. Theopompus 357 records that the people who live toward the west believe that the winter is Cronus, the summer Aphroditê, and the spring Persephonê, and that they call them by these names and believe that from Cronus and Aphroditê all things have their origin. The Phrygians, believing that the god is asleep in the winter and awake in the summer, sing lullabies for him in the winter and in the summer chants to arouse him, after the manner of bacchic worshippers. The Paphlagonians assert that in the spring he bestirs himself and sets himself free again.
70. Καὶ δίδωσιν ὁ καιρὸς ὑπόνοιαν ἐπὶ τῶν καρπῶν τῇ ἀποκρύψει γενέσθαι τὸν σκυθρωπασμόν, οὓς οἱ παλαιοὶ θεοὺς μὲν οὐκ ἐνόμιζον, ἀλλὰ δῶρα θεῶν ἀναγκαῖα καὶ μεγάλα πρὸς τὸ μὴ ζῆν ἀγρίως καὶ θηριωδῶς· καθ’ ἣν δ’ ὥραν τοὺς μὲν ἀπὸ δένδρων ἑώρων ἀφανιζομένους παντάπασιν καὶ ἀπολείποντας, τοὺς δὲ καὶ αὐτοὶ κατέσπειρον ἔτι γλίσχρως καὶ ἀπόρως, διαμώμενοι ταῖς χερσὶ τὴν γῆν καὶ περιστέλλοντες αὖθις, ἐπ’ ἀδήλῳ τῷ πάλιν ἐκφανεῖσθαι καὶ συντέλειαν ἕξειν ἀποθέμενοι πολλὰ θάπτουσιν ὅμοια καὶ πενθοῦσιν ἔπραττον. Εἶθ’ ὥσπερ ἡμεῖς τὸν ὠνούμενον βιβλία Πλάτωνος ὠνεῖσθαί φαμεν Πλάτωνα καὶ Μένανδρον ὑποκρίνεσθαι τὸν τὰ Μενάνδρου ποιήμαθ’ διατιθέμενον, οὕτως ἐκεῖνοι τοῖς τῶν θεῶν ὀνόμασι τὰ τῶν θεῶν δῶρα καὶ ποιήματα καλεῖν οὐκ ἐφείδοντο, τιμῶντες ὑπὸ χρείας καὶ σεμνύνοντες. Οἱ δ’ ὕστερον ἀπαιδεύτως δεχόμενοι καὶ ἀμαθῶς ἀναστρέφοντες ἐπὶ τοὺς θεοὺς τὰ πάθη τῶν καρπῶν καὶ τὰς παρουσίας τῶν ἀναγκαίων καὶ ἀποκρύψεις θεῶν γενέσεις καὶ φθορὰς οὐ προσαγορεύοντες μόνον ἀλλὰ καὶ νομίζοντες ἀτόπων καὶ παρανόμων καὶ τεταραγμένων δοξῶν αὑτοὺς ἐνέπλησαν, καίτοι τοῦ παραλόγου τὴν ἀτοπίαν ἐν ὀφθαλμοῖς ἔχοντες.
70. The season of the year also gives us a suspicion that this gloominess is brought about because of the disappearance from our sight of the crops and fruits that people in days of old did not regard as gods, but as necessary and important contributions of the gods toward the avoidance of a savage and a bestial life. At the time of year when they saw some of the fruits vanishing and disappearing completely from the trees, while they themselves were sowing others in a mean and poverty-stricken fashion still, scraping away the earth with their hands and again replacing it, committing the seeds to the ground with uncertain expectation of their ever appearing again or coming to fruition, they did many things like persons at a funeral in mourning for their dead. Then again, even as we speak of the man who buys the books of Plato as “buying Plato”, and of the man who represents the poems of Menander as “acting Menander”, even so those men of old did not refrain from calling by the names of the gods the gifts and creations of the gods, honouring and venerating them because of the need which they had for them. The men of later times accepted this blindly, and in their ignorance referred to the gods the behaviour of the crops and the presence and disappearance of necessities, not only calling them the births and deaths of the gods, but even believing that they are so; and thus they filled the minds with absurd, unwarranted, and confused opinions although they had before their eyes the absurdity of such illogical reasoning.
71. Ὁ μὲν οὖν Ξενοφάνης ὁ Κολοφώνιος ἠξίωσε τοὺς Αἰγυπτίους, εἰ θεοὺς νομίζουσι, μὴ θρηνεῖν, εἰ δὲ θρηνοῦσι, θεοὺς μὴ νομίζειν, *** ἀλλ’ ὅτι γελοῖον ἅμα θρηνοῦντας εὔχεσθαι τοὺς καρποὺς πάλιν ἀναφαίνειν καὶ τελειοῦν ἑαυτοῖς, ὅπως πάλιν ἀναλίσκωνται καὶ θρηνῶνται· τὸ δ’ οὐκ ἔστι τοιοῦτον, ἀλλὰ θρηνοῦσι μὲν τοὺς καρπούς, εὔχονται δὲ τοῖς αἰτίοις καὶ δοτῆρσι θεοῖς ἑτέρους πάλιν νέους ποιεῖν καὶ ἀναφύειν ἀντὶ τῶν ἀπολλυμένων. Ὅθεν ἄριστα λέγεται παρὰ τοῖς φιλοσόφοις τὸ τοὺς μὴ μανθάνοντας ὀρθῶς ἀκούειν ὀνομάτων κακῶς χρῆσθαι καὶ τοῖς πράγμασιν· ὥσπερ Ἑλλήνων οἱ τὰ χαλκᾶ καὶ τὰ γραπτὰ καὶ λίθινα μὴ μαθόντες μηδ’ ἐθισθέντες ἀγάλματα καὶ τιμὰς θεῶν ἀλλὰ θεοὺς καλεῖν, εἶτα τολμῶντες λέγειν, ὅτι τὴν Ἀθηνᾶν Λαχάρης ἐξέδυσε, τὸν δ’ Ἀπόλλωνα χρυσοῦς βοστρύχους ἔχοντα Διονύσιος ἀπέκειρεν, ὁ δὲ Ζεὺς ὁ Καπετώλιος περὶ τὸν ἐμφύλιον πόλεμον ἐνεπρήσθη καὶ διεφθάρη, λανθάνουσι συνεφελκόμενοι καὶ παραδεχόμενοι δόξας πονηρὰς ἑπομένας τοῖς ὀνόμασιν.
Τοῦτο δ’ οὐχ ἥκιστα πεπόνθασιν Αἰγύπτιοι περὶ τὰ τιμώμενα τῶν ζῴων. Ἕλληνες μὲν γὰρ ἔν γε τούτοις λέγουσιν ὀρθῶς καὶ νομίζουσιν ἱερὸν Ἀφροδίτης ζῷον εἶναι τὴν περιστερὰν καὶ τὸν δράκοντα τῆς Ἀθηνᾶς καὶ τὸν κόρακα τοῦ Ἀπόλλωνος καὶ τὸν κύνα τῆς Ἀρτέμιδος, ὡς Εὐριπίδης·
Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ·
Αἰγυπτίων δ’ οἱ πολλοὶ θεραπεύοντες αὐτὰ τὰ ζῷα καὶ περιέποντες ὡς θεοὺς οὐ γέλωτος μόνον οὐδὲ χλευασμοῦ καταπεπλήκασι τὰς ἱερουργίας, ἀλλὰ τοῦτο τῆς ἀβελτερίας ἐλάχιστόν ἐστι κακόν· δόξα δ’ ἐμφύεται δεινὴ τοὺς μὲν ἀσθενεῖς καὶ ἀκάκους εἰς ἄκρατον ὑπερείπουσα τὴν δεισιδαιμονίαν, τοῖς δὲ δριμυτέροις καὶ θρασυτέροις εἰς ἀθέους ἐμπίπτουσα καὶ θηριώδεις λογισμούς. ᾗ καὶ περὶ τούτων τὰ εἰκότα διελθεῖν οὐκ ἀνάρμοστόν ἐστι·
71. Rightly did Xenophanes 358 of Colophon insist that the Egyptians, if they believed them to be gods, should not lament them; but if they lamented them, they should not believe them to be gods. Is it anything but ridiculous amid their lamentations to pray that the powers may cause their crops to sprout again and bring them to perfection in order that they again be consumed and lamented? This is not quite the case: but they do lament for their crops and they do pray to the gods, who are the authors and givers, that they produce and cause to grow afresh other new crops to take the place of those that are undergoing destruction. Hence it is an excellent saying current among philosophers that they that have not learned to interpret rightly the sense of words are wont to bungle their actions 359. For example, there are some among the Greeks who have not learned nor habituated themselves to speak of the bronze, the painted, and the stone effigies as statues of the gods and dedications in their honour, but they call them gods; and then they have the effrontery to say that Lachares stripped Athena 360, that Dionysius sheared Apollo of the golden locks, and that Jupiter Capitolinus was burned and destroyed in the Civil War 361, and thus they unwittingly take over and accept the vicious opinions that are the concomitants of these names.
This has been to no small degree the experience of the Egyptians in regard to those animals that are held in honour. In these matters the Greeks are correct in saying and believing that the dove is the sacred bird of Aphroditê, that the serpent is sacred to Athena, the raven to Apollo, and the dog to Artemis — as Euripides 362 says,
Dog you shall be, pet of bright Hecatê.
But the great majority of the Egyptians, in doing service to the animals themselves and in treating them as gods, have not only filled their sacred offices with ridicule and derision, but this is the least of the evils connected with their silly practices. There is engendered a dangerous belief, which plunges the weak and innocent into sheer superstition, and in the case of the more cynical and bold, goes off into atheistic and brutish reasoning 363. Wherefore it is not inappropriate to rehearse in some detail what seem to be the facts in these matters.
72. Tὸ μὲν γὰρ εἰς ταῦτα τὰ ζῷα τοὺς θεοὺς τὸν Τυφῶνα δείσαντας μεταβαλεῖν, οἷον ἀποκρύπτοντας ἑαυτοὺς σώμασιν ἴβεων καὶ κυνῶν καὶ ἱεράκων, πᾶσαν ὑπερπέπαικε τερατείαν καὶ μυθολογίαν, καὶ τὸ ταῖς ψυχαῖς τῶν θανόντων ὅσαι διαμένουσιν εἰς ταῦτα μόνα γίνεσθαι τὴν παλιγγενεσίαν ὁμοίως ἄπιστον. Τῶν δὲ βουλομένων πολιτικήν τινα λέγειν αἰτίαν οἱ μὲν Ὄσιριν ἐν τῇ μεγάλῃ στρατιᾷ φασιν εἰς μέρη πολλὰ διανείμαντα τὴν δύναμιν (λόχους καὶ τάξεις Ἑλληνικῶς καλοῦσιν), ἐπίσημα δοῦναι καὶ ζῳόμορφα πᾶσιν, ὧν ἕκαστον τῷ γένει τῶν συννεμηθέντων ἱερὸν γενέσθαι καὶ τίμιον· οἱ δὲ τοὺς ὕστερον βασιλεῖς ἐκπλήξεως ἕνεκα τῶν πολεμίων ἐν ταῖς μάχαις ἐπιφαίνεσθαι θηρίων χρυσᾶς προτομὰς καὶ ἀργυρᾶς περιτιθεμένους· ἄλλοι δὲ τῶνδε τῶν δεινῶν τινα καὶ πανούργων βασιλέων ἱστοροῦσι τοὺς Αἰγυπτίους καταμαθόντα τῇ μὲν φύσει κούφους καὶ πρὸς μεταβολὴν καὶ νεωτερισμὸν ὀξυρρόπους ὄντας, ἄμαχον δὲ καὶ δυσκάθεκτον ὑπὸ πλήθους δύναμιν ἐν τῷ συμφρονεῖν καὶ κοινοπραγεῖν ἔχοντας, ἀίδιον αὐτοῖς ἐγκατασπεῖραι δείξαντα δεισιδαιμονίαν διαφορᾶς ἀπαύστου πρόφασιν.
Τῶν γὰρ θηρίων, ἃ προσέταξεν ἄλλοις ἄλλα τιμᾶν καὶ σέβεσθαι, δυσμενῶς καὶ πολεμικῶς ἀλλήλοις προσφερομένων καὶ τροφὴν ἑτέρων ἕτερα προσίεσθαι πεφυκότων ἀμύνοντες ἀεὶ τοῖς οἰκείοις ἕκαστοι καὶ χαλεπῶς ἀδικουμένων φέροντες ἐλάνθανον ταῖς τῶν θηρίων ἔχθραις συνεφελκόμενοι καὶ συνεκπολεμούμενοι πρὸς ἀλλήλους. Μόνοι γὰρ ἔτι νῦν Αἰγυπτίων Λυκοπολῖται πρόβατον ἐσθίουσιν, ἐπεὶ καὶ λύκος, ὃν θεὸν νομίζουσιν· οἱ δ’ Ὀξυρυγχῖται καθ’ ἡμᾶς τῶν Κυνοπολιτῶν τὸν ὀξύρυγχον ἰχθὺν ἐσθιόντων κύνα συλλαβόντες καὶ θύσαντες ὡς ἱερεῖον κατέφαγον, ἐκ δὲ τούτου καταστάντες εἰς πόλεμον ἀλλήλους τε διέθηκαν κακῶς καὶ ὕστερον ὑπὸ Ῥωμαίων κολαζόμενοι διετέθησαν.
72. The notion that the gods, in fear of Typhon, changed themselves into these animals 364, concealing themselves, as it were, in the bodies of ibises, dogs, and hawks, is a play of fancy surpassing all the wealth of monstrous fable. The further notion that as many of the souls of the dead as continue to exist are reborn into these animals only is likewise incredible. Of those who desire to assign to this some political reason some relate that Osiris, on his great expedition, divided his forces into many parts, which the Greeks call squads and companies, and to them all he gave standards in the form of animals, each of which came to be regarded as sacred and precious by the descendants of them who had shared in the assignment. Others relate that the later kings, to strike their enemies with terror, appeared in battle after putting on gold and silver masks of wild beasts’ heads. Others record that one of these crafty and unscrupulous kings 365, having observed that the Egyptians were by nature light-minded and readily inclined to change and novelty, but that, because of their numbers, they had a strength that was invincible and very difficult to check when they were in their sober senses and acted in concert, communicated to them and planted among them an everlasting superstition, a ground for unceasing quarrelling.
For he enjoined on different peoples to honour and revere different animals; and inasmuch as these animals conducted themselves with enmity and hostility toward one another, one by its nature desiring one kind of food and another another, the several peoples were ever defending their own animals, and were much offended if these animals suffered injury, and thus they were drawn on unwittingly by the enmities of the animals until they were brought into open hostility with one another. Even to‑day the inhabitants of Lycopolis are the only people among the Egyptians that eat a sheep; for the wolf, whom they hold to be a god, also eats it. And in my day the people of Oxyrhynchus caught a dog and sacrificed it and ate it up as if it had been sacrificial meat 366, because the people of Cynopolis were eating fish known as the oxyrhynchus or pike. As a result of this they became involved in war and inflicted much harm upon each other; and later they were both brought to order through chastisement by the Romans.
73. Πολλῶν δὲ λεγόντων εἰς ταῦτα τὰ ζῷα τὴν Τυφῶνος αὐτοῦ διῃρῆσθαι ψυχὴν αἰνίττεσθαι δόξειεν ἂν ὁ μῦθος, ὅτι πᾶσα φύσις ἄλογος καὶ θηριώδης τῆς τοῦ κακοῦ δαίμονος γέγονε μοίρας, κἀκεῖνον ἐκμειλισσόμενοι καὶ παρηγοροῦντες περιέπουσι ταῦτα καὶ θεραπεύουσιν· ἂν δὲ πολὺς ἐμπίπτῃ καὶ χαλεπὸς αὐχμὸς ἐπάγων ὑπερβαλλόντως ἢ νόσους ὀλεθρίους ἢ συμφορὰς ἄλλας παραλόγους καὶ ἀλλοκότους, ἔνια τῶν τιμωμένων οἱ ἱερεῖς ἀπάγοντες ὑπὸ σκότῳ μετὰ σιωπῆς καὶ ἡσυχίας ἀπειλοῦσι καὶ δεδίττονται τὸ πρῶτον, ἂν δ’ ἐπιμένῃ, καθιερεύουσι καὶ σφάττουσιν, ὡς δή τινα κολασμὸν ὄντα τοῦ δαίμονος τοῦτον ἢ καθαρμὸν ἄλλως μέγαν ἐπὶ μεγίστοις· καὶ γὰρ ἐν Εἰλειθυίας πόλει ζῶντας ἀνθρώπους κατεπίμπρασαν, ὡς Μανεθὼς ἱστόρηκε, Τυφωνείους καλοῦντες καὶ τὴν τέφραν αὐτῶν λικμῶντες ἠφάνιζον καὶ διέσπειρον.
Ἀλλὰ τοῦτο μὲν ἐδρᾶτο φανερῶς καὶ καθ’ ἕνα καιρὸν ἐν ταῖς κυνάσιν ἡμέραις· αἱ δὲ τῶν τιμωμένων ζῴων καθιερεύσεις ἀπόρρητοι καὶ χρόνοις ἀτάκτοις πρὸς τὰ συμπίπτοντα γινόμεναι τοὺς πολλοὺς λανθάνουσι, πλὴν ὅταν Ἄπιδος ταφὰς ἔχωσι καὶ τῶν ἄλλων ἀναδεικνύντες ἔνια πάντων παρόντων συνεμβάλλωσιν οἰόμενοι τοῦ Τυφῶνος ἀντιλυπεῖν καὶ κολούειν τὸ ἡδόμενον. Ὁ γὰρ Ἆπις δοκεῖ μετ’ ὀλίγων ἄλλων ἱερὸς εἶναι τοῦ Ὀσίριδος· ἐκείνῳ δὲ τὰ πλεῖστα προσνέμουσι. Κἂν ἀληθὴς ὁ λόγος οὗτος, σημαίνειν ἡγοῦμαι τὸ ζητούμενον ἐπὶ τῶν ὁμολογουμένων καὶ κοινὰς ἐχόντων τὰς τιμάς, οἷόν ἐστιν ἶβις καὶ ἱέραξ καὶ κυνοκέφαλος, αὐτὸς ὁ Ἆπις ***· οὕτω δὴ γὰρ τὸν ἐν Μένδητι τράγον καλοῦσι.
73. Many relate that the soul of Typhon himself was divided among these animals. The legend would seem to intimate that all irrational and brutish nature belongs to the portion of the evil deity, and in trying to soothe and appease him they lavish attention and care upon these animals. If there befall a great and severe drought that brings on in excess either fatal diseases or other unwonted and extraordinary calamities, the priests, under cover of darkness, in silence and stealth, lead away some of the animals that are held in honour; and at first they but threaten and terrify the animals 367, but if the drought still persists, they consecrate and sacrifice them, as if, forsooth, this were a means of punishing the deity, or at least a mighty rite of purification in matters of the highest importance! The fact is that in the city of Eileithiya they used to burn men alive 368, as Manetho has recorded; they called them Typhonians, and by means of winnowing fans they dissipated and scattered their ashes.
But this was performed publicly and at a special time in the dog-days. The consecrations of the animals took place at indeterminate times with reference to the circumstances; and thus they are unknown to the multitude, except when they hold the animals’ burials 369, and then they display some of the other sacred animals and, in presence of all, cast them into the grave together, thinking thus to hurt and to curtail Typhon’s satisfaction. The Apis, together with a few other animals, seems to be sacred to Osiris 370; but to Typhon they assign the largest number of animals. If this account is true, I think it indicates that the object of our inquiry concerns those which are commonly accepted and whose honours are universal: for example, the ibis, the hawk, the cynocephalus, and the Apis himself, as well as the Mendes, for thus they call the goat in Mendes 371.
74. Λείπεται δὲ δὴ τὸ χρειῶδες καὶ τὸ συμβολικόν, ὧν ἔνια θατέρου, πολλὰ δ’ ἀμφοῖν μετέσχηκε. Βοῦν μὲν οὖν καὶ πρόβατον καὶ ἰχνεύμονα δῆλον ὅτι χρείας ἕνεκα καὶ ὠφελείας ἐτίμησαν, ὡς Λήμνιοι κορύδους τὰ τῶν ἀτταλάβων εὑρίσκοντας ᾠὰ καὶ κόπτοντας, Θεσσαλοὶ δὲ πελαργούς, ὅτι πολλοὺς ὄφεις τῆς γῆς ἀναδιδούσης ἐπιφανέντες ἐξώλεσαν ἅπαντας (διὸ καὶ νόμον ἔθεντο φεύγειν ὅστις ἂν ἀποκτείνῃ πελαργόν)· ἀσπίδα δὲ καὶ γαλῆν καὶ κάνθαρον, εἰκόνας τινὰς ἐν αὐτοῖς ἀμαυρὰς ὥσπερ ἐν σταγόσιν ἡλίου τῆς τῶν θεῶν δυνάμεως κατιδόντες.
Τὴν μὲν γὰρ γαλῆν ἔτι πολλοὶ νομίζουσι καὶ λέγουσι κατὰ τὸ οὖς ὀχευομένην τῷ δὲ στόματι τίκτουσαν εἴκασμα τῆς τοῦ λόγου γενέσεως εἶναι· τὸ δὲ κανθάρων γένος οὐκ ἔχειν θήλειαν, ἄρρενας δὲ πάντας ἀφιέναι τὸν γόνον εἰς τὴν σφαιροποιουμένην ὕλην, ἣν κυλινδοῦσιν ἀντιβάδην ὠθοῦντες, ὥσπερ δοκεῖ τὸν οὐρανὸν ὁ ἥλιος ἐς τοὐναντίον περιστρέφειν αὐτὸς ἀπὸ δυσμῶν ἐπὶ τὰς ἀνατολὰς φερόμενος· ἀσπίδα δ’ ὡς ἀγήρω καὶ χρωμένην κινήσεσιν ἀνοργάνοις μετ’ εὐπετείας καὶ ὑγρότητος ἀστραπῇ προσείκασαν.
74. There remain, then, their usefulness and their symbolism; of these two, some of the animals share in the one, and many share in both. It is clear that the Egyptians have honoured the cow, the sheep, and the ichneumon because of their need for these animals and their usefulness. Even so the people of Lemnos hold larks in honour because they seek out the eggs of the locust and destroy them; and so the people of Thessaly honour storks 372, because, when their land produced many snakes 373, the storks appeared and destroyed them all. For this reason they passed a law that whoever killed a stork should be banished from the country. The Egyptians also honoured the asp, the weasel, and the beetle, since they observed in them certain dim likenesses of the power of the gods, like images of the sun in drops of water.
There are still many people who believe and declare that the weasel conceives through its ear and brings forth its young by way of the mouth, and that this is a parallel of the generation of speech. The race of beetles has no female 374, but all the males eject their sperm into a round pellet of material which they roll up by pushing it from the opposite side, just as the sun seems to turn the heavens in the direction opposite to its own course, which is from west to east. They compare the asp to lightning, since it does not grow old and manages to move with ease and suppleness without the use of limbs.
75. Οὐ μὴν οὐδ’ ὁ κροκόδειλος αἰτίας πιθανῆς ἀμοιροῦσαν ἔσχηκε τιμήν, ἀλλὰ μίμημα θεοῦ λέγεται γεγονέναι μόνος μὲν ἄγλωσσος ὤν· φωνῆς γὰρ ὁ θεῖος λόγος ἀπροσδεής ἐστι καί ‘δι’ ἀψόφου βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ’ ἄγει’· μόνου δέ φασιν ἐν ὑγρῷ διαιτωμένου τὰς ὄψεις ὑμένα λεῖον καὶ διαφανῆ παρακαλύπτειν ἐκ τοῦ μετώπου κατερχόμενον, ὥστε βλέπειν μὴ βλεπόμενον, ὃ τῷ πρώτῳ θεῷ συμβέβηκεν. Ὅπου δ’ ἂν ἡ θήλεια τῆς χώρας ἀποτέκῃ, τοῦτο Νείλου πέρας ἐπίσταται τῆς αὐξήσεως γινόμενον. Ἐν ὑγρῷ γὰρ οὐ δυνάμεναι, πόρρω δὲ φοβούμεναι τίκτειν, οὕτως ἀκριβῶς προαισθάνονται τὸ μέλλον, ὥστε τῷ ποταμῷ προσελθόντι χρῆσθαι λοχευόμεναι, καὶ θάλπουσαι δὲ τὰ ᾠὰ ξηρὰ καὶ ἄβρεκτα φυλάσσειν. ἑξήκοντα δὲ τίκτουσι καὶ τοσαύταις ἡμέραις ἐκλέπουσι καὶ τοσούτους ζῶσιν ἐνιαυτοὺς οἱ μακρότατον ζῶντες, ὃ τῶν μέτρων πρῶτόν ἐστι τοῖς περὶ τὰ οὐράνια πραγματευομένοις.
Ἀλλὰ μὴν τῶν δι’ ἀμφότερα τιμωμένων περὶ μὲν τοῦ κυνὸς εἴρηται πρόσθεν· ἡ δ’ ἶβις ἀποκτείνουσα μὲν τὰ θανατηφόρα τῶν ἑρπετῶν ἐδίδαξε πρώτη κενώματος ἰατρικοῦ χρείαν κατιδόντας αὐτὴν κλυζομένην καὶ καθαιρομένην ὑφ’ ἑαυτῆς, οἱ δὲ νομιμώτατοι τῶν ἱερέων καθάρσιον ὕδωρ ἁγνιζόμενοι λαμβάνουσιν ὅθεν ἶβις πέπωκεν· οὐ πίνει γὰρ ἢ νοσῶδες ἢ πεφαρμαγμένον οὐδὲ πρόσεισι. Τῇ δὲ τῶν ποδῶν διαστάσει πρὸς ἀλλήλους καὶ τὸ ῥύγχος ἰσόπλευρον ποιεῖ τρίγωνον, ἔτι δ’ ἡ τῶν μελάνων πτερῶν πρὸς τὰ λευκὰ ποικιλία καὶ μῖξις ἐμφαίνει σελήνην ἀμφίκυρτον.
75. The crocodile 375, certainly, has acquired honour which is not devoid of a plausible reason, but he is declared to be a living representation of God, since he is the only creature without a tongue; for the Divine Word has no need of a voice, and through noiseless ways advancing, guides “By Justice all affairs of mortal men” 376. They say that the crocodile is the only animal living in the water which has a thin and transparent membrane extending down from his forehead to cover up his eyes, so that he can see without being seen; and this prerogative belongs also unto the First God. In whatever part of the land the female crocodile lays her eggs, well she knows that this is destined to mark the limit of the rise of the Nile 377; for the females, being unable to lay their eggs in the water and afraid to lay them far from it, have such an accurate perception of the future that they make use of the oncoming river as a guide in laying their eggs and in keeping them warm; and thus they preserve them dry and untouched by the water. They lay sixty eggs 378 and hatch them in the same number of days, and those crocodiles that live longest live that number of years: the number sixty is the first of measures for such persons as concern themselves with the heavenly bodies.
Of the animals that are held in honour for both reasons, mention has already been made of the dog 379. The ibis 380, which kills the deadly creeping things, was the first to teach men the use of medicinal purgations when they observed her employing clysters and being purged by herself 381. The most strict of the priests take their lustral water for purification from a place where the ibis has drunk 382: for she does not drink water if it is unwholesome or tainted, nor will she approach it. By the spreading of her feet, in their relation to each other and to her bill, she makes an equilateral triangle 383. Moreover the variety and combination of her black feathers with her white picture the moon in its first quarter.
76. Οὐ δεῖ δὲ θαυμάζειν, εἰ γλίσχρας ὁμοιότητας οὕτως ἠγάπησαν Αἰγύπτιοι. Καὶ γὰρ καὶ Ἕλληνες ἔν τε γραπτοῖς ἔν τε πλαστοῖς εἰκάσμασι θεῶν ἐχρήσαντο πολλοῖς τοιούτοις, οἷον ἐν Κρήτῃ Διὸς ἦν ἄγαλμα μὴ ἔχον ὦτα· τῷ γὰρ ἄρχοντι καὶ κυρίῳ πάντων οὐδενὸς ἀκούειν προσήκει. Τῷ δὲ τῆς Ἀθηνᾶς τὸν δράκοντα Φειδίας παρέθηκε, τῷ δὲ τῆς Ἀφροδίτης ἐν Ἤλιδι τὴν χελώνην, ὡς τὰς μὲν παρθένους φυλακῆς δεομένας, ταῖς δὲ γαμεταῖς οἰκουρίαν καὶ σιωπὴν πρέπουσαν. Ἡ δὲ τοῦ Ποσειδῶνος τρίαινα σύμβολόν ἐστι τῆς τρίτης χώρας, ἣν θάλαττα κατέχει μετὰ τὸν οὐρανὸν καὶ τὸν ἀέρα τεταγμένη· διὸ καὶ τὴν Ἀμφιτρίτην καὶ τοὺς Τρίτωνας οὕτως ὠνόμασαν.
Οἱ δὲ Πυθαγόρειοι καὶ ἀριθμοὺς καὶ σχήματα θεῶν ἐκόσμησαν προσηγορίαις. Τὸ μὲν γὰρ ἰσόπλευρον τρίγωνον ἐκάλουν Ἀθηνᾶν κορυφαγενῆ καὶ τριτογένειαν, ὅτι τρισὶ καθέτοις ἀπὸ τῶν τριῶν γωνιῶν ἀγομέναις διαιρεῖται· τὸ δ’ ἓν Ἀπόλλωνα πλήθους ἀποφάσει καὶ δι’ ἁπλότητα τῆς μονάδος· ἔριν δὲ τὴν δυάδα καὶ † τόλμαν, δίκην δὲ τὴν τριάδα· τοῦ γὰρ ἀδικεῖν καὶ ἀδικεῖσθαι κατ’ ἔλλειψιν καὶ ὑπερβολὴν ὄντος τὸ ἰσότητι δίκαιον ἐν μέσῳ γέγονεν· ἡ δὲ καλουμένη τετρακτύς, τὰ ἓξ καὶ τριάκοντα, μέγιστος ἦν ὅρκος, ὡς τεθρύληται, καὶ κόσμος ὠνόμασται, τεσσάρων μὲν ἀρτίων τῶν πρώτων, τεσσάρων δὲ τῶν περισσῶν εἰς ταὐτὸ συντιθεμένων ἀποτελούμενος. Εἴπερ οὖν οἱ δοκιμώτατοι τῶν φιλοσόφων οὐδ’ ἐν ἀψύχοις καὶ ἀσωμάτοις πράγμασιν αἴνιγμα τοῦ θείου κατιδόντες ἠξίουν ἀμελεῖν οὐδὲν οὐδ’ ἀτιμάζειν, ἔτι μᾶλλον, οἶμαι, τὰς ἐν αἰσθανομέναις καὶ ψυχὴν ἐχούσαις καὶ πάθος καὶ ἦθος φύσεσιν ἰδιότητας κατὰ τὸ ἦθος.
76. There is no occasion for surprise that the Egyptians were so taken with such slight resemblances; for the Greeks in their painted and sculptured portrayals of the gods made use of many such. For example, in Crete there was a statue of Zeus having no ears; for it is not fitting for the Ruler and Lord of all to listen to anyone. Beside the statue of Athena Pheidias placed the serpent and in Elis beside the statue of Aphroditê the tortoise 384, to indicate that maidens need watching, and that for married women staying at home and silence is becoming. The trident of Poseidon is a symbol of the Third Region where the sea holds sway, for it has been assigned to a demesne of less importance than the heavens and the air. For this reason they thus named Amphitritê and the Tritons 385.
The Pythagoreans embellished also numbers and figures with the appellations of the gods. The equilateral triangle they called Athena, born from the head and third-born, because it is divided by three perpendiculars drawn from its three angles. The number one they called Apollo 386 because of its rejection of plurality 387 and because of the singleness of unity. The number two they called “Strife”, and “Daring”, and three they called “Justice”, for, although the doing of injustice and suffering from injustice are caused by deficiency and excess, Justice, by reason of its equality, intervenes between the two. The so‑called sacred quaternion, the number thirty-six, was, so it is famed, the mightiest of oaths, and it has been given the name of “World” since it is made up of the first four even numbers and the first four odd numbers added together. If, then, the most noted of the philosophers, observing the riddle of the Divine in inanimate and incorporeal objects, have not thought it proper to treat anything with carelessness or disrespect, even more do I think that, in all likelihood, we should welcome those peculiar properties existent in natures which possess the power of perception and have a soul and feeling and character.
77. Ἀγαπητέον οὖν οὐ ταῦτα τιμῶντας, ἀλλὰ διὰ τούτων τὸ θεῖον ὡς ἐναργεστέρων ἐσόπτρων καὶ φύσει γεγονότων. Ἀληθὲς δὲ καὶ τοῦτ’ ἔστιν, ὡς ὄργανον τὴν ψυχὴν δεῖ τοῦ πάντα κοσμοῦντος θεοῦ νομίζειν καὶ ὅλως ἀξιοῦν γε μηδὲν ἄψυχον ἐμψύχου μηδ’ ἀναίσθητον αἰσθανομένου κρεῖττον εἶναι μηδ’ ἂν τὸν σύμπαντά τις χρυσὸν ὁμοῦ καὶ σμάραγδον εἰς ταὐτὸ συμφορήσῃ. Οὐκ ἐν χρόαις γὰρ οὐδ’ ἐν σχήμασιν οὐδ’ ἐν λειότησιν ἐγγίνεται τὸ θεῖον, ἀλλ’ ἀτιμοτέραν ἔχει νεκρῶν μοῖραν, ὅσα μὴ μετέσχε μηδὲ μετέχειν τοῦ ζῆν πέφυκεν.
Ἡ δὲ ζῶσα καὶ βλέπουσα καὶ κινήσεως ἀρχὴν ἐξ αὑτῆς ἔχουσα καὶ γνῶσιν οἰκείων καὶ ἀλλοτρίων φύσις κάλλους τ’ ἔσπακεν ἀπορροὴν καὶ μοῖραν ἐκ τοῦ φρονοῦντος, “ὅτῳ κυβερνᾶται τὸ τε σύμπαν” καθ’ Ἡράκλειτον. Ὅθεν οὐ χεῖρον ἐν τούτοις εἰκάζεται τὸ θεῖον ἢ χαλκοῖς καὶ λιθίνοις δημιουργήμασιν, ἃ φθορὰς μὲν ὁμοίως δέχεται καὶ ἐπχρώσεις, αἰσθήσεως δὲ πάσης φύσει καὶ συνέσεως ἐστέρηται. Περὶ μὲν οὖν τῶν τιμωμένων ζῴων ταῦτα δοκιμάζω μάλιστα τῶν λεγομένων·
77. It is not that we should honour these, but that through these we should honour the Divine, since they are clearer mirrors of the Divine by their nature also, so that we should regard them as the instrument or device of the God who orders all things. And in general we must hold it true that nothing inanimate is superior to what is animate, and nothing without the power of perception is superior to that which has that power — no, not even if one should heap together all the gold and emeralds in the world. The Divine is not engendered in colours or in forms or in polished surfaces, but whatsoever things have no share in life, things whose nature does not allow them to share therein, have a portion of less honour than that of the dead.
But the nature that lives and sees and has within itself the source of movement and a knowledge of what belongs to it and what belongs to others, has drawn to itself an efflux and portion of beauty from the Intelligence “by which the Universe is guided”, as Heracleitus 388 has it. Wherefore the Divine is no worse represented in these animals than in works of bronze and stone which are alike subject to destruction and disfiguration, and by their nature are void of all perception and comprehension. This, then, is what I most approve in the accounts that are given regarding the animals held in honour.
78. Στολαὶ δ’ αἱ μὲν Ἴσιδος ποικίλαι ταῖς βαφαῖς (περὶ γὰρ ὕλην ἡ δύναμις αὐτῆς πάντα γινομένην καὶ δεχομένην, φῶς σκότος, ἡμέραν νύκτα, πῦρ ὕδωρ, ζωὴν θάνατον, ἀρχὴν τελευτήν)· ἡ δ’ Ὀσίριδος οὐκ ἔχει σκιὰν οὐδὲ ποικιλμόν, ἀλλ’ ἓν ἁπλοῦν τὸ φωτοειδές· ἄκρατον γὰρ ἡ ἀρχὴ καὶ ἀμιγὲς τὸ πρῶτον καὶ νοητόν. Ὅθεν ἅπαξ ταύτην ἀναλαβόντες ἀποτίθενται καὶ φυλάττουσιν ἀόρατον καὶ ἄψαυστον, ταῖς δ’ Ἰσιακαῖς χρῶνται πολλάκις. Ἐν χρήσει γὰρ τὰ αἰσθητὰ καὶ πρόχειρα ὄντα πολλὰς ἀναπτύξεις καὶ θέας αὑτῶν ἄλλοτ’ ἄλλως ἀμειβομένων δίδωσιν· ἡ δὲ τοῦ νοητοῦ καὶ εἰλικρινοῦς καὶ ἁπλοῦ νόησις ὥσπερ ἀστραπὴ διαλάμψασα τῆς ψυχῆς ἅπαξ ποτὲ θιγεῖν καὶ προσιδεῖν παρέσχε. Διὸ καὶ Πλάτων καὶ Ἀριστοτέλης ἐποπτικὸν τοῦτο τὸ μέρος τῆς φιλοσοφίας καλοῦσιν, καθ’ ὅσον οἱ τὰ δοξαστὰ καὶ μικτὰ καὶ παντοδαπὰ ταῦτα παραμειψάμενοι τῷ λόγῳ πρὸς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν καὶ ἄυλον ἐξάλλονται καὶ θιγόντες ἀληθῶς τῆς περὶ αὐτὸ καθαρᾶς ἀληθείας οἷον ἐν τελετῇ τέλος ἔχειν φιλοσοφίας νομίζουσι.
78. As for the robes, those of Isis 389 are variegated in their colours; for her power is concerned with matter which becomes everything and receives everything, light and darkness, day and night, fire and water, life and death, beginning and end. But the robe of Osiris has no shading or variety in its colour, but only one single colour like to light. For the beginning is combined with nothing else, and that which is primary and conceptual is without admixture; wherefore, when they have once taken off the robe of Osiris, they lay it away and guard it, unseen and untouched. But the robes of Isis they use many times over; for in use those things that are perceptible and ready at hand afford many disclosures of themselves and opportunities to view them as they are changed about in various ways. But the apperception of the conceptual, the pure, and the simple, shining through the soul like a flash of lightning, affords an opportunity to touch and see it but once 390. For this reason Plato 391 and Aristotle call this part of philosophy the epoptic 392 or mystic part, inasmuch as those who have passed beyond these conjectural and confused matters of all sorts by means of Reason proceed by leaps and bounds to that primary, simple, and immaterial principle; and when they have somehow attained contact with the pure truth abiding about it, they think that they have the whole of philosophy completely, as it were, within their grasp.
79. Καὶ τοῦθ’ ὅπερ οἱ νῦν ἱερεῖς ἀφοσιούμενοι καὶ παρακαλυπτόμενοι μετ’ εὐλαβείας ὑποδηλοῦσιν, ὡς ὁ θεὸς οὗτος ἄρχει καὶ βασιλεύει τῶν τεθνηκότων οὐχ ἕτερος ὢν τοῦ καλουμένου παρ’ Ἕλλησιν Ἅιδου καὶ Πλούτωνος, ἀγνοούμενον ὅπως ἀληθές ἐστι, διαταράττει τοὺς πολλοὺς ὑπονοοῦντας ἐν γῇ καὶ ὑπὸ γῆν τὸν ἱερὸν καὶ ὅσιον ὡς ἀληθῶς Ὄσιριν οἰκεῖν, ὅπου τὰ σώματα κρύπτεται τῶν τέλος ἔχειν δοκούντων.
Ὁ δ’ ἔστι μὲν αὐτὸς ἀπωτάτω τῆς γῆς ἄχραντος καὶ ἀμίαντος καὶ καθαρὸς οὐσίας ἁπάσης φθορὰν δεχομένης καὶ θάνατον, ἀνθρώπων δὲ ψυχαῖς ἐνταυθοῖ μὲν ὑπὸ σωμάτων καὶ παθῶν περιεχομέναις οὐκ ἔστι μετουσία τοῦ θεοῦ πλὴν ὅσον ὀνείρατος ἀμαυροῦ θιγεῖν νοήσει διὰ φιλοσοφίας· ὅταν δ’ ἀπολυθεῖσαι μεταστῶσιν εἰς τὸ ἀειδὲς καὶ ἀόρατον καὶ ἀπαθὲς καὶ ἁγνόν, οὗτος αὐταῖς ἡγεμών ἐστι καὶ βασιλεὺς ὁ θεὸς ἐξηρτημέναις ὡς ἂν ἀπ’ αὐτοῦ καὶ θεωμέναις ἀπλήστως καὶ ποθούσαις τὸ μὴ φατὸν μηδὲ ῥητὸν ἀνθρώποις κάλλος· οὗ τὴν Ἶσιν ὁ παλαιὸς ἀποφαίνει λόγος ἐρῶσαν ἀεὶ καὶ διώκουσαν καὶ συνοῦσαν ἀναπιμπλάναι τὰ ἐνταῦθα πάντων καλῶν καὶ ἀγαθῶν, ὅσα γενέσεως μετέσχηκε. Ταῦτα μὲν οὖν οὕτως ἔχει τὸν μάλιστα θεοῖς πρέποντα λόγον·
79. This idea at the present time the priests intimate with great circumspection in acquitting themselves of this religious secret and in trying to conceal it: that this god Osiris is the ruler and king of the dead, nor is he any other than the god that among the Greeks is called Hades and Pluto. But since it is not understood in which manner this is true, it greatly disturbs the majority of people who suspect that the holy and sacred Osiris truly dwells in the earth and beneath the earth 393, where are hidden away the bodies of those that are believed to have reached their end.
But he himself is far removed from the earth, uncontaminated and unpolluted and pure from all matter that is subject to destruction and death; but for the souls of men here, which are compassed about by bodies and emotions, there is no association with this god except in so far as they may attain to a dim vision of his presence by means of the apperception which philosophy affords. But when these souls are set free and migrate into the realm of the invisible and the unseen, the dispassionate and the pure, then this god becomes their leader and king, since it is on him that they are bound to be dependent in their insatiate contemplation and yearning for that beauty which is for men unutterable and indescribable. With this beauty Isis 394, as the ancient story declares, is for ever enamoured and pursues it and consorts with it and fills our earth here with all things fair and good that partake of generation. This which I have thus far set forth comprises that account which is most befitting the gods.
80. εἰ δὲ δεῖ καὶ περὶ τῶν θυμιωμένων ἡμέρας ἑκάστης εἰπεῖν, ὥσπερ ὑπεσχόμην, ἐκεῖνο διανοηθείη τις ἂν πρότερον, ὡς ἀεὶ μὲν οἱ ἄνδρες ἐν σπουδῇ μεγίστῃ τίθενται τὰ πρὸς ὑγίειαν ἐπιτηδεύματα, μάλιστα δὲ ταῖς ἱερουργίαις καὶ ταῖς ἁγνείαις καὶ διαίταις οὐχ ἧττον ἔνεστι τουτὶ τοῦ ὁσίου τὸ ὑγιεινόν. Οὐ γὰρ ᾤοντο καλῶς ἔχειν οὔτε σώμασιν οὔτε ψυχαῖς ὑπούλοις καὶ νοσώδεσι θεραπεύειν τὸ καθαρὸν καὶ ἀβλαβὲς πάντῃ καὶ ἀμίαντον. Ἐπεὶ τοίνυν ὁ ἀήρ, ᾧ πλεῖστα χρώμεθα καὶ σύνεσμεν, οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει διάθεσιν καὶ κρᾶσιν, ἀλλὰ νύκτωρ πυκνοῦται καὶ πιέζει τὸ σῶμα καὶ συνάγει τὴν ψυχὴν εἰς τὸ δύσθυμον καὶ πεφροντικὸς οἷον ἀχλυώδη γινομένην καὶ βαρεῖαν, ἀναστάντες εὐθὺς ἐπιθυμιῶσι ῥητίνην θεραπεύοντες καὶ καθαίροντες τὸν ἀέρα τῇ διακρίσει καὶ τὸ σύμφυτον τῷ σώματι πνεῦμα μεμαρασμένον ἀναρριπίζοντες ἐχούσης τι τῆς ὀσμῆς σφοδρὸν καὶ καταπληκτικόν.
Αὖθις δὲ μεσημβρίας αἰσθανόμενοι σφόδρα πολλὴν καὶ βαρεῖαν ἀναθυμίασιν ἀπὸ γῆς ἕλκοντα βίᾳ τὸν ἥλιον καὶ καταμιγνύοντα τῷ ἀέρι τὴν σμύρναν ἐπιθυμιῶσι· διαλύει γὰρ ἡ θερμότης καὶ σκίδνησι τὸ συνιστάμενον ἐν τῷ περιέχοντι θολερὸν καὶ ἰλυῶδες. Καὶ γὰρ οἱ ἰατροὶ πρὸς τὰ λοιμικὰ πάθη βοηθεῖν δοκοῦσι φλόγα πολλὴν ποιοῦντες ὡς λεπτύνουσαν τὸν ἀέρα· λεπτύνει δὲ βέλτιον, ἐὰν εὐώδη ξύλα καίωσιν, οἷα κυπαρίττου καὶ ἀρκεύθου καὶ πεύκης. Ἄκρωνα γοῦν τὸν ἰατρὸν ἐν Ἀθήναις ὑπὸ τὸν μέγαν λοιμὸν εὐδοκιμῆσαι λέγουσι πῦρ κελεύοντα παρακαίειν τοῖς νοσοῦσιν· ὤνησε γὰρ οὐκ ὀλίγους. Ἀριστοτέλης δέ φησι καὶ μύρων καὶ ἀνθέων καὶ λειμώνων εὐώδεις ἀποπνοίας οὐκ ἔλαττον ἔχειν τοῦ πρὸς ἡδονὴν τὸ πρὸς ὑγίειαν, ψυχρὸν ὄντα φύσει καὶ παγετώδη τὸν ἐγκέφαλον ἠρέμα τῇ θερμότητι καὶ λειότητι διαχεούσας. Εἰ δὲ καὶ τὴν σμύρναν παρ’Αἰγυπτίοις σὰλ καλοῦσιν, ἐξερμηνευθὲν δὲ τοῦτο μάλιστα φράζει τῆς ληρήσεως ἐκσκορπισμόν, ἔστιν ἣν καὶ τοῦτο μαρτυρίαν τῷ λόγῳ τῆς αἰτίας δίδωσιν.
80. If, as I have promised 395, I must now speak of the offerings of incense which are made each day, one should first consider that this people always lays the very greatest stress upon those practices which are conducive to health. Especially in their sacred services and holy living and strict regimen the element of health is no less important than that of piety. For they did not deem it proper to serve that which is pure and in all ways unblemished and unpolluted with either bodies or souls that were unhealthy and diseased 396. Since, then, the air, of which we make the greatest use and in which we exist, has not always the same consistency and composition, but in the night-time becomes dense and oppresses the body and brings the soul into depression and solicitude, as if it had become befogged and heavy, therefore, immediately upon arising, they burn resin on their altars, revivifying and purifying the air by its dissemination, and fanning into fresh life the languished spirit innate in the body, inasmuch as the odour of resin contains something forceful and stimulating.
Again at midday, when they perceive that the sun is forcibly attracting a copious and heavy exhalation from the earth and is combining this with the air, they burn myrrh on the altars; for the heat dissolves and scatters the murky and turgid concretions in the surrounding atmosphere. In fact, physicians seem to bring relief to pestilential affections by making a large blazing fire, for this rarefies the air. But the rarefication is more effective if they burn fragrant woods, such as that of the cypress, the juniper, and the pine. At any rate, they say that Acron, the physician in Athens at the time of the great plague, won great repute by prescribing the lighting of a fire beside the sick, and thereby he helped not a few. Aristotle 397 says that fragrant exhalations from perfumes and flowers and meadows are no less conducive to health than to pleasure, inasmuch as by their warmth and lightness they gently relax the brain, which is by nature cold and frigid. If it is true that among the Egyptians they call myrrh “bal”, and that this being interpreted has the particular meaning “the dissipation of repletion”, then this adds some testimony to our account of the reason for its use.
81. Τὸ δὲ κῦφι μῖγμα μὲν ἑκκαίδεκα μερῶν συντιθεμένων ἐστί, μέλιτος καὶ οἴνου καὶ σταφίδος καὶ κυπέρου ῥητίνης τε καὶ σμύρνης καὶ ἀσπαλάθου καὶ σεσέλεως, ἔτι δὲ σχίνου τε καὶ ἀσφάλτου καὶ θρύου καὶ λαπάθου, πρὸς δὲ τούτοις ἀρκευθίδων ἀμφοῖν (ὧν τὴν μὲν μείζονα τὴν δ’ ἐλάττονα καλοῦσι) καὶ καρδαμώμου καὶ καλάμου. Συντίθενται δ’ οὐχ ὅπως ἔτυχεν, ἀλλὰ γραμμάτων ἱερῶν τοῖς μυρεψοῖς, ὅταν ταῦτα μιγνύωσιν, ἀναγιγνωσκομένων.
Τὸν δ’ ἀριθμόν, εἰ καὶ πάνυ δοκεῖ τετράγωνος ἀπὸ τετραγώνου καὶ μόνος ἔχων τῶν ἴσων ἰσάκις ἀριθμῶν τῷ χωρίῳ τὴν περίμετρον ἴσην ἀγαπᾶσθαι προσηκόντως, ἐλάχιστα ῥητέον εἴς γε τοῦτο συνεργεῖν, ἀλλὰ τὰ πλεῖστα τῶν συλλαμβανομένων ἀρωματικὰς ἔχοντα δυνάμεις γλυκὺ πνεῦμα καὶ χρηστὴν μεθίησιν ἀναθυμίασιν, ὑφ’ ἧς ὅ τ’ ἀὴρ τρεπόμενος καὶ τὸ σῶμα διὰ τῆς πνοῆς κινούμενον λείως καὶ προσηνῶς ὕπνου τε κρᾶσιν ἐπαγωγὸν ἴσχει καὶ τὰ λυπηρὰ καὶ σύντονα τῶν μεθημερινῶν φροντίδων ἄνευ μέθης οἷον ἅμματα χαλᾷ καὶ διαλύει· καὶ τὸ φανταστικὸν καὶ δεκτικὸν ὀνείρων μόριον ὥσπερ κάτοπτρον ἀπολεαίνει καὶ ποιεῖ καθαρώτερον οὐδὲν ἧττον ἢ τὰ κρούματα τῆς λύρας, οἷς ἐχρῶντο πρὸ τῶν ὕπνων οἱ Πυθαγόρειοι, τὸ ἐμπαθὲς καὶ ἄλογον τῆς ψυχῆς ἐξεπᾴδοντες οὕτω καὶ θεραπεύοντες.
Τὰ γὰρ ὀσφραντὰ πολλάκις μὲν τὴν αἴσθησιν ἀπολείπουσαν ἀνακαλεῖται, πολλάκις δὲ πάλιν ἀμβλύνει καὶ κατηρεμίζει διαχεομένων ἐν τῷ σώματι τῶν ἀναλωμάτων ὑπὸ λειότητος· ὥσπερ ἔνιοι τῶν ἰατρῶν τὸν ὕπνον ἐγγίνεσθαι λέγουσιν, ὅταν ἡ τῆς τροφῆς ἀναθυμίασις οἷον ἕρπουσα λείως περὶ τὰ σπλάγχνα καὶ ψηλαφῶσα ποιῇ τινα γαργαλισμόν. Τῷ δὲ κῦφι χρῶνται καὶ πόματι καὶ χρίματι· πινόμενον γὰρ δοκεῖ τὰ ἐντὸς καθαίρειν, .... χρῖμα μαλακτικόν.
81. Cyphi 398 is a compound composed of sixteen ingredients: honey, wine, raisins, cyperus, resin, myrrh, aspalathus, seselis, mastich, bitumen, rush, sorrel, and in addition to these both the junipers, of which they call one the larger and one the smaller, cardamum, and calamus. These are compounded, not at random, but while the sacred writings are being read to the perfumers as they mix the ingredients.
As for this number, even if it appears quite clear that it is the square of a square and is the only one of the numbers forming a square that has its perimeter equal to its area 399, and deserves to be admired for this reason, yet it must be said that its contribution to the topic under discussion is very slight. Most of the materials that are taken into this compound, inasmuch as they have aromatic properties, give forth a sweet emanation and a beneficent exhalation, by which the air is changed, and the body, being moved gently and softly 400 by the current, acquires a temperament conducive to sleep; and the distress and strain of our daily carking cares, as if they were knots, these exhalations relax and loosen without the aid of wine. The imaginative faculty that is susceptible to dreams it brightens like a mirror, and makes it clearer no less effectively than did the notes of the lyre which the Pythagoreans 401 used to employ before sleeping as a charm and a cure for the emotional and irrational in the soul.
It is a fact that stimulating odours often recall the failing powers of sensation, and often again lull and quiet them when their emanations are diffused in the body by virtue of their ethereal qualities; even as some physicians state that sleep supervenes when the volatile portion of our food, gently permeating the digestive tract and coming into close contact with it, produces a species of titillation. They use cyphi as both a potion and a salve; for taken internally it seems to cleanse properly the internal organs, since it is an emollient.
82. Ἄνευ δὲ τούτων ῥητίνη μέν ἐστιν ἔργον ἡλίου καὶ σμύρνα πρὸς τὴν εἵλην τῶν φυτῶν ἐκδακρυόντων, τῶν δὲ τὸ κῦφι συντιθέντων ἔστιν ἃ νυκτὶ χαίρει μᾶλλον, ὥσπερ ὅσα πνεύμασι ψυχροῖς καὶ σκιαῖς καὶ δρόσοις καὶ ὑγρότησι τρέφεσθαι πέφυκεν· ἐπεὶ τὸ τῆς ἡμέρας φῶς ἓν μέν ἐστι καὶ ἁπλοῦν καὶ τὸν ἥλιον ὁ Πίνδαρος ὁρᾶσθαί φησιν ιη “ἐρήμης δι’ αἰθέρος”, ὁ δὲ νυκτερινὸς ἀὴρ κρᾶμα καὶ σύμμιγμα πολλῶν γέγονε φώτων καὶ δυνάμεων οἷον σπερμάτων εἰς ἓν ἀπὸ παντὸς ἄστρου καταρρεόντων. Εἰκότως οὖν ἐκεῖνα μὲν ὡς ἁπλᾶ καὶ ἀφ’ ἡλίου τὴν γένεσιν ἔχοντα δι’ ἡμέρας, ταῦτα δ’ ὡς μικτὰ καὶ παντοδαπὰ ταῖς ποιότησιν ἀρχομένης νυκτὸς ἐπιθυμιῶσι.
82. Apart from this, resin and myrrh result from the action of the sun when the trees exude them in response to the heat. Of the ingredients which compose cyphi, there are some which delight more in the night, that is, those which are wont to thrive in cold winds and shadows and dews and dampness. For the light of day is single and simple, and Pindar 402 says that the sun is seen “through the deserted aether”. But the air at night is a composite mixture made up of many lights and forces, even as though seeds from every star were showered down into one place. Very appropriately, therefore, they burn resin and myrrh in the daytime, for these are simple substances and have their origin from the sun; but the cyphi, since it is compounded of ingredients of all sorts of qualities, they offer at nightfall 403.