ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΑ (ΠΕΝΤΑΤΕΥΧΟΣ), ΒΙΒΛΙΟΝ Ε′
ἑλληνικὸ πρωτότυπο ἐκ τῶν CCAG (Catalogus Codicum Astrologorum Graecorum) καὶ TLG (Τhesaurus Lingua Graeca)
❧
ΠΕΡΙΕΧΟΜΕΝΑ
Περὶ ἐπιτηδείων ζῳδίων καὶ Σελήνης
Περὶ ὀρθῶν καὶ πλαγίων ζῳδίων
Περὶ οἰκοδομίας
Περὶ ἀγορασίας διαφόρων εἰδῶν
Περὶ ἀγορασμοῦ (ἐκ τοῦ Ἰουλιανοῦ)
Περὶ κτηνῶν ἀγορασίας
Περὶ ἐλευθερώσεως
Περὶ αἰτήσεως χάριτος & περὶ ἐπιστολῶν
Περὶ γάμου
Περὶ χωρισμῶν
Περὶ διαφορᾶς κυουμένων
Περὶ δανείου
Περὶ δανείων
Περὶ ἀποδημίας
Περὶ ναυπηγίας
Περὶ τῶν εἰργομένων
Περὶ νοσοῦντων
Περὶ βίου καὶ κτήσεως
Περὶ κριτηρίων καὶ ἐκκλήτου καὶ νίκης καὶ ἥττης
Περὶ ἀπωλείας πράγματος καὶ εἰ εὑρεθήσεται τὸ ἀπολωλός
– Τί τὸ ἀπολεσθέν
– Τίς ὁ κλέπτης
– Περὶ τῆς ἰδέας τῶν κλεπτῶν
– Τίνι τρόπῳ ἀπώλετο
Περὶ δραπετῶν
Περὶ νόσων
Περὶ ἐμέτου καὶ καθάρσεως
Περὶ χειρουργίας
Περὶ ἀρρώστων
Περὶ κατακλίσεων καὶ νόσων
Περὶ διαθηκῶν καὶ ἄλλως
Περὶ ἐπιτηδείων ζῳδίων καὶ Σελήνης ἐπιτηρήσεων εἰς καταρχήν
Δωροθέου ε′ 1 & 5, ἐκ τῶν Ἡφαιστίωνος γ′, 1 (fr. 64b Stegemann & fr. 65a Stegemann)
Τὰ μὲν οὖν ὀρθῶς ἀνατέλλοντα ζῴδια (ἔστι δὲ τὰ ἀπὸ Καρκίνου ἕως Τοξότου) ἐπὶ τῆς ἀνατολῆς ἀκάκωτα τυχόντα ἀνεμποδίστως τὰ πραττόμενα τελέσει, τὰ δὲ λοξά (ἔστι δὲ τὰ ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων) ἄνευ μαρτυρίας ἀγαθοποιῶν ἀστέρων δυσκατέργαστα καὶ πολυχρόνια μηνύει, καὶ τὰ τροπικὰ δὲ ἐν τῇ ἀνατολῇ ὄντα μετατρέπει ταχέως τὸ πραττόμενον. Ἐν δὲ ἡμεριναῖς πράξεσιν ἐπιτηρητέον τόν τε Κριὸν καὶ Λέοντα καὶ Τοξότην καὶ Καρκίνον εἰ εἴη τις ἐπὶ τῆς ἀνατολῆς καὶ ἡ Σελήνη τινὰ τούτων παροδεύει, ἐν δὲ νυκτεριναῖς ὁμοίως τὰ διάμετρα τῶν ἡμερινῶν ζῳδίων ἐπισκοπητέον.
Βλάπτει δὲ καὶ ἡ Σελήνη ἐκλείπουσα, καὶ μάλιστα ἐν τῷ γενεθλίῳ ζῳδίῳ ἢ τοῖς τούτου τριγώνοις, ἔτι δὲ καὶ ἐν συνόδῳ.
ἀτὰρ καὶ τοίη ἐοῦσα
ἐς κακοεργείην ἐκλείψιός ἐστιν ἀμείνων,
καὶ δὲ συνεργῆσαι δόλια φρεσὶ μητιόωντι
καὶ λάθρῃ πρήσσοντι καὶ ὅσσα χρῇζε σιωπῆς.
Ἐπιτηρητέον δὲ καὶ τὸ δωδεκατημόριον αὐτῆς μὴ ἐμπέσῃ ὅπου Κρόνος ἢ Ἄρης. Μηδὲ μὴν αὐτὴ ἔστω ἐν πανσελήνῳ·
δεῖ γὰρ ἔριν τε διχοστασίην τε τιτύσκειν.
Μήτε ἐν τοῖς ἐκλειπτικοῖς μήτε κατὰ μῆκος ἢ πλάτος τοῖς ἀριθμοῖς ἀφαιροῦσα μήτε εἴη ἐν τῷ νοτίῳ πέρατι μήτε ἐν ταῖς τελευταίαις μοίραις τῶν ζῳδίων ἐπειδὴ κακοποιοί εἰσιν.
Περὶ ὀρθῶν καὶ πλαγίων ζῳδίων
Δωροθέου ε′, 2–4 & 5 (μερικῶς) [CCAG V, 1, p. 240, Codices Vaticani, F.51]
Ἐφ’ ἁπάσης πράξεως ποίησον τὴν ἐπίσκεψιν ἀρχόμενος οὕτως, εἴτε ἀγαθὸν ἕξει τέλος εἴτε φαῦλον· χρή, φησίν, τὰς φύσεις τῶν ζῳδίων εἰδέναι τῶν τε ὀρθῶν καὶ πλαγίων. Ὀρθὰ μὲν οὖν εἰσιν Καρκίνος, Λέων, Παρθένος, Ζυγός, Σκορπίος, Τοξότης· τούτων γὰρ ἕκαστον ὑπὲρ δύο ὥρας ἰσημερινὰς ἐν τῷ ἀναφέρεσθαι κρατεῖ ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸν ἐμφανῆ κόσμον, χρόνων δὲ ὑπὲρ λ′. Πλάγια δὲ τὰ λοιπὰ ἕξ, ἅπερ ἐντὸς δύο ὡρῶν ἰσημερινῶν ἀναφέρεται, χρόνων δὲ ἐντὸς λ′· εἰσὶ δὲ Αἰγόκερως, Ὑδροχόος, Ἰχθύες, Κριός, Ταῦρος, Δίδυμοι.
Ἐὰν οὖν τὰ ὀρθὰ ζῴδια ὡροσκοπῇ, πάντα ταχέως ἀποβήσεται, ἐὰν δὲ τὰ πλάγια, μόχθους καὶ δυσεργείας καὶ χρόνους ἐμποιοῦσιν. Τὰ μὲν οὖν πλάγια ζῴδια ἂν ἐπιβλέπῃ τις τῶν ἀγαθῶν ἢ ὡροσκοποῦντα ἢ ἐπέχοντα τὴν Σελήνην, βοήθειαν ἕξει ἡ κάκωσις. Τὰ δὲ ὀρθὰ ζῴδια ἂν ἐπιβλέπῃ τις ἢ ἐπέχει τὴν Σελήνην τῶν κακοποιῶν ἐπιβλεπόντων, βλάψει τὴν καταρχήν. Ἄν δὲ ἀγαθοποιοὶ καὶ κακοποιοὶ ἐπιβλέψωσι τὰ προειρημένα ζῴδια ὡροσκοποῦντα, ἐν πάσῃ καταρχῇ ἀβέβαιον τὴν ἔξοδον τοῦ πράγματος λέγε καὶ ματαίαν καὶ ἐν ἑτέρῳ χρόνῳ ἄλλην ἀρχὴν λαμβάνουσαν. Δισώμων δὲ ζῳδίων ὡροσκοπούντων οὐχ ὡς προῄρηταί τις πράξει, ἄλλο δὲ πρᾶξαι σημαίνει· ὁμοίως ταῦτά σοι κοινὰ καὶ ἐπὶ πάσης καταρχῆς ἔστω.
Σκέπτου δὲ καὶ οὕτω ποταπὸν ἕξει τέλος ἕκαστον τῶν πραττομένων. Ἐπίβλεπε τῆς Σελήνης τὰ φῶτα, τὸν δεσπότην τοῦ οἴκου ἐν ᾧ ἐστιν, ἔτι μὴν καὶ τὸν ὡροσκόπον τῆς καταρχῆς καὶ τὸ μεσουράνημα. Ἐὰν οὖν ἡ Σελήνη τύχῃ ἐπί τινος τούτων τῶν κέντρων διοδεύουσα, ὁ δὲ οἰκοδέκτωρ αὐτῆς ἐν τοῖς ἀποκλίμασιν, ἔσται τὰ κατ’ ἀρχὴν τοῦ πράγματος λαμπρά, τὰ δὲ τέλη σκοτεινὰ καὶ ἄχρηστα, ἐὰν δὲ ἔμπαλιν ἡ Σελήνη μὲν ἐν τοῖς ἀποκλίμασιν, ὁ δὲ κύριος τοῦ αὐτῆς οἴκου ἐν τοῖς κέντροις, τὰ κατ’ ἀρχὴν οὐδαμινὰ καὶ ἄχρηστα, τὰ δὲ τελευταῖα λαμπρά·
ἀρχαὶ μὲν γὰρ ἔασι πολυτρέπτοιο Σελήνης
αὐτῆς, ἐν δ’ οἴκοιο θεῷ κρατέοντι τελευτή.
Εἰ δ’ ἄμφω εἶεν ἐν τοῖς κέντροις καὶ τὰ πρῶτα καὶ τὰ τελευταῖα καλά, εἰ δὲ ἐν τοῖς ἀποκλίμασιν ὁμοίως ἡ ἀρχὴ καὶ τὸ τέλος ἄχρηστον.
Δωροθέου ε′, 5, ἐκ τῶν Πάλχου [CCAG I, p. 108, Codices Florentinos & CCAG VI, p. 67, Codices Vindobonenses] (fr. 66a Stegemann) editum
Πῶς δὲ παρῆλθεν αὐτοὺς καὶ τὸ κεφάλαιον Δωροθέου, ἔνθα λέγει·
Δέρκεο δ’ Ἠέλιόν τε μέγαν κραιπνήν τε Σελήνην
ἠδ’ οἴκων βασιλῆας ἐν οἶς δύο φῶτα βέβηκεν,
ὡρονόμον δ’ ἐπὶ τοῖσι καὶ αἰθέρος ἀκροτάτοιο
ζῷον ὅτι ψαύει μέσον οὐρανὸν ἀμφιπολεῦον,
καὶ Μήνη τίνα τούτων ἔχει τόπον ἠδὲ τίς αὐτῆς
ἔστιν ἄναξ. Ἤν δ’ οὗτος ἀποκλιμάτεσσιν ἐνείη,
αὐτή τ’ ἐν κέντροισιν, ἐνὶ πρώτοισι μὲν ἔργον
εὐαντὲς λαμπρόν τε φανήσεται, αὐτὰρ ἔπειτα
ψεύσεταί οἱ ὅριον, τὸ δέ οἱ τέλος ἐξαπολεῖται.
Περὶ οἰκοδομίας
Δωροθέου ε′, 6, ἐκ τῶν Ἡφαιστίωνος γ′, 7 (fr. 81a Stegemann)
Δωρόθεος δὲ παραινεῖ ἐν τοῖς ἔπεσι περὶ οἰκοδομίας οὕτως·
Ἡνίκα δ’ αὖτε θέμεθλα δομήιά τ’ ἔργα τελειοῖς
προσθετικὴ φάεσιν καὶ τοῖς κατὰ μῆκος ἀριθμοῖς
ἔστω τοι Κερόεσσα, τό τε πλάτος ἐμβαίνουσα
ᾧ τε βορειότατον ζώνης πλινθήιόν ἐστιν,
ἢ Διὸς ἢ Παφίης ἐν σχήμασι μαρτυρεόντων
ἢ καὶ συνεσσομένων· Φαίνων γε μένεσσιν ἐρύκει
δερκόμενος, μαλερὴν δὲ περὶ φλόγα Θοῦρος ὀρίνει.
Καθαιρετέον δὲ τοὺς τοίχους ἀπὸ τοῦ βορεινοῦ ὕψους Σελήνης κατερχομένης, ἀνενεκτέον δὲ λίθον ἀπὸ θεμελίων αὐτῆς οὔσης ἐν τοῖς χθαμαλωτάτοις μέρεσιν, τουτέστιν ἐν τῷ νοτίῳ πέρατι. Ἐν πᾶσι δὲ τούτοις οἱ μὲν κακοποιοὶ ἀπέστωσαν, οἱ δὲ ἀγαθοποιοὶ μαρτυρείτωσαν.
Περὶ ἀγορασίας διαφόρων εἰδῶν
Δωροθέου ε, 8–9, ἐκ τῶν Ἡφαιστίωνος γ′, 16, (fr. 80a Stegemann)
Ἐπισκόπει τὴν καταρχὴν οὕτως. Καὶ ἀφοριστέον τὸν μὲν ὡροσκόπον τῷ πιπράσκοντι, τὸ δὲ δῦνον τῷ ἀγοράζοντι, τὸ δὲ μεσουράνημα τῷ τιμήματι, τὸ δὲ ὑπόγειον τῷ ἀγοραζομένῳ, ἐκ δὲ τῶν ἐπιμαρτυρούντων τοῖς τόποις καταστοχαστέον περὶ τοῦ ἀποτελέσματος. Ἔστι δὲ καὶ ἄλλως πῆξαι περὶ ἀγορασίας τὴν μὲν Σελήνην τὸ πιπρασκόμενον σῶμα ἢ χωρίον ἤ τι ἕτερον πιπρασκόμενον, τὸν δὲ ἀστέρα ἀφ’ οὗ τὴν ἀπόρροιαν πεποίηται τὸν πιπράσκοντα, ᾧ δὲ συνάπτει τὸν ἀγοράζοντα· καὶ πρόσεχε ἕκαστον τούτων καὶ τὰς μαρτυρίας. Ἐπισκοπητέον ἔκ τε τῆς Σελήνης εἰ σεσίνωται ὁ πιπρασκόμενος ἢ οὔ. Καθολικῶς δὲ τῆς Σελήνης καθ’ αὑτὴν οὔσης ἐν μὲν Κριῷ ῥεμβὸς καὶ ἀλήμων ὁ πιπρασκόμενος οἰκέτης, ἐν δὲ Ταύρῳ ἰσχυρὸς καὶ ὑπομονητικός, καλοὶ δὲ οἱ οἰκέται ἀγοραζόμενοι εὑρίσκονται ἐν τῷ τρίτῳ δεκανῷ τῶν Διδύμων, ἐν δὲ Καρκίνῳ νωχελεῖς καὶ δολεροί, ἐν δὲ Λέοντι γενναῖοι καὶ ἅρπαγες καὶ ἀδηφάγοι, κακοστόμαχοι δέ· ἐν Παρθένῳ συνετὸν μηνύει, ἐν δὲ Ζυγῷ φιλεργὸν καὶ δίκαιον, ἐν δὲ Σκορπίῳ ἰσχυρόν, δολερόν τε τὰ ἤθη καὶ βαρύθυμον, ὁμοίως καὶ ἐν Τοξότῃ, ἐν δὲ Αἰγοκέρωτι παλίμβουλον καὶ ψεύστην, ἐν δὲ Ὑδροχόῳ φιλεργόν, ἐν δὲ Ἰχθύσι κακὸν καὶ λοίδορον.
Ὁπόταν δὲ ὁ κλῆρος τῆς τύχης ἐμπέσῃ εἰς τὸν περὶ φιλίας τόπον, ὁ δὲ τούτου κύριος ἐν τῷ περὶ οἰκετῶν εὑρεθῇ σὺν τῷ δεσπόζοντι τοῦ ὡροσκόπου, περὶ συνωνῆς οἰκέτου σημαίνουσιν. Ἢν δὲ καὶ τῷ κυρίῳ τοῦ γάμου τὴν συναφὴν ποιοῖτο ἡ Σελήνη ἐφεστώσης ἐπὶ τοῦ γαμικοῦ τῆς Ἀφροδίτης καὶ συνελεύσεσθαι καὶ κοινωνῆσαι φιλίας τῷ ἀγορασθέντι ἢ τῇ ἠγορασμένῃ μηνύει, τυχόντος δὲ τοῦ Ἑρμοῦ ἐν τῷ κλήρῳ εὐπαίδευτον παρέχει. Ἀεὶ δὲ ἀφορᾶν χρὴ τὸν τοῦ Ἑρμοῦ ἀκάκωτον ὑπὸ τῶν κακοποιῶν καὶ μὴ ὕπαυγον ἐν ταῖς τῶν οἰκετῶν ἀγορασίαις. Ἐπὶ δὲ συνωνῆς χωρίου ἔστω τὸ μὲν ὑπόγειον ἡ γῆ, ὅπερ ἐὰν κάθυγρον περὶ ποταμὸν ἢ θάλασσαν ἢ λίμνην εἶναι τὸ χωρίον λογιστέον, ἐὰν δὲ ἀμφίβιον ἐπίμικτον ἢ διπλοῦν ἔκ τε ὀρεινῶν καὶ πεδινῶν συνεστάναι, τὸ δὲ δῦνον τὰ βοσκήματα καὶ τὴν ἐνθήκην τοῦ κτήματος, τὸ δὲ μεσουράνημα τὰ δένδρα καὶ τὰ φυτὰ καὶ τὰς ἐπαύλεις, ὁ δὲ ὡροσκόπος τὴν οἰκίαν καὶ τὰ ἐν τῷ οἴκῳ καὶ τοὺς ἐργαζομένους, καὶ τὸ ἀκάκωτον τούτων εὑρεθὲν ἢ κεκακωμένον μηνύει ἐκεῖνο τὸ μέρος. Τὰ δὲ διαστήματα μηνύει ἡ ἀναφορὰ τοῦ ὡροσκόπου· τοσαῦτα γὰρ σημεῖα ἢ στάδια μηνύει ὅσας μοίρας ἔχει.
Πληθούσης δὲ τῆς Σελήνης καὶ τῷ μήκει καὶ τῷ πλάτει προστιθείσης ἐν τῷ Ἀναβιβάζοντι ὁ ἀγοράζων πλείονα τιμὴν παρέξει, λειψιφώτου δὲ οὔσης καὶ τοῖς ἀριθμοῖς ἀφαιρούσης ἐν τῷ Καταβιβάζοντι ὁ ἀγοράζων ἐλάττονα τιμὴν δώσει. Λέγει γὰρ οὕτως Δωρόθεος·
συνδέσμῳ δ’ ἀνάγοντι Σεληναίης παρεούσης
εἰ μὲν πλησιφάεσσα δρόμον τ’ αὔξησιν ἀριθμοῖς
ὅττι κεν ὠνήσει δώσεις πλέον ἢ δόμεναι χρή,
αὐτίκα δ’ ἐν κατάγοντι πορεύμασιν οἷσιν ἔλεξα
ἐρχομένης ἐπὶ μεῖον ἐλαφρὴ ἔσσεται ὠνή.
καὶ δὲ Σεληναίης φάσιν αἱ λεύσσῃς κεν ἰούσης
ἐκ συνόδου πρῶτον μετανισσομένης τετράπλευρον
αἴθοπος Ἠελίοιο δικαιοτέροισιν ἄμεινον·
χρήματα γὰρ δώσεις ὅσου ἄξιον ἦν ἀγοράζειν
καὶ πρῆγμα λῷον καταθήσεαι οὔτε μὲν ἧσσον
οὔτε λίην τι περισσόν. ἕως δέ κεν εἰς διάμετρον
ἔλθῃ πιπράσκοντι καὶ ἐγκαλέοντι συνοίσει.
τὸ τρίτον αὖ τετράγωνον ἐπὴν ἑλικῶπις ὁδεύῃ
ὠνεῖσθαι τότε καλὸν ὃ βούλεται ἢ διακλέψαι.
τετρατίῃ πλευρῇ δὲ θεῆς σύνοδόνδε κιούσης
βαιὸν ἂν ἐκ πολλοῦ δοίης τό τοι ἔσσετ’ ἄμεινον.
Περὶ ἀγορασμοῦ (ἐκ τοῦ Ἰουλιανοῦ)
Δωροθέου ε′, 9, ἐκ τῶν Ἰουλιανοῦ Λαοδικέως [CCAG VI, p. 80, Codices Vindobonenses]
Περὶ δὲ ἀγορασμοῦ σκέπτου οὕτως. ἔστω σοι τὸ ὤνιον ἡ Σελήνη, ὁ δὲ πωλῶν ἀφ’ ὧν ἡ Σελήνη ἀπορρέει, ὁ δὲ ἀγοράζων ᾧ ἡ Σελήνη συνάπτει. Ἐὰν ἀπὸ κακοποιοῦ φέρηται ἡ Σελήνη, ὁ πωλῶν βλαβήσεται ἢ οὐ καλός ἐστιν, ἐὰν ἀπὸ ἀγαθοποιοῦ ἐπὶ ἀγαθοποιὸν φέρηται, καὶ τῷ πωλοῦντι καὶ τῷ ἀγοράζοντι λυσιτελήσει. Καὶ ἀπὸ τῶν κεφαλαίων δὲ περὶ ἀγορασμοῦ σκέπτου οὕτως. Ἔσται ὁ ὡροσκόπος ὁ ἀγοράζων, τὸ δῦνον ὁ πωλῶν, τὸ μεσουράνημα ἡ τιμή, τὸ ὑπόγειον τὸ πιπρασκόμενον. Ἐὰν ἀγαθὸς μαρτυρῇ, ἀγαθὰ λέγε τὰ ἐφ’ ἑκάστου κεφαλαίου σημαινόμενα. Τὰ δὲ λοιπὰ ζήτει ἐν τῷ τοῦ Ἰουλιανοῦ βιβλίῳ.
Περὶ κτηνῶν ἀγορασίας
Δωροθέου ε′, 12, ἐκ τῶν Ἡφαιστίωνος, γ′, 19
Περὶ δὲ κτήνων τὰ μὲν προδεδαμασμένα ἐν Κριῷ καὶ Ταύρῳ καὶ τῆς Σελήνης καὶ τῆς ὥρας οὔσης καλὸν καὶ ἐπωφελὲς ἀγοράσαι, τὰ δὲ τοῦ δαμασθῆναι καὶ ὑποταγῆς χρῄζοντα ἐν τῷ Λέοντι καὶ τῇ τελευταίᾳ πεντεκαιδεκαμοιρίᾳ τοῦ Τοξότου τῆς ὥρας ἢ τῆς Σελήνης ἑστώτων.
Περὶ ἐλευθερώσεως
Δωροθέου ε′, 13, ἐκ τῶν Ἡφαιστίωνος, γ′, 21
Περὶ δὲ ἐλευθερίας σκεπτόμενος ἀπόνεμε τὸν μὲν ὡροσκόπον τῷ ἐλευθεροῦντι, τὸ δὲ δῦνον τῷ ἐλευθερουμένῳ, τὸ δὲ μεσουράνημα παρ’ ᾧ γίνοιτο ἡ ἐλευθερία, τὸ δὲ ὑπὸ γῆν ὁποία τις ἡ παραμονὴ καὶ εὐχαριστία ἔσται μηνύσει. Βεβαιότερον δὲ ἂν σκέψαιτό τις οὕτω· τὸν μὲν ὡροσκόπον κρίνων τὸν ἐλευθερούμενον, ἐκ δὲ τοῦ κυρίου τοῦ ὡροσκοποῦντος ζῳδίου καὶ τῶν πρὸς αὐτὸν σχηματισμῶν ὁποῖος οὗτος τυγχάνοι καταλήψεται, καὶ ἐὰν μὲν ἀνατολικὸς τύχῃ αὐτεξουσίως ἀφεθήσεται καὶ τὴν ἐλευθερίαν καρπώσεται, ἐὰν δὲ δυτικὸς ἐρεσχελίαν καὶ συκοφαντίαν τινὰ ἕξει. Τὸ δὲ μεσουράνημα τὸν τόπον ἐν ᾧ πηγνύοιτο μηνύσει, τὸ δὲ δῦνον τὸν ἐλευθεροῦντα (ὁποῖος δέ ἐστιν ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου), τὸ δὲ ὑπὸ γῆν τὰς ἐκβάσεις τῆς ἐλευθερίας κατὰ τὰς τῶν ἀστέρων δηλονότι ἐφοράσεις. Τοῦ δὲ κυρίου τοῦ ὡροσκόπου ἐναντιωμένου τῷ δυτικῷ ἐναντίοι καὶ ἐχθροὶ ἔσονται ὁ ἐλευθερώσας καὶ ὁ ἐλευθερωθείς.
Φυλάσσειν δὲ χρὴ ἐν πρώτοις τὴν Σελήνην ἀκάκωτον καὶ ἀγαθοῖς συνάπτουσαν, ἐπεὶ τὸ ἐναντίον παθούσης ἡ δουλεία πολλῷ ἀμείνων ἔσται τῆς ἐλευθερίας ὥς φησι Δωρόθεος ἐν ἔπεσιν·
δουλοσύνη κρείσσων καὶ ἐλευθερίης κε γένοιτο.
Καὶ τὸ ἡμισφαίριον δὲ τό τε ὑπὲρ γῆν καὶ τὸ ὑπὸ γῆν ὁρατέον· οἱ γὰρ ὑπὲρ γῆν τὰ μετὰ τὴν ἐλευθερίαν μηνύουσιν, οἱ δὲ ὑπὸ γῆν τὰ ἐν τῇ ἐλευθερίᾳ. Καὶ ἐὰν μέν τις εἰς τὸ ὑπὲρ γῆν ἡμισφαίριον ᾖ τῶν ἀγαθοποιῶν πάντα καλὰ τὰ μετὰ τὴν ἐλευθερίαν προμηνυτέα καὶ χρόνους ζωῆς.
Μήνη δ’ ἐν δυτικῷ σὺν ἑοῖ φθοροποιὸν ἔχουσα
αἶψά κεν ἐξολέσειε πεφευγότα δούλιον ἦμαρ,
τουτέστιν ἀπολλύει εὐθὺς μετὰ τὴν ἐλευθερίαν οὕτω τυχοῦσα ἡ Σελήνη.
Περὶ αἰτήσεως χάριτος & περὶ ἐπιστολῶν
Δωροθέου ε′, 14, ἐκ τῶν Ἡφαιστίωνος γ′, 25
Τοὺς δὲ αἰτοῦντας χάριτας ἐπιτηρεῖν δεῖ τὴν Σελήνην οὖσαν ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ τούτου τριγώνῳ (ἄμεινον δὲ ὅταν τύχῃ αὐτῆς ὁ οἶκος ἐν ᾧ ἐστιν), προστιθεῖσαν τοῖς φωσὶ καὶ τοῖς ἀριθμοῖς καὶ συσχηματιζομένην Ἑρμῇ καὶ Διὶ καὶ Ἀφροδίτῃ καὶ τοῖς καλῶς κειμένοις, ἀπέστω δὲ ἡ τῶν κακοποιῶν μαρτυρία. καλὸν δὲ ἐπὶ τοῦ αὐτοῦ σχήματος τὰς ἐντεύξεις ποιεῖσθαι γυναικῶν καὶ ἀνδρῶν.
Δωροθέου ε′, 15, ἐκ τῶν Ἡφαιστίωνος γ′, 27
Πέμπων ἐπιστολὰς ἐπιτήρει τὴν Σελήνην συνοῦσαν τῷ Ἑρμῇ ἢ ἐφορῶσαν αὐτὸν ἄνευ τῆς τῶν κακῶν θεωρίας, ἔστω δὲ ὁ Ἑρμῆς ἐλεύθερος ἀπὸ τῶν αὐγῶν τοῦ Ἡλίου καὶ προστιθεὶς τοῖς ἀριθμοῖς· οὕτω γὰρ ἐὰν ἐπιστείλῃς οὐκ ἀποτεύξει τοῦ σκοποῦ.
Περὶ γάμου
Δωροθέου ε′, 16, ἐκ τῶν Ἡφαιστίωνος γ′, 9, (fr. 86a Stegemann)
Περὶ γάμου ἐπισκοπητέον οὕτως·
ἄνδρα μὲν Ἠέλιον καὶ ἀνερχόμενον σκοπὸν ὥρης,
αὐτὴν δ’ ἐκ ζῳδίου θ′ ἱμερόφρονα δυομένοιο
κόρην ἂν φράσσαιο καὶ ἠυκόμου Κυθερείης,
ἐκ δὲ μεσουρανίου τὸ καὶ ἔπλετο τηλόθι γαίης
οἷον ἅμ’ ἀλλήλοις ἄμφω βίον ἐκτελέουσι,
ἀμφὶ δέ τοι προικὸς μέσατον χθονὸς ἐξαγορεύσει.
δερκομένῳ τίνες ἐσθλά, τίνες κακὰ τεκμαίρουσιν,
Ἠέλιος φαυλοῖσι βεβλαμμένος, Ἀφρογενής τε
Ζηνὸς ἐπεσσυμένου ἢ καὶ παρεόντος ἅμ’ αὐτῇ,
ἀνέρι πῆμα φέρουσιν, ἀτὰρ μέγα χάρμα γυναικί
ἔμπαλιν αὖ Παφίην ὁπόταν βροτολοιγὸς ἴδησι
ἢ Φαίνων κρυόεις ὀλοὸν τόδε σῆμα δάμαρτι
ἔσσεται αἰσχύνη τε καὶ οὐκ ἐπὶ δηθὰ μένουσιν,
ἢν δ’ ἔτι καὶ Μήνη στυγερὸν περὶ σῆμα γένηται
ἀμφοτέροις εἴη κεν ἀπαίσιος ἥδε καταρχή.
ἐσθλοὶ δ’ αὖ Μαίης ὠκὺν γόνον εἰσορόωντες
παίδων τέκμαρ ἔχουσιν ἐτήτυμον. ἐν τροπικῷ δέ
ζῴῳ μηδέ νυ Κύπρις ἔοι τότε μηδὲ Σελήνη·
Κύπρις μαχλοτάτην τεύχει ῥυπαρήν τε δάμαρτα
θήσει φωριδίοισιν ἀρεσκομένην λεχέεσσιν,
ἡ δέ κεν οὐ χρονίην εὐνὴν ὀπάσειε Σελήνη.
τοὔνεκεν ἐν Κριῷ μὲν ἀναίνεο πάμπαν ἐούσης
νύμφευσιν· δὴ γάρ κεν ἀπόζυγος αἶψά κεν εἴη.
Τοῦ δὲ Ταύρου πρῶτος καὶ τρίτος δεκανὸς παραιτεῖται, ὁ δὲ δεύτερος ἐπιτήδειος γαμεῖν. Τῶν δὲ Διδύμων ἀπὸ μιᾶς μοίρας ἕως τῆς πεντεκαιδεκάτης οὐ πεποίηνται, αἱ δὲ λοιπαὶ εὔθετοι. Ὁ Καρκίνος ὅλος ἀπαίσιος. Ὁ δὲ Λέων οὐ κακός, ποιήσει δὲ κακοδάπανον τὸν ἄνδρα. Ἐν δὲ Παρθένῳ χήραν ἄγεσθαι αἴσιον· παρθένον γὰρ οὔ. Ἐν δὲ Ζυγῷ ἀνεπιτήδειον γαμεῖν, μνηστεύεσθαι αἴσιον. Ἐν δὲ τῷ πρώτῳ τμήματι τοῦ Σκορπίου αἴσιον, ἐν δὲ τῷ δευτέρῳ οὐ πάνυ· οὐ γὰρ ἔσονται πολυχρόνιοι. Ἐν δὲ Τοξότῃ πεφυλάχθαι χρὴ δι’ ὀλιγοτεκνίαν, καὶ ἐν Αἰγοκέρωτι δὲ ὁμοίως εἰ μή τις ἐκ δευτέρου ἢ τρίτον βουληθῇ γαμῆσαι (οὕτω γὰρ οὐκ ἀποστρεπτέον), ῥεμβαὶ δὲ καὶ ψεῦσται εὑρίσκονται. Ἐν δὲ Ὑδροχόῳ ἀνεπιτήδειον. Ἐν δὲ Ἰχθύσι καλὸν μὲν γαμεῖν, ποιεῖ δὲ τὴν γυναῖκα μάχιμον καὶ φλύαρον.
Παρατηρητέον δὲ μάλιστα τὴν Ἀφροδίτην ἐν ταύταις ταῖς σκέψεσι μὴ εἴη μετὰ τῶν κακοποιῶν ἢ ἐν ταῖς τούτων μαρτυρίαις, ἀλλὰ μᾶλλον εἴη ἐν ὁρίοις εὐεργέος ἢ ἐν ζῳδίοις. Τυχοῦσα τοίνυν ἡ Ἀφροδίτη ἐν ὁρίοις ἢ ζῳδίοις ἀγαθοποιοῦ καὶ εἰ ἐπιδεκατεύσει τῇ Σελήνῃ, ὑπὸ δὲ τοῦ Διὸς ἐπιδεκατεύεται (τουτέστι δεκάτη μὲν ἀπὸ Σελήνης, τετάρτη δὲ ἀπὸ Διός), κάλλιστον τὸν γάμον, θυμήρη τε καὶ τεκνοποιὸν ἀποτελέσει, καὶ μάλιστα ὅταν εἷς τῶν ἀγαθοποιῶν ἐπὶ τῶν πολυσπέρμων ζῳδίων τύχῃ· οὕτω γὰρ τάχιστα συλλήψεις ποιήσει. Τὸ δὲ αὐτὸ καὶ τὰ τρίγωνα σχήματα ἀποτελέσει πολυσπέρμων ὄντων τῶν ζῳδίων, καὶ οἱ κακοποιοὶ ἐν τῷ τριγώνῳ σχήματι ἐπὶ τῶν πολυσπέρμων ζῳδίων μαρτυρούμενοι ὑπ’ ἀγαθοποιῶν τεκνοποιίαν δηλοῦσιν.
Ἐπισκοπεῖν δὲ χρὴ τὰ δύο θέματα τῶν γαμουμένων εἰ καὶ ἐπίπαν οἱ ἀγαθοποιοὶ ἐν τοῖς ἀγαθοποιοῖς τόποις (τουτέστι διπλοῖ) κατὰ τὸν καιρὸν τοῦ γάμου γίνονται ἢ συσχηματίζονται. Εἰ δὲ καὶ κατὰ γένεσιν καὶ κατὰ πάροδον τὸ μεσουράνημα κοσμούμενον ᾖ καὶ ἀγαθοποιῶν τόπος τοῦ θέματος τῆς γυναικὸς ἐμπέσῃ εἰς τὸ τοῦ ἀνδρὸς μεσουράνημα εἰδέναι χρὴ ἐν αὐτῷ τῷ ἔτει τὴν παιδοποιίαν ἔσεσθαι, εὐάρεστόν τε τὴν συμβίωσιν μηκυνθῆναι, καὶ μάλιστα ὅταν οἱ ἐπίκαιροι τόποι τῶν γενέσεων (τουτέστι Σελήνη καὶ Ἥλιος καὶ ὁ κλῆρος καὶ ὁ ὡροσκόπος) σύμφωνοι ὑπάρχωσιν. Ἑπὰν δὲ καὶ πολύσπερμον ᾖ τὸ κατὰ κορυφὴν ζῴδιον κατὰ τὴν πρώτην συνέλευσιν τὰ τῆς συλλήψεως ἀσφαλῶς ἔσται. Ἐπὰν δὲ τύχῃ ἐπὶ τοῦ κατὰ κορυφὴν τόπου ἀγαθοποιὸς ὑπὸ τὰς αὐγὰς ὢν κατὰ τὸν καιρὸν τοῦ γάμου σκοτεινὴν τὴν σύλληψιν καὶ τὴν τεκνοποιίαν σημαίνει, καὶ μάλιστα ἐπὶ τῶν γυναικῶν αἷς καὶ τὸ θέμα οὕτω συμβέβηκεν ἔχειν· τῆς γὰρ Ἀφροδίτης ὑπὸ τὰς αὐγὰς οὔσης μετὰ Ἄρεως λαθραίως παρθενεύονται, καὶ Διὸς μαρτυροῦντος οἱ βιασάμενοι ἄξονται πρὸς γάμον. Συμβαίνει δὲ πάλιν ὁμοίως κατὰ τὸν καιρὸν τῆς καταρχῆς καὶ τῆς Ἀφροδίτης ὑπὸ δύσιν τοῦ Ἡλίου.
Εἴ γε μὲν ἢ πόσιός τις ἔχει δάμαρ ἠὲ δάμαρτος
ἀνὴρ ἐν ζῴῳ Μήνην κακοδαιμονέοντι
τούτων ἀμφοτέρων κράτος οἴσεται· ὅς κεν ἔχῃσι
δωδέκατον μετὰ χῶρον ἀφ’ ὡρονόμοιο Σελήνην
εἰν ἑτέρου γενέσει καὶ δεσπότῃ εἴκελος ἔσται.
ἔξοχα δ’ αὖ πάμμηνος ἀνιηρὴ γαμέοντι,
τουτέστι πανσέληνος. Καὶ αἱ Σελῆναι δὲ τῶν δύο γενέσεων διαμετροῦσαι ἀλλήλας ἀπαίσιοί εἰσιν· διχονοίας γὰρ παραίτιοι. Κρατήσει δὲ ὅμως ἐν ταῖς φιλονεικίαις ὁ ἔχων ὑπὲρ γῆν τὴν Σελήνην. Ἐν δὲ ἀρρενικῷ βεβῶσα Ἀφροδίτη, ὁ δὲ Ζεὺς ἐν θηλυκῷ – τοῖς ἀνδράσι τὸ τοιοῦτον σχῆμα καλὸν ὑπάρχει, ἔμπαλιν δὲ ταῖς θηλείαις ὅταν ἡ μὲν Ἀφροδίτη ἐν θηλυκῷ, ὁ δὲ Ζεὺς ἐν ἀρσενικῷ.
Ταῦτα μὲν ἐν τοῖς ἔπεσι Δωρόθεος ἐκτίθεται…
Περὶ χωρισμῶν
Δωροθέου ε′, 17, ἐκ τῶν Ἡφαιστίωνος γ′, 11 (fr. 87a et 88 Stegemann)
Τοὺς δὲ χωρισμοὺς αὐτῶν καὶ ἐπανελεύσεις ἐπιβλέπειν δεῖ οὕτως. Κατὰ τὴν καταρχὴν ἐν ᾗ γεγένηται ὁ χωρισμὸς ἢ καὶ ἐν ᾗ τις ὥρᾳ πυνθάνεταί σου ὅρα τὴν Ἀφροδίτην καὶ τὸν Ἥλιον· ἐὰν τοίνυν εὕρῃς τὸν μὲν Ἥλιον ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ ια′, τὴν δὲ Ἀφροδίτην ἑσπερίαν ἀναποδίζουσαν, λέγε αὐτῷ αὖθις τὴν γυναῖκα ἐπανελεύσεσθαι θυμήρως.
εἰ δέ γε μὴν ἄλοχος δόμον ἀνέρος ἐκλείπησι
πρὶν Μήνην διάμετρον ἐς Ἠελίοιο περῆσαι
οὐ μάλα ῥηιδίως εἰς ἀνέρος ἵξεται οἶκον,
ἂψ δ’ ἀπὸ παμμήνου ὁπότ’ ἔρχεται Ἠέλιόνδε
τηνίκα οἱ νόστον τεκμαιρέμεν εἶναι ὀπίσσω,
ἐπ’ αὐτῆς δὲ τῆς συνόδου δυσχερῶς. Ἐὰν δὲ ὁ Ἥλιος ἐν ὅσῳ ἡ Σελήνη ἀπαρτίζει τὸν κύκλον μεταβεβηκὼς εὑρεθῇ εἰς ἕτερον ζῴδιον θηλυκὸν Ἀφροδίτης σὺν αὐτῷ οὔσης, ὁ ἀνὴρ διαλυθέντος τοῦ γάμου ἑτέραν γαμήσει. Ἐπιτηρητέον δὲ καὶ τὸν ὡροσκόπον καὶ τὴν Σελήνην ἐπειδὴ τυχόντες οὗτοι ἐπὶ στερεῶν ζῳδίων ἐν τῇ καταρχῇ βέβαια ποιοῦσιν, ἐπὶ δὲ δισώμων τὰ ἐοικότα, ἐπὶ δὲ τροπικῶν τρεπτὰ καὶ ἀβέβαια.
Περὶ διαφορᾶς κυουμένων
Δωροθέου ε′, 18, ἐκ τῶν Ἡφαιστίωνος γ′, 12
Ἐπὰν δὲ κατὰ γαστρὸς αἱ γυναῖκες ἔχοιεν καὶ βουληθεῖεν τὸ κυούμενον ἐκτιτρώσκειν μὴ δυνάμεναι τελεσφορεῖν ἁρμόζει τῆς Σελήνης οὔσης ἐν τοῖς ὀρθοῖς ζῳδίοις καὶ τῷ ὡροσκόπῳ τοῖς φωσὶ ληγούσης καὶ νοτίας τῷ πλάτει, ἐφοράτω δὲ Ἀφροδίτη καὶ Ἄρης ἢ συνόντες ἢ τετράγωνοι ἢ τρίγωνοι ἐπιβλέποντες τὴν Σελήνην ἥτις ἐν θηλυκῷ ζῳδίῳ τυγχανέτω. Ὅσα δὲ δεῖ ἐν τούτοις παρατηρεῖν τὴν Σελήνην τοσαῦτα καὶ τὸν ὡροσκόπον δεῖ ἔχειν κατά τε τὰ ὀρθὰ ζῴδια καὶ κατὰ τὰς μαρτυρίας Ἄρεως καὶ Ἀφροδίτης.
Περὶ δανείου
Δωροθέου ε′, 20 [CCAG VI, p. 108, Codices Vindobonenses] (fr. 79b Stegemann)
Ἐὰν δανείσασθαι θέλῃς, ἔστω ὁ μὲν ὡροσκόπος ὁ δανειστής, τὸ δὲ δῦνον ὁ δανειζόμενος, τὸ διδόμενον τὸ μεσουράνημα ἢ ὁ Ἑρμῆς καὶ ἡ Σελήνη, τὸ δὲ ὑπόγειον μηνύσει τὴν ἔκβασιν τοῦ χρέους. Ἐὰν ἡ Σελήνη ἀκάκωτος, ἀπολήψεται ὃ ἐδάνεισεν. Ἑρμῆς δὲ ἀπὸ Κρόνου βλαπτόμενος βλάβην καὶ δόλον ἔσεσθαι τῷ δανείσαντι μηνύει ἀπὸ τοῦ δανεισαμένου. Ἑρμῆς ὑπὸ Ἄρεως βλαπτόμενος ἔρεις καὶ μάχας καὶ κατηγορίας μεταξὺ ἀμφοτέρων ἔσεσθαι δηλοῖ. Ἐὰν δανείσασθαι θέλῃς, ἔστω ἡ Σελήνη Ὑδροχόῳ ἢ Σκορπίῳ ἢ Λέοντι ἢ Ἰχθύσιν ἢ Τοξότῃ λειψιφωτοῦσα καὶ τοῖς ἀριθμοῖς ἀφαιροῦσα, καὶ Ζεὺς καὶ Ἑρμῆς καὶ Ἀφροδίτη μαρτυροῦντες αὐτῇ καὶ τῷ ὡροσκόπῳ ἢ αὐτῇ μόνῃ. 'Eὰν δὲ ἀμφοτέροις, ἐπὶ εἰκὸς δὲ καὶ τὸ δάνεισμα ἔσται.
Περὶ δανείων
Δωροθέου ε′, 20, ἐκ τῶν Ἡφαιστίωνος γ′, 28 (fr. 79a Stegemann)
Ἀκολούθως τοῖς προτέροις ἔστω ὁ μὲν δανείζων ὁ ὡροσκόπος, ὁ δὲ δανειζόμενος τὸ δῦνον, τὸ δὲ μεσουράνημα τὸ διδόμενον ἀργύριον, τὸ δὲ ὑπὸ γῆν μηνύσει τὴν ἔκβασιν τοῦ χρέους. Καὶ ἡ τῆς Σελήνης ἀπόρροια ληφθήσεται εἰς πρόσωπον τοῦ δανείζοντος, ἡ δὲ συναφὴ τοῦ δανειζομένου, ἐκ δὲ τῶν ὠφελούντων ἢ βλαπτόντων ἀστέρων αἱ προαγορεύσεις ἀκολούθως ἕπονται. Τινὲς δὲ ἐπισκέπτουσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, τὴν μὲν Σελήνην εἰς τὸν δανείζοντα, τὸν δὲ Ἥλιον εἰς τὸν χρεώστην, ἐὰν δὲ ᾖ λειψίφως ἡ Σελήνη ἐναντίως.
Κακὴ δὲ ἡ Σελήνη ἐν τοῖς συνδέσμοις ἢ ἐν τῷ νοτίῳ ταύτης πλάτει. Φυλάττου δὲ δανείζων τὴν τοῦ Ἑρμοῦ μετὰ Κρόνου στάσιν, καὶ ἔτι τῆς Σελήνης ἐν ἀρχῇ τοῦ Λέοντος καὶ τῶν Διδύμων καὶ τοῦ Τοξότου, καὶ ὅτε τούτων αἱ ἀρχαὶ τῶν ζῳδίων
γαίης ὑπεραντέλλουσιν.
εἰ δὲ λαβεῖν ἐθέλεις αὐτὸς χρέος ὧδέ τοι ἔστω
λώιον· Ὑδροχόῳ καὶ Σκορπίῳ ἠδὲ Λέοντι
δῖα Σεληναίη καὶ Ἰχθύσιν ἀμφὶς ἐοῦσα
ἢ ἐνὶ Τοξευτῇ καί οἱ φάος ἐνδεὲς ἔστω,
ὡς δ’ αὔτως καὶ ἀριθμός,
ἡ δὲ Ἀφροδίτη καὶ ὁ Ζεὺς καὶ ὁ Ἑρμῆς ἐπιμαρτυρήσωσι τῇ Σελήνῃ, πολὺ βέλτιον ἐὰν καὶ τῷ ὡρονόμῳ.
Περὶ ἀποδημίας
Δωροθέου ε′, 21–22, ἐκ τῶν Ἡφαιστίωνος γ′, 30
Εἰ δέ νύ τις πάτρηθεν ἐπ’ ἀλλοδαπὴν χθόνα βαίνοι
αὐτὸν ἀφ’ ὡρονόμου, χῶρόν γε μὲν εἰς ὃν ἄπεισιν
ἐκ δυτικοῦ κέντρου, πρῆξιν δέ τοι ἐκ μεσάτοιο
ὕψεος εὖ φράσσαιο, τί δ’ αὖ τέλος ἔσσεται αὐτῷ
ζῴῳ ὑποχθονίῳ σάφα κεν μάλα τεκμήραιο.
Ἐπιζήτει, φησίν, τοὺς ἀγαθοποιοὺς τῶν ἀστέρων ὁποίαν στάσιν ἔχουσι καὶ σχήματα· ἀγαθὸν γὰρ καθολικῶς μηδενὸς τῶν ἀστέρων στηρίζοντος καὶ συσχηματιζομένου τῇ Σελήνῃ τὰς ἐκδημίας ποιεῖν, συμφορώτατον δὲ ἀποδημεῖν τῆς Σελήνης αὐξούσης τῷ φωτὶ καὶ προστιθείσης τοῖς τε κατὰ μῆκος ἀριθμοῖς καὶ τῷ πλάτει.
Παραφυλάττειν δὲ τὰ κέντρα χρή. Καὶ ἐν μὲν τῷ ὡροσκόπῳ ἀγαθοποιῶν ἀστέρων τυχόντων ἢ καὶ μαρτυρούντων αὐτῷ ἥδιστα τὰ τῆς ὁδοῦ ἢ τὰ τοῦ πλοῦ ἔσται, συνόντος δὲ τοῦ Ἑρμοῦ αὐτοῖς καὶ ἐπὶ ἑῴας ἀνατολῆς ταχέως καὶ εὐθύμως πράξει τις ὑπὲρ ὧν τὴν ἐκδημίαν ποιεῖται, ἐν δὲ τῷ δύνοντι τυχόντος τοῦ Ἑρμοῦ, μαρτυρουμένου τε ὑπὸ Διὸς καὶ Ἀφροδίτης, βελτίω καὶ ἐπικερδῆ ταῦτα ἔσται καὶ ἀξιόλογα. Καθόλου ἐπὶ ἀποδημίας δεῖ Ἑρμῆν σκοπεῖν μὴ ἀφαιρῇ ἢ ὕπαυγος ᾖ καὶ ὑπὸ κακοποιῶν βλάπτηται καθ’ οἱονδήποτε σχῆμα, καὶ ὅτε δὲ μέλλῃς εἰς πόλιν εἰσιέναι ἢ ἀπὸ πλοίου ἐξιέναι τοῦτο παραφυλάττου. Παρετηρήθησαν γὰρ Ἄρεως δὲ καὶ Κρόνου ἐπόντων τῷ δύνοντι ἢ καὶ θεωρούντων ἀσθένειαι σωματικαί, καὶ ζημίαι καὶ ἐποχαὶ γενήσονται. Ἐκ δὲ τῶν θεωρούντων ἀστέρων τὸ μεσουράνημα ἢ καὶ ἐπόντων τὸ πρᾶγμα οὗ χάριν ἡ ἐκδημία γίνεται γνωσθήσεται, τὸ δὲ τέλος ἐκ τοῦ ὑποχθονίου, τὸ κῦρος δὲ πάντων ἐκ τῶν συσχηματισμῶν, μάλιστα τῆς Σελήνης, τελειοῦται, ἣν ἀπαγορευτέον πρὸς τὰς ἐξόδους κακοδαιμονοῦσαν ἢ κακοτυχοῦσαν· οὐ μόνον γὰρ δυσπραξίας αἰτία, ἀλλὰ καὶ πημάτων ὑπουργός.
Ταῦτα δὲ καὶ Δωρόθεος ἐν τοῖς ἔπεσιν ἀναδιδάσκει οὕτως·
ἐσθλὸς ἐν ὡρονόμῳ βεβαὼς ἐν πᾶσιν ἄριστος,
ἐσθλὸς καὶ δύνοντι βεβώς, ἐπικερδέα χῶρον
κεῖνον ἐφ’ ὅν τις ἄπεισι λέγει κἢν εἵνεκα δόξης
εἰς αὐτὸν στέλλοιτο, παρὼν δ’ ἐν τῷδε πυραυγής
Ἄρης ἢ Φαίνων κρυόεις ὅτε μέν γε βαρείας
νούσους, ἄλλοτε δ’ αὖτε μάχας, ὅτε δ’ ὕβριας αἰνάς.
μηδὲ Σεληναίης ἐπὶ δαίμονος οὐλομένοιο
ἠὲ τύχης, ὅπερ ἕκτον ἀφ’ ὡρονόμοιο, βεβώσης
ἄρχοιο ξενίης· ἢ γὰρ τόδε πῆμα φυτεύει
ἠὲ δυσεργείην ἢ καὶ βιότῳ τινὰ λώβην.
ναὶ μὲν δὴ καὶ ἀνάκτωρας τεκμαίρεο Μήνης
ἠδὲ καὶ ὡρονόμου μή που κεκρυμμένοι εἶεν,
φέγγεϊ μαρμαρυγῇ τε δεδασμένοι Ἠελίοιο,
εἰ δὲ στηρίζει τις ἀπ’ ἀμφοτέρων κρατεόντων
βραδεῖς τάς κεν ὁδοὺς ἢ πρήξιας ἐκτελέσειεν.
Καθολικῶς ἐκ παρατηρήσεως ἐν τῷ δυτικῷ κέντρῳ τυχοῦσα ἢ ἐν τῷ τούτου ἀποκλίματι μακρὰς τὰς ἀποδημίας παρέχει, τοῖς τε ἀπὸ ξένης εἰς τὰ οἰκεῖα ἐρχομένοις τὸ αὐτὸ σχῆμα ταχείας τὰς ἀναστροφὰς δηλοῖ. Τὸν οὖν τῆς Σελήνης, φησίν, οἰκοδεσπότην καὶ τοῦ ὡροσκόπου ὁρατέον μὴ ὕπαυγοι εἶεν ἢ στηρίζοντες· παρολκὴν γὰρ ἢ ἀπραξίαν ἐργάζονται. Παραφυλάσσεσθαι δὲ δεῖ καὶ τετραγωνίζοντας ἢ διαμετροῦντας τοὺς κακοποιοὺς αὐτήν, τῶν δὲ ἀγαθοποιῶν ἀνακραθέντων αὐτοῖς ἀνώμαλον τὴν ὑποστροφὴν ἐπὶ τὰ οἰκεῖα ὑπονοητέον.
Δωροθέου ε′, 21–22, ἐκ τῶν Ἡφαιστίωνος γ′, 30
Καὶ ταῦτα μὲν ὁ Νικαεὺς Πρωταγόρας, ὁ δὲ Δωρόθεος ἐν τοῖς ἔπεσι περὶ ἀναγωγῆς ταῦτα·
πλωέμεναι χατέουσιν ἀληθέα ταῦτά κεν εἴποις.
εὖτε Σεληναίῃ μή τις κακὸς ἠέπερ ἐσθλός
μαρτυρέοι καὶ δ’ αὐτὴ ὑπερχθονίη φορέοιτο
τῶν πρώτων Κριοῖο παρερχομένη μοιράων
εἰς δεκάτην οὕτω κεν ἐΰπλους τεκμαίροιο.
Ταύρῳ δὲ μέγα χεῖμα, κακὸς δέ ἑ μή τις ὁράτω,
λυγρὸν ἐπεὶ τούτοις ἔργου τέλος αἰὲν ὁμαρτεῖ.
ἐν Διδύμοις εὖτ’ ἄν τις ἀπ’ ὀγδοάτης ἀνάγηται
νόστος μὲν χρόνιος τότε ἔσται, ἀλλ’ ἐπιτερπής.
Καρκίνος αὖ πολλαῖς κεν ἀνιήσειε γαλήναις,
ἀλλ’ οὐδὲν βλαφθεὶς ἀφίκοιτό κεν ἧχι θελήσει.
αἴ κε κατὰ βλοσυροῖο τύχῃ καθιεῖσα Λέοντος
ἔσται τις κίνδυνος ὕπερθ’ ἁλὸς ἀνέρι τούτῳ,
μαρτυρέων δ’ ὀλοός τις ἐπ’ ἄλγεσιν ἄλγεα θήσει.
ναὶ μὴν Παρθενικὴ σταχυηφόρος οὔτι περ ὠκύν
οἴσει σινομένοις πλόον ἀνδράσιν. ἀμφὶ Ζυγῷ δέ
ἐκ μοίρης δεκάτης οὐ μέμψεται οὐδὲ κέλευθον
ὑγρὴν οὐδέ περ ἄλλο καὶ ἢν εἰς οἶκον ἴῃσι.
Σκορπίῳ ἀμφὶς ἐοῦσα τὰ μὲν κατὰ πόντον ἐκείνοις
ἀσφαλέως θήσει, ψυχὴν δ’ εἴωθε ταράσσειν.
Τοξευτὴς χειμῶνα φόβους τ’ ἐπισύρεται ἄλλους.
εὔπλοος Αἰγόκερως ὅτ’ ἀμείψεται ἐννέα μοίρας,
ἔμπης δ’ αὖτε καὶ αὐτὸς ἄγει ταραχήν τινα θυμῷ.
νωθὴς Ὑδροχόος, τὸ δέ τοι τέλος οὐκ ἐπίμεμπτον.
Ἰχθύσι δ’ αὖ κίνδυνα, νόσον τ’ ἐπὶ τοῖσιν ἔσεσθαι
σημαίνει, Θούροιο μάλιστα δὲ δερκομένοιο
λυγρῇ μαρτυρίῃ, πεφύλαξο δὲ νήϊον ἱστόν.
Φησὶ γὰρ ἐν τοῖς ἑξῆς· μὴ ἔστω ἡ Σελήνη συνάπτουσα τῷ Κρόνῳ στηρίζοντι μήτε τετράγωνος. Λέγει γὰρ ὅτι ἐὰν καὶ τριγωνίζῃ καὶ οὕτω μόγις σωθήσονται ἐκβαλόντες τὰ φορτία, συνδιατιθέντος δὲ μετ’ αὐτῶν στηρίζοντος καὶ τοῦ Ἑρμοῦ πλείονα καὶ χείρονα τὰ κακὰ ἔσται, ἀγαθοποιοῦ δὲ ὁρῶντος ἐλαφρὰ τὰ κακά.
εἴκελα δ’ αὖ τούτοις ῥέζει Κρόνος ὡρονομεύων
καὶ χωρὶς Μήνης ἑλικώπιδος, εἰ δ’ ἐν ζῴῳ
εἴη ὅπῃ καὶ πρόσθεν ὅτ’ ἔκπεσε μητέρος ἀνήρ
ἠὲ τρίγωνος ἐὼν ἢ καὶ τετράγωνος ἐκείνῳ
ἠὲ καὶ ἀντικρὺ τότε κεν μήκιστα γένοιτο.
εἰ δὲ θέσιν τοίην οἵην Φαίνοντος ἔλεξα
σχοίη Ἄρης Μήνης καθ’ ὑπέρτερον
ἡμισφαίριον ἐρχομένης (τουτέστιν εἰς τὸ δέκατον ἀπ’ αὐτοῦ ἐρχομένης) μάλιστα κακὰ σημαίνει καὶ μίση καὶ στάσεις καὶ ἐν αὐτῇ τῇ νηῒ καὶ ἕως αἱμαγμοῦ. Ἑὰν δὲ καὶ ὁ Ἑρμῆς συγκακώσῃ χείρονα γίνεται, ἐὰν δὲ ἀγαθοποιοὶ ὁρῶσιν ἐλαττοῦνται τὰ κακά.
εὖτε δέ κεν Πυρόεις Φαίνων θ’ ἅμα καὶ τρίτος Ἑρμῆς
τοίην ἄλλοθεν ἄλλος ἐπισκοπέῃσι Σελήνην
ἤπερ καὶ ἐξ ὁμόθεν στυγερὸς καὶ ἄφυκτος ὄλεθρος,
ἶσα δὲ καὶ Στίλβοντι μιγεὶς ὀλοφώιος Ἄρης.
ἣν δὲ Κρόνος καὶ Ἄρης ὁ μὲν Ἥλιον, ὃς δὲ Σελήνην
δέρκηται, καὶ τοῖσιν ἀεικέα λυγρὰ πιφαύσκει.
Ζεὺς δ’ ὅτε τετράπλευρος ἄνω χθονὸς εἴδετ’ ἰοῦσαν
ἠύκερον Μήνην τότε κεν πλόος ἔσσεται ἐσθλός,
καὶ πρῆξις τούτοις καὶ ἐλπίδες αἱ κατὰ θυμόν
ἕψονται, μάλα δ’ αὖ κεν ἐπὴν ἐρόεσσα Κυθήρη
Αἰγιόχῳ λεύσσῃσιν ὁμοῦ, κἢν ἄλλοθεν αὐτή
ὀσσομένη τότε πολλὰ χαρίσσεται οἷα λέλεκται.
καλὰ δὲ καὶ μουνὰξ κραιπνὴν ὁρόωσα Σελήνην
δώσει Κύπρις ἄνασσα καὶ ὠφελίας τινὰς ὠκεῖς
καὶ πλόον ἠρεμέοντα γυναικείους τ’ ὀαρισμούς,
ἀλλὰ χωρὶς Διὸς ἧττον ὠφελεῖ, μετὰ δὲ Διὸς καὶ μᾶλλον ὠφελεῖ. Ἀφροδίτη ὕπαυγος ὑπὸ γῆν οὖσα μετὰ Σελήνης
εὐδίας τε καὶ νηνεμίας
παρέχει, καὶ χρονίζουσιν οἱ ἀναγόμενοι ἐν τῷ πλῷ.
εὖτέ γε μὴν φάεσσι δυσὶν νωμήτορες ἐσθλῶν,
Ἠελίῳ Μήνῃ τε, σὺν Ἑρμάωνι γένωνται
μάρτυρες οὐκ ἔσται τούτου πλόος ἄλλος ἀμείνων.
ἡνίκα δ’ ὡρονόμῳ κακομήτιες ἐγγεγάωσιν
ἀστέρες, εὐέρκται δὲ θοῇ συνέωσι Σελήνῃ,
ἢ καὶ ἐναλλάγδην, σκαιὴν ποιοῦσι θάλασσαν.
Σελήνη ἀμαρτύρητος οὖσα ὑπὸ πάντων τῶν ἀστέρων καὶ κενοδρομοῦσα, ὁ δὲ ὡροσκόπος ἔχων τι ζῴδιον τῶν πρὸς τὸ πλεῖν ἐπιτηδείων (οἷον Ταῦρον, Διδύμους, Ἰχθύας, Αἰγοκέρωτα, Καρκίνον, Παρθένον, Τοξότην) μετά τινος τῶν ἀγαθοποιῶν, ἀγαθὸν τοῖς ἀναγομένοις· Σελήνη καὶ ὡροσκόπος ἀμαρτύρητοι ὑπὸ πάντων τῶν ἀστέρων κενοδρομοῦντες ἐὰν ἐπέχωσιν ἐκ τῶν πρὸς τὸ πλεῖν ἐπιτηδείων ζῳδίων τῶν προλελεγμένων οὐκ ἔστι κακὸν τοῖς ἀναχθεῖσιν. Ἐξαιρέτως δὲ χρὴ τὴν Σελήνην ὁρᾶν ἵνα μὴ βλάπτηται καθ’ οἱονδήποτε τῶν ἐκκειμένων τρόπων ἐν τῷ β′ κεφαλαίῳ τούτου τοῦ βιβλίου. Τότε δὲ λογίζου τὴν τοῦ πλοῦ καταρχὴν ὅταν οἱ ναῦται τὴν ἄγκυραν ἐκ τῆς ψάμμου ἑλκύσωσιν, τοῦ δὲ πλέοντος ἐν τῇ νηῒ ἑκάστου ἡ καταρχὴ τότε ἐστὶν ἡνίκα τὸν πόδα εἴσω τῆς νηὸς θήσει.
Εἰ δὲ βούλει μαθεῖν εἰ βραδύνει ἐπὶ τῆς ξένης ἢ οὐ ὅταν ἐπιβῇ τῆς πόλεως ἐκείνης πρὸς ἣν ὁδεύσει σκόπει τὸν β′ τόπον τοῦ ὡροσκόπου τῆς εἰς τὴν πόλιν εἰσόδου καὶ τὸν τούτου κύριον, καὶ εἰ μὲν οὗτος ἀναποδίζει ταχέως ἐξελεύσεται κενὸς καὶ ἄπρακτος, εἰ δὲ στηρίζει καὶ οὕτω πάλιν μετὰ τοῦ ἄπρακτος εἶναι καὶ χρονοτριβήσει ἐν τῇ πόλει. Καὶ τούτων ὄντων ἐὰν μὲν ὁ αὐτὸς οἰκοδεσπότης τύχῃ δύνων νόσων καὶ ἀηδίας αἴτιος γίνεται τῷ εἰσιόντι· εἰ τύχῃ ἐν τῷ ὑπογείῳ σκέπτου μὴ καὶ θανάτου αἴτιος γένηται, ἐὰν δὲ εὑρεθῇ προσθετικὸς καὶ ὢν ἐπὶ τοῦ ὡροσκόπου ἢ ἐπὶ τοῦ μεσουρανήματος εὖ πράξας ταχέως ἐξελεύσεται.
Σκέπτου δὲ καὶ τὸν Ἥλιον τῆς ἐξόδου καὶ τὰ τούτου τετράγωνα καὶ διάμετρα, καὶ εἰ μὲν ἀγαθοποιοὶ εἶεν ἐν τούτοις ἡ ἐπάνοδος καλὴ καὶ ταχεῖα ἔσται, εἰ δὲ κακοποιοὶ σκόπει πότε ἀλλάξουσι τοὺς τόπους καὶ ἀντ’ αὐτῶν ἀγαθοποιοὶ εἰσελεύσονται, καὶ τότε τὴν ἐπάνοδον ὑπονοητέον ἢ ὅτε ἀποκαθίσταται ὁ Ἥλιος ἢ ἔλθῃ εἰς τὰ ἴδια τετράγωνα καὶ διάμετρα· καὶ τὴν Σελήνην δὲ ὁμοίως τῷ Ἡλίῳ σκέπτου. Δεῖ δὲ καὶ τοῦτο παρατηρεῖν· ὅταν τις εἰς πόλιν εἰσέλθῃ σκόπει τὰ δ′ κέντρα ὑπὸ τίνων ὁρᾶται καὶ ἡ Σελήνη πρὸς τίνας φέρεται. Παρετηρήθη γὰρ ὁ Καρκίνος οὐκ ἀγαθὸς ὡροσκοπῶν ἐν τῇ εἰσόδῳ τῆς πόλεως· οἱ γὰρ συντυγχάνοντες αὐτῷ ἔσονται κνιποί, καὶ οὐδὲν κερδανεῖ, εἰ δὲ καὶ δοῦναί τι μέλλει πλέον δώσει τοῦ ὀφειλομένου. Ἴσθι δὲ καὶ τοῦτο καθόλου ὅτι ὁ Ἄρης ἀπὸ τοῦ Τοξότου τὴν Σελήνην ὁρῶν φαύλῳ σχήματι πληγὰς ἐπάγει κατὰ τὴν ὁδὸν ἢ ἑτέρας περιστάσεις.
Περὶ ναυπηγίας
Δωροθέου ε′, 23, ἐκ τῶν Ἡφαιστίωνος γ′, 17
Περὶ δὲ πλοίου συνωνῆς ἢ ναυπηγίας τὴν μὲν πρύμνην τῇ ἀνατολῇ μεριστέον καὶ τὸν ἱστὸν τῷ μεσουρανήματι καὶ τὰ μέσα τοῦ πλοίου, τὴν δὲ πρῷραν τῇ δύσει, τὴν δὲ τρόπιν καὶ τὰ περὶ αὐτὴν τῷ ὑπὸ γῆν, καθ’ ὃ δὲ εὑρεθεῖεν οἱ κακοποιοὶ τοῦ διαθέματος τεθέντος κατ’ ἐκεῖνο δεῖ τὸ μέρος συλλογίζεσθαι σινωθήσεσθαι τὸ πλοῖον. Ἐπιτηρεῖν δὲ χρὴ τοὺς ἀγαθοποιοὺς ἐν τῷ ὑπογείῳ ἢ μαρτυροῦντας τῷ τόπῳ, ἔστω δὲ τὸ ὑπόγειον ἐν τοῖς ζῳδίοις τοῖς δυναμένοις νήχεσθαι – ἐν Ταύρῳ ἢ Διδύμοις ἢ Καρκίνῳ ἢ Παρθένῳ ἢ Τοξότῃ ἢ Ἰχθύσιν ἢ Αἰγοκέρωτος ταῖς ἐσχάταις μοίραις· ὁ δὲ Ταῦρος κρείττων πάντων, μετ’ αὐτὸν οἱ Ἰχθύες, ἔπειτα οἱ Δίδυμοι. Τὸν δὲ Ἥλιον λάμβανε τρίγωνον τῇ ὥρᾳ, τὴν δὲ Σελήνην αὔξουσαν τοῖς φωσὶν καὶ τοῖς ἀριθμοῖς καὶ τῷ πλάτει καὶ μαρτυρουμένην παρὰ ἀγαθοποιῶν, φυλάττου δὲ τῶν κακοποιῶν πρὸς αὐτήν τε καὶ Ἥλιον παρουσίας ἢ ἀκτινοβολίας.
Δωροθέου ε′, 24, Τζέτζη εἰς Ὁμηρον (fr. 121 Stegemann)
Δωρόθεος δὲ τῆς Ὁμηρικῆς ὥσπερ ὁλότητος ἀποσπάδα φησίν, στόλων δὲ ἀπωλείας λέγων σημεῖον (scil. τοὺς κομήτας). Φησὶ δὲ οὑτωσί·
πολλὰ δὲ ναυμαχίῃσιν ἐνὶ σκάφη ἐξαπολεῖται.
Περὶ τῶν εἰργομένων
Δωροθέου ε′, 27, ἐκ τῶν Ἡφαιστίωνος γ′, 40
Περὶ δὲ τῶν εἰργομένων ἐπιτηρητέον τὴν Σελήνην καθ’ αὑτὴν ἐν ποίῳ ζῳδίῳ τυγχάνῃ τῇ ὥρᾳ τοῦ εἴργεσθαι. Καὶ ἐὰν μὲν τύχῃ ἐν Κριῷ
λύσιν τέκμαιρε ταχεῖαν.
ἐν Ταύρῳ μενέει δὲ πολὺν χρόνον, εἵνεκα δ’ αὖτε
κτήσιος ἢν ἄρα τοῦτο πάθῃ, ταύτην μὲν ὀλέσσει·
ὕστερον αὖ φυλακὴν καὶ ἄλγεα φεύξεται αὐτός.
ἐν δὲ Κασιγνήτοις εἰ μὴ λύσιν ἐν τρισὶν ἕξει
ἤμασι τοῖς πρώτοις τετρύσεται ἐν κακότητι.
Καρκίνος αὖτ’ ἐπὶ δηρὸν ἀεικείῃ μιν ἐρύξει.
εὖτε δὲ βρυχητῆρος ὑπερφορέοιτο Λέοντος
ἀνδρὸς ἐρισθενέος καὶ μείζονος ἄλγε’ ἕκητι
ἕψεται οὐδὲ μίνυνθα συνέσσεται ἀλλ’ ἐπὶ δηρόν.
ἀμφὶ δὲ Παρθενικῇ μάλα κεν ῥέποι ἔνθα καὶ ἔνθα
ὅττι κε τεκμαίροιο, τὸ δὲ πλέον ἔστ’ ἐπ’ ἀρωγῇ.
ἐν Ζυγῷ ἔπλετο φύξις. ἐν ὀκταπόδῳ δὲ Σελήνη
Σκορπίῳ εἰ βεβάῃσιν ἀεικείῃ μιν ἐρύξει
οὐδ’ ὀλίγον μίμνοι κεν ἐπὶ χρόνον, ἔμπα δὲ λύει.
Τοξευτὴρ ἐπὶ μακρὸν ἐν ἄλγεσιν ἀνέρα θήσει.
Αἰγόκερως τάδε πλὴν ἄνεσιν δεσμοῖο παρέξει.
αὐτὰρ ἐν Ὑδροχόῳ καὶ Ἰχθύσι δὴν μενέουσι
τειρόμενοι, χαλεπῇ δὲ κακηπελίῃ μογέοντες.
ταῦτα Σεληναίης μούνης τούτοισιν ἐπούσης
οἷς προέφην· θέσιες γὰρ ἐναλλάσσουσί μιν ἄστρων,
τουτέστιν οἱ μὲν ἀγαθοποιοὶ συνόντες ἢ ὁρῶντες ταχεῖαν τὴν ἄφεσιν ποιοῦσιν, οἱ δὲ κακοποιοὶ οὐκέτι. Ὁ δὲ Ἑρμῆς μετὰ τοῦ Διὸς συσχηματισθεὶς αὐτῇ ταχέως τὰ ἀγαθὰ παρέχει καὶ τὴν τῶν κακῶν λύσιν. Ὁ δὲ Ἄρης κακώσας τὴν Σελήνην αἴτιος γίνεται μαστίγων, αἱμαγμοῦ τε καὶ κακώσεως. Ὁ δὲ Κρόνος τοῦτο ποιήσας πολυχρονιώτερα καὶ δυσέκλυτα ποιεῖ τὰ κακά.
εἰ δ’ ἄρ’ ὁμοῦ Μαίης τε πάις Φαίνων τε καὶ Ἄρης
τῇδέ μιν ἐν δεσμοῖς φθισίβροτος αἶσα κίχησι.
καὶ δ’ ὥρην φράζοιο τίνες τ’ ἐπιμάρτυροι αὐτῇ
κείνην ἥ ῥ’ ἐφύτευσε καὶ ἤγαγεν ἀνέρ’ ἐς ἦμαρ.
κρέσσων αὖ τούτοισι Σεληναίη μινύθουσα
ἔσσεται, αὐξομένη δὲ χερειότερ’ ἔργα τελέσσει.
καὶ Μήνη σύνδεσμον ἐπὴν μέλλῃσιν ἄνασσα
λυέμεναι τόδε σῆμα κακῶν τεκμήρατο φύξιν.
κἢν συναφὴν ἀκτῖσιν ὑπ’ Ἠελίοιο τυχούσῃ
Κύπριδι ποιῆται τότε δ’ ἂρ βροτὸν αἰνὰ παθόντα
ἐκ συνοχῆς λύσειεν ἀεικελίων τ’ ὀδυνάων.
ὣς δὲ καὶ Ἑρμείῃ συναφὴν δυτικῷ γεγαῶτι
ἑσπερίῳ τεύξασα κακῶν ἀπότευξιν ἔδωκεν.
μέσσοις δ’ ἐν ζῴοισιν ἀφ’ ὕψεος οὐρανίοιο
εἵως δυομένου ἵνα τε κλίσις εἰς νότον ἐστίν,
Κύπριδι συμμίσγουσα καὶ Ἑρμάωνι συνοῦσα
ῥύεται ἐκ δεσμοῖο. καὶ ἢν ἑλικῶπιν ἄνασσαν
Αἰγίοχός τε Κρόνος τε τριγωνίζωσιν ὁρῶντες
οὔ φιν ἄνευ τιμῆς καὶ δόξης ἐλευθεροῖ.
Σελήνη ἐν τοῖς αὐτοῖς οὖσα ζῳδίοις καὶ ὑπὸ Ἄρεως μαρτυρουμένη ταχέως λύει ἐκ τῶν δεσμῶν τὸν εἱρχθέντα ἢ ζῶντα ἢ τελευτήσαντα.
Τὸ ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὑπογείου κέντρου ἡμικύκλιον προηγούμενον κατωφερές τε καὶ λιβυκὸν καλεῖται, τὸ δὲ ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὑπογείου κέντρου ἡμικύκλιον ἑπόμενον ἀνωφερές τε καὶ ἀπηλιωτικὸν καλεῖται. Σελήνη οὖν τυχοῦσα ἐν τῷ λιβυκῷ ἡμικυκλίῳ ὑπὸ Ἄρεως βλαπτομένη σημαίνει ἀδίκως κρατούμενον τὸν δεσμώτην καὶ πολυχρονήσοντα ἐν τοῖς δεσμοῖς, ἐν δὲ τῷ ἀπηλιωτικῷ ἡμικυκλίῳ οὖσα λύσιν ἐπαγγέλλεται. Σελήνη ἐν τοῖς λιβυκοῖς μέρεσιν ὑπὸ μὲν Ἄρεως τριγωνιζομένη, ὑπὸ δὲ Διὸς τετραγωνιζομένη λύσιν τῶν δεσμῶν σημαίνει. Σελήνη συνοδεύουσα Κρόνῳ καὶ ὑπὸ Διὸς τετραγωνιζομένη ἐξ ὁποτερουοῦν μέρους καὶ οὕτως ἐκ τῶν δεσμῶν λύει. Ἄρης τετραγωνίζων τὴν Σελήνην, ὁ δὲ Κρόνος διαμετρῶν αὐτήν, ἅμα βλάπτοντες ἐπὶ πολὺ κατέχουσιν ἐν τοῖς κακοῖς τὸν δεσμώτην. Ἐὰν δὲ ὁ μὲν Ἄρης τριγωνίζῃ τὴν Σελήνην, ὁ δὲ Κρόνος τετραγωνίζῃ, ἢ τὰ δεσμὰ συντρίψουσιν οἱ δεσμῶται ἢ τὸν τοῖχον τοῦ δεσμωτηρίου διορύξουσιν ἢ ἄλλο τι τοιοῦτον νεωτερίσουσι πρὸς τὸ ἐκφυγεῖν. Ἐξαιρέτως δὲ δεῖ ὁρᾶσθαι τὸ ὑπόγειον· τὸ γὰρ τέλος ἐκ τούτου δηλοῦται.
Περὶ νοσοῦντων
Δωροθέου ε′, 29, ἐκ τῶν Ἡφαιστίωνος γ′, 31
Σκέπτου οὖν ποῖον τῶν ιβ′ ζῳδίων κατὰ τὴν πῆξιν τῆς γενέσεως ἐκακοῦτο ὑπό τινος τῶν κακοποιῶν ἀστέρων. Καὶ ἐὰν συμβῇ γενέσθαι καὶ τὴν καταρχὴν τοῦ νοσήματος ἐν τῷ κεκακωμένῳ ἐξ ἀρχῆς ζῳδίῳ τῆς Σελήνης οὔσης, οἱ δὲ χρόνοι οἱ ἀπὸ τοῦ ὡροσκόπου ἐκβαλλόμενοι καταντήσωσιν εἴς τι ζῴδιον τοιοῦτον ὁποίῳ ἦν κατὰ τὴν πῆξιν ὁ Κρόνος ἢ ὁ Ἄρης ἢ αἱ τῶν φωστήρων ἢ τῶν κέντρων ἢ τῶν κλήρων ἀφέσεις ἐκβαλλόμεναι εἰς τὰς φθαρτικὰς τῶν κακοποιῶν ἀκτῖνας ἐμπέσωσιν, χαλεπωτάτη γίνεται ἡ νόσος. Εἰ μὲν γὰρ ἀπὸ Ἄρεως ἀπορρέοι ἢ ἀπὸ Κρόνου ῥευματισμοὶ ἔσονται ἢ νεύρων ἀλγηδών. Ἐὰν δὲ οἱ κατὰ τὴν γένεσιν κακοποιοὶ ἐν δισώμοις ὄντες ζῳδίοις, καὶ μάλιστα ἐν Διδύμοις καὶ Ἰχθύσι διὰ τὸ ταῦτα τὰ ζῴδια τετμῆσθαι ἀπ’ ἀλλήλων – ἐὰν οὖν οὕτως ἔχοντες οἱ κακοποιοὶ ὡς εἴρηται ἐξ ἀρχῆς μέσην περιέχωσι τὴν Σελήνην ἐν μὲν Διδύμοις ὄντες χειράγραν ἐπιφέρουσιν, ἐν δὲ Ἰχθύσι ποδάγραν.
Περὶ βίου καὶ κτήσεως
Δωροθέου ε′, 32 ἐκ τῶν Ἡφαιστίωνος γ′, 41
Σκοπεῖν δεῖ τὸν β′ τόπον (τουτέστι τὴν ἐπαναφορὰν τοῦ ὡροσκόπου) καὶ κατὰ τὰς τῶν χρόνων διαιρέσεις ὁρᾶν εἰς ποῖον κατέληξε ζῴδιον. Καὶ ἐὰν κατά τε τὴν ἐξ ἀρχῆς πῆξιν καὶ κατὰ τὴν τῶν χρόνων ἐπέμβασιν οἱ κακοποιοὶ συνῶσιν ἢ διαμετρῶσιν ἢ τετραγωνίζωσιν ἑκάτερον τόπον τόν τε κατὰ τὴν πῆξιν καὶ τὸν κατὰ τὴν τῶν χρόνων ἐπέμβασιν τῶν ἀγαθοποιῶν μὴ βοηθούντων μήτε κατὰ τὴν πῆξιν μήτε κατὰ τὴν πάροδον ἐλαττωθήσεται ὁ βίος καὶ ἡ περίκτησις τοῦ ἀνθρώπου ἐκείνου, ἐὰν δὲ ἔμπαλιν γένηται (τουτέστιν ἐὰν ὅ τε κατὰ πῆξιν καὶ ὁ κατὰ ἄφεσιν τῶν χρόνων ἐκπεσὼν β′ τόπος ὑπὸ ἀγαθοποιῶν συμπαρουσίας ἢ τετραγωνισμοῦ ἢ διαμετρήσεως κατά τε τὴν πῆξιν καὶ κατὰ τὴν τῶν χρόνων ἐπέμβασιν τῶν ἀστέρων μαρτυρούμενος ὠφελῆται) ἐπαύξησις ἔσται τῷ βίῳ καὶ τῇ περικτήσει τοῦ ἀνθρώπου, ἐὰν δὲ μεμιγμένα ᾖ μίξις ἔσται (τουτέστιν αὐξομείωσις τοῦ βίου).
Δεῖ οὖν παρατηρεῖν ἐν ταῖς καταρχαῖς ταῖς τῶν καθ’ ἡμέραν πράξεων τὴν Σελήνην. Εἰ γὰρ τύχοι παροδεύουσα ἐν τόποις τοιούτοις ἐν οἷς οἱ κατὰ πῆξιν κακοποιοὶ ἦσαν ἢ καὶ τετράγωνοι ἢ καὶ διάμετροι αὐτοῖς, μηδενὸς μὲν τῶν ἀγαθοποιῶν μήτε κατὰ τὴν πῆξιν μήτε κατὰ τὴν πάροδον βοηθοῦντος, τῶν δὲ κακοποιῶν κατὰ τὴν πάροδον βλαπτόντων ἤτοι κατὰ σῶμα ἢ κατὰ σχῆμα, καὶ μάλιστα τετράγωνον ἢ διάμετρον, κακίστη γίνεται ἡ καταρχὴ ἐκείνη καὶ κλιμακτηριώδης, ἐὰν δὲ ἔμπαλιν ᾖ (τουτέστιν ἐὰν ἡ Σελήνη τύχῃ ἐν τῇ καταρχῇ παροδεύουσα ἐν τοῖς τῶν ἀγαθοποιῶν κατὰ τὴν πῆξιν τόποις ἢ ἐν τοῖς τετραγώνοις ἢ ἐν τοῖς διαμέτροις αὐτῶν, μηδενὸς μὲν τῶν κακοποιῶν μήτε κατὰ τὴν πῆξιν μήτε κατὰ τὴν πάροδον βλάπτοντος, τῶν δὲ ἀγαθοποιῶν κατὰ τὴν πάροδον ὠφελούντων ἤτοι κατὰ συμπαρουσίαν ἢ κατὰ σχῆμα, καὶ μάλιστα τὸ τετράγωνον) καλλίστη γίνεται ἡ καταρχὴ ἐκείνη καὶ ἐπιτευκτική, ἐὰν δὲ μεμιγμένα ᾖ ἐν τούτοις τὰ προειρημένα σχήματα ἐκ τῶν ὠφελούντων καὶ βλαπτόντων μίξις ἔσται καὶ τῶν δηλουμένων ὑπὸ τῆς καταρχῆς ἔκ τε ἀγαθοῦ καὶ κακοῦ κατὰ τὴν ἔκβασιν.
ἐκ τῶν Ἡφαιστίωνος γ′, 20 (fr. 95 Stegemann)
Εἰ δὲ ἴδῃς καὶ τὰς γενέσεις τούτων οἷς συντυχεῖν θέλεις,
καὶ δ’ ὅταν ἐξ ὥρης κυκλώμενον ἔν τινι ζῴῳ
κείμενον εἰς ἐνιαυτόν, ἔχῃ δ’ ἐν τῷδε Σελήνην,
ᾧτινι συμβαλέεις μάλα κεν πεφιλήσεαι αὐτῷ.
ἢν ἔτος ἀμφοτέροισιν ὁμοῦ πέσῃ εἰς ἕνα χῶρον
σύμφωνον, τὸ δ’ ὅμοιον ἐπὶ ζῴων ἀκουόντων
ἦν ἢ δερκομένων, ἀριθμὸς δέ κεν ἐν χρόνῳ εὖτε
ζῳδίῳ φιλίης ἐκλειπτικὸς οὐ παροδεύῃ.
εὖτε δέ περ μέλλῃς φιλίας ξυνδήμεναι ἀρχήν
πρῶτα μὲν ἀλλήλοις εὐσύνδετα φῶτά τοι ἔστω
καὶ δ’ ἀγαθοὶ τούτοις ἐπιμάρτυρες, οἱ δ’ ὀλοεργοί
εἶεν ἀπόστροφοι· μᾶλλον γάρ γε μέν ἐστι κακίων
Ἄρης Ἠέλιός τε ἐναντίος ἢ τετράγωνος
εἴη, ἀτὰρ Φαίνων ὁπόταν λευκάντυγα Μήνην
καὶ δ’ αὔτως συνίδησι. ἄμεινον ἐπεί κε πέλοιεν
ἀστέρες ὀρφναῖοι θέσιας λελαχόντες ἀγαυάς
αἱρεσίεσσι γάνυνται.
Περὶ κριτηρίων καὶ ἐκκλήτου καὶ νίκης καὶ ἥττης
Δωροθέου ε′, 33 ἐκ τῶν Ἡφαιστίωνος γ′, 38 [CCAG V, 3, p. 80-82, Codices Vaticani, F.76]
Ἐκτεθείσθω δὲ καὶ τὰ παρὰ Δωροθέῳ περὶ τούτων εὐεπείας χάριν καὶ μνήμης.
ναὶ μὴν εἰς κρίσιας περινεικέας ὀρνυμένοισι
ὧδε σύ κεν χατέουσιν ἀληθείην ἀγορεύσεις.
λάμβανε δ’ ἐκ ζῴοιο κατήγορον ὡρονομοῦντος,
κἢν μὲν ἔοι στερεὸν γνώμην ἣν ἔσχε φυλάξει,
ἐκ δέ νυ τῶν ἃ δίσωμα φατίζεται ἐκ μετανοίης
τρέψεται ἐξ ἑτέροιο καὶ εἰς ὁδὸν ἵξεται ἄλλην,
ζῴοις δ’ ἐν τροπικοῖς ἀτελὴς τοῦδ’ ἔσσεται ὁρμή.
[Tὸ CCAG ἀντί τῶν στίχων παραθέτει τὸ κείμενον:
Ἐκκείσθω δὲ καὶ τὰ ἐκ τῶν ἐπῶν τοῦ Δωροθέου μεταφρασθέντα οὕτως. Ἔστω ὁ κατηγορῶν ὁ ὡροσκόπος καὶ ἐὰν μέν ἐστι τὸ τοῦ ὡροσκόπου ζῴδιον στερεόν, ἔσται ὁ κατηγορῶν ἀμετάτρεπτος καὶ ἐπίμονος· ἐὰν δὲ δίσωμον, ἐν μετανοίᾳ γενόμενος εἰς ἑτέραν ἔννοιαν ἥξει· ἐὰν δὲ τροπικόν, ἀσυντέλεστος αὐτοῦ γίνεται ἡ ὁρμή·]
Ἐὰν δὲ τὸν ὡροσκόπον ὁ Ἄρης βλάπτῃ καταισχυνθήσεται ὁ ἐνάγων, ἐὰν δὲ Ἑρμῆς μετά τινος ἀγαθοποιοῦ ὡροσκοπῇ χρήματα λαβὼν ὁ ἐνάγων σιγήσεται, ἐὰν δὲ τὸν ὡροσκόπον ὁ Κρόνος βλάπτῃ ζημιωθήσεται ὁ κατήγορος. Τὸ δὲ μεσουράνημα ἔστω ὁ κριτής, καὶ ἐὰν τὸ μεσουράνημα βλάπτηται ὑπὸ κακοποιοῦ τότε οἱ κριταὶ μὴ συμφωνήσαντες ἀλλήλοις διαστήσονται καὶ ἔσται ἀναβολὴ τῆς δίκης, εἰ δὲ καὶ συμφωνήσουσιν οἱ κριταὶ ὅμως ἀβέβαιος αὐτῶν ἡ κρίσις καὶ ἡ συμφωνία καὶ ἐκστραφήσεται. Ὁ δὲ Κρόνος μεσουρανῶν αἴτιός ἐστιν ἀδικοκρισίας, οἱ δὲ ἀγαθοποιοὶ μεσουρανοῦντες ποιοῦσι δικαιοκρισίαν. Τὸ δὲ δῦνον ἔστω ὁ ἐναγόμενος, καὶ ἐκ τῶν εἰρημένων ἐπὶ τοῦ ὡροσκόπου σχηματισμῶν τῶν ἀστέρων σκέπτου ἀναλόγως τὸ αὐτὸ καὶ ἐπὶ τοῦ δύνοντος καὶ κατηγορουμένου. Ἐὰν δὲ ὁ Ἑρμῆς μετά τινος τῶν κακοποιῶν βλάψῃ τὸ δῦνον ἔσται ὁ ἐναγόμενος ἐπὶ διαβολῇ ἢ καί τις μάρτυς ἐλθὼν καταμαρτυρήσει αὐτοῦ. Τὸ δὲ τέλος τῆς δίκης ἔσται ἐκ τοῦ ὑπογείου.
Σκοπεῖν δὲ δεῖ τοὺς οἰκοδεσπότας τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος ὁποῖος αὐτῶν ὕπαυγος τοῦ ἑτέρου ἀνατολικοῦ ὄντος· κακὰ γὰρ σημαίνει τῷ οἰκείῳ αὐτοῦ προσώπῳ. Ἐὰν δὲ ἄμφω ὦσιν ὕπαυγοι ἔσται ἀνακωχὴ τῆς δίκης πρὸς χρόνον καὶ πάλιν ὕστερον δικασθήσεται, ἐὰν δὲ ἄμφω ἀνατολικοὶ ὦσι διαλλαγήσονται οἱ μαχόμενοι. Οἱ δὲ ἀγαθοποιοὶ τῶν ἀστέρων οἷστισιν ἂν συνοικειωθῶσι δικαίαν νίκην παρέχουσιν, οἱ δὲ κακοποιοὶ τῶν ἀστέρων κἂν ἔξαυγοι ὦσιν, ἐν ἀλλοτρίοις δὲ καὶ ἀνοικείοις τόποις ὄντες, αἴτιοι γίνονται ἥττης. Οἱ δὲ κακοποιοὶ ἰδιοτοποῦντες καὶ ἐπίκεντροι καὶ ἀνατολικοὶ ὄντες ἄδικον νίκην παρέχουσι τῷ οἰκείῳ αὐτῶν προσώπῳ. Σκοπεῖν δὲ χρὴ τόν τε δεύτερον τόπον καὶ τὸν ὄγδοον καὶ τὰς τῶν ἀστέρων πρὸς αὐτοὺς μαρτυρίας ἵνα γνῶμεν τοὺς βοηθοῦντας ἑκατέρῳ προσώπῳ· ὁ μὲν γὰρ δεύτερος τοῦ διώκοντος ἐμφαίνει τοὺς συμμάχους, ὁ δὲ ὄγδοος τοῦ φεύγοντος. Οἱ δὲ ἀγαθοποιοὶ οἷς ἂν ἐπαναφέρωνται ἐκεῖνοι κρειττόνως ἀπαλλάξουσιν, οἱ δὲ κακοποιοὶ χειρόνως. Σκοπεῖν δὲ χρὴ καὶ τὸν τοῦ μεσουρανήματος δεσπότην· οὗτος γὰρ ᾧτινι συνοικειωθῇ προσώπῳ ἤτοι τῷ διώκοντι ἢ τῷ φεύγοντι ἢ μαρτυρηθῇ ὑπ’ αὐτοῦ ἢ τοὺς τόπους καταλλάξῃ μετ’ αὐτοῦ ἢ ὑπὸ ἑνὸς ἀστέρος οἰκοδεσποτηθῇ ἢ εἰς τοὺς τόπους ᾖ αὐτοῦ τοῦτον μᾶλλον τοῦ ἑτέρου ἐν εὐελπιστίᾳ εἶναι ποιεῖ.
Οὐ χρὴ δὲ ἐκ μόνων τῶν τεσσάρων κέντρων περὶ τῶν τοιούτων καταστοχάζεσθαι, ἀλλὰ δεῖ καὶ τὴν Σελήνην ὁρᾶν πῶς διάκειται καὶ ἔτι τὰς ἀπορροίας καὶ τὰς συναφὰς αὐτῆς. Ἑὰν δὲ σινωθείσης τῆς Σελήνης οἱ κακοποιοὶ αὐτὴν ἐφορῶσι κακὸν σημεῖον τῷ διώκοντι· οὐ γὰρ μόνον ἡττηθήσεται, ἀλλὰ καὶ ὑβρισθήσεται καὶ βλαβήσεται. Ἡ Σελήνη ὅταν ᾖ συνοδικὴ ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τότε ὁ ἰσχυρότερος νικήσει τὸν ταπεινότερον. Ἐὰν δὲ χρηματικὴ ᾖ ἡ δίκη οὕτω δεῖ σκοπεῖν. Σελήνη αὐξιφωτοῦσα ἔστω ὁ δανειστής, ὁ δὲ Ἥλιος ὁ ὀφειλέτης, ἐὰν δὲ ἡ Σελήνη λήγῃ ἀνάπαλιν ὁ μὲν Ἥλιος ἔστω ὁ δανειστής, ἡ δὲ Σελήνη ὁ χρεώστης. Ὅστις οὖν ἐκ τῶν δύο κεῖται ἐν κρείττονι τόπῳ καὶ οἰκειοτοπεῖ μᾶλλον τοῦ ἑτέρου καὶ ἀγαθύνεται μᾶλλον ἐκεῖνος τὸ οἰκεῖον πρόσωπον ἀπεργάζεται ἰσχυρότερον τοῦ ἑτέρου.
Δεῖ δὲ καὶ τὸν τῆς τύχης κλῆρον σκοπεῖν καὶ τὸν οἰκοδεσπότην τοῦ κλήρου· εἰ μὲν γὰρ τῷ ὡροσκόπῳ προσνεύσει ὁ διώκων ἰσχυρότερος ἔσται, εἰ δὲ τῇ δύσει ὁ φεύγων. Ἐὰν δὲ ὁ κλῆρος τετραγωνίζῃ τόν τε ὡροσκόπον καὶ τὸ δῦνον, εἰ μὲν ὑπὸ γῆν εἴη διαλλαγήσονται αὐτοὶ καθ’ αὑτοὺς οἱ μαχόμενοι, εἰ δὲ μεσουρανοίη οἱ κριταὶ αὐτοὺς διαλλάξουσιν.
Εὖτε δ’ ἂν ἄμφω
ὥρης καὶ δύσιος γίνοιντό κεν ἐνὶ ἑνὶ ζῴῳ
ἐρχόμενοι βασιλῆες ἐν οἰκείοισι προσώποις
φράζεο νείκεα ταῦτα. καὶ Ἑρμείαο μὲν ὄντος
ζῳδίου πρὸς τέκνον ἢ ἐν τέκνοιό γε τάξει
κείμενον, εἰ Παφίης δὲ τύχῃ κατέναντα γυναικῶν
ἢ καὶ ἀδελφειῆς προσκηδέος ἠὲ θυγατρός
ἠέ νυ θηλυτέρης ξυνὸν λέχος ἥτε λέλογχεν,
εἰ δ’ ἄρ’ Ἐνυαλίου οἴκους …
Ἡ μάχη ἢ ἀδελφῶν πρὸς ἀλλήλους ἢ ἀνεψιῶν ἢ τῶν τοιούτων,
ὅτε δ’ αὖτε πέλει τόπος Αἰγιόχοιο
ἤτοι πρεσβυτέροισιν ὁμαίμοσι δηριόωσιν
ἢ θείοις, ἐν δ’ αὖτε Κρόνου γενέτας κεν ἐφεύρῃς
ἢ πάππους ἢ τοῖσιν ἐοικότας ἔκ τε χρόνοιο
ἔκ τε γένους, τὰ δ’ ὅμοια καὶ Ἠελίου ἐν χώρῳ,
ἔν τε Σεληναίης ἢ μητέρας ἢ μητρυιάς.
[Tὸ CCAG ἀντί τῶν στίχων παραθέτει τὸ κείμενον:
Ἐὰν δὲ οἱ κύριοι τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος τύχωσιν ὄντες ὁμοῦ ἐν ἑνὶ ζῳδίῳ, οἱ δικαζόμενοι οἰκεῖοι ἔσονται ἀφ’ αἵματος ἀλλήλοις. Καὶ εἰ μὲν εἴη Ερμαϊκὸν τὸ ζῴδιον τὸ ὑποδεξάμενον τοὺς δεσπότας τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος, ἔσται πατὴρ τέκνῳ δικαζόμενος ἢ πάππος ἐγγόνῳ ἢ τοιαῦτα πρόσωπα· ἐὰν δὲ Ἀφροδισιακόν, ἔσται ἡ δίκη ὴ ἀνδρὸς πρὸς γαμετὴν ὴ ἀδελφοῦ πρὸς ἀδελφὴν ὴ πατρὸς πρὸς θυγατέρα ὴ τοιαῦτα· ἐὰν δὲ Ἄρεως ᾖ τὸ ζῴδιον, ἔσται ἡ μάχη ἀδελφῶν πρὸς ἀλλήλους ἢ ἀνεψιῶν ἢ τῶν τοιούτων· ἐὰν δὲ Διὸς, ἔσται ὁ δικαζόμενος ἤτοι πρεσβυτέρῳ ὴ ἀδελφῷ ἢ θείῳ ἢ τὰ ὅμοια τούτοις· ἐὰν δὲ Κρονικόν, ἔσται ἡ δίκη πρὸς πατέρας ἢ πάππους ὴ μοναχοὺς ὴ εὐνούχους ἢ τοιούτους· ἐὰν δὲ Ἡλιακόν, πρὸς πατέρας ἢ ἐνδοξοτέρους· ἐὰν δὲ Σεληνιακόν, πρὸς μητέρας ἢ θείας ἢ τοιαύτας· ἐὰν δὲ οἱ τῶν κέντρων δεσπόται μὴ ὦσιν ὁμοῦ ἐν ἑνὶ ζῴδίῳ, δηλονότη ἀλλότριοι ἔσονται ἀλλήλων οἱ μαχόμενοι.]
Περὶ ἀπωλείας πράγματος καὶ εἰ εὑρεθήσεται τὸ ἀπολωλός
Δωροθέου ε′, 35 ἐκ τῶν Ἡφαιστίωνος γ′, 42–46
Καὶ ἐνταῦθα τὰ τοῦ Δωροθέου ἔπη περὶ τούτων μεταφράσαντα δεῖ ἐκθεῖναι ἐπειδὴ βέλτιον τῶν ἄλλων εἰσὶν ἐκκείμενα. Ἥλιος, φησίν, καὶ Σελήνη ἀλλήλους τριγωνίζοντες ῥᾳδίαν εὕρεσιν τοῦ ἀπολομένου δηλοῦσιν. Ἐὰν δὲ τετράγωνοι ὦσιν ἀλλήλοις δύσκολον τὴν εὕρεσιν τοῦ ἀπολομένου μηνύουσιν, καὶ ἐξ ἄλλου εἰς ἄλλον μετακομισθήσεται τὸ ἀπολωλός. Εἰ δὲ διαμετροῦσιν ἀλλήλους Ἥλιος καὶ Σελήνη μηνυθήσεται μὲν τὸ ἀπολωλός, οὐκ εὐκόλως δὲ ἀνακομισθήσεται. Ἐὰν δὲ κενοδρομῇ ἡ Σελήνη (τουτέστιν εἴσω τῶν ρκ′ μοιρῶν οὖσα μὴ συνάπτῃ τινὶ τῶν ἀστέρων σωματικῶς) βραδεῖαν τὴν εὕρεσιν ὑποφαίνει. Σελήνη τῷ ἰδίῳ οἰκοδεσπότῃ συνοδεύουσα εὕρεσιν ὑποφαίνει, καὶ μάλιστα τοῦ Ἡλίου ἢ τοῦ Διὸς ὁρῶντος αὐτήν. Τὸ δωδεκατημόριον τῆς Σελήνης ὅταν ἐκπέσῃ εἰς τὸν ὡροσκόπον ἢ εἰς τὸ μεσουράνημα ἢ εἰς τὸν Ἥλιον ἢ εἰς τὸν τῆς Σελήνης οἰκοδέκτορα ἢ εἰς τὸν ποιοῦντα φάσιν ἀνατολικὴν ἔγγιστα εὑρεθήσεται τὸ ἀπολωλός.
Σελήνη ἐν τῷ ϛ′ τόπῳ ἢ τῷ δύνοντι οὖσα ἀνεύρετον ποιεῖ τὸ ἀπολωλὸς εἰ μὴ ὁ Ἥλιος μαρτυρήσῃ αὐτῇ. Σελήνη ἐν τοῖς ἐκλειπτικοῖς οὖσα συνδέσμοις δυσεύρετον ποιεῖ τὸ κλέμμα. Ἥλιος καὶ Σελήνη ὑπὸ γῆν τυχόντες ἀφανίζουσι τὸ ἀπολωλός. Ἥλιος σὺν τῷ κλήρῳ τῆς τύχης ὢν ἢ ἐπιβλέπων αὐτὸν ταχέως τὸ ἀπολωλὸς φανερὸν ποιεῖ. Σελήνη ἄνευ τοῦ Ἡλίου τὸν κλῆρον τῆς τύχης ὁρῶσα οὐ ταχεῖαν μηνύει τὴν εὕρεσιν. Ἐὰν δὲ μήτε ὁ Ἥλιος μήτε ἡ Σελήνη τὸν τῆς τύχης κλῆρον βλέπῃ οὐδέποτε εὑρεθήσεται τὸ κλέμμα. Σελήνη ὡροσκοποῦσα ταχεῖαν εὕρεσιν δηλοῖ. Σελήνη ὑπὸ τὰς τοῦ Ἡλίου αὐγὰς οὖσα καὶ ἀφώτιστος παντελῶς ἀφανίζει τὸ κλέμμα. Ἥλιος καὶ Σελήνη ἅμα ὡροσκοποῦντες οὐ μόνον τὸ κλέμμα μηνύουσιν ἀλλὰ καὶ τὸν κλέπτην. Ἥλιος καὶ Σελήνη τὸν ὡροσκόπον τετραγωνίζοντες δυσεύρετον τὸ ἀπολωλὸς ποιοῦσιν· ἢ γὰρ μάχη τις γίνεται ἢ παρολκή. Ἡλίου ὡροσκοποῦντος μὴ ἐν τῷ ἐναντίῳ ἑαυτοῦ τριγώνῳ (τουτέστι Ζυγῷ, Ὑδροχόῳ, Διδύμοις) εὑρετικὸς γίνεται, ἐὰν δὲ ἐν τούτοις ὡροσκοπῇ ἀνεύρετον δηλοῖ τὸ κλέμμα.
Ἐφ’ ὧν δὲ οἴδαμεν τὰς γενέσεις οὕτω δεῖ στοχάζεσθαι. Ἐὰν δὲ ἡ Σελήνη τύχῃ ἐν τόπῳ τοιούτῳ οὖσα ἐν ᾧ τις κακοποιὸς κατὰ τὴν ἐξ ἀρχῆς πῆξιν τῆς γενέσεως ἦν οὐχ εὑρεθήσεται τὸ κλέμμα, ἐὰν δὲ ἐν ἀγαθοποιοῦ τόπῳ τῷ κατὰ τὴν πῆξιν εὑρεθῇ ἡ Σελήνη εὕρεσιν ἐμφαίνει. Ἐὰν δὲ ἡ καταρχὴ ἐμφαίνῃ εὕρεσιν δεῖ σκέψασθαι καὶ πότε εὑρεθήσεται οὕτως. Λαβὼν ἀπὸ τοῦ ὡροσκόπου ἕως τοῦ Ἡλίου τὴν τῶν ζῳδίων ποσότητα, καὶ πάλιν ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς Σελήνης τὴν τῶν ζῳδίων ποσότητα, μίξον τὸν ἀριθμόν, καὶ ὁπόσος ἂν εὑρεθῇ ἐκ τῶν δύο ἀριθμῶν λέγε ὅτι μετὰ τοσαύτας ἡμέρας ἢ μετὰ τοσούτους μῆνας ἢ μετὰ τοσαῦτα ἔτη εὑρεθήσεται τὸ ἀπολωλός– καὶ τότε δὲ ἐὰν ἀγαθοποιὸς μαρτυρῇ, ἐὰν δὲ κακοποιὸς οὐκέτι εὑρίσκεται.
Καὶ οὕτω δὲ δεῖ σκέπτεσθαι περὶ τῶν τοιούτων. Ἔστω ὁ μὲν ὡροσκόπος τὸ κλαπέν, τὸ δὲ μεσουράνημα ὁ ζητῶν, τὸ δὲ δῦνον ὁ κλέψας, τὸ δὲ ὑπόγειον ὁ τόπος ἔνθα τὸ κλαπὲν ἀπεκόμισεν ὁ κλέπτης. Ἑὰν οὖν ἀγαθοποιοὶ τὸν ὡροσκόπον ὁρῶσιν ἢ συνῶσιν εὑρεθήσεται τὸ ἀπολωλός. Ἐκ δὲ τοῦ δύνοντος ζῳδίου ἢ ἀστέρος ἢ τοῦ οἰκοδεσπότου αὐτοῦ ἢ τῶν μαρτυρούντων αὐτῷ στοχάζου τὸ εἶδος καὶ τὸν τρόπον τοῦ κλέπτου. Τὸν δὲ μεσουρανοῦντα ἀστέρα σκέπτου, καὶ ἐὰν μὲν ᾖ ἐν ἰδίοις τόποις ἴδιον αὐτοῦ ἐστιν ὅπερ ζητεῖ κτῆμα καὶ οὐκ ἀλλότριον, ἐὰν δὲ ἐν ἀλλοτρίοις τόποις ᾖ οὐ ζητεῖ οἰκεῖον κτῆμα ἀλλὰ ἀλλότριον. Τὸ δὲ ὑπόγειον ἐὰν μὲν ᾖ δίσωμον γίνωσκε ὅτι ἐξετέθη τὸ κλαπὲν ἤτοι εἰς ἀδελφοὺς ἤ τινας συγγενεῖς, εἰ δὲ οὐκ ἔστι δίσωμον εἰς ἕνα μόνον ἐξετέθη τὸ κλαπέν, καὶ ἐὰν μὲν ἀρσενικὸν ᾖ τὸ ὑπόγειον ζῴδιον εἰς ἀρσενικὸν πρόσωπον κεῖται, ἐὰν δὲ θηλυκὸν εἰς θηλυκόν, καὶ ἐπὶ τῶν δισώμων ὡσαύτως. Ἀλλὰ καὶ τὸ δῦνον οὕτω δεῖ σκέπτεσθαι εἴτ’ ἄρρεν ἢ θῆλυ ἢ δίσωμον ἢ οὔ.
Ἥλιος καὶ Σελήνη τῷ ὑπὸ γῆν μαρτυροῦντες εἰς συγγενεῖς λέγουσι κεῖσθαι τὸ ἀπολωλός. Ἐὰν δὲ τὸ ὑπόγειον ζῴδιον κάθυγρον ᾖ παρὰ λίμνην ἢ παρὰ ποταμὸν ἢ παρὰ φρέαρ ἐξετέθη, ἐὰν δὲ τετράπουν ᾖ τὸ ὑπόγειον εἰς ἐπαύλεις ἢ σηκοὺς ἐξετέθη τὸ κλέμμα, ἐὰν δὲ ἀνθρωπόμορφον ᾖ τῶν μὲν ἀγαθοποιῶν ὁρώντων ἐν καθαρῷ καὶ ἁγνῷ τόπῳ κεῖται, τῶν δὲ κακοποιῶν Ἄρεως μὲν παρὰ χαλκείῳ ἢ μαγειρείῳ, Κρόνου δὲ παρὰ δουλικῷ προσώπῳ ἢ ἐν σκοτεινῷ τόπῳ ἢ ὑγρῷ ἢ ῥυπαρῷ ἢ ὑψηλῷ. Ἑὰν δ’ ὁ Ζεὺς ᾖ ὑπὸ γῆν παρὰ εὐγενικῷ κεῖται προσώπῳ, ἐὰν δ’ ὁ Ἄρης ὑπὸ γῆν ᾖ ἀπελεύθερός ἐστιν ὁ τὸ κλέμμα φυλάσσων, ἐὰν δὲ ἡ Ἀφροδίτη ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, εἰ μὲν ἕως τῶν εἴκοσι μοιρῶν ἀπέχει τοῦ κέντρου γνῶθι ὅτι εἰς γυναῖκα ἐλευθέραν καὶ ἔνδοξον ἐξετέθη, εἰ δὲ ἀπὸ μοιρῶν εἴκοσιν ἕως τριάκοντα εἰς δούλην γυναῖκα ἢ ἀπελευθέραν, ἐὰν δ’ ὁ Ἑρμῆς ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, εἰ μὲν ἕως τῆς πρώτης δεκαμοιρίας ἀφίσταται τοῦ κέντρου λέγε ὅτι εἰς εὐγενῆ καὶ πλούσιον ἐξετέθη, εἰ δὲ ἕως τῆς δευτέρας δεκαμοιρίας εἰς ἐλεύθερον μέν, ἀλλὰ πένητα, εἰ δὲ ἕως τῆς τρίτης εἰς δοῦλον ἢ εἰς μισθωτόν.
Ὁ Ἥλιος ὁρῶν τὸν τῆς τύχης κλῆρον εὔκολον τὴν εὕρεσιν ἐμφαίνει, ἡ δὲ Σελήνη μόνη ἄνευ τοῦ Ἡλίου τὸν κλῆρον ὁρῶσα δύσκολον μηνύει τὴν εὕρεσιν, ἐὰν δὲ μηδέτερος τῶν φωστήρων ὁρᾷ τὸν τῆς τύχης κλῆρον οὔτε τὸ ἀπολωλὸς κτῆμα εὑρεθήσεται οὔτε ὁ δοῦλος εἴπερ φεύγει. Σελήνη ἐν ταῖς ἐσχάταις οὖσα μοίραις τοῦ ζῳδίου τὸ κλαπὲν ἐξ ἄλλου τόπου εἰς ἄλλον μετατίθησι. Ἥλιος πρὸς τὴν Σελήνην τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος τὸν κλέπτην φανερὸν ποιεῖ. Ἐὰν δὲ τῶν μὲν ἀπὸ τοῦ Ἡλίου σημείων εὕρεσιν φαινόντων ἐξ ἄλλων δὲ σημείων ἀνεύρετον στοχάζηται, παρολκήν τινα χρόνου λαβὸν τὸ κλαπὲν ὕστερον εὑρεθήσεται· ἡ γὰρ τοῦ Ἡλίου δύναμις ἰσχυροτάτη οὖσα καὶ τὰ ἐξ αὐτοῦ σημεῖα βεβαιότερα παρέχει. Ἥλιος πρὸς τὸν ὡροσκόπον τρίγωνος ἢ τετράγωνος ἢ διάμετρος τὰ αὐτὰ σημαίνει ὅσα καὶ σὺν τῇ Σελήνῃ ὢν ἐσήμανεν (τουτέστι τετράγωνος, τρίγωνος, διάμετρος). Ὅσα δὲ περὶ τῶν κλεπτόντων εἴρηται τοσαῦτα καὶ περὶ τῶν δραπετευόντων δούλων δεῖ σκοπεῖν.
– Τί τὸ ἀπολεσθέν
Σελήνη ἐν ὁρίοις Κρόνου οὖσα τοῦ Κρόνου ὄντος εἴτε ἐν Ζυγῷ ἢ ἐν τῷ μεσουρανήματι, τίμιον οὐκ ἔσται τὸ ἀπολωλὸς ἀλλὰ παλαιὸν ἢ ῥυπαρόν, τοῦ δὲ Κρόνου ὄντος εἰς ἓν τῶν ἀποκλιμάτων ἢ ἐν Κριῷ ἄτιμον καὶ εὐτελὲς καὶ ῥυπαρὸν καὶ παλαιὸν ἀπώλετο, ἐὰν δὲ πρὸς τούτοις καὶ αὐτὸς ὁ Κρόνος μαρτυρῇ τῇ Σελήνῃ ἔσται τὸ κλαπὲν τραχὺ καὶ ἁρμόζον ἔργοις σκληροῖς οἷον δίκελλα, σάκκος, σχοινίον, δρέπανον. Σελήνη ἐν ὁρίοις Διὸς τὸ κλέμμα δηλοῖ χρυσὸν ἢ ἄργυρον ἢ ἐσθῆτα πολυτελῆ ἢ κειμήλιόν τι ἔνδοξον. Σελήνη ἐν ὁρίοις Ἄρεως δηλοῖ τὸ κλαπὲν εἶναι τὸ συντεῖνον εἰς ἐργασίαν διὰ πυρὸς ἢ σιδήρου ἤ τινος τοιούτου, ἐὰν δὲ τούτων ὄντων καὶ ὁ Ἄρης ἢ ὁ Ἑρμῆς βλέψῃ ἔσται τὸ κλαπὲν εὔμορφον, ἐράσμιον, ποικίλως καὶ εὐτέχνως εἰργασμένον, ἐὰν δὲ ἄνευ τοῦ Ἄρεως ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη ἴδωσι τὴν Σελήνην τερπνόν τι καὶ καλὸν καὶ εὔχρουν ἀπώλετο. Σελήνης ἐν ὁρίοις Ἀφροδίτης οὔσης ἔσται τὸ ἀπολωλὸς χρυσὸς ἢ ἄργυρος ἢ λίθοι τίμιοι ἢ ἱμάτια ποικίλα καὶ πολύτιμα ἢ ἐνώτια ἢ περιτραχήλια ἢ ψέλλια καὶ ἁπλῶς γυναικεῖα κόσμια εὐωδιάζοντα ἢ μύρα καὶ ἀλείμματα, ἐὰν δὲ πρὸς τούτοις καὶ ἡ Ἀφροδίτη καὶ ἡ Σελήνη ἐν θηλυκοῖς ὦσι ζῳδίοις κτήματα γυναικὸς ἀπώλοντο, ἐὰν δὲ καὶ ὁ Ἄρης μαρτυρῇ τῇ Ἀφροδίτῃ ὑέλινα ἔργα τορευτά, ποικίλα, εὔμορφα δηλοῦται. Σελήνη ἐν ὁρίοις Ἑρμοῦ, γραμματεῖα, βίβλοι, νομίσματα, τόμοι ἢ χρήσιμόν τι τοῖς ὁδοιποροῦσιν ἐκλάπη.
Ἵνα δὲ βεβαιότερον δυνώμεθα περὶ τούτων καταστοχάζεσθαι δεῖ καὶ τὰς τῶν ζῳδίων φύσεις ὁρᾶν οὕτως. Σελήνης ἐν Κριῷ ἱμάτια, νήματα, ἔρια, τάπητας, κεφαλοδέσμια λέγε τὰ ἀπολωλότα, Σελήνης ἐν Ταύρῳ χρυσός, ἄργυρος, ἐσθής, μαφόριον, περιτραχήλιον ἀπώλετο ἢ πρόβατα ἢ καὶ κτήνη τετράποδα, Σελήνης ἐν Διδύμοις νομίσματα, συμβόλαια, χάρται, εἰκόνες καὶ ὅσα χρήσιμα εἰς εὐωχίαν, Σελήνης ἐν Καρκίνῳ καὶ Αἰγοκέρωτι τὰ τοῖς ἀνθρώποις ἐφήμερα οἷον τρόφαιον ἢ ὑγρόν τι εὐτελὲς καὶ ὀλίγον, Σελήνης ἐν Λέοντι καὶ Ὑδροχόῳ χρυσᾶ ἔργα ἢ ἀργυρᾶ ἢ χαλκᾶ, Σελήνης ἐν Παρθένῳ κόσμια καὶ νομίσματα ἀπώλοντο, Σελήνης ἐν Ζυγῷ ἀρώματα, ἀλείμματα, μύρα καὶ ὅσα σταθμῷ πιπράσκεται καὶ ὅσα σύνθετα, χειρόπλαστα οἷον τροχίσκοι, θυμιάματα ἢ τορευτά τινα ἀπώλοντο, Σελήνης ἐν Σκορπίῳ χρυσός, ἄργυρος, χαλκός, λίθοι τίμιοι καὶ ὅσα τούτοις ὅμοια ἀπώλοντο, Σελήνης ἐν Τοξότῃ καὶ Ἰχθύσι ποικίλα, πολυειδῆ, εὐμεγέθη, εὐκατασκεύαστα.
Σελήνης αὐξιφωτούσης καὶ τοῖς ἀριθμοῖς προστιθείσης νεοκατασκεύαστα δηλοῖ καὶ καινά, εἰ δὲ λήγει καὶ τοῖς ἀριθμοῖς ἀφαιρεῖ παλαιὰ δηλοῖ τὰ ἀπολεσθέντα. Ἐὰν ζῴδιον δίσωμον ὡροσκοπῇ ἢ διπλοῦν τι καὶ συνεζευγμένον ἀπώλετο ἢ δύο τινά. Ἀλλὰ καὶ ἡ Σελήνη ἐν δισώμῳ οὖσα τὸ αὐτὸ θεσπίζει. Ἀπὸ τῆς ἐποχῆς τῆς Σελήνης ἕως τῆς τοῦ Ἑρμοῦ ἐποχῆς λαβὼν τὸ τῶν μοιρῶν διάστημα σκέπτου πόσων ζῳδίων ἐστὶν ὁ τῶν μοιρῶν ἀριθμός, καὶ εἰ μὲν ἄρτια ὦσι τὰ ζῴδια οὐχ ἓν μόνον ἀπόλλυται ἀλλὰ πλείω, εἰ δὲ περισσὰ ἓν μόνον ἀπόλλυται.
– Τίς ὁ κλέπτης
Ἐὰν τὸν ὡροσκόπον ὅ τε Ἥλιος καὶ ἡ Σελήνη βλέπωσιν ἐκ τοῦ οἴκου τὸν κλέπτην εἶναι θεσπίζουσιν, ἐὰν δὲ μόνος ὁ εἷς φωστὴρ βλέπῃ τὸν ὡροσκόπον ἔξωθεν μὲν τὸν κλέπτην εἶναι καὶ οὐχὶ τοῦ οἴκου τινὰ ἀλλ’ ὅμως τῶν ἐπιμισγομένων συχνῶς τῷ οἴκῳ, ἐὰν δὲ μηδέτερος τῶν φωστήρων βλέπῃ τὸν ὡροσκόπον ξένον καὶ ἀλλοδαπῆ λέγε τὸν κλέπτην.
Τὴν δὲ τοῦ κλέπτου μορφὴν καὶ ἰδέαν ἐκ τῶν ἀστέρων γνωσόμεθα καὶ πρῶτον μὲν καὶ προηγουμένως ἐκ τοῦ ὄντος ἐν τῇ δύσει ἀστέρος, εἰ δὲ μηδένα ἔχει τὸ δῦνον ἐκ τοῦ ὄντος ἐν τῷ θ′ τόπῳ ἀστέρος, εἰ δὲ μηδ’ ἐνταῦθα εἴη τις ὁ ἐν τῷ ιβ′ τόπῳ ὢν ἀστὴρ δηλώσει, εἰ δὲ μὴ ἐνταῦθα εἴη τις ὁ ἐπέχων τῇ Σελήνῃ σωματικῶς ἤγουν συνάπτων αὐτῇ, εἰ δὲ μηδεὶς κολλᾷ τῇ Σελήνῃ σκέπτου τίς πρὸ ἐπτὰ ἡμερῶν τῆς κλοπῆς φάσιν τινὰ ἢ στηριγμὸν ἐποίησεν ἢ ἀπὸ ζῳδίου εἰς ζῴδιον μετῆλθε καὶ ἐξ ἐκείνου τοῦ ἀστέρος γνώσῃ τὴν τοῦ κλέπτου μορφήν τε καὶ ἰδέαν.
– Περὶ τῆς ἰδέας τῶν κλεπτῶν
Ἐὰν ὁ τοῦ Διὸς ἀστὴρ δηλοῖ τὸν κλέπτην ἔσται λευκόξρους, εὐέκτης, μεγαλόφθαλμος, μικρὰς τὰς κόρας ἔχων, οὐκ ὀξυδορκῶν, ἀγαθογνώμων, εὔσαρκος, εὐτραφής, δασυγένειος. Ἐὰν δὲ ὁ τοῦ Κρόνου δυσειδὴς ἔσται ὁ κλέπτης, μέλας, μυωπάζων, μικρόφθαλμος, ῥυτίδας ἐν τῷ σώματι ἔχων, χλωρός, ψεύστης, κρυψίνους, σκολιόφρων, δασύς, στυγνοπρόσωπος, ὀζόχρωτος. Ἐὰν δὲ ὁ τοῦ Ἄρεως ἔσται ξανθός, τετανόθριξ, γοργόμματος, στρογγυλοπρόσωπος, ὦτα ἔχων μικρά, χαροπός, νουνεχής, ἀλλοπρόσαλλος, ὀξυόρμητος, ἕτοιμος εἰς τὸ ἐξορμᾶν. Ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης ἔσται εὔμορφος ὁ κλέπτης, εὔκομος, εὐόφθαλμος, μελανόμματος, λευκόχρους καὶ ἠρέμα ὑπό τι μελάγχρους, εὔσαρκος, ἀγαθογνώμων. Ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ ἔσται ἰσχνὸς ὁ κλέπτης, ὑπόξηρος, σύμμετρος, οὐλόθριξ, εὐγένειος, ποικιλογνώμων, ὑπόχλωρος. Ἐὰν δὲ ὁ Ἥλιος ἢ ἡ Σελήνη εὑρεθῇ τὸν κλέπτην δηλῶν τοιοῦτον δηλώσει αὐτὸν εἶναι κατὰ τὴν μορφὴν ὁποίῳ ἂν τῶν ἀστέρων συγκραθῶσιν. Ἐὰν δὲ μηδενὶ τῶν ἀστέρων συνοικειωθῶσιν ἀλλὰ μόνοι καθ’ ἑαυτοὺς ὦσιν ὁ μὲν Ἥλιος δηλοῖ τὸν κλέπτην εὐτραφῆ, πυκνὸν καὶ ἠρέμα ὕπωχρον, ἡ δὲ Σελήνη μόνη εὔκρατον, εὐόφθαλμον, εὔσαρκον, στρογγυλοπρόσωπον.
Ἀκριβέστερον δὲ μαθήσῃ περὶ τῶν αὐτῶν οὐ μόνον τοὺς ἀστέρας σκοπῶν ἀλλὰ καὶ τὰ ζῴδια ἐν οἷς εὑρίσκονται οἱ δηλοῦντες ἀστέρες. Ὁ μὲν γὰρ Κριὸς δασεῖς, εὐμήκεις δηλοῖ τοὺς κλέπτας, τῷ προσώπῳ νεύοντας κάτω, οὐλότριχας, δειλούς, παιγνιώδεις, αἰσχρολόγους, ὁ δὲ Ταῦρος σιμούς, δασεῖς τῷ σώματι, προκεφάλους, εὐρυμετώπους, τρίχας ἔχοντας ἀνεσταλμένας, κρυψίφρονας, ὑποκρίσει ἐξαπατῶντας, ἐπίπλαστον ἐπιείκειαν ἔχοντας, τοὺς δὲ μυκτῆρας πλατεῖς, παχυαύχενας, μελανοφθάλμους, λεπτοχείλους, ὀφρύας μεγάλας ἔχοντας, οἱ δὲ Δίδυμοι συμμέτρους δηλοῦσιν, ἐπίρρινας, τρυφερούς, ἀγαθογνώμονας, τοὺς δὲ ὤμους ἔχοντας εὐτυπώτους, τινὰς δὲ καὶ γράμματα γινώσκοντας καὶ πιστευομένους, ὁ δὲ Καρκίνος δηλοῖ ὀστώδεις, δασύτριχας, πλατυπροσώπους, μελανόξροας (τινῶν δὲ καὶ οἱ ὀδόντες διεστραμμένοι εἰσίν), συμμέτρους τῷ μήκει, τὰ δὲ κάτω μέρη μείζονα ἔχοντας, ὁ δὲ Λέων γλαυκούς, πυρρούς, εὐμόρφους, τὰ ἐπάνω μέρη μείζονα ἔχοντας, λεπτὰς κνήμας ἔχοντας, ἀγριογνώμονας, ἀγριοπροσώπους, γαστριμάργους, τινὰς δὲ καὶ παλαίειν εἰδότας, ἡ δὲ Παρθένος συμμέτρους τῇ ἡλικίᾳ, εὐπλάστους τῷ σώματι, ὀρθίους τὴν ἰδέαν, κοσμίους τὸ ἦθος καὶ ἢ πιστοὺς διὰ γραμμάτων ἤ τινα τέχνην διὰ γραμμάτων μαθόντας, ὁ δὲ Ζυγὸς εὐοφθάλμους, λευκόχροας, εὐχρήστους εἰς διακονίαν, εὐπλάστους τοῖς μέλεσιν, εὐρύθμους, εὐτραπέλους, κατωφερεῖς πρὸς γυναῖκας, ὁ δὲ Σκορπίος ἀνεσταλμένους ταῖς θριξίν, ὑπογλαύκους, μεσοφθάλμους, στρογγυλοπροσώπους, τὴν φάρυγγα προπετῆ ἔχοντας, μακροκνήμους, εὔποδας, πλατυθώρακας, ἅρπαγας, θρασεῖς, βασκάνους, τολμηρούς, ῥιψοκινδύνους, ὁ δὲ Τοξότης μεγαλοσκελεῖς, εὐκνήμους, εὐπλάστους, τινὰς δὲ καὶ φαλακρούς, ὀξυγενείους, ἐρυθρόχροας, προγάστορας, ὠκύποδας, κολυμβητάς, φιλοπροβάτους, εὐπορίστους, δαπάνους, ὀργίλους, ὁ δὲ Αἰγόκερως δασεῖς, λεπτοσκελεῖς, ὀστώδεις, κάτω νενευκότας, αἰγοφθάλμους, ὀξυγενείους, ἀμφιβόλους, ἀβεβαίους, γελωτοποιούς, ὑπομώρους, ὁ δὲ Ὑδροχόος μεσήλικας, σεμνοπροσώπους, εὐγενείους, φιλοπαίγμονας, δαπανηρούς, τρυφητάς, τὴν ἑτέραν δὲ κνήμην τῆς ἑτέρας παχυτέραν ἔχοντας, ἐν οἷς ἐπιτηδεύουσι δυστυχοῦντας, οἱ δὲ Ἰχθύες πλατυώμους, εὔτριχας, μικροκεφάλους, στενομετώπους, μελανοφθάλμους, ἀπαθεῖς, διγνώμους, πολυτρόπους, ἄλλα μὲν μεταχειριζομένους ἐν διανοίᾳ, ἄλλα δὲ διώκοντας.
Καὶ οὗτοι μὲν οἱ στοχασμοὶ ἔκ τε τῶν ἀστέρων καὶ ἐκ τῶν ζῳδίων ἔστωσαν εὑρίσκεσθαι, ἀλλ’ οὐ δεῖ πάντα τὰ σημεῖα ἀνελλιπῶς ἐφ’ ἑκάστου εὑρίσκεσθαι νομίζειν ἀλλ’ ὅσα ἐνδέχεται ἐντέχνως ἐπεξιέναι ἔκ τε τῶν συσχηματιζομένων ἀστέρων συνεπικρίνειν τὸν στοχασμόν. Ἐὰν δὲ τῷ σημαίνοντι τὸν κλέπτην ἀστέρι ἀγαθοποιὸς μαρτυρῇ ἐλεύθερος ἔσται ὁ κλέπτης, ἐὰν δὲ κακοποιὸς δοῦλος ἢ πένης ἢ μισθωτός. Ἐὰν δὲ Ἀφροδίτη σημαίνῃ τὸν κλέπτην αἰτία τῆς κλοπῆς ἔσται γυνή, ἐὰν δὲ Ἑρμῆς παῖς, ἐὰν δὲ Ἄρης ἀκμαῖος, ἐὰν δὲ Ζεὺς μεσῆλιξ, ἐὰν δὲ Κρόνος γέρων. Πάλιν ἐὰν ὁ τὸν κλέπτην σημαίνων ἀστὴρ ἐπὶ Κρόνου, Διός, Ἄρεως ἑῷος ᾖ ἀνατολικὸς παῖδα τὸν κλέπτην θεσπίζει, ἐὰν δὲ τὸν πρῶτον στηριγμὸν ποιῇ ἀκμαῖον, ἐὰν δὲ ἀκρόνυχος ᾖ μεσήλικα, ἐὰν δὲ τὸν δεύτερον στηριγμὸν ποιῇ μεσαιπόλιον, ἐὰν δὲ τὴν ἑσπερίαν κρύψιν γέροντα. Ἔστω οὖν τὸν Κρόνον σημαίνοντα τὸν κλέπτην ἐπὶ ἑῴας ὄντα ἀνατολῆς· οὔτε οὖν παῖς ἐστιν ὁ κλέπτης διὰ τὸ ἑῷον οὔτε γέρων διὰ τὸν Κρόνον, ἀλλὰ μεσῆλιξ μεμιγμένου τοῦ στοχασμοῦ ἔκ τε τοῦ παιδὸς καὶ τοῦ γέροντος.
Ἐπὶ δὲ Ἀφροδίτης καὶ Ἑρμοῦ εἰ μέν εἰσιν ἑσπέριοι ἀνατολικοὶ νέους ἢ νέας δηλοῦσι τοὺς κλέπτας, εἰ δὲ μετὰ τὸν πρῶτον στηριγμὸν ἑσπέριοι δυτικοὶ μεσήλικας, εἰ δὲ ἑῷοι ἀνατολικοὶ πρεσβυτέρους· τινὲς δὲ λέγουσιν ὅτι ἐὰν ἡ Ἀφροδίτη καὶ ὁ Ἑρμῆς ὦσιν ἑῷοι ἀνατολικοὶ δηλοῦσι τὸν κλέπτην νέον ἢ νέαν, ἐὰν δὲ δυτικοὶ γέροντας ἢ γηραιάς. Πάλιν ἐὰν ὁ τὸν κλέπτην σημαίνων ἀστὴρ εἰς τὸ ἴδιον ὕψωμα ᾖ μέγαν τῷ σώματι καὶ εὐμεγέθη μηνύει τὸν κλέπτην, ἐὰν δὲ ἐν τοιούτῳ ζῳδίῳ ᾖ ἔνθα ταπεινοῦται μικρόν, σὺ δὲ κατὰ τὸ τῆς ἀποστάσεως ἀνάλογον συλλογίζου περὶ τῆς τοῦ μεγέθους πηλικότητος. Οἷον ἔστω ὁ τὸν κλέπτην δηλῶν Ἄρης ἐπέχων τοῦ Κριοῦ τὸν τρίτον δεκανόν· λέγομεν ὅτι τῷ μεγέθει μέσος ἐστὶν ὁ κλέπτης (ἀπὸ γὰρ Αἰγοκέρωτος τοῦ τρίτου δεκανοῦ τὸ μέσον ἐστὶ διάστημα τοῦ ἡμικυκλίου). Ἑὰν δὲ ἦν ἐν Ἰχθύσιν ἢ ἐν Σκορπίῳ μεῖζον τοῦ μέσου τὸ μέγεθος ἐλέγομεν ἄν, ἐὰν δὲ ἐν Ταύρῳ ἢ Παρθένῳ ἔλασσον τοῦ μέσου. Ἐὰν δὲ ὁ τὸν κλέπτην ὑποφαίνων ἀστὴρ τύχῃ μετὰ τὸ γενέσθαι τὴν κλοπὴν εἴσω ἡμερῶν ἑπτὰ ὑπὸ τὰς τοῦ Ἡλίου αὐγὰς πεσὼν γίνωσκε ὅτι ἐν κακῷ τινι ὁ κλέπτης ἐμπέπτωκεν, ἐὰν δὲ πρὸς τούτῳ καὶ ὑπὸ Ἄρεως μαρτυρῆται τραύμασιν ἢ βασάνοις ἢ κινδύνοις χαλεποῖς περιπετὴς ἐγένετο. Ἐὰν δὲ τὸν τῆς τύχης κλῆρον μὴ βλέπῃ κακοποιὸς οὐ γέγονε κλοπὴ ἀλλὰ μόνον παρέπεσέ που τὸ ζητούμενον καὶ κρύπτεται, καὶ ἐὰν μόνος ὁ Ἥλιος τὴν τύχην ὁρᾷ οὐδὲ ἐκλάπη ἀλλὰ κρύπτεται.
– Τίνι τρόπῳ ἀπώλετο
Ἐὰν ὁ Κρόνος μαρτυρῇ τῷ τε ὡροσκόπῳ καὶ τῇ Σελήνῃ δηλοῖ διά τινος δόλου καὶ ἐνέδρας γεγονέναι τὴν κλοπήν, ἐὰν δὲ ὁ Ζεὺς δηλοῖ τὸν κλέπτην διά τινος ἐπιπλάστου ἤθους ἀγαθοῦ καὶ ὑποκρίσει ἐπιεικείας πιστευθέντα κλέψαι ἃ ἔκλεψεν, ἐὰν δὲ ὁ Ἄρης δυνάμει καὶ βίᾳ ἢ τοιχωρυχίᾳ ἢ ὑποβολῇ κλειδίου ἑτέρου ἢ θύρας μετοχλήσει δηλοῖ γενέσθαι τὸ κλέμμα, ἐὰν δὲ ἡ Ἀφροδίτη διὰ φιλικὰς προφάσεις ἢ ἑταιρείας ἢ εὐφροσύνας ἢ γυναῖκας, ἐὰν δὲ ὁ Ἑρμῆς διὰ πανουργίας.
Περὶ δραπετῶν
Δωροθέου ε′, 36, ἐκ τῶν Ἡφαιστίωνος γ′, 47 [CCAG V, 3, p. 83 - 85, Codicum Romanorum]
Φησὶν ὁ Δωρόθεως οὕτως· γνωσόμεθα τὸν μὲν δραπέτην ἐκ τῶν τῇ Σελήνῃ καὶ τῷ ὡροσκόπῳ συμβεβηκότων, τὸν δὲ δεσπότην ἐκ τῶν τῷ Ἡλίῳ καὶ τῷ μεσουρανήματι. Ἐὰν οὖν ἡ Σελήνη ἢ ὁ ὡροσκόπος ἤτοι ἐν τροπικοῖς ἢ ἰσημερινοῖς τύχωσι ζῳδίοις ἐμποδισμοὶ συμβήσονται τῷ φυγόντι καὶ οὐ μὴ δυνηθῇ πόρρω που ἀφικέσθαι οὔτε διὰ γῆς οὔτε διὰ θαλάσσης, ἐὰν δὲ ἐν δισώμοις οὐκ ἔφυγε μόνος ἀλλ’ ἔχει στερεότητα καὶ καρτερίαν.
Σελήνη ὡροσκοποῦσα μὲν τὸν δραπέτην ἐπ’ ἀνατολὰς ὁρμῆσαι λέγει, μεσουρανοῦσα δὲ ἐπὶ νότον, δύνουσα δὲ ἐπὶ δυσμάς, ἐν τῷ ὑπογείῳ δὲ κέντρῳ οὖσα ἐπὶ βορρᾶν. Ἐν δὲ τοῖς μεταξὺ διαστήμασιν ἀναλόγως, οἷον ἐν μὲν τῷ ἐννάτῳ ἐπὶ νότον δυτικώτερον, ἐν δὲ τῷ η′ πρὸς δυσμὰς νοτιώτερον, καὶ ἐπὶ τῶν ἄλλων τόπων ὁμοίως. Ἐὰν ὁ Ἄρης στηρίζων εἴτε κατὰ σῶμα εἴτε κατὰ ἀκτῖνα συνάπτῃ τῇ Σελήνῃ ὁ φυγὼν ἢ τεθνήξεται ἢ δεθήσεται κρατηθεὶς ἢ ἐν εἱρκτῇ ἐμπεσεῖται, καὶ μάλιστα ἐὰν καὶ ὁ Κρόνος αὐτὴν θεωρήσας βλάψῃ· τότε γὰρ ἢ κρύφα ἢ φανερῶς ἐπιβουλευθεὶς ἀπολεῖται. Ἐὰν δὲ Κρόνος στηρίζων τὴν Σελήνην ἴδῃ ἢ συναφὴν αὐτῆς ἐπέχῃ αὐτοχειρίᾳ ὁ φυγὼν ἀπάγξεται ἐὰν μή τις ἀγαθοποιὸς ἰδὼν τὴν Σελήνην λύσῃ τὴν κάκωσιν. Ἐὰν δὲ ὁ Κρόνος μὴ στηρίζων δέχηται τὴν Σελήνην ὁ φυγὼν ὅσα μὲν βαστάζει ἀπολέσει, αὐτὸς δὲ κακῶς ἔχων τῷ ἰδίῳ δεσπότῃ ἀχθήσεται ἢ ἐν τῇ ξένῃ δεσμώτης ἔσται.
Ὅταν δὲ ἀγαθοποιοὶ ὁρῶσι τὴν Σελήνην ἢ συνάπτωσιν αὐτῇ ἢ ὡροσκοπῶσι καλόν ἐστι τῷ φυγόντι· ἢ γὰρ ἐπιθαρσύνουσιν αὐτὸν ἢ τελέως ἐλευθεροῦσιν. Κρείσσων δέ ἐστιν ἡ Ἀφροδίτη ἐν τοῖς τοιούτοις τῷ φεύγοντι καὶ τῷ κλέπτῃ διότι κἂν ζωγρηθῶσιν οὐδὲν κακὸν πείσονται ὑπὸ τῶν δεσποτῶν ἕνεκα τῆς Ἀφροδίτης ἀλλὰ τιμιώτεροι πάλιν γενήσονται. Σελήνης αὐξιφωτούσης ὁ φυγὼν δυσκόλως εὑρεθήσεται (οὐδὲ γὰρ φοβούμενος τὸν ἑαυτοῦ δεσπότην κρύπτεται), Σελήνης ληγούσης ὁ φυγὼν οὔτε μακρὰν δύναται ἀπελθεῖν οὔτε ἐπὶ πολὺν χρόνον λαθεῖν (εἵμαρται γὰρ αὐτὸν ἁλῶναι). Ἡλίου δύνοντος, Κρόνου ἐν τῷ η′ ἐπιδύνοντος ἐάν τινος δοῦλος ἀποδρᾷ πρὶν εὑρήκωσι τὸν δοῦλον ὁ δεσπότης αὐτοῦ τελευτήσει. Τῶν κακοποιῶν ἤτοι μεσουρανούντων ἢ μετὰ τοῦ Ἡλίου ὄντων ἐάν τινος δοῦλος φύγῃ συμφέρει τῷ δεσπότῃ μὴ ζητεῖν αὐτόν· οὐχ εὑρήσει γὰρ αὐτόν, ἀλλ’ εἰ καὶ εὑρέθη οὐ τοσοῦτον ὠφεληθήσεται ὅσον βλαβήσεται. Σελήνης δυνούσης, Ἄρεως ἐπιδυομένου, μηδενὸς ἀγαθοποιοῦ μαρτυροῦντος τῇ Σελήνῃ κάκιστον θάνατον τῷ φυγόντι δηλοῖ. Σελήνης δυνούσης, Ἑρμοῦ ἐπιδυομένου, Ἄρεως δὲ ἐκ τῶν δεξιῶν τὸν Ἑρμῆν τριγωνίζοντος ἀπὸ τοῦ ὑπογείου, χαλεπὸς θάνατος τῷ φυγόντι δηλοῦται. Σελήνης ὑπὸ τὰς αὐγὰς οὔσης τοῦ Ἡλίου καὶ ὑπὸ Ἄρεως ὁρωμένης ὁ φυγὼν ἢ ἀπὸ πυρὸς ἢ ἀπὸ σιδήρου ἀπόλλυται.
Εἰ δὲ θέλεις καὶ τὴν ποιότητα τοῦ ὀλέθρου καὶ ὑπὸ τίνων γίνεται σκέπτου οὕτως· σκόπει γὰρ τὸ ζῴδιον ὅπερ ἐπέχει ἡ Σελήνη καὶ τὸν ὡροσκόπον τῆς καταρχῆς. Ἐὰν μὲν οὖν ὦσιν ἀνθρωπόμορφα ὑπὸ λῃστῶν καὶ ἁπλῶς ἀνθρώπων τὰ κακὰ γίνεται, ἐὰν δὲ τετράποδα ὑπὸ θηρίων, εἰ δὲ ἀναμίξ (τουτέστι τὸ μὲν ἀνθρωπόμορφον, τὸ δὲ τετράπουν) ὑπὸ πολεμίων ἱππέων, ἐὰν δὲ γεώδη ὑπὸ κρημνισμῶν ἢ συμπτωμάτων. Ἐὰν δὲ τὴν Σελήνην ὡς εἴρηται ὕπαυγον οὖσαν ὁ Κρόνος ἐκ ζῳδίου καθύγρου ἴδῃ Λέοντος ὡροσκοποῦντος βεβαιότερον τὸ κακὸν δηλοῦται· οὔτε γὰρ ὁ φυγὼν εὑρεθήσεται, ἀλλὰ διαφθαρήσεται, οὔτε τὸ ἀπολωλὸς εἶδος. Ἐὰν δὲ τῇ τοιαύτῃ τῆς Σελήνης κακώσει καὶ ὁ Ἑρμῆς συμπνεύσῃ οἱ δραπέται αὐτόχειρες ἀποθνῄσκουσιν. Τὰς δὲ προειρημένας κακώσεις οἱ ἀγαθοποιοὶ ἀναλύουσιν ἐπιθεωρήσαντες, καὶ μάλιστα ἔξαυγοι ὄντες.
Σελήνης πρὸς Ἄρεα μὴ στηρίζοντα φερομένης ἀλλὰ προσθετικῆς ὁ φυγὼν μαστίγων καὶ βασάνων πεῖραν λήψεται. Ἄρεως δύνοντος, Σελήνης ἐπιδυομένης, τοῦ Διὸς ἐπιθεωροῦντος αὐτήν, ὁ φυγὼν διὰ μὲν τὸν Ἄρεα φόβους καὶ κινδύνους ὑποστήσεται, διὰ δὲ τὸν Δία ῥυσθήσεται ἐκ τῶν κακῶν. Κἂν οἱ κακοποιοὶ τὸ ὑπόγειον κέντρον ἢ τὸ μεσουράνημα ἢ τὸ δῦνον περιέχωσιν ὁ φυγὼν δεσμώτης γενόμενος ἐν εἱρκτῇ ἀποθνῄσκει. Σελήνης μεσουρανούσης καὶ ὑπὸ τῶν κακοποιῶν περιεχομένης, τοῦ μὲν Ἄρεως ἐκ τῶν δεξιῶν, τοῦ δὲ Κρόνου ἐκ τῶν εὐωνύμων, ὁ φυγὼν ἀγχόνῃ διαφθαρήσεται, ἐὰν δὲ ὁ μὲν Ἄρης ἐκ τῶν εὐωνύμων, ὁ δὲ Κρόνος ἐκ τῶν δεξιῶν αὐτὴν περιέχωσιν, ὁ φυγὼν ἀνασταυρωθήσεται. Σελήνης μεσουρανούσης ἢ δυνούσης ἢ ἐν τῷ ὑπογείῳ κέντρῳ οὔσης ὑπὸ Ἡλίου καὶ Ἄρεως περιεχομένης ὁπόθεν ἑκάτερος τύχῃ ἢ δεξιὸς ἢ εὐώνυμος ὁ φυγὼν ζῶν πυρὶ παραδοθήσεται.
Ὁ τῆς Σελήνης οἰκοδεσπότης ὕπαυγος ὢν καὶ μὴ θεωρῶν τὴν Σελήνην τοῦ φυγόντος τὸν δεσπότην δηλοῖ ταχέως ἀποθνῄσκειν. Τῆς Σελήνης καὶ τοῦ οἰκοδεσπότου αὐτῆς καὶ τοῦ ὡροσκόπου ἐν τροπικοῖς ζῳδίοις ὄντων ὁ φυγὼν ἐν μετανοίᾳ γενόμενος ἑκουσίως πρὸς τὸν δεσπότην ὑποστρέψει. Ἐὰν δὲ ἡ Σελήνη ὁρᾶται ὑπό τε ἀγαθοποιοῦ καὶ κακοποιοῦ οὐ διαφεύξεται ὁ φυγὼν τὸν δεσπότην, καὶ μάλιστα ὅταν ὁ κακοποιὸς τετράγωνος ἢ διάμετρος ᾖ πρὸς τὴν Σελήνην, καὶ ἐν ἐκείναις σχεδὸν ταῖς ἡμέραις ἐν αἷς ἡ Σελήνη διέρχεται κατὰ περίπατον εἰς τὰς τοῦ κακοποιοῦ μοίρας τῆς ἐποχῆς ἤτοι ἀγρευθήσεται ὁ φυγὼν ἢ κακῷ τινι περιπεσεῖται. Τῆς Σελήνης καὶ τοῦ ὡροσκόπου ἀμφοτέρων κεκακωμένων καὶ ὑπὸ μηδενὸς τῶν ἀγαθοποιῶν βοηθουμένων ὁ φυγὼν κινδυνεύσει καὶ βλαβήσεται· τῆς Σελήνης καὶ τοῦ ὡροσκόπου ἀμφοτέρων βοηθουμένων ὑπὸ τῶν ἀγαθοποιῶν καὶ ἀκακώτων ὄντων ὑπὸ Κρόνου καὶ Ἄρεως ἐὰν ἐν στερεοῖς ζῳδίοις ὦσιν οἱ ἀγαθοποιοὶ ὁ φυγὼν οὐδέποτε εὑρεθήσεται, εἰ δὲ ἐν δισώμοις ἢ τροπικοῖς ζῳδίοις ἤτοι αὐτὸς ὁ φυγὼν μετανοήσας ὑποστρέψει ἢ καὶ ἄκων κρατηθήσεται μηδέν τι κακὸν ὑποστάς· δυσωπηθήσεται γὰρ ὁ δεσπότης καὶ οἶκτον αὐτοῦ λήψεται.
Ὁ Ἥλιος τὴν Σελήνην καὶ τὸν ὡροσκόπον θεωρῶν πάντα τὰ λαθραῖα φανερὰ ποιεῖ. Ἐπὶ δὲ τῶν ὑποφαινουσῶν εὕρεσιν καταρχῶν ὁ μὲν Ἄρης ταχέως δηλοῖ τὴν εὕρεσιν, ὁ δὲ Κρόνος βραδέως. Διὸς δύνοντος ὁ φυγὼν ἐὰν καὶ κρατηθῇ οὐδὲν κακὸν πείσεται· ὁ γὰρ δεσπότης πραΰνεται. Ἡ Ἀφροδίτη εὕρεσιν ὑποφαίνουσα ἐν τόπῳ ἱερῷ τὸν φυγάδα δείκνυσιν εἶναι. Ἐάν τις ἀστὴρ ἐν οἴκῳ ἰδίῳ ὢν καὶ βλέπων τὸν ὡροσκόπον καὶ τὴν Σελήνην ᾖ δηλοῖ μὴ γεγονέναι φυγήν, ἀλλ’ εἴ τί που πλησίον πλανᾶται ὃν δοκεῖς πεφευγέναι, μακρὰν δὲ οὐκ ἀπῆλθεν. Πᾶς γὰρ ἀστὴρ ἀναποδίζων καὶ τὴν Σελήνην ὁρῶν καὶ τὸν ἴδιον οἶκον οὐ πεφευγέναι λέγει τὸν ζητούμενον ἀλλ’ ἐγγύς που πλανᾶσθαι.
Ἡ Σελήνη καὶ ὁ ὡροσκόπος ἄνευ τινὸς ἀστέρος μαρτυρίας ὅταν ὦσιν ἐν ἑκάστῳ τῶν ζῳδίων καθ’ αὑτοὺς περὶ τοῦ προκειμένου κεφαλαίου ταῦτα μηνύουσιν ὡς ὑποτέτακται. Ὁ Κριὸς ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ταχέως πάλιν ἀνακομίζει, τινὲς δὲ καὶ ἑκουσίως ὑποστρέφουσιν, ἐὰν δὲ τῆς Σελήνης ἐν Κριῷ οὔσης ὡροσκοπῇ Λέων ἢ Τοξότης ἢ Ἰχθύες ἢ Δίδυμοι οὐχ εὑρεθήσεται ὁ φυγών. Ταῦρος ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον τὸν φυγόντα κομίζει εἰς οἶκον ἀνδρὸς δυνάστου διὸ καὶ δυσκόλως εὑρίσκεται. Δίδυμοι ἔχοντες τὴν Σελήνην ἢ τὸν ὡροσκόπον εἰ μὲν ἕως τῆς α′ πεντεκαιδεκαμοιρίας εἰσὶν ἢ εἴσω ἡμερῶν β′ ὁ φυγὼν εὑρεθήσεται ἢ μετὰ τὸν γ′ μῆνα ἢ ὄψεται αὐτὸν ὁ δεσπότης ἢ ἀκούσει παρ’ αὐτοῦ μήνυμα, εἰ δὲ μετὰ τὴν α′ πεντεκαιδεκαμοιρίαν ταχέως τὸν φυγόντα εὑρίσκει. Καρκίνος ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον τὸν φυγόντα εἰ μὴ εἴσω β′ ἡμερῶν εὑρεθείη σημαίνει ἐν ἱερῷ τόπῳ κρυπτόμενον βραδέως πάνυ εὑρεθήσεσθαι. Λέων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἔχων ἕως μοιρῶν ιε′ ἐπανάγει τὸν δραπέτην, ὑπὲρ δὲ τὰς ιε′ μοίρας ἀφανίζει αὐτὸν καὶ εἰς οἶκον πλουσίου τινὸς δυνάστου ἀποκομίζει διὸ καὶ δυσχερῶς εὑρεθήσεται. Παρθένος τὴν Σελήνην ἔχουσα ἢ τὸν ὡροσκόπον δυσχερῆ τὴν εὕρεσιν ἐμφαίνει τοῦ φυγόντος· διὰ γὰρ τὸ πτερωτὸν τοῦ ζῳδίου ἀφανῆ τὸν δραπέτην ἔσεσθαι ὑποσημαίνεται.
Ζυγὸς τὴν Σελήνην ἔχων ἢ τὸν ὡροσκόπον ἐπανάγει μὲν τὸν δραπέτην ἀλλὰ προφασιζόμενόν τι καὶ δικαιολογούμενον ὑπὲρ τοῦ εὐλόγως πεφευγέναι. Σκορπίος τὴν Σελήνην ἔχων ἢ τὸν ὡροσκόπον εἰς ἱερὸν ἀποκομίζει τὸν δραπέτην, πολλάκις δὲ καὶ ἑκουσίως αὐτὸν ὑποστρέψαι ποιεῖ. Τοξότης ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ποιεῖ τὸν δραπέτην πλανᾶσθαι εἰς τόπους διαφόρους καὶ χρονίαν τὴν εὕρεσιν παρέχεται. Αἰγόκερως ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον τὸν δραπέτην ἐὰν εἴσω πέντε ἡμερῶν μὴ εὑρεθῇ ἀποθανεῖσθαι δηλοῖ καὶ τὸν τόπον αὐτοῦ μὴ γνωσθήσεσθαι. Ὑδροχόος ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἐν μὲν ταῖς πρώταις ιε′ μοίραις ἐπανάγει τὸν δραπέτην, ἐν δὲ ταῖς ὑστέραις ἀφανίζει αὐτόν. Ἰχθύες ἔχοντες τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἐν μὲν ταῖς πρώταις μοίραις ιε′ ἀφανίζουσι τὸν φυγόντα, κατὰ δὲ τὰς λοιπὰς μοίρας φανερὸν ποιοῦσιν αὐτόν. Καὶ ταῦτα μὲν καθ’ αὑτὰ τὰ ιβ′ ζῴδια μηνύουσιν ἄνευ μαρτυρίας τινὸς ἀστέρος, ἐπεὶ δὲ ἡ ὡροσκόπησις τῆς καταρχῆς τοῦ φυγόντος ἄδηλός ἐστι, δεῖ τιθέναι ἐκεῖνον ὡροσκόπον ὁπότε ἤκουσεν ὁ τοῦ φυγόντος δεσπότης τὴν ἀγγελίαν τῆς φυγῆς.
Καὶ ταῦτα μὲν ἐν τοῖς ἔπεσι Δωρόθεος…
Περὶ νόσων
Δωροθέου ε′, 37, ἐκ τῶν Ἡφαιστίωνος γ′, 33 (fr. 114 Stegemann)
......................... κρύψας ἐνέθηκεν
φαρμακόεν λύσεις. ἀτὰρ οὔτι γε Καρκίνος αἴθων
οὔτε Λέων τούτοισιν ἐπάρκιος. ἡ δέ νυ Κούρη
ἐσθλὴ καὶ Ζυγὸς ἶσον. ἀτὰρ χθόνα ποσσὶν ἀμύσσων
Σκορπίος οὐκέτι τοῖος. Ὀιστευτῆρι τε ῥέξειν
ἠδὲ καὶ Αἰγοκερῆι. καθ’ Ὑδροχόου δὲ βεβώσης
ὥρης ἢ Μήνης ἀνεμώλια πάντα τελέσσεις.
ἐν δέ τοι Ἰχθύσιν ἔστιν ἀπὸ ἕο λυγρὰ διώκειν.
Ζεὺς δὲ καὶ Ἀφρογενὴς ὥρῃ Μήνῃ τε παρέστων
ἠέ νυ λευσσόντων· σκεδάσουσι γὰρ αὐτίκα πῆμα.
Περὶ ἐμέτου καὶ καθάρσεως
Δωροθέου ε′, 38, ἐκ τῶν Ἡφαιστίωνος γ′, 34
Τοὺς δὲ ἐμέτους καὶ τὰς καθάρσεις συνοίσει ποιεῖσθαι τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς συσχηματιζομένης ἢ συναπτούσης. Παραφυλάσσεσθαι δὲ δεῖ μήτε ἐν Κριῷ μήτε ἐν Ταύρῳ τὴν στάσιν ἐχούσης παραλαμβάνειν τι τῶν τοιούτων· βλαβερὸν γὰρ διότι μαρυκᾶται ταῦτα. Ἁρμόζει δὲ ἐμεῖν αὐτῆς οὔσης ἐν τῷ Ἀναβιβάζοντι, καθαίρειν δὲ τὴν κοιλίαν ἐπὶ τοῦ Καταβιβάζοντος.
Δωροθέου ε′, 38 [TLG, Dorotheus Astrol, Fragmenta Graeca, p. 419]
Ἐν Κριῷ καὶ Ταύρῳ τῆς Σελήνης οὔσης ἔμετον ποιεῖν τὸν βουλόμενον προσήκει ληγούσης τῆς Σελήνης, καὶ τῶν ἀγαθοποιῶν ἐπιθεωρούντων καὶ ἐπὶ τοῦ ἀνάγοντος ζῳδίου ῥεῖ. Εἰ δὲ ἐπὶ τοῦ κατάγοντος ἡ Σελήνη τύχοι, χρεία ἢ κλυστῆρος ἢ κατασῦραι κοιλίαν· τῶν ἀγαθοποιῶν μαρτυρούντων μείζων ἡ ὠφέλεια γίνεται.
Δωροθέτου ε′, 38 [CCAG II, p. 157–158, Codices Venetos, F.145]
Τοὺς δὲ ἐμέτους καὶ τὰς καθάρσεις ποιεῖσθαι τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς συσχηματιζομένης ἢ συναπτούσης. Παραφυλάττεσθαι δε ἵνα μὴ εἰς Κριὸν ἢ εἰς Σκορπίον σχῇ τὴν σύστασιν· βλαβερὸν γάρ· μηδὲ ἐν Ἰχθύσι καὶ Καρκίνῳ καὶ Παρθένῳ· ἐμοῦσι γάρ· ἐν δὲ ἀνθρωποειδεῖ ζῳδίῳ μάλιστα δεῖ δοῦναι, οἷον Διδύμοις, Τοξότῃ, Ὑδροχόῳ· δοτέον δὲ ἐὰν κατεπείγῃ καὶ Κριῷ καὶ Σκορπίῳ· πλὴν μυκῶνται καὶ αὐτὸν καὶ πρὸς ἔμετον ἐρεθίζουσιν. Ὁμοίως δὲ καὶ Λέων. Ἐν δὲ Σκορπίῳ μᾶλλον δότω· ὥσπερ γὰρ ὁ Σκορπίος τῶν κρυπτῶν ἐστιν ἐρευνητής, οὕτω καὶ ἡ κάθαρσις ἐρευνᾷ καὶ καθαίρει πᾶσαν τὴν ἔνδον κοιλίαν. Ἐν Αἰγοκέρωτι μηδαμως· στρόφους γὰρ ἐμποιεῖ διὰ τὸ ἑλικτικὸν τῆς οὐρᾶς αὐτοῦ. Ἁρμόζει δὲ τὰς καθάρσεις τῆς Σελήνης τὸν ἄνεμον καταβαινούσης καὶ ἐν τῷ καταβιβάζοντι· ἐπιτήδειον δὲ ζῴδιον πρὸς ἔμετον ὁ Κριὸς [ὁ Σκορπίος], διότι μυκᾶται.
Ὁ ὡροσκόπος ἔοικεν ἀέρι· διὰ γὰρ τοῦτο καὶ θερμότερός ἐστι καὶ ὑγρός· τὸ δὲ μεσουράνημα ἔοικε πυρί· διὰ γάρ τοῦτο θερον καὶ ξηρόν ἐστι· τὸ δῦνον ἔοικεν ὕδατι· διὰ γὰρ τοῦτο ψυχρὸν καὶ ὑγρόν· τὸ ὑπόγειον γῇ· διὰ γὰρ τοῦτο ψυχρὸν καὶ ξηρόν.
Περὶ χειρουργίας
Δωροθέτου ε′, 39–40, ἐκ τῶν Ἡφαιστίωνος γ′, 32
Τὰς δὲ χειρουργίας τῶν μελῶν ποιεῖσθαι χρὴ τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς φερομένης ἢ συνούσης αὐτοῖς. Παρατηρητέον δὲ αὐτὴν οὖσαν ἐν Ταύρῳ καὶ Παρθένῳ καὶ Αἰγοκέρωτι καὶ Ἰχθύσιν· ταῦτα γὰρ τὰ ζῴδια σπασμῶν αἴτια γίνονται. Ἔτι δὲ παρατηρητέον αὐτὴν οὖσαν ἐν τοῖς τροπικοῖς καὶ ἐν συνόδῳ τοῦ Ἡλίου καὶ ἐν τοῖς ἐκλειπτικοῖς συνδέσμοις. Καὶ ἔτι ἐκεῖνο τὸ μέλος οὐ δεῖ χειρουργεῖν ὅπερ οἰκειοῦται κατὰ φύσιν τῷ ζῳδίῳ ἐκείνῳ ἔνθα ἐστὶν ἡ Σελήνη· ἕκαστον δὲ τῶν τοῦ ἀνθρώπου μελῶν τίνι τῶν ιβ′ ζῳδίων ᾠκείωται ἀνωτέρω δεδηλώκαμεν. Τοὺς δὲ ὀφθαλμοὺς χρὴ χειρουργεῖν καὶ θεραπεύειν τῆς Σελήνης πληθούσης τῷ τε φωτὶ καὶ τοῖς ἀριθμοῖς καὶ συναπτούσης τοῖς ἀγαθοποιοῖς χωρὶς τῆς τῶν κακοποιῶν μαρτυρίας.
Ὁ δὲ Δωρόθεος ἐν τοῖς περὶ χειρουργίας τὰ αὐτὰ λέγει, πρὸς τούτοις δὲ καὶ τάδε φησίν. Οὐ μόνον δεῖ τὴν Σελήνην ἀλλὰ καὶ τὸν ὡροσκόπον ἀκάκωτον εἶναι φυλάσσειν, ἔτι δὲ καὶ ἐὰν κακοποιὸς ἐπίκεντρος ὢν ἀναποδίζῃ ἀποδοκιμάζειν καὶ τοῦτο. Σελήνης δέ, φησίν, οὔσης ἐν τροπικῷ ζῳδίῳ ἢ δισώμῳ εἰ μὲν συνάπτει αὐτῇ ἀγαθοποιὸς δεῖ χειρουργεῖν, ἄνευ δὲ ἀγαθοποιοῦ οὐ δεῖ· ὑποτροπιασμὸς γὰρ γίνεται καὶ πάλιν ἐκ δευτέρου χειρουργία ἐν τοῖς τοιούτοις ζῳδίοις ἄνευ τῶν ἀγαθοποιῶν.
Δωροθέου περὶ ἀρρώστων
Δωροθέου ε′, 41 [CCAG II, Codices Venetos, p. 157, F.143v]
Ὑπόθου τὸν ὡροσκόπον τὸν νοσοῦντα, τὸ δὲ δῦνον τὸν τόπον οὗ ὁ νοσῶν κατάκειται καὶ αὐτὴν τὴν νόσον ὁποία τις ἔσται, τὸ μεσουράνημα τὸν ἰατρόν, τὸ ὑπὸ γῆν τὴν ἀπόβασιν τῆς νόσου· ὡσαύτως καὶ ἡ Σελήνη σημαίνει τίς ἡ νόσος καὶ ποία καὶ τίς ἡ αἰτία αὐτῆς. Ὅταν οὖν ὁ ὡροσκόπος ὑπὸ τῶν κακοποιῶν θεωρῆται, τὸ δὲ δῦνον ὑπὸ τῶν καλοποιῶν, σημαίνει τὸν νοσοῦντα βαρέως ἔχειν καὶ χρονίζειν ἐν τῇ ἀρρωστίᾳ. Ἐὰν δὲ τὸ μεσουράνημα κακωθῇ, σημαίνει τὸν νοσοῦντα κακῷ περιτυχεῖν ἰατρῷ καὶ τοῦ ἰατροῦ εἶναι τὸ ἔγκλημα. Τὸ δὲ ὑπὸ γῆν ὑπὸ τῶν κακοποιῶν θεωρούμενον κίνδυνον σημαίνει τοῦ νοσοῦντος ἀναμφίβολον, ἐὰν δὲ ὑπὸ ἀγαθοποιῶν, σωτηρίαν σημαίνει. Βλέπε δὲ καὶ ποῖος ἀστὴρ ἐποίησε τὴν νόσον ἤτοι τὸν πρὸ ὀλίγων ἡμερῶν τῆς νόσου δυτικὸν γενόμενον ἢ ὕπαυγον τετραγωνίζοντα τὴν Σελήνην ἢ διαμετροῦντα, καὶ βλέπε πότε τὸ σχῆμα ἀλλάσσει ἤτοι εἰς ἀνατολὴν καὶ τὰ λοιπὰ σχήματα, καὶ τότε ὑγεία τῷ νοσοῦντι ἔσται.
Δωροθέου ε′, 41 [TLG, Dorotheus Astrol., p. 421–422]
Τοῦ αὐτοῦ
Περὶ μὲν ἀσθενειῶν ὁράσθωσάν σοι ὅ τε ὡροσκόπος καὶ ἡ Σελήνη καὶ οἱ τούτων οἰκοδεσπόται καὶ τὰ δωδεκατημόρια αὐτῶν καὶ οἱ ἐφορῶντες ἀστέρες καὶ ἡ συναφὴ τῆς Σελήνης· ἐντεῦθεν γὰρ ὄψει πότερον κινδυνώδης ἢ ὀλίγη καὶ ἐλαφρὰ ἔσται ἡ νόσος. Oἱ μὲν γὰρ ἀγαθοποιοὶ μόνοι ἐπιθεωροῦντες ταχεῖαν τὴν ἀπόλυσιν τῆς νόσου καὶ ἀκίνδυνον σημαίνουσιν, ὁ δὲ Ἄρης θρασεῖαν καὶ τραχεῖαν καὶ σφαλεράν, ὁ δὲ Κρόνος χρονίαν καὶ ἐπικίνδυνον. Καὶ ὁ μὲν ὡροσκόπος τῆς ἀσθενείας καὶ ὁ κύριος αὐτοῦ τὸ πνεῦμα σημαίνει, ἡ δὲ Σελήνη τὸ σῶμα. 'Eὰν οὖν ἡ Σελήνη κακωθῇ, τὸ σῶμα ἱκανῶς βλαβήσεται, ἐὰν δὲ ὁ ὡροσκόπος ἢ ὁ κύριος αὐτοῦ, τὸ πνεῦμα, ἐὰν δὲ ἀμφότεροι κακωθεῖεν καὶ ἀγαθοποιὸς μὴ ἐπιβλέπῃ, φανερὸς ὁ κίνδυνος. 'Eν ᾧ δ’ ἐστὶ ζῳδίῳ ὁ ὡροσκόπος ἢ ἡ Σελήνη ἢ τὰ διάμετρα τούτων, περὶ τοῦτο ἡ ἀσθένεια γενήσεται, ἤτοι τὸ μέρος τοῦ σώματος, ᾧ χρηματίζει τὸ ζῴδιον, κινδυνεύειν λέγεται.
Τὸ δὲ ἀρρωστεῖν ἐκ τῆς προειρημένης τῶν ἀστέρων θεωρίας γνωσθήσεται. Αἱ γὰρ ἐπισημασίαι καὶ ἀνέσεις πρὸς τὸν τῆς Σελήνης χρηματίζονται δρόμον· ὅθεν τριταίαν μὲν κρίσιν λαμβάνω κατὰ τὸ ζῴδιον ἐξ οὗ μεθισταμένη ἡ Σελήνη πρὸς ἄλλο ζῴδιον ἔρχεται, τεταρταίαν δὲ ἐπειδὰν εἰς τὸ ἑξάγωνον ἔρχηται τοῦ ζῳδίου ἀφ’ οὗ ἤρξατο, ἑβδομαίαν δὲ ἐπειδὰν τετράγωνος γένηται τῷ τόπῳ καθ’ ὃν ἤρξατο, ἐναταίαν δ’ ὁπόταν τριγωνίζῃ, τεσσαρεσκαιδεκαταίαν δὲ ὅταν εἰς τὸ διάμετρον ἔλθῃ, κ′ δὲ καὶ μίαν ὅταν εἰς τὸ ἕτερον τετράγωνον ἔλθῃ ἐπιδεκατεύουσα ἑαυτήν. Οἱ δὲ ταῦτα τὰ σχήματα ὑπερβάντες ἀκινδυνοτέρως μένουσιν, χρονιώτερον δὲ καθίστανται. Ἐὰν μὲν οὖν εἰς σχῆμα ἀπὸ σχήματος ἐρχομένη ἢ ὑπὸ φθοροποιοῦ θεωρηθήσεται ἡ Σελήνη ἢ ἐν ὁρίοις φθοροποιοῦ γένηται, ἐπιτείνει τὴν ἀσθένειαν, ἐὰν δ’ ὑπὸ φθοροποιοῦ μὴ θεωρῆται, ἄνεσιν.
Περὶ κατακλίσεων καὶ νόσων
Δωροθέου ε′, 41 [TLG, Dorotheus Astrol., p. 422–426]
Σκεπτόμενος περὶ νοσημάτων βλέπε τόν τε ὡροσκόπον τῆς κατακλίσεως καὶ τὴν τῆς Σελήνης ἐποχὴν καὶ τοὺς τούτων οἰκοδεσπότας καὶ ἔτι τὰς συναφὰς αὐτῶν καὶ τὸ τῆς Σελήνης δωδεκατημόριον. Ἐὰν μὲν γὰρ ταῦτα ἀγαθοποιοὶ τύχωσι κληρωσάμενοι, οὐδεμία ἔσται βλάβη, ἀλλὰ ταχέως ἡ νόσος ῥαΐσει καὶ ὑγίεια ἐπακολουθήσει, ἐὰν δὲ κακοποιοί, βλάβη δηλοῦται καὶ κάκωσις κοινῶς, ἰδίως δέ, εἰ μὲν Ἄρης ταῦτα κληρώσεται, ὀξεῖα ἔσται ἡ νόσος καὶ ἐπικίνδυνος, εἰ δὲ Κρόνος, χρονία τε ἅμα καὶ χαλεπὴ γίνεται ἡ νόσος. Ἐὰν δὲ πάλιν ἡ Σελήνη μόνη φαίνηται κεκακωμένη ὑπὸ Κρόνου ἢ Ἄρεως, ἡ βλάβη περὶ τὸ σῶμα ἔσται μόνον τοῦ ἀνθρώπου, ἐὰν δὲ μόνος ὁ ὡροσκόπος βλαβῇ, παραφροσύνη ἔσται καὶ τῆς διανοίας βλάβη καὶ παρακοπή, εἰ δὲ ἀμφότεροι οἱ τόποι τῆς τε Σελήνης καὶ τοῦ ὡροσκόπου ὦσιν βεβλαμμένοι ὑπὸ τῶν κακοποιῶν καὶ μηδεὶς ἀγαθοποιὸς ἐπιθεωρήσῃ, φαῦλον τὸ σημεῖον καὶ κινδυνῶδες καὶ θανάτου προοίμιον. Περὶ ποῖον δὲ τόπον τοῦ σώματος ἔσται ἡ νόσος, ἐκ τῆς τῶν δώδεκα ζῳδίων φυσικῆς συμπαθείας καὶ οἰκειώσεως γνώσῃ. Ἐὰν δὲ Κρόνος ἢ Ἄρης ἤτοι ὡροσκοπῶσιν ἢ τὸν ὡροσκόπον διαμετρῶσιν ἢ τῇ Σελήνῃ συνοδεύωσιν ἢ τὴν Σελήνην διαμετρῶσιν, μεγάλου κινδύνου καὶ χαλεποῦ τοῦτο σημεῖον, ἐὰν δὲ τούτων ὄντων ἀγαθοποιοὶ ἐπιβλέπωσι τὸ σχῆμα, βοήθεια ἔσται τῷ νοσοῦντι, ἐὰν δὲ κακοποιοί, ἐπιτείνεται τὰ κακά.
Γνώσῃ δὲ καὶ δυσφορίαν τοῦ κάμνοντος κατὰ τὰς περιόδους καὶ εὐφορίαν ἐκ τοῦ τῆς Σελήνης περιπάτου καὶ τῶν ἐφημερίδων. Ὅταν γὰρ κακοποιῷ συνάπτῃ, δυσφορία ἔσται καὶ τῶν πόνων ἐπίτασις, καὶ μάλιστα ἐὰν ἐν ὁρίοις κακοποιοῦ τοῦτο συμβῇ, ὅταν δὲ ἀγαθοποιῷ συνάπτῃ, εὐφορία γίνεται καὶ τῶν πόνων ἄνεσις, καὶ μάλιστα ἐὰν ἐν ὁρίοις ἀγαθοποιοῦ. Δεῖ δὲ σκοπεῖν καὶ ταῦτα. Λαβὼν τὴν τῆς Σελήνης ἐποχὴν ἐν τῷ καιρῷ τῆς κατακλίσεως βλέπε ἐκ τῶν ἐφημερίδων μετὰ ζ′ ἡμέρας τὴν Σελήνην ἐρχομένην ἐν τῷ ἑαυτῆς τετραγώνῳ σχήματι, μετὰ δὲ ἡμέρας θ′ ἐν τῷ τῆς καταρχῆς ἔρχεται τριγώνῳ σχήματι, μετὰ δὲ ἡμέρας ιδ′ ἑαυτὴν διαμετρήσει δηλονότι, μετὰ δὲ ἡμέρας ιθ′ ἐν τῷ δεξιῷ τριγώνῳ ἔρχεται, μετὰ δὲ ἡμέρας κα′ ἐλεύσεται ἐν τῷ δεξιῷ τετραγώνῳ αὑτῆς σχήματι. Ταῦτα οὖν ἀκριβῶς δεῖ σκοπεῖν τὰ ε σχήματα τῆς Σελήνης καὶ τίνι τῶν ἀστέρων μετὰ τὸ σχηματίσαι τὴν τῆς καταρχῆς Σελήνην συνάπτειν μέλλει. Εἰ μὲν γὰρ ἀγαθοποιοῖς συνάπτει, εὐφορία γίνεται, εἰ δὲ κακοποιοῖς, δυσφορία καὶ βλάβη.
Αἱ δὲ καταρχόμεναι νόσοι ἐν ἡμέρᾳ διὰ ζ′ ἢ διὰ ιδ′ ἡμερῶν κρίνονται, αἱ δὲ ἐν νυκτὶ διὰ ἡμερῶν ι′ ἢ κ′. Ταῦτα οὖν σκοπῶν οὐ μόνον τὴν ἡμέραν τῆς εὐφορίας ἢ δυσφορίας προγνώσῃ, ἀλλὰ καὶ τὴν ὥραν. Οἱ μὲν γὰρ ἀγαθοποιοὶ ἐν ταῖς κρίσεσιν ὑπαντῶντες τὴν Σελήνην εὐφορίαν ποιοῦσι καθ’ ἣν ὥραν μοιρικῶς αὐτὴν ἐπιθεωρήσουσιν, οἱ δὲ κακοποιοὶ δυσφορίαν καὶ ἄλγος. Ὁ Κρόνος βλαβερώτερος γίνεται τοῖς ἐν νυκτὶ καταρχομένοις νοσεῖν, ὁ δὲ Ἄρης τοῖς ἐν ἡμέρᾳ. Ἡ Σελήνη καὶ ὁ ὡροσκόπος ἐν τοῖς τροπικοῖς ζῳδίοις ὄντες τὰς νόσους ὑποτροπιάζειν ποιοῦσιν. Οἱ δύο φωστῆρες ὑπὸ γῆν εὑρεθέντες ἐν τῇ κατακλίσει κακὸν σημεῖον δηλοῦσι τῷ νοσοῦντι, ἐὰν καὶ ἐξ ἄλλων τινῶν σημείων κάκωσις ἐπιφαίνηται· οὐδὲ γὰρ ἀφ’ ἑνὸς μόνου σημείου στοχαζομένους δεῖ προπετῶς καὶ ἀβασανίστως ἀποφαίνεσθαι, ἀλλ’ ἀπὸ πλειόνων πρὸς τὴν καλουμένην πλειονοψηφίαν.
Τῆς Σελήνης τὰ προειρημένα πέντε σχήματα κατὰ περίπατον ἀποτελούσης, ὡς εἴρηται, ἐὰν μὲν Κρόνος αὐτῇ μαρτυρήσῃ ἢ συνοδεύσῃ, παρέχει ῥίγη καὶ ψύξεις καὶ ῥευματισμοὺς καὶ νεύρων σπασμοὺς καὶ ὀδύνας, ἐὰν δὲ ὁ Ἄρης ταῦτα κληρώσηται, πυρετοὺς καὶ θέρμας καὶ δίψας ἀποτελεῖ καὶ ξηρότητας. Πολλάκις δὲ οὕτως τυχὼν ὁ Ἄρης αἱμορραγίαν ποιήσας ἔκρινε τὸ νόσημα καὶ ὠφέλησε τὸν νοσοῦντα. Ἐὰν δὲ ἐν τῇ καταρχῇ τῆς νόσου εὑρεθῇ ἡ Σελήνη προσθετικὴ τοῖς ἀριθμοῖς καὶ πρὸς Ἥλιον ἢ πρὸς Ἄρην σχηματιζομένη, γνῶθι ὅτι ἐν τῇ ζ ἡμέρᾳ ἢ ἐν τῇ ιδ′, τουτέστιν ὅταν ἑαυτὴν τετραγωνίσῃ ἢ διαμετρήσῃ, πάνυ ἔσται τῷ κάμνοντι ἐπισφαλῆ καὶ ἐπικίνδυνα τὰ πράγματα καὶ οὐ πόρρω ἐστὶν ὁ θάνατος. Ἐὰν δὲ τῶν ἄλλων οὕτως ἐχόντων ὁ Κρόνος αὐτὴν μαρτυρῇ καὶ τὸν Ἥλιον, ὠφέλιμος γίνεται, ἐὰν δὲ τῆς Σελήνης τοῖς ἀριθμοῖς ἀφαιρούσης ἐν τῇ καταρχῇ ὁ Κρόνος αὐτὴν σχηματίσῃ, βλαβερὸς γίνεται τῷ κάμνοντι, ἐὰν δὲ οὕτως αὐτῆς ἐχούσης ὁ Ἄρης ἐπιθεωρήσῃ, ὠφέλιμος γίνεται. Ἐὰν τῆς Σελήνης ἐν τῇ κατὰ πάροδον τῶν σχημάτων ἀμείψει ἐρχομένης ἐπὶ τὸ ἴδιον τετράγωνον ἢ τὸ διάμετρον σχῆμα ὁ Κρόνος αὐτὴν ἐπιθεωρήσῃ, εἰ μὲν ἐπὶ τῶν εἰρημένων ἀγαθῶν σημείων εἴη ἡ καταρχή, αἴτιος γίνεται σωτηρίας τῷ κάμνοντι, εἰ δὲ ἐπὶ τῶν κάκωσιν ἐμφαινόντων σημείων καὶ ὁ Κρόνος ἐν τῷ τετραγώνῳ ἢ τῷ διαμέτρῳ τὴν Σελήνην πρὸς ἑαυτὸν ἐπικακώσῃ, αἴτιος θανάτου τῷ κάμνοντι γίνεται καὶ ἀναιρεῖ.
Ἄλλη σκέψις. Ἔστω μὲν ὡροσκόπος ὁ ἰατρός, τὸ δὲ μεσουράνημα ὁ κάμνων, τὸ δὲ δῦνον ἡ νόσος, τὸ δὲ ὑπόγειον ἡ θεραπεία. Ἐὰν οὖν κακοποιὸς ὡροσκοπῇ, οὐδὲν ὠφελήσει ὁ ἰατρὸς τὸν κάμνοντα, ἀλλὰ καὶ βλαβήσεται ὁ κάμνων ὑπ’ αὐτοῦ, ἐὰν δὲ ἀγαθοποιὸς ὡροσκοπῇ, ὠφελήσει τὸν κάμνοντα ὁ ἰατρός. Ἐὰν δὲ ἀγαθοποιὸς δύνῃ, … ἢ καὶ δίχα τοῦ ἰατροῦ αὐτομάτως ἡ νόσος ῥαΐσει. Ἐὰν δὲ κακοποιὸς μὲν ὡροσκοπῇ, ἀγαθοποιὸς δὲ ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, δηλοῖ ὅτι ὁ μὲν πρῶτος ἰατρός, κἂν μάλιστα ᾖ ἐπιστήμων, οὐδὲν δύναται ὠφελῆσαι τὸν κάμνοντα, ἄλλος δέ τις ὕστερον ἐλθὼν ἰατρὸς ὠφελήσει. Τὸ δὲ ὑπὸ γῆν κέντρον ὁρῶν σκόπει τὸν ἐπόντα αὐτῷ ἀστέρα πότερον ἰδιοθρονεῖ ἢ οὔ· εἰ μὲν γὰρ εἴη εἰς ἴδιον τρίγωνον ἢ οἶκον, ἔσται αὐτόχθων ὁ ἰατρὸς καὶ οὐ ξένος, εἰ δὲ εἰς ἀλλοτρίους τόπους εἴη, ἔσται ὁ ἰατρὸς ξένος.
Φησὶ δὲ ὁ Δωρόθεος καὶ ταῦτα τὰ σχήματα ἐπικίνδυνα εἶναι, οἶον τά τε ἑβδομαδικὰ καὶ ἐννεαδικὰ τῶν κλιμακτήρων. Εἰ γὰρ αἱ συναγόμεναι, φησίν, ἡμέραι ἀπὸ τῆς γενέσεως αὐτῆς τοῦ νοσοῦντος ἕως τῆς κατακλίσεως καὶ μεριζόμεναι παρὰ τὸν ζ′ καταλήξωσιν εἰς τὸν ζ′ ἢ μεριζόμεναι παρὰ τὸν θ′ καταλήξωσιν εἰς τὸν θ′, κλιμακτὴρ ἔσται τῇ γενέσει ἐκείνῃ, ᾖ, ἐὰν κατάρξηται νοσεῖν, ἐπικινδύνως νοσήσει. Σκοπεῖν δέ φησιν ὁ αὐτὸς καὶ τοῦτο. Λαβὼν ἀπὸ τοῦ κατὰ γένεσιν Ἡλίου ἐπὶ τὴν κατὰ γένεσιν Σελήνην τὸν τῶν ζῳδίων αὐτῶν τοῦ διαστήματος ἀριθμόν, συναριθμῶν καὶ αὐτὰ τὰ ζῴδια ἐν οἷς εἰσιν ἐξ ἀρχῆς οἱ δύο φωστῆρες –ἔχων οὖν, ὡς εἴρηται, τὴν τοιαύτην τῶν ζῳδίων ποσότητα λάβε καὶ τὰς ἀπὸ τῆς ἀρχῆς τῆς γενέσεως ἕως τῆς κατακλίσεως ἡμέρας καὶ ταύτας μέρισον παρὰ τὴν ποσότητα τῶν ζῳδίων, ὡς εἴρηται· καὶ ἐὰν ἀπαρτίζῃ ὁ ἀριθμὸς οὗτος τῷ πλήθει τῶν ἡμερῶν, ὁ κατακλιθεὶς ἐπικινδύνως νοσήσει.
Καὶ ἄλλως δέ φησιν· σκόπει τὴν τῆς κατακλίσεως Σελήνην. Ἐὰν γὰρ τύχῃ ἢ ἐν τῷ δ′ τόπῳ τῆς γενέσεως ἢ ἐν τῷ ς′ ἢ ἐν τῷ η′ ἢ ἔνθα ἦν ἡ Σελήνη αὐτὴ κατὰ πῆξιν, κινδυνώδη τὴν νόσον καὶ ταῦτα ὑποφαίνει. Σκοπεῖν δὲ δεῖ, φησίν, τούς τε β′ Ἡλίους (τόν τε κατὰ πῆξιν καὶ τὸν κατὰ πάροδον) καὶ ἔτι τὴν παροδικὴν Σελήνην τῆς κατακλίσεως. Καὶ ἐὰν αὐτὴ ἡ Σελήνη πρὶν ἑαυτὴν τετραγωνίσαι συνάψῃ ἑνὶ τῶν Ἡλίων, ἐλαφροτέραν τὴν νόσον δηλοῖ, ἐὰν δὲ πρὸ τοῦ συνάψαι τινὶ τῶν Ἡλίων ἑαυτὴν τετραγωνίσῃ, φαῦλον τὸ σημεῖον.
Περὶ διαθηκῶν καὶ ἄλλως
Δωροθέτου ε′, 42, ἐκ τῶν Ἡφαιστίωνος γ′, Παράρτημα II
Ὅταν τις θελήσῃ τὴν ἤδη γεγραμμένην αὐτοῦ διαθήκην σφραγίσαι πρὸς ἀξιοπιστίαν παρατηρείσθω τόν τε ὡροσκόπον καὶ τὴν Σελήνην ἐν τροπικοῖς εἶναι ζῳδίοις· τούτου γὰρ γενομένου παλιντροπία ἔσται τῆς καταρχῆς ὕστερον, διὸ καὶ πάλιν ἄλλως διαθήσεται καὶ οὐ μὴ δηλονότι τελευτήσει ἐπὶ τῇ πρώτῃ διαθήκῃ. Ἔστω δὲ πρὸς τούτοις ἡ Σελήνη καὶ αὐξιφωτοῦσα καὶ τῷ πλάτει ὑψουμένη καὶ τοῖς κατὰ μῆκος ἀριθμοῖς ἀφαιροῦσα καί τινι ἀστέρι συνάπτουσα στηριγμὸν ἔχοντι καὶ μηδὲ ὕπαυγος ἔστω· καὶ γὰρ ὑπαύγου αὐτῆς οὔσης ὁ διαθέμενος ταχέως τελευτήσει. Τὸν δὲ Ἄρεα δεῖ παραφυλάττεσθαι ἀναγκαίως ἵνα μήτε ὡροσκοπῇ μήτε σὺν τῇ Σελήνῃ μήτε τετραγωνίζῃ αὐτὴν μήτε διαμετρῇ· οὕτω γὰρ οὐ μόνον ὁ διαθέμενος τελευτήσει, ἀλλὰ καὶ ἡ διαθήκη ἀφανισθήσεται ἤτοι κλαπεῖσα ἢ ἑτέρας ψευδοῦς ἀντ’ αὐτῆς ὑποληφθείσης. Ὁ δὲ Ἑρμῆς κακωθεὶς ἤτοι συνὼν τοῖς κακοποιοῖς ἢ σχηματιζόμενος ὑπ’ αὐτῶν δόλων αἴτιος γίνεται καὶ ἀμφισβητήσεων. Ἐὰν δὲ Κρόνος ὡροσκοπῇ ὁ μὲν θάνατος μετὰ χρόνον συμβήσεται, ἡ δὲ διαθήκη κυρωθήσεται. Ἐὰν δὲ Ζεὺς ἢ Ἀφροδίτη ὡροσκοπῇ ποιήσει τὸν διαθέμενον μὴ τελευτήσαντα διαθέσθαι πάλιν.