
ΒΙΟΣ ΚΑΙ ΕΡΓΑ
❧
Ὁ Δωρόθεος πιστεύεται ὅτι ἔζησε τὸν 2ο αἰ. μ. Χ. / 9ο αἰ. μ. Ὀ. , ἐκτίμηση ποὺ προκύπτει ἀπὸ τὴν χρονολόγηση τῶν γενεθλίων ὡροσκοπίων ποὺ συμπεριέλαβε ὁ ἴδιος ὡς παραδείγματα. Τὸ κύριο ἔργο του εἶναι ἡ Πεντάτευχος, ἐκτάσεως πέντε βιβλίων, σωζόμενο κυρίως μέσα ἀπὸ ἀποσπάσματα, καθὼς καὶ ἀπὸ περσικὲς καὶ ἀραβικὲς μεταφράσεις.
Τὰ δύο πρῶτα βιβλία πραγματεύονται γενεθλιαλογικὰ θέματα κυρίως μὲ χρήση τῶν Τόπων, τῶν Τριγωνοκρατόρων καὶ τῶν κυβερνητῶν τους, καθὼς καὶ διαφόρων Κλήρων. Τὸ τρίτο ἀφορᾶ τὸν προσδιορισμὸ τῆς διαρκείας τοῦ βίου, τὸ τέταρτο προβλέψεις καὶ τὴν μέθοδο τῶν Χρονοκρατόρων, ἑνῷ τὸ πέμπτο εἶναι ἡ ἐκτενέστερη πραγματεία καταρχικῆς ἀστρολογίας (ἐκλογῆς καταλλήλου χρόνου) εἰς τὴν ἑλληνιστικὴ ἀστρολογία.
Ἡ παρούσα ἔκδοση περιέχει ὅλα τὰ εἰς τὴν ἑλληνικὴ γλῶσσα σωζόμενα κείμενα τοῦ Δωροθέου, ὑπὸ τὸν γενικὸ τίτλο Ἀποτελεσματικά, προερχόμενα κυρίως ἀπὸ τὰ συγγράμματα τοῦ Μανέθωνος, τοῦ Ἀνουβίωνος, τοῦ Ἡφαιστίωνος καὶ τοῦ Ῥητορίου. Γιὰ τὸ πρωτότυπο κείμενο χρησιμοποιήθησαν: TLG (Τhesaurus Lingua Graeca) καὶ CCAG (Catalogus Codicum Astrologorum Graecorum).
Συμπληρωματικα
- Dorotheus of Sidon biography and works Βιογραφία Δωροθέου

ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΑ (ΠΕΝΤΑΤΕΥΧΟΣ), ΒΙΒΛΙΟΝ Α′
ἑλληνικὸ πρωτότυπο ἐκ τῶν CCAG (Catalogus Codicum Astrologorum Graecorum) καὶ TLG (Τhesaurus Lingua Graeca)
❧
ΠΕΡΙΕΧΟΜΕΝΑ
Περὶ τῶν τριγώνων ὡς Δωρόθεος
Ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες
Περὶ ὑψωμάτων
Περὶ εὐτοκίας καὶ δυστοκίας καθὼς Δωρόθεος
Περὶ διαφορᾶς τόπων
Περὶ τῶν δωδεκατημορίων τῶν ἀστέρων
Περὶ γονέων
Περὶ ἀλλοφύλων γονέων
Περὶ προτελευτῆς γονέων
Ἀριθμὸς τῶν προκεκυημένων
Περὶ φιλίας ἀδελφῶν
Περὶ γ΄ ἀπὸ τοῦ ὡροσκόπου
Περὶ μειζόνων καὶ μικροτέρων ἀδελφῶν
Περὶ ποσότητος ἀδελφῶν
Περί πλούτου: εξέτασις του δευτέρου τόπου
Περὶ τῶν τριγώνων ὡς Δωρόθεος
Δωροθέου α′, 1, ἐκ τῶν Ἡφαιστίωνος α′, 6 (Dor. fr. 5 Stegemann)
Κριὸς χαιτήεις τε Λέων τόξοιό τε Ῥυτήρ
ἤματι Ἠελίοιο, Διὸς δέ τε νυκτὶ ἔασιν
ἀλλάγδην, αἰνὸς δὲ Κρόνος τριτάτην λάχεν αἶσαν.
Ταύρου, Παρθενικῆς τε καὶ Αἰγόκερω κρατέουσιν
ἤματι Ἀφρογενής, νυκτὶ δέ τε δῖα Σελήνη,
καὶ τρίτατος μετὰ τοῖσι θεὸς πολέμοισιν ἀνάσσων,
ἐν δέ νυ Παρθενικῇ Μαίης προσλάμβανε κοῦρον.
ἐν Διδύμοις, Ζυγῷ τε καὶ Ὑδροχόῳ κρυόεντι
ἠμάτιος Φαίνων, ἀτὰρ ἔννυχος Ἀργεϊφόντης,
τούτων δ’ ὑστατίην Κρονίδης μοιράσατο τάξιν.
Καρκίνον αὖτε λάχεν καὶ Σκορπίον ἠδέ τε λοίσθους
Ἰχθύας ἠματίη Κύπρις, Πυρόεις δέ τε νυκτός,
καὶ μετὰ τοὺς ἑλικῶπις ἔχει βασίλισσα Σελήνη.
Ἐν οἷς χαίρουσι τόποις οἱ ἀστέρες
Δωροθέου α′, 1, ἐκ τῶν Ἡφαιστίωνος α′, 7 (Dor. fr. 6 Stegemann)
Ἐκ δ’ ἄρα τοι τούτων μᾶλλον Κρόνος Ὑδρηχόῳ,
Ζεὺς δ’ ἐνὶ Τοξευτῇ καὶ Σκορπίῳ ἥδεται Ἄρης,
Κύπρις δ’ ἐν Ταύρῳ γάνυται νόον, ἐν δέ νυ Κούρῃ
Ἑρμείας· εἷς δ’ ἔστι δόμος φωστῆρος ἑκάστου.
Περὶ ὑψωμάτων
Δωροθέου α′, 2, ἐκ τῶν Ἡφαιστίωνος α′, 8 (Dor. fr. 7 Stegemann)
Ἠέλιος Κριοῖο κατ’ ἐννέα καὶ δέκα μοίρας
ὑψοῦται, Μήνη δὲ περὶ τριτάτην Ταύροιο,
εἰκοστῇ δὲ μιῇ Ζυγοῦ Κρόνος, Αἰγίοχος δὲ
Καρκίνου ἐν δεκαπέντε, καθ’ ἑβδομάδος δὲ τετάρτης
Ἄρης Αἰγόκερω, περὶ δ’ ἐννέα τρισσάκι Κύπρις
Ἰχθύσι, Παρθενικῇ δὲ τρίτης κατὰ πεντάδος Ἑρμῆς.
Αἱ δὲ ταπεινώσεις ὑψώματα ἐν διαμέτρῳ.
Περὶ εὐτοκίας καὶ δυστοκίας καθὼς Δωρόθεος
Δωροθέου α′, 3, ἐκ τῶν Ῥητορίου κεφ. 55 (Dor. fr. 19 Stegemann ed.)
[CCAG VIII, 4, p. 125, Codices Parisini, F.88ν & CCAG V, 3, p. 79–80, Codices Vaticani, F.71v]
Ἐπὶ μὲν ἀρσενικῆς γενέσεως τὰ φῶτα ἐν ἀρσενικοῖς ζῳδίοις τυχόντα καὶ ὁ ὡροσκόπος ὑπὸ ἀγαθοποιῶν θεωρούμενος εὐτοκίαν ποιοῦσιν· ἐπὶ δὲ θηλυκῆς γενέσεως δυστοκίαν ποιοῦσιν, καὶ μάλιστα ἐὰν ὦσιν τὰ φῶτα τρίγωνα ἀλλήλοις καὶ ἐν ἀρσενικοῖς ζῳδίοις. Ἐπὶ δὲ ἀρσενικῆς γενέσεως τὰ φῶτα ἑαυτοῖς τρίγωνα καὶ ἐν θηλυκοῖς ζῳδίοις μετὰ τοῦ ὡροσκόπου δυστοκίαν ποιοῦσιν· αὕτη γὰρ ἡ φάσις τῶν φώτων καλεῖται ἀμφίκυρτος. Ζεὺς ὡροσκοπῶν εὐτοκίαν δίδωσι, καὶ εἰ μὲν ἀρσενικὸν εἴη τὸ ὡροσκοποῦν ζῴδιον τὸν πατέρα εὐγενέστερον εἶναι τῆς μητρός, εἰ δὲ θηλυκὸν τὴν μητέρα. Κρόνος ὡροσκοπῶν δυστοκίαν παρέχει, μάλιστα ἐν τοῖς θηλυκοῖς ζῳδίοις. Ὁ δὲ Ἄρης ὡροσκοπῶν, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις, ἐξαπίνης καὶ σύντομον ποιεῖ τὸν τοκετόν, μάλιστα ἐν ὁδῷ ἢ ἐν λουτρῷ.
Φησὶ δὲ καὶ τὰ ὀρθὰ καὶ τὰ πλάγια ζῴδια πολλὰ συμβάλλεσθαι εἰς τὸν περὶ τοκετοῦ λόγον. Ὀρθὰ μὲν γὰρ ζῴδια εἰσιν ἀπὸ Καρκίνου ἕως Τοξότου, πλάγια δὲ τὰ λοιπὰ ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων. Ἡ οὖν Σελήνη ἐν τοῖς πλαγίοις ζῳδίοις τυχοῦσα καὶ ὑπὸ τῶν κακοποιῶν ἐμπερισχομένη δυστοκίαν ἀποτελεῖ, μάλιστα καὶ τῶν κακοποιῶν ἐν τοῖς πλαγίοις ζῳδίοις τυχόντων καὶ τὴν Σελήνην ἔκκεντρον ἐπιθεωρούντων.
Δωροθέου α′, 3, ἐκ τῶν Ἡφαιστίωνος γ′, Παράρτ. I
Ὁ Ἥλιος, ὁ ὡροσκόπος καὶ ἡ Σελήνη ἐν ἀρσενικοῖς ὄντες ζῳδίοις ἐν τῷ καιρῷ τοῦ τόκου εὐτοκίαν παρέχουσιν ἀρσενικῶν ὄντων τῶν κυοφορουμένων· ῥᾳδία γὰρ ἡ ἀπότεξις τούτων. Καὶ θηλυκῶν δὲ ὄντων τῶν κυοφορουμένων εἴπερ ἐν θηλυκοῖς ζῳδίοις τύχοιεν ὅ τε Ἥλιος καὶ ὁ ὡροσκόπος, ἀλλὰ δὴ καὶ ἡ Σελήνη, εὔδρομος καὶ ἀβλαβὴς προβαίνει ὁ τόκος ὁμοίως. Ἔμπαλιν δ’ αὖ σκολιὸς καὶ ἀνάρμοστος προβαίνει ὁ τόκος τοῦ Κρόνου ἐγκέντρου τυχόντος, καὶ μάλιστα εἰ καὶ ὁ τόπος ἐν ᾧ πάρεστι θηλυκὸν περιέχει ζῴδιον· κίνδυνον γὰρ ἐπάγει ταῖς τικτούσαις. Ὁμοίως δὲ καὶ ὁ Ἄρης ἐπίκεντρος ὤν, καὶ μάλιστα εἰ τὸ ζῴδιον ὃ ἐπέχει θηλυκὸν ὑπάρχει, ῥᾳδίαν τὴν ἀπότεξιν παρέχει ὡς καὶ ἐν ὁδοῖς ἢ λουτροῖς ἐξαίφνης τὴν ἐγκυμονοῦσαν τίκτειν.
Δεῖ δὲ παρατηρεῖν καὶ τὰ ζῴδια εἴτε ὀρθά εἰσιν εἴτε πλάγια· καὶ ὀρθὰ μέν εἰσι τὰ ἀπὸ Καρκίνου ἄχρι Τοξότου, πλάγια δὲ τὰ ἀπὸ Αἰγοκέρωτος ἄχρι Διδύμων. Καὶ ἐν μὲν ὀρθοῖς ζῳδίοις τυχούσης τῆς Σελήνης ῥᾴδιος ὁ τόκος γίνεται τοῦ ἐμβρύου ὀρθίαν τὴν ἔξοδον ποιοῦντος, ἐν δὲ πλαγίοις δύσκολος πλαγίας τῆς ἐξόδου γινομένης.
Περὶ διαφορᾶς τόπων
Δωροθέου α′, 5, ἐκ τῶν Ἡφαιστίωνος α′, 12
Καλοὶ δέ εἰσι τόποι ἐν οἷς δεῖ ἑστάναι αὐτούς· πρῶτος μὲν ὁ ὡροσκόπος, δεύτερος μεσουράνημα, γ′ ὁ ἀγαθὸς δαίμων, δ′ ἡ ἀγαθὴ τύχη, μετὰ τούτους τὸ δῦνον, εἶτα τὸ ὑπόγειον, ἐπὶ πᾶσι δὲ ὁ ἔννατος τόπος ὁ καλούμενος θεός· καὶ οἱ μὲν καλοὶ τόποι οὗτοι. Κακοὶ δὲ ὁ β′, ὁ γ′ ἀπὸ τοῦ ὡροσκόπου καὶ ὁ ὄγδοος· οἵ τε λοιποὶ δύο ὅ τε ἕκτος καὶ ὁ δωδέκατος κάκιστοι.
Δωροθέου α′, 6 καὶ β′, 14, ἐκ τῶν Ῥητορίου [CCAG V, 3, p. 124–125, Codices Vaticani, F.156]
Πρὸς τὸν Ἄρεα τρίγωνος ὢν ὁ Κρόνος εὐπορίας καὶ εὐπραγίας καὶ ἀρχῆς ποιητικός ἐστιν. Τὰ γὰρ τρίγωνα καὶ αἱ συμπαρουσίαι τῶν σχημάτων τῶν μὲν ἀγαθοποιῶν τὴν δύναμιν ἐπιτείνουσιν, τῶν δὲ φθοροποιῶν τὴν κακίαν ἀμβλύνουσιν. Ὅθεν, κἂν ὁ Ζεὺς μὴ ὁρᾷ, εὐπραγοῦσιν, πλὴν πρεσβυτέρων ἀδελφῶν ὁρῶσι τελευτήν.
Ἐκ τοῦ γ′ βιβλίου τοῦ Δωροθέου κεφάλαιον ο′.
ἢν δ’ ἂρ Ἐνυαλίῳ συνέῃ Κρόνος, ἤθεα τεῦξε
πρήεα· δὴ γὰρ Θοῦρος ἀεὶ σφοδρός τε καὶ ὠκύς
εἰς ὁρμὰς ἄσκεπτον ἀεὶ τάχος ἠδ’ ἀλόγιστον
θερμὸς ἐὼν ἤνεγκεν, ὁ δὲ βραδύς, ἀμφοτέρων δέ
κιρναμένων μέσσος κείνων βροτὸς ἔσσετ’ ἄριστος.
εἶτα προστίθησιν ὅτι κωλύσεις ἔργων καὶ χολῆς μελαίνης κίνησιν ποιεῖ,
εἰ μὴ ἂρ Αἰγίοχος δαμάσει σθένος οὐλοὸν αὐτῶν.
Ὁ αὐτὸς (scil. Δωρόθεος) βιβλίῳ δ′ ἐν τῷ περὶ ἐπεμβάσεων·
Ζῆνος δ’ αὖ γενετῆρα μετὰ Κρόνον ἔμπυρος Ἄρης
ἢν ἀφίκοιτ’, ὤτρυνε νόον καὶ ἀπήλασε θυμοῦ
ὄκνον ἀεργηλοῦ καὶ ἑτοιμότατον θέτο φῶτα,
ἔντασιν ἐνθέμενον ἵνα πήματα τοῖσι γένηται.
Δωροθέου α′, 6, ἐκ τῶν Ἰουλιανοῦ Λαοδικέως Ἐπίσκεψις ἀστρονομικὴ [CCAG IV, p. 105, Codices Italicos]
Πραΰνονται δὲ τῆς κακώσεως οἱ κακοποιοὶ τριγωνίζοντες τὴν Σελήνην ἢ τὸν ὡροσκόπον· καὶ γὰρ καλῶς εἴρηται·
σχήμασι τριπλεύροις κακοεργέες ἀμβλύνονται
καὶ
ἀστὴρ οὐκέτι φαῦλος ἐπὴν ἀγαθὸν τόπον εὕρῃ.
Ἐκ τῶν Ῥητορίου κεφ. 2 [CCAG I, p. 146, Codices Florentinos]
Φησὶ γάρ· Δωρόθεος περὶ τούτου τοῦ κεφαλαίου εἶπεν·
τρίπλευροι γὰρ κακοεργοὶ ἀμβλύνονται·
ἀστὴρ δὲ οὐκέτι φαῦλος ἐπεὶ ἀγαθὸν τόπον εὕροι·
οὐδὲ τόπος δὲ κακὸς χρηστὸν ὅτε ἀσπάζεται.
Ἰουλιανοῦ Ἁλικαρνασσέως [H. Usener in RhM 55, 1900, p. 332]
Πάλιν δ’ αὖ μεταβαλλόμενος φής·
ἀστὴρ οὐκέτι φαῦλος ἐπὴν ἀγαθὸν τόπον εὕρῃ
οὐδ’ ὁ τόπος γε κακὸς χρηστὸν ὅταν ἀσπάζηται.
Περὶ τῶν δωδεκατημορίων τῶν ἀστέρων
Δωροθέου α′, 8, ἐκ τῶν Ῥητορίου κεφ. 18 [CCAG I, p. 154, Codices Florentinos]
Τὰ δωδεκατημόρια τῶν μοιρῶν τῶν ἀστέρων τριχῶς οἱ παλαιοὶ ἐξέθεντο· καὶ ὁ μὲν Παῦλος ἐν τῇ εἰσαγωγῇ αὐτοῦ εἶπεν ποιεῖσθαι ἴσας τὰς τοῦ ἀστέρος μοίρας παρὰ τὸν ιγ′ καὶ ἀπολύειν ἀπὸ τοῦ αὐτοῦ ζῳδίου ἀνὰ μοιρῶν λ′ καὶ ὅπου ἂν καταντήσῃ ὁ ἀριθμός, ἐν ἐκείνῳ τῷ ζῳδίῳ ἐστὶ τὸ δωδεκατημόριον τοῦ ἀστέρος. Ὁ δὲ Δωρόθεος λέγει ἐν τῷ α′ βιβλίῳ παρὰ τὸν ιβ′ ποιεῖσθαι τὰς μοίρας. Ὁ δὲ Πτολεμαῖος λέγει ἐν τῷ κϛ′ κεφαλαίῳ τοῦ α′ βιβλίου παρὰ τὸν δύο ἥμισυ ἀπολύειν τὰς μοίρας κατὰ ζῴδιον.
Ἀνωνύμου Σχόλια εἰς Πτολεμαῖον α′, 22 (Wolf, p. 47–48 & Boll–Boer, p. 52)
Ἐπολυπλασίαζον (scil. οἱ Αἰγύπτιοι) ἐπὶ τὸν δώδεκα ἀριθμὸν καὶ ἑκάστῳ ζῳδίῳ παρεῖχον μοίρας λ′· καὶ ὅπου δ’ ἂν κατέληξεν, ἐκεῖνο ἔλεγον εἶναι τὸ δωδεκατημόριον. Οὕτω καὶ ὁ Δωρόθεος ποιεῖ.
Δωροθέου α′ 9, ἐκ τοῦ Γενεθλίου Κωνσταντίνου Πορφυρογεννήτου III 2 (fr. 22 Stegemann)
Κατὰ δὲ Δωρόθεον οὕτως· ἡ Σελήνη μετὰ τοῦ κλήρου τοῦ δαίμονος τυχοῦσα εὔτροφον σημαίνει τὸ τεχθὲν καὶ ἀπόνως ἐκφυῆναι τοὺς ὀδόντας.
Περὶ γονέων
Δωροθέου α′, 10, ἐκ τῶν Ἡφαιστίωνος β′, 4 (fr. 28a Stegemann)
Ὁ δὲ Δωρόθεος ἐν τοῖς ἔπεσι συμβουλεύει τοὺς τριγωνοκράτορας τῶν φώτων σκοπεῖν καὶ αὐτὰ τὰ φῶτα ἐν ποίοις τόποις τυγχάνουσι καὶ ὁρίοις καὶ τίνες τῶν ἀστέρων σύνεισιν ἢ ὁρῶσιν, καὶ πρὸς τούτοις ἀποφαίνεσθαι χρὴ περὶ ἑκατέρου τῶν γονέων, Ἡλίου μὲν δηλονότι σημαίνοντος τὰ περὶ τὸν πατέρα, Σελήνης δὲ τὰ περὶ τὴν μητέρα. Ἐὰν μὲν οὖν συνῇ ἀγαθοποιοῖς τόποις τε καὶ ἄστρασιν ὁ Ἥλιος, ὑπονοητέον εὐτυχῆ καὶ πλούσια τὰ περὶ τὸν πατέρα καὶ αὐτῷ τῷ τέκνῳ τὰ πατρῷα φυλαχθήσεσθαι, ὁμοίως καὶ ἡ Σελήνη τυχοῦσα τὰ αὐτὰ ποιεῖ. Τὸ δὲ ἐναντίον συμβήσεται ἐναντίως εὑρεθέντων (τουτέστι κακωθέντων) τῶν φώτων· εἴωθε γὰρ πρὸς ταῖς δυσπραγίαις καὶ σίνη ἐν τοῖς σώμασι τῶν γονέων ποιῆσαι. Ἐν δὲ ταῖς ἐσχάταις μοίραις τυχόντα τῶν ζῳδίων τὰ φῶτα, μάλιστα τῶν κακοποιῶν ὁρώντων, ἄδοξα τὰ περὶ τοὺς γονεῖς σημαίνει, καὶ ἐν τοῖς ἐκλειπτικοῖς δὲ τυγχάνουσα ἡ Σελήνη, κἂν ἐν ἀγαθοποιοῦ ὁρίοις ᾖ, τὸ μὲν γένος ἐλεύθερον, πενιχρὸν δὲ καὶ ὑποτεταγμένον καὶ δούλια ἔργα ποιεῖν σημαίνει.
ἐν δ’ ἄρ’ ὑποχθονίῳ κέντρῳ κερόεσσα Σελήνη·
ἐνταῦθα ὡς ἐπὶ τοῦ Ἡλίου σκέπτου τὴν μητέρα.
Ἔστι δέ, φησίν, καὶ τρόπος ἄλλος· τὰς ὥρας τῆς γενέσεως λαβὼν ἔκβαλε ἀπὸ τοῦ ζῳδίου ἐν ᾧ ἐστιν ὁ Ἥλιος ἑκάστῳ ζῳδίῳ ἐφεξῆς μίαν ὥραν διδούς, καὶ εἰς ὃ ἂν λήξῃ ζῴδιον ὁ ἀριθμὸς ἐκείνου τὰ κέντρα σκόπει καὶ τὰς ἄλλας σχέσεις καὶ λέγε τὰ κατὰ τὴν μητέρα. Καὶ πάλιν ταῦτα λέγει·
Ἠέλιος δύνων τοκέων χωρισμὸν ἔτευξεν.
Δωροθέου α′, 12, Ἡφαιστίωνος β′, 24, (fr. 44a Stegemann)
Πάλιν δὲ τὰ ἔπη ταύτην ἑρμηνεύοντα προσγράφομεν τοῦ εὐχεροῦς καὶ μνήμης χάριν. Τὴν τριταίαν ἡμέραν τῆς γενέσεως σκέπτου, φησίν, ἐν ᾗ τὸ βρέφος ἄρχεται τρέφεσθαι εἰ ὁ Ἄρης τότε συνέστη τῇ Σελήνῃ ἢ τετραγωνίζει ἢ διαμετρεῖ ἢ ἐν αὐτῇ ἡ Σελήνη τότε γίνοιτο …
Φαίνων καὶ Πυρόεις, νυκτὸς Κρόνος, ἤματι δ’ Ἄρης
…
Σκόπει δὲ πάλιν καὶ τοὺς τριγωνοκράτορας τοῦ τῆς αἱρέσεως φωτός· εἰ μὲν εἶεν ἐν οἰκείοις τόποις οὐ ποιοῦσι ξενιτείας, εἰ δὲ ἐν ἀλλοτρίοις ποιοῦσιν.
Δωροθέου α′, 12, ἐκ τῶν Ῥητορίου κεφ. 97, [CCAG VIII, 4, p. 218–219, Codicum Parisinorum]
Τὰ μὲν περὶ πατρὸς ἀπὸ Ἡλίου καὶ Κρόνου καὶ τοῦ κλήρου τοῦ πατρὸς σκέπτου καὶ τοῦ διαμέτρου τοῦ κλήρου τοῦ πατρός, τὰ δὲ περὶ μητρὸς ἀπὸ Σελήνης καὶ Ἀφροδίτης καὶ τοῦ κλήρου τῆς μητρός, ἐξαιρέτως δὲ ἡμέρας ἀπὸ Ἡλίου καὶ Ἀφροδίτης, νυκτὸς δὲ ἀπὸ Κρόνου καὶ Σελήνης καὶ τῶν κλήρων. Ζήτει δὲ καὶ τοὺς οἰκοδεσπότας αὐτῶν καὶ τριγωνικοὺς δεσπότας καὶ ὁριοκράτορας· ἀπὸ γὰρ τούτων τῶν κεφαλαίων γνωσθήσονται οἱ γονεῖς. Καὶ ἀπὸ μὲν τῶν φώτων καὶ τοῦ Κρόνου καὶ τῆς Ἀφροδίτης καὶ τῶν οἰκοδεσποτῶν αὐτὰ τὰ κατὰ τοὺς γονεῖς σκέπτου, οἷον περὶ παθῶν καὶ κινδύνων καὶ δυσγενείας καὶ τέχνης καὶ κτήσεως καὶ τῶν ὁμοίων. Καὶ ὁ μὲν Ἄρης σημαίνει τὸ γένος τοῦ πατρός, ὁ τριγωνικὸς αὐτοῦ δεσπότης τὸν βίον τοῦ πατρός. Ἐὰν οὖν ὁ Ἄρης καλὴν ἔχῃ θέσιν, ὁ δὲ τριγωνικὸς αὐτοῦ δεσπότης κακήν, τοὺς μὲν γονεῖς λέγε εὐγενεῖς, ἀλλ’ ἐλάττονας τὰς τε τύχας καὶ ἀδιάρτους τῇ ψυχῇ. Εἰ δὲ καὶ ὁριοῖς κακοποιοῦ ὁ Ἄρης τύχῃ, λέγε τὸν πατέρα ἢ δοῦλον ἢ ἀγενῆ. Εἰ δὲ κακοποιὸς ἐπιθεωρήσῃ, ἢ πάθος ἢ σίνος τοῦ πατρὸς ποιήσει. Ἐὰν δὲ ὁ Ἥλιος ἐν κακῷ τόπῳ τύχῃ, ὁ δὲ τριγωνικὸς αὐτοῦ δεσπότης ἐν καλῷ τόπῳ καὶ φάσει, λέγε τὸν πατέρα ἐξ ἀγενῶν εἰς αὔξησιν βίου ἔρχεσθαι. Καὶ ὁ μὲν πρῶτος τριγωνικὸς δεσπότης τοῦ Ἡλίου σημαίνει τὸν πρῶτον βίον τοῦ πατρός, ὁ δὲ δεύτερος τὸν δεύτερον.
Τὰ δὲ αὐτὰ σχήματα τῆς Σελήνης πρὸς τὴν μητέρα νόει. Ἐὰν ἡ Σελήνη τύχῃ ὁρίοις ἀγαθοποιοῦ ἐν τοῖς ἀποκλίμασιν ἢ ἐν τοῖς ἐκλειπτικοῖς συνδέσμοις, μάλιστα ἐν τῷ Καταβιβάζοντι καὶ ὑπὸ κακοποιῶν θεωρουμένη, εὐγενίδα μέν, παίδων δὲ χάριν δουλικοῖς ὑπόκεισθαι ποιοῦσι καὶ τὸν βίον αἰσχρὸν ἔχουσαν· ἡ Σελήνη ἐν τῷ Ἀναβιβάζοντι σινοῖ τὴν μητέρα ἢ ἀγενῆ ποιεῖ· ἐὰν δὲ τύχῃ ἡ Σελήνη διάμετρος κακοποιοῦ καὶ ὁ κλῆρος αὐτῆς ἀποκλίνῃ, δούλην λέγε τὴν μητέρα· ἐὰν ἡ Σελήνη συνάπτῃ τινὶ τῶν κακοποιῶν, βιοθάνατον ποιεῖ τὴν μητέρα.
Ὁ δὲ Ἥλιος καὶ ὁ τριγωνικὸς αὐτοῦ δεσπότης κακῶς κείμενοι καὶ ἐν ἀλλοτρίοις ζῳδίοις, βιοθάνατον ποιοῦσι τὸν πατέρα. Εἰ δὲ καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσιν, καὶ τὰ πατρικὰ ἀπολοῦσι. Ἐὰν δὲ ὁ Ἥλιος καὶ ὁ τριγωνικὸς αὐτοῦ δεσπότης ἐν κακῷ τόπῳ τύχωσι καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσι ἐπὶ ἡμερινῆς γεννήσεως, μισητοὺς καὶ ἀποβλήτους ποιεῖ τοὺς γεννηθέντας τοῖς πατράσιν. Σκέπτου δὲ καὶ τὸν κύριον τοῦ κλήρου τοῦ πατρὸς ἐν ποίῳ τόπῳ τύχῃ καὶ ποίαν φάσιν ἔχῃ καὶ ὑπὸ τίνων θεωρῆται, καὶ οὕτως λέγε τὸν βίον τοῦ πατρός· ἐὰν δὲ τύχῃ ὁ κύριος τοῦ κλήρου ἐν τῷ δευτέρῳ ἢ ἕκτῳ ἢ ὀγδόῳ ἢ δωδεκάτῳ, εὐτελῆ λέγε τὸν πατέρα. Ζήτει δὲ καὶ τὸ διάμετρον ζῴδιον τοῦ κλήρου τοῦ πατρός, καὶ ἐὰν τὸν κύριον τοῦ κλήρου τοῦ πατρὸς εὕρῃς ἐν τῷ κλήρῳ τοῦ πατρὸς ἢ μετὰ τοῦ κλήρου, λέγε τὸν τοιοῦτον εἰσποιητὸν γενήσεσθαι.
Ζήτει δὲ καὶ τὰ δωδεκατημόρια Ἡλίου καὶ Σελήνης ποῦ πίπτουσιν καὶ ὑπὸ τίνων θεωροῦνται, καὶ οὗτοι γὰρ ἱκανῶς σημαίνουσι τὰ περὶ γονέων.
Περὶ ἀλλοφύλων γονέων
Δωροθέου α′, 12, ἐκ τῶν Ῥητορίου κεφ. 98, [CCAG VIII, 4, p. 220, Codicum Parisinorum]
Ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐν τροπικοῖς τυχόντες ζῳδίοις ἀλλοφύλους ἢ ἀλλοεθνεῖς τοὺς γονεῖς ποιοῦσιν. Ἐὰν δὲ καὶ ὁ ὡροσκόπος τύχη ἐν τροπικῷ ζῳδίῳ, ἐξαιρέτως ἀλλοφύλους λέγε τοὺς γονεῖς, πλέον δὲ εἰ καὶ κακοποιοὶ ἐπιθεωρήσωσιν. Ὁμοίως δὲ καὶ τὰ φῶτα ἀλλήλων ἀπόστροφα ἀλλοφύλους ἢ ἀλλοεθνεῖς τοὺς γονεῖς ποιοῦσι. Ὁ Ἥλιος δύνων διάμετρος τῷ ὡροσκόπῳ, χωρισμὸν γονέων ποιεῖ. Τὸ αὐτὸ δὲ Σελήνη πανσεληνιακὴν φάσιν ἔχουσα. Ἐὰν ὁ κύριος τοῦ δωδέκατου τόπου τύχῃ μετὰ Ἡλίου, τὸν πατέρα δοῦλον λέγε ἢ σεσινωμένον εἰ δὲ μετὰ Σελήνης, τὴν μητέρα δούλην λέγε ἢ σεσινωμένην.
Περὶ προτελευτῆς γονέων
Δωροθέου α′, 15, ἐκ τῶν Ἡφαιστίωνος β′, 5 (fr. 29a Stegemann)
Σκέπτου ἐν τῇ γενέσει ποῖον τῶν φώτων κεκάκωται καὶ ἀπ’ ἐκείνου στοχάζου περὶ τοῦ προλαμβάνοντος θανάτῳ τῶν γονέων, καὶ τοὺς κλήρους αὐτῶν ὅρα τίς μᾶλλον κεκάκωται καὶ ὁμοίως στοχάζου. Ἐπίβλεπε δὲ καὶ τοῦτο, ποῖον τῶν φώτων ἐν τῇ γενέσει στρεφομένης τῆς τοῦ παντὸς φορᾶς πρῶτον ἔρχεται εἰς τὸ ὑπόγειον, καὶ οὕτω λογίζου τὸν προλαμβάνοντα· σημαίνει γὰρ τὴν προτελευτὴν ὁ μὲν Ἥλιος τοῦ πατρός, ἡ δὲ Σελήνη τῆς μητρός …
καὶ γενέτην ὀλέκουσι παροίτερον ἠὲ τεκοῦσαν.
Ταῦτα μὲν ὁ Δωρόθεος· καὶ τοῦτο δέ φησιν, ὅτι Ἄρης τυγχάνων μετὰ Κρόνου, καὶ μάλιστα ἐπίκεντροι, προτελευτᾶν ποιοῦσι τὸν πατέρα τῆς μητρός.
Δωροθέου α′, 15, ἐκ τῶν Ῥητορίου κεφ. 48 [CCAG I, p. 162, Codices Florentinos] (fr. 29b Stegemann)
Ἐὰν ὁ κλῆρος τῆς τύχης ἐμπέσῃ ἐν ἀρσενικῷ ζῳδίῳ, τὸν πατέρα προαναιρεῖ, ἐν δὲ θηλυκῷ ζῳδίῳ τὴν μητέρα, καθὼς Δωρόθεος. Ἐὰν ἐπὶ τὸν κλῆρον τοῦ πατρὸς πρῶτος ὁ Κρόνος τὴν ἀκτῖνα βάλλῃ ἢ κατὰ σχῆμα ἢ κατὰ παρέμβασιν πρῶτον θεωρήσῃ τὸν κλῆρον τοῦ πατρός, προαναιρεῖ τὸν πατέρα· εἰ δὲ ὁμοίως τὸν κλῆρον τῆς μητρὸς θεωρήσει, τὴν μητέρα προαναιρεῖ· ἐὰν τὸν κλῆρον τοῦ πατρὸς ἢ τῆς μητρὸς κακοποιὸς θεωρήσῃ, ἐκεῖνον προαναιρεῖσθαι λέγει.
Ἀριθμὸς τῶν προκεκυημένων
Δωροθέου α′, 17 [TLG, Dorotheus Astrol. Fragmenta Graeca, p. 333–334]
Ἐὰν δὲ ὁ τριγωνικὸς δεσπότης τοῦ ὡροσκόπου τύχῃ ὡροσκοπῶν, πρωτοτόκους λέγε τοὺς γεννηθέντας, μεσουρανῶν δὲ τέταρτον ἢ πρῶτον, ἐπὶ δὲ ἐπικυήσει τυγχάνει, εἰ δὲ ἐπὶ τοῦ δύνοντος, ἢ πρῶτον ἢ ἕβδομον λέγε τὸν γεννηθέντα. Σκόπει δὲ μή πως καὶ κακοποιὸς ὁμόκεντρος γένηται τῷ τριγωνικῷ δεσπότῃ ἢ ἐπιθεωρήσῃ κατὰ τετράγωνον ἢ διάμετρον· θάνατον γὰρ ἀδελφῶν ποιεῖ. Ἐὰν δὲ ἐν ἀποκλίματι, ἢ δίδωσι θάνατον ἀδελφῶν ἢ παρέχει ἐπὶ ξένης ἑαυτοὺς διαγομένους. Ἐὰν ὁ τριγωνικὸς δεσπότης τοῦ ὡροσκόπου τύχῃ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, ἀρίθμει ἀπ’ αὐτοῦ ἐπὶ τὸν ὡροσκόπον· ὅσα γάρ εἰσι ζῴδια, τοσούτους ἀδελφοὺς λέγε. Εἰ δὲ δίσωμον ἀπαντήσῃ ζῴδιον, διπλοῦν ἀρίθμει τὸ ζῴδιον. Ἐὰν δὲ ἐν τῷ ὑπογείῳ ἡμισφαιρίῳ τύχῃ ὁ τριγωνικὸς δεσπότης τοῦ ὡροσκόπου, ἀρίθμει ἀπὸ τοῦ ὡροσκόπου ἄχρι τοῦ τριγωνικοῦ αὐτοῦ δεσπότου.
Καὶ οἱ μὲν ἀγαθοποιοὶ εἰ ἐπιθεωρήσωσιν, ἀδελφοὺς ζωσίμους λέγε, εἰ δὲ κακοποιοί, φθορὰν αὐτῶν ποιοῦσιν. Ἐὰν ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὡροσκόπου οὐ παρῇ ἀστήρ, οὐχ ἕξει πρότερον ἀδελφόν, εἰ δὲ κατὰ τοῦτο τὸ σχῆμα τύχῃ τις ἔχων προγενέστερον ἀδελφόν, πάντῃ θάνατον αὐτοῦ ὄψεται. Εἰ δὲ παρῇ κακοποιὸς ἀπὸ μεσουρανήματος ἕως τοῦ ὡροσκόπου, σημαίνει θάνατον τῶν προκεκυημένων. Ἐὰν δὲ ἀπὸ ὡροσκόπου ἕως τοῦ ὑπογείου εὑρεθῇ ὁ τριγωνικὸς δεσπότης καὶ ἐπιπαρῇ ἢ ἐπιθεωρήσῃ ἀγαθοποιός, ἕξει μεταγενεστέρους ἀδελφούς. Εἰ δὲ κακοποιὸς ᾖ, οὐχ ἕξει ἢ τεθνήξεται.
Δωροθέου α′, 18, ἐκ τῶν Ἡφαιστίωνος β′, 6 (fr. 30a Stegemann)
Ὁ μὲν Πτολεμαῖος ταῦτα, ὁ δὲ Δωρόθεος οὕτως·
ὅσσοι Τοξότεω βλοσυροῦ τ’ ἐφύπερθε Λέοντος
… Εἰ δὲ ὠφελοῦνται ἐξ ἀλλήλων σκεπτέον ἔκ τε τοῦ κλήρου τῆς τύχης καὶ τῶν κλήρων τῶν ἀδελφῶν καὶ ἐκ τῶν ὁρώντων αὐτοὺς ἀστέρων ἢ ἐπόντων.
Περὶ φιλίας ἀδελφῶν
Δωροθέου α′, 20, [TLG, Dorotheus Astrol. Fragmenta Graeca, p. 335–336 & Ῥητορίου, CCAG II, p. 189–190, Codices Venetos]
Ἐὰν ὁ κύριος τοῦ κλήρου τῆς φιλίας ἐπιθεωρήσῃ τὸν κλῆρον τῶν ἀδελφῶν, φίλους λέγε τοὺς ἀδελφούς. Ἐὰν ὁ Ζεὺς καὶ ἡ Ἀφροδίτη καὶ ὁ Ἑρμῆς ἐπίσημοι τύχωσι τοῖς τόποις καὶ καλαῖς φάσεσι, ἐν μὲν θηλυκοῖς ζῳδίοις θηλείας ἀδελφὰς διδόασιν, ἐν δὲ ἀρσενικοῖς ἄρρενας καὶ πολυχρονίους. Εἰ δὲ κακοῖς τόποις τύχωσιν, διδόασι μέν, ὀλιγοχρονίους δὲ ἢ ἐχθροὺς ἢ σεσινωμένους, μάλιστα εἰ δὲ καὶ κακαῖς φάσεσι τύχωσιν. Εἰ δὲ Κρόνος καὶ Ἄρης καὶ Σελήνη ἐν ἀλλοτρίοις τόποις τύχωσιν, τοὺς ἀδελφοὺς ἀναιροῦσιν. Εἰ δ’ εἶς τις τούτων τῶν ἀστέρων ἴδιον ἔχει τόπον, οὐκ ἀσινεῖς ποιεῖ ἀλλὰ τῇ ψυχῇ δαμαζομένους, ἢ ἀνωφελεῖς ἔσονται πρὸς ἀλλήλους· αἱ γὰρ τῶν φαύλων παροχαὶ φαῦλοι καθεστήκασιν.
Περὶ γ′ ἀπὸ τοῦ ὡροσκόπου
Δωροθέου α′, 21, [TLG, Dorotheus Astrol. Fragmenta Graeca, p. 336]
Ἐὰν τὸ γ′ ζῴδιον ἀπὸ τοῦ ὡροσκόπου δίσωμον τύχῃ ἢ ὁ κύριος αὐτοῦ ἐν δισώμῳ ἢ διφυεῖ ζῳδίῳ, ποιεῖ ἀδελφοὺς ἐπιμίκτους, τουτέστιν ἐξ ἄλλων καὶ ἄλλων γονέων. ζήτει δὲ καὶ τὸ τρίτον ζῴδιον ἀπὸ ὡροσκόπου μὴ ἄσπορόν ἐστιν· ἄσπορα δὲ ζῴδια ἐστι ταῦτα· Δίδυμοι, Λέων, Παρθένος, Αἰγόκερως, Τοξότης.
Περὶ μειζόνων καὶ μικροτέρων ἀδελφῶν
Δωροθέου α′, 21, [TLG, Dorotheus Astrol. Fragmenta Graeca, p. 336]
Μαθήσει δὲ καὶ τὰς ἡλικίας τῶν ἀδελφῶν τούτῳ τῷ τρόπῳ. τοὺς μείζονας Κρόνος σημαίνει, Ἥλιος δὲ καὶ Ἄρης καὶ Ζεὺς τοὺς μέσους, ὁ δὲ Ἑρμῆς τοὺς μικροτέρους, ἡ δὲ Σελήνη τὰς μείζονας ἀδελφὰς σημαίνει, ἡ δὲ Ἀφροδίτη τὰς μικροτέρας. ἐὰν ὁ πρῶτος καὶ ὁ β′ τριγωνικοὶ δεσπόται τοῦ Ἄρεως κακῶς ἵστανται, σπαναδέλφους ποιοῦσιν, μάλιστα εἰ κακαῖς φάσεσι τύχωσιν. ἐὰν δὲ ὁ μὲν πρῶτος τριγωνοκράτωρ ἐπὶ καλῷ τόπῳ ἵσταται, ὁ δὲ β′ φαύλῳ, ἀποβάλλειν τοὺς ἀδελφοὺς σημαίνει.
Περὶ ποσότητος ἀδελφῶν
Δωροθέου α′, 21, [TLG, Dorotheus Astrol. Fragmenta Graeca, p. 336–337]
Ὑποδείγματος χάριν ἔστωσαν Κρόνος, Ἤλιος καὶ Σελήνη Ταύρῳ ἐν τῷ μεσουρανοῦντι ζῳδίῳ, ὡροσκόπος Λέοντι, Ζεὺς Ὑδροχόῳ, Ἄρης Διδύμοις. Οἱ οὖν τριγωνικοὶ δεσπόται τοῦ Ἄρεως οἱ σημαίνοντες τοὺς ἀδελφοὺς Κρόνος καὶ Ἑρμῆς. Λαμβάνω τὸν ἀριθμὸν ἐπὶ τὸν ὡροσκόπον, ἐπειδὴ τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ἔτυχον ὅ τε Ἑρμῆς καὶ ὁ Κρόνος· εἰ γὰρ ἦσαν ἐν τῷ ὑπογείῳ, ἠρίθμουν ἀπὸ ὡροσκόπου ἐπὶ τοὺς τριγωνικοὺς δεσπότας τοῦ Ἄρεως. Εὑρίσκω οὖν ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡροσκόπον ζῴδια δ′, ἁπλᾶ μὲν γ′ καὶ δίσωμον ἕν· τοσούτους ἀδελφοὺς λέγε ἔχειν τὸν ἀριθμὸν ε′.
Συγκρίνειν δὲ δέον φάσκει τοὺς τῶν κλήρων δεσπότας καὶ τοὺς τόπους ἀλλήλων καὶ τὰ ὅρια. Εἰ γὰρ ἀνατολικοὶ καὶ ἐν οἰκείοις τόποις τύχωνται καὶ τῆς αἱρέσεως ὄντες, ζωσίμους καὶ εὐτυχεῖς δίδωσιν. Ποταποὺς δὲ ἕξει ἀδελφοὺς σκόπει οὕτως ἀπὸ τῆς προκειμένης γενέσεως· ἐπειδὴ ὁ κλῆρος τῶν ἀδελφῶν καὶ οἱ τριγωνικοὶ δεσπόται τοῦ Ἄρεως ἔτυχον Ταύρῳ, θηλυκῷ ζῳδίῳ, θήλεια μὲν ἀδελφή ἐστιν· ἐπειδὴ Κρόνος ἐκεῖ ἔτυχε, τελευτήσει δέ· μετὰ Κρόνου Ἥλιος καὶ Ἑρμῆς πάλιν ἄλλον ἀδελφὸν πρὸ αὐτοῦ θανατοῦσιν.
Ἐὰν μὲν ὁ ὡροσκόπος καὶ ἡ Σελήνη τύχωσιν Ἰχθύσιν ἢ Σκορπίῳ ἢ Καρκίνῳ, πολυχρόνιον τὴν μητέρα ποιοῦσιν, πλὴν μόνη Σελήνη ἐν Σκορπίῳ δια τὸ ταπείνωμα αὐτῆς μάλιστα περὶ μοίρας τρεῖς εἶναι καὶ ποιήσει τέκνα ἀποβάλλειν ἐξ αὐτῶν. Εἰ δὲ ὁ κλῆρος τῶν ἀδελφῶν τούτοις τοῖς ζῳδίοις τύχῃ, δίδωσι πολλοὺς ἀδελφούς, εἰ δὲ ἐν ἀσπέρμῳ ζῳδίῳ τύχῃ ὁ κλῆρος (τουτέστιν ἐν Λέοντι ἢ Διδύμοις ἢ Τοξότῃ ἢ Αἰγοκέρωτι), σπάνιν ἀδελφῶν ποιήσει, ἐν δὲ τοῖς λοιποῖς μέσως. Καὶ εἰ μὲν ἀγαθοποιοὶ θεωρήσονται τὸν κλῆρον, ζωὴν παρέχουσιν, εἰ δὲ κακοποιοί, θάνατον.
Περὶ τύχης ἀξιωματικῆς
Δωροθέου α′, 25, ἐκ τῶν Ἡφαιστίωνος β′, 18
Καὶ ταῦτα μὲν οἷς συντίθεται Πτολεμαῖος καὶ τὰ παρὰ τοῖς ἄλλοις τε καὶ Δωροθέῳ ἐκτιθέμεθα ἵν’ ἐκ πολλῶν δοκίμων τῆς ἀληθείας τὴν συμφωνίαν λάβοιμεν. Σκέπτεται οὖν ὁ Δωρόθεος ἀπὸ τῶν τριγωνοκρατόρων οὕτως·
τριπλεύρου κρατέοντας ἐν ᾧ θεὸς Ἥλιός ἐστιν.
Φησὶ δὲ δεῖν καὶ τῆς ὥρας τὸν κύριον καὶ τοῦ μεσουρανοῦντος καὶ τοῦ βίου πῶς κεῖνται ἐν τῇ γενέσει σκοπεῖν (ἐὰν γὰρ εὑρεθῶσι καλῶς κείμενοι καλὰ σημαίνουσιν, ἂν δὲ ἐναντίως ἐναντία, ἂν δὲ μέσως μέσα), καὶ τὸν κλῆρον δὲ τῆς τύχης τὸν κατ’ αὐτόν (τουτέστιν ἐπὶ μὲν ἡμερινῶν γενέσεων τὸν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ νυκτερινῶν γενέσεων ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ τὰ ἴσα ὁμοίως ἀπὸ ὡροσκόπου) καὶ τοὺς ὁρῶντας αὐτὸν ἀστέρας ποῖοί τέ εἰσι καὶ πῶς κεῖνται. Ἐὰν οὖν ὁ τοῦ κλήρου κύριος εὑρεθῇ ἐν κακῷ τόπῳ καὶ οἱ ἀγαθοποιοὶ ἀπόστροφοι ὦσι τῆς Σελήνης, οἱ δὲ κακοποιοὶ κεκεντρωμένοι ἢ ἐπανερχόμενοι, γνῶθι δυστυχῆ εἶναι τὸν οὕτω τυχόντα. Ἐὰν δὲ ἐν οἰκείοις ὦσι τόποις καὶ τὴν Σελήνην ἀγαθοὶ ἐποπτεύωσιν, εὐτυχῆ γνῶθι, δηλονότι αὐτῶν ὁρώντων καὶ τὸν κλῆρον. Ἐὰν δὲ πάλιν ἐν ταῖς γενέσεσιν εὕρωμεν τοὺς κακοποιοὺς ἐπικέντρους, τοὺς δὲ ἀγαθοποιοὺς ἐπανερχομένους, καὶ πάλιν ἐὰν ἡ Σελήνη ἀπορρεύσῃ μὲν τῶν κακοποιῶν, συνάψῃ δὲ τοῖς ἀγαθοποιοῖς, οἱ τοιοῦτοι τὰ ὕστερα τοῦ βίου εὐτυχῶς ἕξουσιν.
Δεύτερον τόπον
βιότοιο λαχόντες …
Ἄλλοι μέντοι τῶν ἀρχαίων εἰρήκασιν ἐν τῷ τόπῳ τούτῳ τῷ ια′ μὴ κακοποιεῖν τοὺς κακοποιοὺς παρατυχόντας (ὧν εἷς καὶ Πορφύριος)· ὅμως χρὴ παραδέχεσθαι αὐτοὺς ποσῶς βλάπτοντας προϊούσης τῆς ἡλικίας. Πάλιν, φησίν, ἀρίθμει ἀπὸ τοῦ κυρίου τοῦ δευτέρου τόπου ἕως αὐτοῦ τοῦ δευτέρου καὶ τὸν ἴσον ἀριθμὸν ἔκβαλλε ἀπὸ τῆς ὥρας, καὶ εἰς ὃ ζῴδιον ἐκπέσῃ ἐκεῖνο πάλιν σκόπει ποῖον τῶν ἀστέρων ἔχει καὶ πῶς κεῖται ὁμοίως τοῖς ἄνω πρὸς τὸν τόπον καὶ ἀποφαίνου. Καὶ ἐὰν μὲν ἀγαθοποιοὶ ἴδωσι τὸν τόπον ἀγαθὰ σημαίνουσιν, εἰ δὲ κακοποιοὶ κακά, ἐὰν δέ τις τῶν ἀγαθοποιῶν ἴδῃ τὸν τόπον δυτικὸς ὢν καὶ μέλλῃ μετὰ ζ′ ἡμέρας ἀνατολικὸς εἶναι, καὶ οὕτως ὄλβον καὶ πλοῦτον παρέξει.
Καὶ περὶ πάντων δὲ τῶν κλήρων ἐντέλλεται οὕτως· ἐὰν καλὸν ζῴδιον ἐπέχῃ ὁ κλῆρος καὶ ὁ τούτου κύριος ἤτοι ὢν ἐν αὐτῷ ἢ ἐν τοιούτῳ καλῷ καὶ ἔξαυγος, ἀγαθὰ πάμπολλα φέρει τῇ γενέσει, ἐὰν δὲ ᾖ ὕπαυγος ἢ μέλλῃ κρύπτεσθαι ἐγγύς, φησίν, ὁπόσα σημαίνουσιν
εἰς ὀλίγον λάμψαντα μαραίνεται αἶψα πεσόντα.
Λέγει δὲ καὶ τοῦτο· σκέπτου τίς πρῶτος τῶν ἀστέρων ἐν τῇ γενέσει ἔρχεται εἰς τὸν τῆς Σελήνης τόπον ἢ καὶ τὸν τοῦ ὡροσκόπου· ὁ γὰρ προλαμβάνων ἐλθεῖν εἰς τοὺς τόπους τούτους οὗτος μηνύσει τὰ μέτρα τῆς τύχης. Σκέπτεται δὲ τὰς γενέσεις οὕτως ὡς ἐκτίθεται·
καὶ γενέσεως τὰ ἑκάστα διίξομεν ὄφρα δαείης.
Δωροθέου α′, 26, ἐκ τοῦ Γενεθλίου Κωνσταντίνου Πορφυρογεννήτου VIII 3–6 (fr. 34c Stegemann)
Ὁ δὲ Δωρόθεος καὶ ταῦτα προστίθησιν. Ἐπειδὴ ὁ τοῦ Ἡλίου πρῶτος τριγωνικὸς δεσπότης (τουτέστιν ἡ Ἀφροδίτη) ἐπίκεντρος ἐν τῷ ὡροσκόπῳ ἔτυχεν ἰδιοθρονοῦσα ἐντὸς τῶν τοῦ ὡροσκόπου ιε′ μοιρῶν, μέγεθος ἕξει τύχης ὁ γεννηθείς, καὶ μάλιστα ἐν πρώτῃ ἡλικίᾳ. Κλῆρος βίου Ὑδροχόου ηκ′ …· ἐπειδὴ ὁ τούτου τοῦ κλήρου οἰκοδεσπότης, Κρόνος, ἐν καλῷ τόπῳ ἕστηκεν ἰδιοθρονῶν καὶ ὑπὸ τῆς Ἀφροδίτης τριγωνίζεται, τοῦ Ἄρεως ἀποστρόφου ὄντος, βίον καλὸν ἕξει καὶ πλοῦτον πολύν. Οἱ ἀγαθοποιοὶ ἐπίκεντροι ἑστῶτες, ὡς νῦν Ἀφροδίτη καὶ Ζεύς, ἐπίχαριν ποιοῦσι καὶ ἐν δήμοις πίστιν διδόασιν καὶ ἐχθρῶν καθαίρεσιν.
Δωροθέου α′, 26, ἐκ τοῦ Γενεθλίου Κωνσταντίνου Πορφυρογεννήτου IΧ 2–3 (fr. 26 Stegemann)
Κατὰ δὲ Δωρόθεον ἐὰν ὁ τῆς τύχης δεσπότης, ἤγουν ἡ Ἀφροδίτη, καὶ οἱ ἀγαθοποιοὶ ἐπὶ καλοῖς τόποις τύχωσιν εἶναι, καθάπερ ἐπὶ τῆς προκειμένης γενέσεως, βασιλέα καὶ δυνάστην ἔσεσθαι τὸν γεννηθέντα σημαίνει. Ὅμως δια τὴν τῶν κακοποιῶν μαρτυρίαν ἕξει μετρίας ἐναντιότητας· μετρίας δὲ εἴπομεν, ὅτιπερ οἱ κακοποιοὶ ὡς νῦν ἰδιοθρονοῦντες μέτριοι πρὸς κάκωσίν εἰσιν.
Δωροθέου α′, 27, ἐκ τῶν Ῥητορίου κεφ. 57 [CCAG VIII, 4, p. 140–141, Codicum Parisinorum]
Ἐὰν κακοποιὸς ἐπίδῃ τὸν δεύτερον τόπον κατὰ τετράγωνον ἢ διάμετρον ἢ συμπαρῇ τούτῳ, ἔκπτωσιν βίου σημαίνει τῷ γεννηθέντι. Καὶ εἰ μὲν ὁ δεύτερος τόπος ἐστὶν οἶκος Ἀφροδίτης, ὁ τοιοῦτος ζημιωθήσεται χάριν γυναικῶν ἢ διὰ γυναικῶν· εἰ δὲ οἶκος Ἑρμοῦ, χάριν γραμμάτων ἢ ψήφων ἢ κληρονομιῶν ἢ χωρισμῶν. Εἰ δὲ οἶκος Διός, παρὰ μεγιστάνων ἢ δημοσίων πραγμάτων τὴν βλάβην ἕξει∙ εἰ δὲ οἶκος Ἄρεως, λέγε τὴν βλάβην ἀπὸ στρατιωτικῶν πραγμάτων ἢ προσώπων τοιούτων ἢ πολέμου ἢ ἐμπρησμοῦ ἢ μάχης ἢ ἁρπαγῆς ἢ λῃστρικῶν ἢ ἐφοδικῶν προσώπων. Εἰ δὲ οἶκος Κρόνου, λέγε τὴν βλάβην ἀπὸ γερόντων ἢ δούλων ἢ ἀπελευθέρων χάριν γῆς ἢ κληρονομίας ἢ τάφων ἢ νεκρικῶν πραγμάτων ἢ ἐξ εὐτελῶν προσώπων. Εἰ δὲ Ἡλίου οἶκος ᾖ, τὴν βλάβην ποιήσει ἀπὸ πατρὸς ἢ πατρώων ἢ προγόνων ἢ χάριν δανείων ἢ χρημάτων τινῶν ἢ πράξεων. Ἐὰν δὲ Σελήνης οἶκος ᾖ, χάριν μητρὸς ἢ μητρικοῦ γένους ἢ μητρυιᾶς ἢ τῶν τοιούτων προσώπων.
Ἐμοὶ δὲ δοκεῖ καὶ ἐπὶ ἑκάστου οἴκου καὶ τόπου βλαπτομένου ὑπὸ κακοποιοῦ ἀποφήνασθαι τὴν βλάβην κατὰ τὴν φύσιν τοῦ οἰκοδεσπότου τοῦ ζῳδίου καθ’ ὃ ὁ κακοποιός ἐστιν, καὶ τὰ σημαινόμενα ἀπὸ τοῦ τόπου. Εἰ δὲ θέλεις λαβεῖν καὶ κλῆρον βίου, κατὰ Δωρόθεον λάμβανε πάντοτε νυκτὸς καὶ ἡμέρας ἀπὸ οἰκοδεσπότου τοῦ δευτέρου τόπου ἐπ’ αὐτὸν τὸν τόπον τὸν δεύτερον, καὶ τὰ ἴσα ἀπόλυε ἀπὸ τοῦ ὡροσκόπου, καὶ ὅπου ἂν ἐκπέσῃ ὁ κλῆρος, σκόπει τὸν κύριον τοῦ κλήρου καὶ αὐτὸ τὸ ζῴδιον ἐν ᾧ ὁ κλῆρος ἐνέπεσεν. Καὶ εἰ καλῷ τόπῳ ἔτυχεν ὁ κλῆρος καὶ ὁ κύριος αὐτοῦ δίχα τῆς τῶν κακοποιῶν ἀκτινοβολίας, καλὸν τὸν βίον λέγε. Εἰ δὲ εὑρεθῇ ὁ κύριος τοῦ κλήρου ἑῷος δυτικός, μετὰ ἑπτὰ ἡμερῶν γενήσεται, εἰ δὲ ἑῷος ἀνατολικός, κρυπτὸν καὶ λαθραῖον πλοῦτον ποιήσει.
Δωροθέου α′, 27, ἐκ τῶν Ῥητορίου νομιζομένων [CCAG II, p. 192, Codices Venetos] (fr. 37b Stegemann)
Καθὼς δὲ Δωρόθεος διδάσκει, λέγων ὅτι μετὰ τὴν γεννητικὴν ἡμέραν ζήτει τίς τῶν ἀστέρων πρώτως κατ’ ἐπέμβασιν ἔρχεται ἐπὶ τὴν γεννητικὴν Σελήνην ἢ τὸν ὡροσκόπον, καὶ πρὸς τὴν φύσιν καὶ τὴν φάσιν τῶν ἀστέρων ἀπόκρινε τὰ τῆς τύχης.

ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΑ (ΠΕΝΤΑΤΕΥΧΟΣ), ΒΙΒΛΙΑ Β′ – Δ′
ἑλληνικὸ πρωτότυπο ἐκ τῶν CCAG (Catalogus Codicum Astrologorum Graecorum) καὶ TLG (Τhesaurus Lingua Graeca)
❧
ΠΕΡΙΕΧΟΜΕΝΑ
Περί εὐγαμίας
Περὶ ἀσελγῶν καὶ μεθυστῶν καὶ ἐμπαθῶν
Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων, ἐκ τῶν Ἀνουβίωνος
– Περὶ τριγώνων
– Περὶ τετραγώνων
– Περὶ διαμέτρων
– Περὶ συνοδευόντων ἀστέρων
Περὶ τοπικῶν διακρίσεων
Περὶ κέντρων
Περὶ τοῦ εἶναι αὐτὸν προδότην
Δωροθέου περὶ χρόνων διαιρέσεως
Περὶ ἐνιαυτοῦ
Καθολικὰ σχήματα περὶ σινῶν καὶ παθῶν
Περὶ κλήρου σίνους
Περὶ ἐπεμβάσεων
Περί εὐγαμίας
Δωροθέου β′, 1, ἐκ τοῦ Γενεθλίου Κωνσταντίνου Πορφυρογεννήτου ΧIII 1–4
Κατὰ δὲ Δωρόθεον· ἐπειδὴ οἱ τῆς Ἀφροδίτης τριγωνικοὶ δεσπόται ὁ α′ καὶ β′ ἐν καλοῖς ἵστανται τόποις καὶ ἔξαυγοί εἰσιν, εὐγαμίαν δηλοῦσιν. Ὁ κύριος τοῦ δυτικοῦ κέντρου τετράγωνος αὐτῷ ὢν καὶ ἔξαυγος καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος σώφρονα παρέχει γάμον, ἐξ οὗ καὶ προκοπαὶ γενήσονται. Ἔσται δὲ ὁ γάμος περὶ τὸ ιζ′ ἔτος ἀπὸ τῆς γεννήσεως. Κλῆρος γάμου Ταύρου ιη′ μ′· ἐπειδὴ οὗτος ὁ κλῆρος ὑπὸ Κρόνου κακοῦται κατὰ τετράγωνον σχῆμα, λυπηρὸν τὸν γάμον ἕξει διὰ θανάτου γυναικός.
Δωροθέου β′, 1, ἐκ τῶν Ἡφαιστίωνος β′, 21 (fr. 39a Stegemann & fr. 40a Stegemann)
Πάλιν δὲ καὶ τὰ ἐν τοῖς ἔπεσι Δωροθέου ἐκ τῶν Νεχεψὼ καὶ τῶν ἄλλων σύνθετα ἐπισυνάψωμεν.
αὐτίκα δ’ ἀμφὶ γάμοιο διίξομεν ἱμερόεντος.
Ὅταν οἱ μὲν τριγωνοκράτορες ἐν κακοῖς ὦσι τόποις, ἡ δὲ Ἀφροδίτη ἐν καλοῖς, καὶ οὕτω καλῶς γαμοῦσιν, μετά τινος μέντοι ζημίας, ἐὰν δὲ ἡ Ἀφροδίτη ἐν κακοῖς, οἱ δὲ τριγωνοκράτορες ἐν καλοῖς, Ζεὺς δὲ καὶ Ἄρης αὐτὴν ἐπίδωσιν, ποιεῖ, φησίν,
ῥεμβάδα καὶ φοιτῶσαν ὅπῃ κύρσειεν ἑταίρους.
Ἡνίκα δὲ ὁ μὲν πρῶτος τριγωνοκράτωρ καλῶς κεῖται, ὁ δὲ δεύτερος κακῶς, τὰ πρῶτα τῆς συναφῆς τοῦ γάμου καλὰ σημαίνει, τὰ δὲ ἔσχατα φαῦλα, ἐναντίως δὲ ἐχόντων ἐναντία. Καὶ τὰ περὶ τοῦ γάμου νόει·
πάντοτε δ’ Ἀφρογενὴς κέντρον δυτικὸν κατέχουσα
… Ἐὰν δὲ ᾖ Ἀφροδίτη ὁμοῦ καὶ Ζεύς, Κρόνος δὲ ἀλλαχόθεν ἴδῃ αὐτοὺς ἢ καὶ Ἄρης, ταῖς δεσποίναις ἑαυτῶν συγκοιμῶνται, καὶ ἐπὶ τῶν θηλειῶν τὸ αὐτό σοι νοείσθω. Ἀφροδίτη ὡρονομοῦσα παρὰ τὴν αἵρεσιν ἤτοι μεσουρανοῦσα ὑπὸ τὰς αὐγὰς τοῦ Ἄρεως κεκεντρωμένου πρὸς αὐτὴν ποιεῖ γάμον ἐκ ταπεινοῦ, καὶ Ἑρμοῦ ἐποπτεύσαντος δημοσίαν καὶ μιγάδα ἄξει εἰς γάμον.
Ἐὰν δὲ τὸ ζ′ ζῴδιον ἀπὸ τῆς ὥρας κακωθῇ ὑπὸ κακοποιοῦ ἢ καὶ ὑπαύγου τάδε ποιεῖ· Κρόνος μὲν τὸν γάμον διαφέρει ἕνεκα ἀρχαίων ἢ ἀποθανόντων ἢ πατέρων, ὁ δὲ Ζεὺς ἕνεκα δημοσίων, ὁ δὲ Ἑρμῆς ἕνεκα λογιστικῶν καὶ τοιούτων ἢ καὶ γυναῖκας ποιεῖ ῥυπαίνεσθαι παρὰ δούλων, ὁ δὲ Ἄρης μοιχικάς, ἐὰν δὲ αὐτῷ οὕτως ἔχοντι καὶ ὁ Ἑρμῆς συμπαρῇ αὐτοχείρους ποιοῦσι τῶν ἰδίων γυναικῶν, ἡ δὲ Ἀφροδίτη ζῆλον καὶ δυσγαμίαν παρέχει.
… Καὶ ἐὰν εὑρεθῇ οὕτως ὁ Κρόνος γεραιός τίς ἐστιν ὁ συγκοιμώμενος ἢ καὶ φθείρας, εἰ δὲ Ἄρης ταπεινός τις ἤτοι σώματος ἔμπορος, εἰ δὲ Ζεὺς πλούσιός τις, εἰ δὲ Ἀφροδίτη ἐν εὐφροσύνῃ καὶ μέθῃ, εἰ δὲ Ἑρμῆς ἐξ ἀπάτης καὶ ὑποσχέσεως καὶ τῶν τοιούτων. Κατὰ δὲ πάροδον, φησίν, ἐπὶ τῶν ἐν ἡλικίαις Ζεὺς ἐπισυμβαίνων τοῖς τῆς Ἀφροδίτης τόποις ἢ καὶ Κρόνος ποιεῖ γάμους, καὶ Ἀφροδίτη δὲ ἐν τοῖς ἰδίοις τόποις. Ταῦτα δὲ χρὴ στοχάζεσθαι ἐπὶ τῶν ἐγγὺς ὑπόπτων γαμούντων, σκεπτέον δὲ ὁμοίως καὶ τοὺς γαμικοὺς κλήρους τότε.
Ἀνωνύμου εἰς ψευδο-Ἡλιοδώρου (ἢ Ὀλυμπιοδώρου) [TLG, Dorotheus Astrol. Fragmenta Graeca, p. 343]
Κλῆρος μοιχείας κατὰ τὸ διάμετρον τοῦ γάμου ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ Ἀφροδίτης (ὡροσκόπου ed.) ἡμέρας καὶ νυκτός· τὸ δὲ ἀποτέλεσμα τοῦτο κεῖται ἐν τῷ δ′ κεφαλαίῳ τοῦ δευτέρου βιβλίου Δωροθέου.
Περὶ ἀσελγῶν καὶ μεθυστῶν καὶ ἐμπαθῶν
Δωροθέου β′, 7, ἐκ τῶν Ῥητορίου κεφ. 66 [CCAG VIII, 4, p. 194-195, Codicum Parisinorum]
Ἡ Ἀφροδίτη οἴκοις Ἑρμοῦ, τοῦ Ἑρμοῦ κακῶς κειμένου, παιδεραστὰς ποιεῖ. Ὁ κλῆρος τοῦ γάμου οἴκοις Ἑρμοῦ, τοῦ Ἑρμοῦ ἐν ἀρσενικῷ ἐπικέντρου ὄντος, τὸ αὐτὸ ποιεῖ. Ἄρης καὶ Ἑρμῆς ἐναλλάξαντες τοὺς οἴκους ἀλλήλων ἢ τετραγωνίσαντες ἀλλήλους ἢ διαμετρήσαντες παιδεραστὰς ποιοῦσιν. Ἡ Ἀφροδίτη Αἰγοκέρωτι ἢ Ἰχθύσιν ἢ Σκορπίῳ ἢ Ταύρῳ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρουμένη ἀσελγεῖς ποιεῖ, μάλιστα ὕπαυγος. Ἀφροδίτη οἴκοις Κρόνου ἢ Ἄρεως ὑπ’ αὐτῶν θεωρουμένη ἀσελγεῖς ποιεῖ. Ἡ Ἀφροδίτη καὶ Ἑρμῆς καὶ Ἄρης θεωρήσαντες ἀλλήλους ἀσελγεῖς ποιοῦσιν. Ἡ Ἀφροδίτη καὶ ἡ Σελήνη ἐν τῷ δύνοντι τὰς μὲν γυναῖκας ἀσελγεῖς ποιοῦσιν, τοὺς δὲ ἄνδρας μαλακούς, πλέον δὲ εἰ καὶ ὑπὸ Ἄρεως ἢ Κρόνου θεωρηθῶσιν.
Δωροθέου β′, 8, ἐκ τῶν Ἡφαιστίωνος β′, 22 (fr. 42a Stegemann)
Καὶ ταῦτα μὲν ὁ Πτολεμαῖος ἐκ τῶν Πετοσίριδος ἐκτίθεται, πάλιν δὲ ὁ Δωρόθεος περὶ τέκνων σκεπτόμενος λέγει. Δεῖ τοὺς τριγωνοκράτορας τοῦ Διὸς σκοπεῖν πῶς κεῖνται ἐν τῇ γενέσει εἴτ’ ἐν καλοῖς τόποις ἢ ἐναντίοις, ἢ ὃς μέν ἐστιν, ὃς δὲ οὐ, καὶ πρὸς αὐτοὺς ἀποτελεῖν. … τήν τε πρώτην καὶ δευτέραν πρᾶξιν ὁμοίως αὐτοῖς διασημαίνειν. Σκέπτου εἰ ἐν καλοῖς τόποις ὁ κλῆρος εἴη καὶ μὴ ἐν ἀσπόροις ἐπειδήπερ ἐὰν εὑρεθῇ ἐν τῷ ϛ′ ἢ ἐν τῷ ιβ′ ἢ ἄγονος, φησίν, ἔσται ἢ κλαύσει τὰ τικτόμενα. Ἐὰν δὲ ὁ κλῆρος καὶ τὸ δῦνον αὐτοῖς ὁμοίως καὶ τὰ τετράπλευρα χηρεύῃ ἄστρων καὶ μάλιστα ἀγαθῶν
φράζεο τούσδε γονῆς ἐπιδευέας αἰὲν ἐόντας.
Εἰ δὲ τὰ ζῴδια τὰ παρέχοντα τὰ τέκνα καὶ οἱ ἐπόντες ἀστέρες θηλυκῆς ὦσι φύσεως θηλυκὰ ἔσται τὰ τικτόμενα, εἰ δὲ ἀρρενικὰ ἢ μεμιγμένα ὁμοίως ἀρρενικὰ ἢ καὶ μεμιγμένα.
Δωροθέου β′, 8, ἐκ τοῦ Γενεθλίου Κωνσταντίνου Πορφυρογεννήτου XII 2-3
Κατὰ Δωρόθεον διὰ τὸ τοὺς τριγωνικοὺς δεσπότας τοῦ Διὸς ἐξαύγους ὄντας ἐν καλοῖς τόποις κεῖσθαι εὐτεκνίαν ἔσεσθαι σημαίνει. Ἕξει δὲ τέκνα τρία διὰ τὸ μεταξὺ τοῦ τριγωνικοῦ δεσπότου τοῦ Διός, ἤγουν Ἄρεως, καὶ ὡροσκόπου εὑρίσκεσθαι ζῴδια β′, ἕν μὲν ἁπλοῦν, τὸν Λέοντα, δίσωμον δὲ τὴν Παρθένον.
Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν τῶν ἀστέρων ἐκ τῶν Ἀνουβίωνος
Δωροθέου β′, 14–17, [CCAG II, p. 204–212, Codices Veneti, F.140ν]
– Περὶ τριγώνων
Ὁ Κρόνος Δία τριγωνίζων πολυκτημοσύνην ποιεῖ καὶ πολυχρύσους καὶ πολυαργύρους καὶ ἱερῶν προεστῶτας καὶ φόρων πράκτορας, ἐπιτρόπους, ἀλλοτρίων κληρονομοῦντας, πιστούς, ὑπὸ μεγάλων ἀνδρῶν τιμωμένους· καλὸν δὲ τοῦτο τὸ σχῆμα καὶ πρὸς πατέρας. Εἰ δὲ τριγωνίζοντας ἀλλήλους ἴδοι ὁ Ἑρμῆς, μυστικοὺς σημαίνει καὶ γνωστικοὺς ἢ βασιλεῦσιν ὑπηρετουμένους ἢ πόλεσιν ἢ λειτουργοὺς καὶ θύτας, ἀνατρέφουσι δὲ καὶ ἀλλότρια τέκνα οἱ τοιοῦτοι ὅταν ἐπὶ καλῶν τόπων ἱστάμενοι τύχωσιν· τῶν μέντοι ἰδίων τέκνων οὐκ ἀπολαύουσιν· ἢ γὰρ ἀεὶ τελευτῶσιν οἱ γεννώμενοι ἐν τούτῳ τῷ σχήματι ἢ ἐν ἀλλοτρίοις τραφέντες ὕστερον ἐπανίασι πρὸς τοὺς γονεῖς. Εἰ δὲ τοῦ Κρόνου καὶ τοῦ Διὸς κατὰ τρίγωνον ὄντων καὶ ὑπὸ τοῦ Ἑρμοῦ μαρτυρουμένων ὁ Ἄρης ἴδοι αὐτούς, ἐλαττωθήσεται τὰ εἰρημένα πάντα· ἕξουσι γὰρ φθόνους καὶ μέμψεις ἐν ταῖς πράξεσι καὶ διαβολὰς καὶ ἐναντιώματα πολλά.
Ὁ Κρόνος τριγωνίζων Ἄρην, εἰ καὶ Ζεὺς μὴ ὁρᾷ μήτε ὁ Ἑρμῆς, εὔποροι γίνονται καὶ ἐνεργεῖς καὶ δυνατοὶ ἐν ταῖς πράξεσι καὶ ἐν ταῖς πόλεσι δὲ ὁμοίως, πλὴν οἱ πρὸ αὐτῶν ἀδελφοὶ προτελευτῶσιν. Ὁ Κρόνος Ἥλιον τριγωνίζων ἐπὶ ἡμερινῆς γενέσεως προκοπὰς ποιεῖ καὶ δόξας καὶ γνωστούς, ἐπισήμους ἄνδρας, οὐ τοὺς γεννηθέντας μόνους ἀλλὰ καὶ τοὺς πατέρας, διότι ὁ Ἥλιος καὶ ὁ Κρόνος τὸ πατρικὸν ἐπέχουσι πρόσωπον. Ἐπὶ δὲ ἡμερινῆς εἰ ἐπὶ ἀρρενικοῖς εἶεν ζῳδίοις καὶ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, πολὺ κρεῖττον τὸ διάθεμα, ἐπὶ δὲ νυκτερινῆς γενέσεως τοὺς μὲν γεννηθέντας ἀφ’ ἑαυτῶν πορίζοντας ποιεῖ, τὰ δὲ τῶν γονέων οὐ συντηροῦσιν.
Ὁ Κρόνος Ἀφροδίτην τριγωνίζων εὐσταθῆ τὸν βίον καὶ σεμνότητα, οἱ τοιοῦτοι δὲ ἀπὸ τῶν καταδεεστέρων φθονοῦνται· βραδύγαμοι μέντοι γίνονται. Ὁ Κρόνος Ἑρμῆν τριγωνίζων συνετοὺς καὶ ἐμπείρους καὶ τὴν γνώμην βεβαίους, αἱ δὲ τούτων πράξεις ἀπὸ λόγων καὶ ψήφων ἢ ἐμπορίας ὅθεν αὐτοῖς ὁ βίος αὐτάρκης. Ὁ Κρόνος Σελήνην τριγωνίζων συστάσεις ποιεῖ μεγάλας, πρὸς βασιλεῖς καὶ ἄρχοντας γνωρίζων καὶ ἐνδόξους ποιῶν, καὶ μᾶλλον αὐξιφωτούσης τῆς Σελήνης· λειπούσης γὰρ αὐτῆς πολλὴν μείωσιν ἕξει τὰ εἰρημένα.
Ὁ Ζεὺς Ἄρεα τριγωνίζων ἀρχικούς, δράστας, παρ’ ἡγεμόσι τιμωμένους ποιεῖ. Ὁ Ζεὺς Ἥλιον τριγωνίζων πλουσίους, ἐνδόξους, ἀρχικοὺς ποιεῖ, καὶ τέκνων ἐστὶ δοτὴρ καὶ εὐγαμίας αἴτιος, καὶ βίον ἐπίσημον παρέχει. Ὁ Ζεὺς Ἀφροδίτην τριγωνίζων χαρίεντα καὶ ποθεινὸν ποιεῖ, παρὰ φίλων προκόπτοντα ἢ γυναικῶν. Ὁ Ζεὺς Ἑρμῆν τριγωνίζων φρονίμους, ἐπινοητικούς, ἐμπράκτους, παρὰ πολλῶν εὐδοκιμοῦντας, τούτων δὲ ἡ πρᾶξις ἀπὸ γραμμάτων ἢ δημοσίων χρειῶν ἢ βασιλικῶν ὑπηρεσιῶν, τινὰς δὲ καὶ ἀστρονόμους ἐπισήμους σημαίνει. Ὁ Ζεὺς Σελήνην ἰδὼν ἐνδόξους καὶ ἐμφανεῖς, ἡγεμόνας ἢ δικαστάς –τοὺς μὲν δήμου, τοὺς δὲ στρατιωτῶν– ποιεῖ, καὶ μᾶλλον αὐξιφωτούσης τῆς Σελήνης, εἰ δέ ἐστιν ἡ Σελήνη ἀφαιρετικὴ οὐκ αὐτοὺς αὐθέντας ποιεῖ ἀλλὰ τοιούτοις προσώποις ὑπηρετουμένους.
Ὁ Ἄρης Ἥλιον τριγωνίζων ἀρχικοὺς ποιεῖ, εἰ δὲ καὶ ἔστιν ἡ γένεσις ἡμερινὴ καὶ τὸν μὲν δεξιὸν τόπον ὁ Ἥλιος κατέχει, τὸν δὲ λαιὸν ὁ Ἄρης, ἔτι βέλτιον τὸ σχῆμα· ἡγεμόνες γὰρ οὗτοι καὶ δυνάσται γίνονται. Ὁ Ἄρης Δία τριγωνίζων, τοῦ Διὸς ἐπικέντρου ὄντος καὶ τῆς Σελήνης καλῶς ἑστώσης, στρατιώτας ἐπισήμους ποιεῖ, ζωῆς καὶ θανάτου κυρίους, καὶ μᾶλλον ὅταν ἐπὶ ἀρρενικῶν ὦσι ζῳδίων· τὰ γὰρ ἀρρενικὰ ἐπὶ ἐξουσίας καὶ ἡγεμονίας παραλαμβάνονται, τὰ δὲ θηλυκὰ ἐπὶ ὑποταγῆς. Ὁ Ἄρης Ἀφροδίτην τριγωνίζων ἐμπόρους, εὐγάμους, φιλοκόσμους καὶ μεγαλόφρονας ποιεῖ, οἱ τοιοῦτοι δὲ πολλῶν γυναικῶν λέχη θηρῶσιν ἤτοι μοιχοὶ γίνονται. Ὁ Ἄρης τριγωνίζων Ἑρμῆν ἐμπράκτους καὶ συνετοὺς εἴς τε λόγους καὶ ἔργα, ἐπιτευκτικούς τε καὶ ὀξεῖς, ἐκ ψήφων ἢ γραμμάτων τὸν βίον συλλέγοντας. Ὁ Ἄρης Σελήνην τριγωνίζων ἐπὶ μὲν νυκτερινῆς γενέσεως, λειψιφωτούσης τῆς Σελήνης, ἔμπρακτοι καὶ ἐπιτευκτικοὶ γίνονται καὶ πάντων ὧν βουλεύσονται περιγίνονται, εἰ δὲ καὶ Ζεὺς αὐτοὺς ἴδῃ, ἔσονται ἀρχικοί, ἔνδοξοι, μεγάλα δυνάμενοι. Ἐπὶ δὲ ἡμερινῆς γενέσεως ὁ Ἄρης τριγωνίζων Σελήνην οὖσαν ἐν τῷ ὑπεργείῳ βλάπτει καὶ σῶμα καὶ βίον, εἰ μάλιστα αὐξιφωτεῖ ἡ Σελήνη.
Ὁ Ἥλιος τριγωνίζων Σελήνην, καλὸν τὸ σχῆμα, καὶ μάλιστα ὑπὸ Διός, Ἀφροδίτης ὁρώμενοι.
Ἡ Ἀφροδίτη Σελήνην τριγωνίζουσα πραεῖς ποιεῖ καὶ ἱλαρούς, εὐμόρφους, τοὺς μέντοι γάμους ἀβεβαίους δηλοῖ.
Ὁ Ἑρμῆς Σελήνην τριγωνίζων δηλοῖ εὐμαθεῖς γενέσθαι καὶ συνετούς.
– Περὶ τετραγώνων
Ὁ Κρόνος Δία τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἐλαττοῦται ἡ ὕπαρξις, αὐτοὶ δὲ ἐναντία ἑαυτοῖς βουλεύονται καὶ ἐν ταῖς πράξεσιν ἐμποδίζονται ἢ ἀνάστατοι γίνονται, τόν τε πατέρα βλάπτει τοῦτο τὸ σχῆμα καὶ τὰ πατρικὰ πάντα ἀφανίζονται. Εἰ δὲ Ζεύς ἐστι καθυπερτερῶν τὸν Κρόνον, ἥττων ἡ κάκωσις· τῷ τε γὰρ πατρὶ εὔκλειαν δώσει καὶ τῷ παιδὶ βίου πορισμὸν κατὰ τὸ μέτρον τοῦ σχήματος καὶ τῆς θέσεως.
Ὁ Κρόνος Ἄρεα τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἀτακτοῦσιν, τῷ δὲ σώματι ἔσονται φρικώδεις καὶ νοσεροί, ἐνίοτε καὶ ῥίγει καὶ πυρετῷ δαμάζονται, τὰ πατρικὰ δὲ κτήματα ὄλλυνται, οἱ δὲ τοιοῦτοι καὶ θανάτους ὁρῶσι τῶν ἀδελφῶν. Εἰ δὲ ὁ Ἄρης καθυπερτερεῖ τὸν Κρόνον, πάντως οἱ πατέρες πρὸ τῆς μητρὸς τελευτῶσιν, αὐτῷ δ’ ἔσονται τῷ βίῳ μερικῶς ἐνεργεῖς καὶ ἔμπρακτοι, πλήν, ὡς εἴρηται, τῶν πατρικῶν κτημάτων τὸ σχῆμα ὀλέθριον· οἱ τοιοῦτοι καὶ ἀπὸ τῶν οἰκείων φθονοῦνται.
Ὁ Κρόνος Ἥλιον τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἔκπτωσις ἔσται τοῖς πατράσιν ἢ σπασμός, πρὸ δὲ τῶν μητέρων οἱ πατέρες τελευτῶσιν, σφάλλονται δὲ καὶ οἱ παῖδες ἐν πολλαῖς περιπίπτοντες ταῖς βλάβαις καὶ σωματικαῖς ὀχλήσεσιν, τὸ δὲ πλεῖον ῥιγοπυρέτοις, εἰσὶ δὲ καὶ περὶ τὰς πράξεις ψυκτικοί. Τοῦ δὲ Ἡλίου καθυπερτεροῦντος τὸν Κρόνον, σκορπίζονται τὰ πατρῷα, τοὺς δὲ ἐχθροὺς τοῖς οἰκείοις ποιεῖ καὶ τὰς πράξεις ἐλαττοῖ καὶ ἐπαλλήλοις νόσοις περικυλίει ἀσήμους τε τῷ βίῳ καὶ ἐν ταῖς οἰκείαις πόλεσιν ἀγνοουμένους.
Ὁ Κρόνος τετραγωνίζων Ἀφροδίτην, τοῦ Κρόνου καθυπερτεροῦντος, ἐκπτώσεις γίνονται καὶ ἐκ θηλυκῶν προσώπων κακὰ πολλὰ καὶ πένθη· οὗτοι τὰ πολλὰ ἀτυχοῦσιν ἐν οἷς ἐπιβάλλονται καὶ ἐν γυναιξὶν οὐκ ἔχουσι χάριτας. Εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὸν Κρόνον, ἐνδόξους δίδωσι γάμους καὶ γυναῖκας ἀρχικάς, εὐνοϊκὰς καὶ φιλοστόργους, αἳ καὶ πάνυ ὑπὸ ἀνδρῶν φιληθήσονται.
Ὁ Κρόνος τετραγωνίζων Ἑρμῆν, τοῦ Κρόνου καθυπερτεροῦντος, ψύξεις περὶ τὰς πράξεις καὶ ἐναντιότητες πολλαὶ ἔσονται καὶ ἐναντιογνωμίαι, ἔσονται δὲ οἱ τοιοῦτοι ἐν τοῖς ἔργοις ὑπ’ ἄλλων κυριευόμενοι, οἱ δὲ βάσκανοι γίνονται, ἄλλοι τραυλοὶ ἢ κωφοί. Εἰ δὲ ὁ Ἑρμῆς καθυπερτερεῖ τὸν Κρόνον, ἥττονα τὰ προειρημένα ποιεῖ.
Ὁ Κρόνος Σελήνην τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, κακοθάνατος ἡ μήτηρ, καὶ ὁ παῖς ἐν νόσοις πολλαῖς καὶ κινδύνοις ἔσσεται καὶ συνεχέσι ῥευματισμοῖς, ἐπὶ δὲ ζῳδίων θηλυκῶν ἔτι χεῖρον· εἰ γὰρ ᾖ τούτῳ πεπρωμένος ὁ γάμος, δύσγονόν τε γυναῖκα λήψεται, καὶ οὔτε φίλοι οὔτε τέκνα τούτῳ ἔσονται, τούτων δὲ καὶ ὁ βίος ἐλαττοῦται. Εἰ δὲ ἡ Σελήνη τὸν Κρόνον καθυπερτερεῖ, πρός τε τῷ ἀπράκτους ποιεῖν καὶ ἐχθροὺς ταῖς μητράσι δείκνυσι καὶ τὰ μητρικὰ φθείρει καὶ ῥεύματα κινεῖ.
Ὁ Ζεὺς τετραγωνίζων Ἄρην, τοῦ Διὸς καθυπερτεροῦντος, δόξα καὶ τιμὴ ἕπεται τούτοις καὶ σύστασις· οἱ μὲν ἐν στρατιαῖς διαπρέπουσιν, οἱ δὲ ἐν βασιλικαῖς αὐλαῖς ἀναστρέφονται ἢ ἐν δημοσίαις πράξεσι, πλὴν τὰ μητρικὰ ἢ πατρικὰ οὐ φυλάττονται, καὶ ἐπὶ τέκνοις λῦπαι ἔσονται ἢ σπανότεκνοι γίνονται. Εἰ μέντοι ὁ Ἄρης τὸν Δία καθυπερτερεῖ, ὀξεῖς μὲν καὶ ὁρμητάς, πλὴν σφαλλομένους ἐν τῷ βίῳ ποιεῖ καὶ μάτην κάμνοντας, ἔν τε δημοσίαις ἢ βασιλικαῖς πράξεσι διαβαλλομένους καὶ κατηγορουμένους.
Ὁ Ζεὺς Ἥλιον τετραγωνίζων καὶ τῷ πατρὶ καὶ τῷ τεχθέντι καλός· προκοπὰς γὰρ ἐπάγει καὶ ἐν μεγάλοις ἀνδράσι συστάσεις, καὶ ἄλλων ἡγεμονεύοντας ποιεῖ. Τοῦ δὲ Ἡλίου τὸν Δία καθυπερτεροῦντος, λαμπρὸς μὲν ὁ πατήρ, τὰ δὲ ὑπάρχοντα τούτων μειοῦται ἐν περιστάσεσι κοιναῖς, πολλάκις δὲ καὶ ἐξ ἀναστάσεως ἐχθρῶν τοῦτο γίνεται.
Ὁ Ζεὺς τετραγωνίζων Ἀφροδίτην, τοῦ Διὸς καθυπερτεροῦντος, πολλοὺς οἱ τοιοῦτοι φίλους ἕξουσιν, καὶ μάλιστα ἀπὸ θηλυκῶν προσώπων κερδανοῦσι καὶ ἀστεῖον βίον ἕξουσι καὶ θεοσεβεῖς ἔσονται. Εἰ δὲ ἡ Ἀφροδίτη τὸν Δία καθυπερτερεῖ, ἐρωτικοὶ ἔσονται καὶ φιλόκοσμοι καὶ πρὸς τούτων τερπόμενοι· πολλὰ μέντοι οἱ τοιοῦτοι ἐναντία πείσονται καὶ ἀποτυχίας ἐν τοῖς ἔργοις.
Ὁ Ζεὺς Ἑρμῆν τετραγωνίζων, τοῦ Διὸς καθυπερτεροῦντος, γραμματικοὶ ἢ γεωμέτραι γίνονται, ἐνίοις δὲ ὁ βίος ἔσται ἀπὸ κοινῆς προστασίας καὶ αἱ πράξεις ἀστεῖαι. Εἰ δὲ ὁ Ἑρμῆς τὸν Δία καθυπερτερεῖ, τῷ μὲν βίῳ οὐκ ἄποροι ἔσονται, πλὴν ἄκρατοι ἐν ταῖς πράξεσι καὶ ἐναντία ἑαυτοῖς ποιοῦντες, καὶ τὰ μὲν ἀγαθὰ ὡς κακὰ ἀποφεύγουσιν, τὰ δὲ κακὰ αἱροῦνται ὡς ἀγαθά, πολλάκις δὲ οἱ τοιοῦτοι καὶ αὐτόματόν τι ἀγαθὸν ἐπελθὸν ἀποφεύγουσιν, καὶ οὓς εὐεργετήσουσιν, ὑπὸ τῶν τοιούτων ἀχαριστοῦνται, καὶ ἀμοιβὰς οὐ λαμβάνουσιν, ἀφ’ ἑαυτῶν δὲ πορίζονται τὰ καλά.
Ὁ Ζεὺς Σελήνην τετραγωνίζων, τοῦ Διὸς καθυπερτεροῦντος ἐπὶ ἡμερινῆς γενέσεως ἢ νυκτερινῆς, τῇ τε μητρὶ αἴσιον καὶ αὐτὸν κρείττονα τῶν γονέων ποιεῖ, καὶ ἐν τιμαῖς καὶ προεδρίαις δοξάζει καὶ εὐφημίαις. Τῆς δὲ Σελήνης καθυπερτερούσης τὸν Δία, δοξαστικὸν μὲν τὸ σχῆμα καὶ ἐν ἡγεμόσι συστάσεις ποιοῦν, πλὴν κατά τινας χρόνους βλάπτει ἢ ἣν ἔχει πρᾶξιν ἐνίοτε ἐλαττοῖ.
Ὁ Ἄρης Ἥλιον τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, πολύνοσοι, ἀπρόκοποι, εἰ δὲ καὶ προκόψουσιν ἀλλ’ ἐναντιώσεσι πολλαῖς περιπεσοῦνται. Τοῦ Ἡλίου μέντοι καθυπερτεροῦντος, τῷ τε παιδὶ καὶ τῷ πατρὶ χαλεπόν· σφάλλονται ἐν ταῖς πράξεσι καὶ τὰ κτήματα τούτων διασκεδάννυνται, φρενοβλαβεῖς τε ποιεῖ καὶ μαινομένους, ἔστιν ὅτε καὶ τυφλούς, χεῖρον δὲ ἐπὶ ἡμερινῆς γενέσεως.
Ὁ Ἄρης Ἀφροδίτην τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, πονηραὶ κρίσεις καὶ ζημίαι καὶ μάχαι καὶ βλάβαι διὰ γυναῖκας, εἰ δὲ καὶ ἐν τροπικῷ ζῳδίῳ μαλακοὶ ἔσονται, εἰ δὲ καὶ ζῳτικοὺς χρόνους ἔχει ὁ τοιοῦτος τὴν ἑαυτοῦ γυναῖκα παρακοιμήσει ἢ μοιχευομένην εἰδὼς ἀνέξεται, καὶ ἡ γυνὴ δὲ ἀσελγοῦντος τοῦ ἀνδρὸς ἀνέξεται. εἰ δὲ Ἀφροδίτη τὸν Ἄρην καθυπερτερεῖ τὰ ἴσα μὲν ποιεῖ, ὅμως λαθραίως καὶ αἰδημόνως.
Ὁ Ἄρης Ἑρμῆν τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, πολλῶν δεινῶν αἴτιος, βλάβας ἐπάγων καὶ συνοχὰς καὶ τὰς πράξεις ἐμποδίζων ἢ διαβολὰς διὰ πράξεις ποιῶν, χεῖρον δὲ ἐπὶ ἡμερινῆς γενέσεως, εἰ μάλιστα ἢ ἀμφότεροί εἰσιν ὑπὲρ γῆν ἢ ὅμως ὁ Ἄρης, ἐπὶ δὲ νυκτερινῆς γενέσεως ἥττονα τὰ δεινά. Εἰ δὲ τὸν Ἄρην ὁ Ἑρμῆς ἐπιδεκατεύει, δεινοὺς ἐξετέλεσεν, πανούργους, ἀλλοτρίων ἅρπαγας· οἱ τοιοῦτοι γὰρ ἀπὸ ἄλλου εἰς ἄλλον μετέρχονται ὅπως κακόν τι αὐτοῖς προστριψάμενοι προδώσουσιν αὐτοὺς καὶ τῶν χρημάτων γυμνώσουσιν.
Ὁ Ἄρης Σελήνην τετραγωνίζων, τοῦ Ἄρεως καθυπερτεροῦντος, τὴν μητέρα χήραν ποιεῖ καὶ τὸν πατρικὸν ἐλαττοῖ βίον καὶ αὐτὴν τὴν μητέρα ἀναιρεῖ δι’ αἵματος ἢ βιαίου θανάτου, ὁ δὲ τεχθεὶς ἐπὶ ἱεροὺς καταφεύγει τόπους καὶ ὑπὸ φαντασμάτων καὶ εἰδώλων ἐνοχλεῖται, καὶ μᾶλλον τὸ κακὸν ἔσται, ὅταν ὁ Ἄρης ἐν ὁρίοις ᾖ Κρόνου, ἡ δὲ Σελήνη ἐν ὁρίοις Ἑρμοῦ ἢ Ἄρεως· πολλάκις γὰρ ἡ τῶν ὁρίων δύναμις ἢ ἐπιτείνει ἢ ἐλαττοῖ τὰ κακά. Εἰ δὲ ἡ Σελήνη τὸν Ἄρην ἐπιδεκατεύει, ἄδοξον καὶ πενιχρὰν τὴν μητέρα, τῷ δὲ παιδὶ καθαίρεσιν τύχης καὶ πλάνας δηλοῖ.
Ὁ Ἥλιος Σελήνην τετραγωνίζων, ἀλλήλους ἐπιδεκατεύοντες, ἐπὶ μὲν κέντρων ἑστῶτες καὶ μαρτυρούμενοι ὑπὸ ἀγαθοποιῶν, ἐμπράκτους, ἐνδόξους ἐν συστάσεσι ποιοῦσιν, ὑπὸ δὲ κακοποιῶν ὁρώμενοι καὶ ζωῇ καὶ βίῳ λυπηροί. Εἰ δὲ καί, τοῦ Ἡλίου καὶ τῆς Σελήνης ὄντων ἀμφοτέρων ἐπὶ τῶν κέντρων καὶ ὑπὸ Κρόνου καὶ Ἄρεως ὁρωμένων, ἡ Σελήνη τῷ Διὶ συνάπτει, λαμπροὶ μὲν ἔσονται, πλὴν βασκαινόμενοι ὑπὸ πολλῶν, ἀπόντος δὲ τοῦ Διὸς πλείστην καὶ μεγάλην κάκωσιν ἕξει τὸ τοιοῦτον διάθεμα.
Ὁ Ἑρμῆς Ἀφροδίτην τετραγωνίζων, ἀλλήλους καθυπερτεροῦντες, ἀστείας τέχνας παρέχουσιν ἢ ἐπεράστους ποιοῦσιν ἢ διδασκάλους ἐπιφανεῖς· αἱ μέντοι λαλιαὶ τούτων ἐπίψογοι, καὶ περὶ τὰ ἀφροδίσια οἱ τοιοῦτοι λάγνοι.
Ἡ Σελήνη Ἀφροδίτην τετραγωνίζουσα, τῆς Σελήνης καθυπερτερούσης, εὐπόρους μέν, πολυψόγους δέ, οἳ καὶ διὰ θηλυκὰ ἢ καὶ ἀπὸ θηλυκῶν προσώπων βλάπτονται. Εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὴν Σελήνην, ἐπάλληλα παρέχει τὰ ἀγαθά, ἐμπράκτους καὶ πολυβίους ποιοῦσα, οἷς καὶ γυναῖκας διδοῖ φιλοστόργους καὶ σώφρονας· αὐτόν τε εὔχαριν καὶ κόσμιον καὶ γλυκυλάλον ποιεῖ, πλὴν ἀστάτους ἐν τοῖς γάμοις ποιεῖ καὶ αὐτοὺς καὶ τὰς τούτων μητέρας· οὐκ ἔσονται γάρ, φησίν, μονογαμοῦντες.
Ἡ Σελήνη Ἑρμῆν τετραγωνίζουσα, τῆς Σελήνης καθυπερτερούσης, κοῦφοι ἔσονται, ἄστατοι, εὐμετάβλητοι, ἄπιστοι, ὑπὸ μηδενὸς ἀκουόμενοι. Τοῦ δὲ Ἑρμοῦ τὴν Σελήνην καθυπερτεροῦντος, συνετοὶ μὲν καὶ λόγιοι, πλὴν δι’ ὄχλον καὶ πλῆθος λυποῦνται, εἰ δὲ ὁ Ἑρμῆς καθυπερτερῶν τὴν Σελήνην αὐτὸς ὑπὸ κακοποιῶν καθυπερτερεῖται, πλαστογράφοι ἔσονται, οἳ καὶ ληφθέντες ἐπί τισι γραπτοῖς ἐν φυλακαῖς εἴργνυνται καὶ δεσμοῖς.
– Περὶ διαμέτρων
Ὁ Κρόνος Δία διαμετρῶν λυπηρὸς εἰς πρᾶξίν τε καὶ τέκνα. Εἰ δὲ ὁ μὲν Κρόνος ὡροσκοπεῖ, ὁ δὲ Ζεὺς δύνει, ὀψίτυχοι ἔσονται.
Ὁ Κρόνος Ἄρην διαμετρῶν, περιστάσεσι βιωτικοῖς περιπίπτουσι καὶ ἐναντιώμασι χαλεποῖς καὶ φθόνοις καὶ ἐνδείαις καὶ σωματικαῖς ὀχλήσεσι καὶ κινδύνοις ζωῆς τε καὶ τέκνων, οἰκείων τε ἔχθρας καὶ στάσεις ποιεῖ καὶ πατέρας προαναιρεῖ τῆς μητρὸς καὶ ἀλλεπάλληλα παρέχει τὰ κακά. Εἰ δὲ καὶ ἐπὶ ὑγρῶν εἰσι ζῳδίων, ἐξ ὑγρῶν τὰς ὀχλήσεις, ναυαγοῦντας ποιοῦσιν ἢ ἐκ ποταμῶν καὶ ῥευμάτων ἐπιφορὰς ἐπάγουσιν, πολλάκις δὲ καὶ ἀπὸ ἐνύδρων ἀδικοῦνται θηρίων ἢ φαρμάκοις τισὶ τελευτῶσιν. Εἰ δὲ τὸ σχῆμα ἐν τοῖς τετράποσι ζῳδίοις ἐστίν, ἐκ συμπτώσεως θνήσκουσιν ἢ ἐγγὺς τοῦ θανεῖν ἔρχονται, ὅταν ὁ Ζεὺς ἴδῃ· εἰ γὰρ μὴ ἴδῃ, ἄφυκτα τὰ κακά. ἀλλ’ ἐπὶ μὲν τῶν κέντρων διαμετροῦντες θάνατον ἐπιφέρουσιν ἢ χωρισμοὺς οἰκείων καὶ τῆς πατρίδος, τοὺς δὲ εἰς ὑποταγὴν ἄγουσι καὶ δουλείαν, κἂν ἐλεύθεροι ὦσιν. Ἐπὶ δὲ τῶν ἐπαναφορῶν τὰς ἐλπίδας ἐκκόπτουσιν, ἔτι δὲ καθαιρέσεις ἐπάγουσιν ἐν μέσοις τοῖς χρόνοις. Ἄν δ’ ἐν τοῖς ἀποκλίμασιν, ἧττον μὲν βλάπτουσιν, λύπας δὲ ὅμως καὶ μόχθους καὶ ἐκπτώσεις ἐπάγουσιν.
Ὁ Κρόνος Ἥλιον διαμετρῶν, τοῦ Διὸς μὴ μαρτυροῦντος, καματηρὸς ἔσται ὁ πατὴρ καὶ φειδωλὸς καὶ σεσινωμένος, τά τε κτήματα καὶ τὰ πατρικὰ φθείρεται ὅσα τῷ παιδὶ καταλείπεται, ἀλλ’ οὔτε εὐθάνατος ἔσται ὁ πατήρ, ὁ δὲ τεχθεὶς ἐν πολλοῖς ἔσται μόχθοις, καὶ μᾶλλον ὅταν ἐπὶ θηλυκῶν ζῳδίων τὸ σχῆμα γένηται.
Ὁ Κρόνος Ἀφροδίτην διαμετρῶν πόρνους, ἀσχήμονας, ἀγάμους ποιεῖ, εἰ δὲ καὶ γήμωσιν, ἐφυβρίστους ἢ ξένας λήψονται ἢ δούλας ἢ σεσινωμένας, καὶ αὐτοὶ δὲ ἐκτὸς τῶν ἀφροδισιακῶν χαρίτων εἰσίν.
Ὁ Κρόνος τὸν Ἑρμῆν διαμετρῶν δυσγλώττους ἢ τραυλοὺς σημαίνει, καὶ μάλιστα τοῦ Ἑρμοῦ ἐν ἀφώνῳ ζῳδίῳ ὄντος ἢ ὑπαύγου. Εἰ δὲ σὺν τῷ Ἑρμῇ καὶ τὴν Σελήνην διαμετρεῖ ὁ Κρόνος, χεῖρον βλαβήσεται ἡ λαλιά, εἰ μὴ ὁ Ἄρης ἰδών ποθεν λύσει τὴν κάκωσιν· πλὴν τῆς μὲν ἀφωνίας ὁ Ἄρης ἀπαλλάττει, πολυμόχθους δὲ ποιεῖ, ὅμως συνετοὺς λίαν καὶ ἐμπείρους, ὄνησις δέ τις αὐτοῖς ἀπὸ τῆς συνέσεως καὶ ἐμπειρίας οὐκ ἔσται οὔτε κτῆσις οὔτ’ ὠφέλεια, ἀεὶ δ’ ἐμμέριμνοι καὶ κατάστυγνοι διάγουσιν, τύφου γέμοντες, καὶ τῶν προγενεστέρων ἀδελφῶν ὄψονται θανάτους ἢ προγενέστεροι τῶν ἄλλων ἔσονται· τούτων καὶ ὁ πατὴρ προτελευτᾷ τῆς τεκούσης.
Ὁ Κρόνος Σελήνην διαμετρῶν τὴν μητρικὴν κτῆσιν ἀπόλλυσι καὶ αὐτῇ τῇ μητρὶ θλίψεις καὶ κρυπτῶν τόπων πόνους ἐπάγει ἢ λυπηρὰ σημαίνει καὶ δύστροπα. Εἰ δὲ μὴ ὁ Ζεὺς ἢ Ἀφροδίτη ὁρᾷ, ἔσται χαλεπῶς ἔχουσα τῷ σώματι καὶ ζημίας ὑπομένουσα. Ἐν δὲ τοῖς τετράποσιν ἀπὸ τῶν ὁμοίων ἡ βλάβη, εἰ δὲ ἐν θηριώδεσιν, ἐκ θηρίων, εἰ δὲ ἐν ἀνθρωποειδέσιν, ἐξ ἀνθρώπων, εἰ δὲ ἐν καθύγρῳ, ἐξ ὑδάτων ἢ κακοχυμίας τοῦ σώματος. καὶ τῷ γεννηθέντι δὲ ὁμοίως, εἰ μὴ ἴδοι Ζεύς, Ἀφροδίτη, σίνος ἔσται· τινῶν μὲν τὴν ὄψιν ἐτύφλωσεν, ἄλλους τῆς πατρίδος ἐξήλασεν, ἑτέρους ἐν διαφόροις τόποις τοῦ σώματος ἔβλαψεν.
Ὁ Ζεὺς Ἄρην διαμετρῶν ἀνώμαλον ποιεῖ τὸν βίον πάνυ τοῖς τοιούτοις, καὶ οἱ φίλοι ἐχθροὶ γίνονται, οἱ δὲ καὶ ἐκ προπετείας καὶ ταραχῆς λογισμῶν ζάλαις λυποῦνται. Ὁ Ζεὺς Ἥλιον διαμετρῶν τῶν πατρικῶν ὀλετὴρ κτημάτων, ὁ δὲ γεννηθεὶς ἐν ὑποταγῇ ἔσται τῶν ἐπιτρόπων αὐτοῦ ἢ δούλων ἢ τοιούτων ὁμοίων. Ὁ Ζεὺς Ἀφροδίτην διαμετρῶν ἀπροκόπους ποιεῖ, ἀληθὴς δὲ φίλος τούτοις οὐδείς, ἀλλ’ ἕτερα μὲν νοῶν, ἕτερα δὲ λέγων, ἕξει δὲ καὶ φίλων ἐπαναστάσεις, καὶ οἱ εὐεργετηθέντες ὑπ’ αὐτοῦ ἐχθροὶ ἔσονται αὐτοῦ, καὶ οἷς δωρεὰς παρέξει, ἀμοιβὰς κακὰς παρ’ αὐτῶν ἀντιδέξεται, ἐν ἄλλοις δέ τισιν εὐτυχήσει, καὶ βίος ἄρκιος ἔσται αὐτῷ, καὶ πρὸς μὲν τὴν γνησίαν γαμετὴν ἀστατήσει, πρὸς δὲ τὰ μοιχικὰ ἐπιτευκτικὸς ἔσται.
Ὁ Ζεὺς Ἑρμῆν διαμετρῶν φαῦλος, καὶ μάλιστα τοῖς δικολόγοις καὶ ῥήτορσιν· ποιεῖ γὰρ καὶ ὄχλων ἐπαναστάσεις καὶ ὀργὰς καὶ διαβολὰς πρὸς μείζονας ἔκ τινων βασκάνων· ὄψονται καὶ ἀδελφῶν θανάτους καὶ δίκας ἕξουσι πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς κατὰ γένος προσήκοντας. [ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ πῆξιν ταῦτα τὰ σχήματα ἀποτελεστικὰ γίνονται, ἀλλὰ καὶ κατὰ τὰς ἐπεμβάσεις, οἷον κατὰ πῆξιν ἦν Ἥλιος Σκορπίῳ, Ἄρης Παρθένῳ, κατὰ δὲ ἐπέμβασιν γενόμενος Ἄρης Ταύρῳ διέτεμε τὸν κατὰ πῆξιν Ἥλιον καὶ ἐδήλωσε κίνδυνον ἀφ’ ὕψους ἢ πυρός]. Ὁ Ζεὺς Σελήνην διαμετρῶν, εἰ μὲν αὐξιφωτεῖ, προεδρίαν καὶ βίον διδοῖ καὶ ἐπίσημον καὶ ἀρχικὸν σημαίνει,
ἤθεσιν ὁρμητήν τε καὶ οὐκ εἴκοντά περ ἄλλῳ·
ταῦτα δὲ ποιεῖ κατ’ ἐξοχὴν ἡνίκα ἡ Σελήνη ἐλαττόνων ἐστὶ μοιρῶν, ὁ δὲ Ζεὺς πλειόνων. Εἰ δὲ λειψιφωτεῖ, δεινόν· τὰ γὰρ εἰρημένα πάντα μειοῖ καὶ ἄλλα δὲ ἐναντιώματα καὶ σφάλματα σημαίνει.
Ὁ Ἄρης Ἥλιον διαμετρῶν ἐν ἡμερινῇ γενέσει βιαιοθανάτους ποιεῖ ἢ καὶ τὰς τοῦ πατρὸς ὄψεις σινοῖ, τῇ δὲ γενέσει κινδύνους ἀφ’ ὕψους καὶ ἐναντιώσεις ποιεῖ πολλάς, ἐν δὲ νυκτερινῇ ἀδρανεῖς ποιεῖ καὶ τῷ βίῳ ἐκπτώτους. Ὁ Ἄρης διαμετρῶν Ἀφροδίτην ῥέμβους καὶ ἀστάτους ποιεῖ, βάσκανος δὲ ἡ Ἀφροδίτη εἰς γάμον καὶ τέκνα. Εἰ δὲ καὶ ἐν τροπικῷ, τοιαῦτα ποιεῖ ἃ καὶ τετράγωνοι ὄντες. Ὁ Ἄρης Ἑρμῆν διαμετρῶν, γίνονται [γὰρ] πλαστογράφοι καὶ τῶν φαρμακείων συνίστορες, ἀεί τε δανείοις καὶ ἐγγύαις ὑποπίπτουσι καὶ πίστιν δικαίαν ἀποστέργουσιν, ὧν ἕνεκα καὶ παρ’ ἡγεμόνων κρίνονται καὶ φόβους ὑφίστανται· ἄλλοι τῆς πατρίδος ἐξελαύνονται, καὶ μᾶλλον ἡνίκα ὁ Ἑρμῆς ἐστι ἐν ὁρίοις Κρόνου ἢ ζῳδίῳ ἢ ἐν ἰδίοις ὁρίοις ἢ ζῳδίῳ. Ὁ Ἄρης Σελήνην διαμετρῶν ὀλιγοχρονίους ποιεῖ ἢ κινδύνοις περιπίπτοντας· τινὲς μὲν ἄγαμοι, τινὲς δὲ τὰς γυναῖκας θάπτουσιν· τούτοις καὶ ἡ τελευτὴ δεινή· ἢ γὰρ μανίας ἢ τομὰς μελῶν ὁ Ἄρης ποιεῖ.
Ἡ Ἀφροδίτη Σελήνην διαμετροῦσα, τὰ πρὸς γάμον οὐκ ἀγαθά· ἢ γὰρ οὐ διδοῖ τέκνα ἢ παρέχουσα ταῦτα θανατοῖ ἢ ἄλλως πως ἀποστερεῖ, ἕνεκα δὲ τῶν γυναικῶν αὐτῶν ὕβρεις καὶ θλίψεις καὶ βλάβας πάσχουσιν· καθόλου γὰρ Σελήνη καὶ Ἀφροδίτη τετράγωνοι ἢ διάμετροι ἐπὶ παντὸς πράγματος ζηλοτυπίαν παρέχουσιν.
Ὁ Ἑρμῆς Σελήνην διαμετρῶν ἀπὸ πλήθους καὶ δήμου στάσεις ἐγείρει καὶ κραυγάς, καὶ ἐν λόγοις ἀθαρσεῖς ποιεῖ.
Ὅσα δὲ δηλοῦσι τρίγωνοι πρὸς ἀλλήλους οἱ ἀστέρες, τοσαῦτα καὶ ἑξάγωνοι ὄντες, πλὴν ἀσθενέστεροι καὶ ἥττονα ποιοῦσιν.
Ἡ Σελήνη Ἥλιον διαμετροῦσα ὄλβου καὶ δόξης παραίτιος γίνεται. Καθόλου δὲ πᾶς ἀστὴρ τὸν ἴδιον οἶκον διαμετρῶν ἃ παρέχει αὐτὸς πάντα ἀφ’ ἑαυτοῦ μειοῖ.
– Περὶ συνοδευόντων ἀστέρων
Δωροθέου β′, 18–33, [TLG, Dorotheus Astrol. Fragmenta Graeca, p. 354–367, & (μερικῶς) Ἀνωνύμου, CCAG II, p. 160–180, Codices Veneti, F.184]
Ὁ Κρόνος σὺν Διὶ ἀγαθούς, οἰκονόμους καὶ ἐπιτρόπους ἀλλοτρίων πραγμάτων καὶ χρημάτων, καὶ μᾶλλον Ἄρεως μὴ ὁρῶντος. Ὁ Κρόνος σὺν Ἄρει τοῖς ἤθεσι πραεῖς ποιεῖ καὶ ἀργοὺς ἐν ταῖς πράξεσι καὶ ἐν πολλοῖς ἀποτυγχάνοντας, νοσερούς τε καὶ ὑπὸ μελαίνης χολῆς βλαπτομένους, πατέρα τε προαναιροῦσι καὶ τὰ πατρικὰ διαφθείρουσι καὶ τοὺς πρὸ αὐτῶν ἀδελφοὺς ἢ ἀναιροῦσιν ἢ ζῶντας ἐπινόσους ποιοῦσιν (χείρους δέ εἰσιν ἐπίκεντροι), φροντίδας τε καὶ δυσκολίας πραγμάτων ἐπιφέρει, εἰ μὴ Ζεύς ποθεν ἐπιμαρτυρήσῃ, ὑπομονητικοὶ δὲ οἱ τοιοῦτοι καὶ βαρύθυμοι. Ὁ Κρόνος σὺν Ἡλίῳ τὸν μὲν πατέρα κακοθάνατον, τὰ δὲ πατρικὰ φθείρει, καὶ πλεῖον τὸ κακὸν ἐν νυκτερινῇ γενέσει εἴτε ἑῷος εἴτε ἑσπέριος· τότε γὰρ οὐ τῷ πατρὶ μόνῳ, ἀλλὰ καὶ τῇ γενέσει ἔσται τὰ δεινά, ἑτέρως δὲ καὶ τοῖς ἀδελφοῖς, καὶ μάλιστα τοῦ Ἡλίου πλειόνων μοιρῶν ὄντος· τότε γὰρ ἀναμφίβολος ἡ βιαιοθανασία τοῦ πατρός, καὶ αὐτοὺς δὲ τοὺς γεννηθέντας ἐκπτώτους καὶ ἐπινόσους καὶ ἐξ ὑγρῶν ὀχλουμένους καὶ τοὺς ὀφθαλμοὺς βλαπτομένους, ἐπὶ δὲ ταῖς γεωργίαις μόνον εὐτυχοῦσιν οἱ τοιοῦτοι· ἐν γὰρ τοῖς ἄλλοις πᾶσι δυστυχεῖς. Εἰ δὲ ἐν οἴκῳ Ἡλίου ἢ Κρόνου εἰσίν, εὐγενὴς μὲν ὁ πατήρ, οὐ μὴν πλούσιος, οἱ δὲ παῖδες ἐχθροὶ τῶν πατέρων ἢ βλάπτουσιν αὐτούς. Ὁ Κρόνος σὺν Ἀφροδίτῃ ἀνάξιον τὴν γυναῖκα ἢ στεῖραν ἢ σεσινωμένην ἢ ἐπίψογον, ποιοῦσι δὲ ἀτέκνους ἢ ὀψιτέκνους ἢ τὰ τέκνα θάπτοντας, εἰ δὲ καὶ γάμον ποτὲ δώσουσι ψύξουσι τοῦτον· τὰ ὅμοια καὶ ἐπὶ θηλυκῆς γενέσεως. Ὁ Κρόνος σὺν Ἑρμῇ κωφοὺς ἢ τραυλούς, ἀτυχοῦντας περὶ τὰς πράξεις ἢ ἀπιστουμένους ἐν οἷς λέγουσιν, ὑπομονητικοὺς δὲ καὶ αὐστηροὺς καὶ φρονίμους καὶ πολυειδήμονας. Ὁ Κρόνος σὺν Σελήνῃ ἀδρανεῖς καὶ τὰ μητρικὰ φθείροντας, αὐτούς τε ἐπινόσους καὶ τὰς αὐτῶν μητέρας. Εἰ δέ γέ ἐστιν ἡ γένεσις ἡμερινὴ ἢ αὐξιφωτεῖ ἡ Σελήνη ὑπὸ ἀγαθῶν ὁρωμένη, τὰ ῥηθέντα κακὰ οὐκ ἔσται. Νυκτερινῆς δὲ τῆς γενέσεως οὔσης, εἴτε αὐξιφωτεῖ ἡ Σελήνη εἴτε λειψιφωτεῖ, κἂν καὶ οἱ ἀγαθοποιοὶ ὁρῶσιν, κακὸν καὶ ἄπρακτον τὸ διάθεμα.
Ὁ Ζεὺς σὺν Ἄρει προκοπτικούς, εὐκτήμονας, τιμωμένους ἐν πόλεσιν, ἡγεμόνας, ἐπιτευκτικοὺς ποιεῖ, καὶ μᾶλλον ἐν οἰκείοις τόποις ὄντες ἅμα, ἤτοι ἐν Διὸς οἴκοις ἢ Ἄρεως, ἢ ἐν τοῖς ὁρίοις αὐτῶν· τότε γὰρ δυνάστας ποιοῦσιν. Φησὶ γὰρ ὁ Δωρόθεος· ὁ Ζεὺς ἐν οἴκοις Ἄρεως ἢ ὁρίοις ἡγεμόνας ἢ ἡγεμόνων ἑταίρους ποιεῖ, εἰ δὲ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐπίκεντροί εἰσι πρὸς τούτῳ τῷ σχήματι καὶ μαρτυρούμενοι ὑπὸ Διὸς καὶ Ἄρεως, ἔτι μᾶλλον δοξάζονται, καὶ μᾶλλον ἐν ἀρρενικοῖς ὄντων τῶν φώτων· τότε γὰρ βασιλεῖς γίνονται ἢ ἡγεμόνες πεζικοῦ καὶ ναυτικοῦ τάγματος, ζωῆς καὶ θανάτου κύριοι. Πάλιν Ἄρης ἐν Διὸς οἴκοις ἢ ὁρίοις βασιλεῖς ἢ φίλους βασιλέων ποιεῖ, καὶ μᾶλλον ὅταν ὁ Ζεὺς σύμφωνον ἔχῃ διάστασιν πρὸς Ἄρην. Κρεῖττον δὲ τὸν Δία εἶναι ἐν ὁρίοις Ἄρεως ἢ οἴκοις ἤπερ τὸν Ἄρην ἐν Διὸς τόπῳ· ποιεῖ γὰρ ἐνδοξοτέρους καὶ ἡγεμονικωτέρους ἤτοι βασιλεῖς ἢ στρατοπεδάρχας ἢ στόλων καὶ πεζοῦ στρατοῦ ἡγεμόνας ἢ ἱππικοῦ τάγματος, ἀνορθοῦντας πόλεις καὶ καταστρέφοντας.
Ὁ Ζεὺς σὺν Ἡλίῳ ὕπαυγος μὲν ἐλαττοῖ τὰ ἀγαθά, ἀνατολικὸς δὲ εὐκτήμονας καὶ πολυβίους καὶ ὄνησιν καὶ εὐτυχίαν τῶν γονέων ἐκ τῶν παίδων [καὶ εὐτυχεῖς τοὺς γονεῖς] καὶ εὐτεκνίαν διδοῖ. Ὁ Ζεὺς σὺν Ἀφροδίτῃ ἐντίμους, εὐχαρεῖς, πολυφίλους, ἀγαθούς, εὐσεβεῖς, ἀστείους, φίλους ἡγεμόνων, ἐνδόξους, εὐγάμους, προκόπτοντας ἀπὸ θηλυκῶν προσώπων καὶ ἱερῶν προεστῶτας. Ποιοῦσι δὲ καὶ εὐτέκνους, εἰ ὑπὸ μηδενὸς βλάπτονται κακοποιοῦ, πλὴν πολύκοινοι ἔσονται, καὶ ἐπὶ θηλειῶν δὲ ὁμοίως. Εἰ δὲ ἐν ἰσχυροῖς εἶεν τόποις καὶ τὴν Σελήνην ὁρῶσιν, τοῦ Ἄρεως ἰδόντος ποθέν, ψόγος ἔσται διὰ συγγενεῖς. Ὁ Ζεὺς σὺν Ἑρμῇ δυνάστας, συνετούς, βεβαίους, ἐπὶ σοφίᾳ περιβοήτους, ἰατρούς, σοφιστάς, γραμματικοὺς ἢ γραμματεῖς βασιλέων. Ὁ Ζεὺς σὺν Σελήνῃ αὐξητικοὺς τῷ βίῳ, καὶ μᾶλλον ἀνατολικὸς καὶ προσθετικὸς ὢν ὁ Ζεύς· πλουσίους γὰρ καὶ κρείττονας τῶν γονέων ποιεῖ. Εἰ δὲ τῆς γενέσεως νυκτερινῆς οὔσης ἡ Σελήνη πλειόνων ἐστὶ μοιρῶν, ἐλαττοῦται ἡ τύχη.
Ὁ Ἄρης σὺν Ἡλίῳ κακοθάνατον τὸν πατέρα ἢ ταχυθάνατον. Τὸ δὲ αὐτὸ ποιεῖ κἂν ἐπαναφέρηται τῷ Ἡλίῳ· τὰς γὰρ γενέσεις ὀχλικὰς ποιεῖ καὶ κρίσεις ἐπάγει καὶ ὀφθαλμοὺς ἀδικεῖ καὶ τὰ πατρικὰ φθείρει εἴτε ἀπὸ πυρὸς εἴτε ἀπὸ πολέμου, τινὰς δὲ καὶ μανίαις περιέβαλεν. Ὁ Ἄρης σὺν Ἀφροδίτῃ τὰ αὐτὰ δηλοῖ ἃ καὶ ἐν τοῖς τετραγώνοις. Ὁ Ἄρης σὺν Ἑρμῇ ψεύστας μέν, συνετοὺς δὲ καὶ πολυπείρους, ἀεὶ ἐν κρίσεσιν ὄντας, πανούργους, γυμναστικούς. Διὸς μὲν οὖν ὁρῶντος αὐτοὺς ἢ Ἀφροδίτης ἔνδοξοι γίνονται ἐπὶ τοῖς ἐπιτηδεύμασιν, τῶν δὲ κακοποιῶν πλαστογράφοι γίνονται, κλέπται, ἀπατεῶνες, πανοῦργοι, ἄδικοι καὶ ὅλως παράνομοι, παιδερασταὶ οἱ τοιοῦτοι καὶ πολύψογοι, καὶ μᾶλλον ὅταν ὁ Κρόνος μαρτυρῇ. Ὕπαυγοι δὲ ὄντες καὶ ἐπίκεντροι καὶ τὴν Σελήνην ὁρῶντες κακοβούλους, ψεύστας, λῃστάς, πλαστογράφους. Καὶ εἰ μὲν ὁ Κρόνος μαρτυρεῖ κατὰ τετράγωνον ἢ διάμετρον, ἐν δεσμωτηρίῳ θνῄσκουσι βιαίως, εἰ δὲ ὁ Ζεύς, εὐθανατοῦσιν. Ὁ Ἄρης σὺν Σελήνῃ θερμούς, ἐπιτευκτικούς, καὶ μᾶλλον ὅταν ὦσιν ἐπίκεντροι, εἰ δὲ μὴ ὁρᾷ ὁ Ζεὺς ὄντας ἐπὶ τοῖς κέντροις, ὀλιγοχρονίους, βιαιοθανάτους, ἥ τε μήτηρ πολύνοσος.
Ὁ Ἥλιος μετὰ Ἀφροδίτης ἐπὶ νυκτερινῆς γενέσεως ἑσπερίας ἀνατολικῆς οὔσης, ἐπὶ δὲ ἡμερινῆς ἑῴας ἀνατολικῆς, ἐνδόξους, πλουσίους, ἄλλοις κελεύοντας ποιοῦσιν. Ὁ Ἥλιος σὺν Ἑρμῇ ἐμπράκτους, εἴπερ ἐπὶ ἑῴας ἀνατολῆς ἢ ἑσπερίας ἀνατολῆς εἰσιν· πεπαιδευμένους γὰρ καὶ γραμματεῖς καὶ ἐκ φρονήσεως κτωμένους πλοῦτον καὶ πράξεων ἀρχὰς ἐμπιστευομένους ὥστε καὶ ἄλλοις κελεύειν.
Ἡ Ἀφροδίτη μετὰ Ἑρμοῦ ἐμπράκτους, πολυχαρεῖς, πολυγυναίους, πεπαιδευμένους, ποιητάς τε ἢ μελοποιούς, πρὸς μέντοι γυναῖκας πολυψόγους ἢ φιλόπαιδας καὶ φιλοπαρθένους. Εἰ δὲ καὶ ἐπὶ τοῦ ὡροσκόπου τύχωσι, θείους ταῖς διανοίαις, εὐπροσκόπους, καὶ μᾶλλον εἰ ὁ Ζεὺς καὶ ἡ Σελήνη ἴδοι. Ἡ Ἀφροδίτη μετὰ τῆς Σελήνης ἀγαθούς, εὐμόρφους, ἱλαρούς, γάμος δὲ τοῖς τοιούτοις ἀβέβαιος, καὶ ἀσελγεῖς· οὗτοι γὰρ αἴτιοι ἔσονται τῆς ἀκαταστασίας τοῦ γάμου, ἐπ' ἀλλοτρίαις μαινόμενοι γυναιξίν.
Ὁ Ἑρμῆς σὺν Σελήνῃ εὐμαθεῖς ποιεῖ ἄγαν καὶ συνετούς, ψεύστας δὲ καὶ ἀστάτους, εἰ μὴ ἀγαθοποιοὶ μαρτυρήσωσιν, αἱ τούτων δὲ μητέρες συνεταὶ μέν, ἐπίψογοι δὲ ἀσήμοις ἀνδράσιν ἐπιμιγνύμεναι· κρεῖττον δὲ εἰ ἡ Σελήνη προάγοι τὸν Ἑρμῆν, ἧττον δὲ εἰ ἕπεται.
Ἐν τούτοις δὲ πᾶσι τοῖς ἀποτελέσμασιν ἐπίτασις ἔσται τῆς ἐνεργείας ὅταν τῶν ἀστέρων ἀλλήλοις μαρτυρούντων καὶ ἡ Σελήνη τούτοις προσγένηται. Ἔοικε γάρ, φησίν, πλήκτρῳ, καὶ αὐτὴ τὰς ἀπορροίας πάντων τῶν ἀστέρων δεχομένη πρὸς ἡμᾶς εἰς τὴν γῆν ἀναπέμπει. Οἱ ἀστέρες τότε ποιοῦσι τὰ ἀποτελέσματα, ὅταν καὶ τὴν κυριότητα τοῦ κεφαλαίου ἔχωσιν, οἷον ὁ Κρόνος ἐν οἴκῳ ἰδίῳ φίλους, ἐπιτρόπους ποιεῖ, ἀλλ’ οὐ πάντοτε, ἀλλ’ ὅταν ὁρᾶται ὑπὸ Διός.
Περὶ τοπικῶν διακρίσεων
Ἐν ταῖς τοπικαῖς διακρίσεσιν ἐκείνους μάλιστα σκόπει τοὺς ἔχοντας λόγον ἐν τῷ θέματι ἢ τοὺς τοῦ τριγώνου κυρίους ἢ τοῦ κλήρου καὶ τῶν κέντρων, καὶ μάλιστα τοὺς ἐπικέντρους. Εἰ δὲ οἱ κύριοι τῶν οἴκων καὶ τῶν ὁρίων μὴ ὁρῶσιν αὐτούς, ὁμοίως σημαίνει· πάλιν οἱ ἀγαθοποιοὶ ὁρῶντες ἀναλύουσι τὰ δεινά.
Ὁ τοίνυν Κρόνος ἐν ἰδίοις οἴκοις ἢ ὁρίοις ἐμπράκτους, πολυγνώστους καὶ συστάσεις ἔχοντας, ἐκτιθεμένους τὰ ἑαυτῶν τέκνα καὶ αὖθις ἐπαναλαμβάνοντας ἢ ἀλλοτρίων τέκνων πατέρας, φίλους, ἐπιτρόπους ἢ ἐπισήμων τινῶν· τὰ ἴσα δὲ ποιεῖ καὶ ἐν οἴκοις Διὸς ἢ ὁρίοις τυχών. Ὁ Κρόνος ἐν τόπῳ Ἄρεως νωθεῖς, μελλητάς, ἐν ἰδίαις καὶ ἐν δημοσίαις πράξεσιν ἀτόνους. Ἐν δὲ οἴκῳ καὶ ὁρίοις Ἀφροδίτης πρὸς γάμον οὐκ ἀγαθός· δίδωσι γὰρ παρήλικας παῖδας (ὅταν δὲ ᾖ κύριος τοῦ γάμου, τότε ταῦτα σημαίνει) ἢ πόρνους· τινὰς ἀγυναίους ἢ ὀψιτέκνους ἢ ὀλιγοτέκνους· πολλοὶ καὶ διὰ γυναῖκας κακὰ πάσχουσιν, ἕτεροι ὑπὸ τῶν γυναικῶν θάπτονται. Ὁ Κρόνος ἐν οἴκοις ἢ ὁρίοις Ἑρμοῦ ἐνδομύχους, ἀπορρήτων εἰδήμονας καὶ διὰ ταῦτα κινδυνεύοντας, ταῖς τε γλώτταις ἐμποδιζομένους καὶ ταῖς ἀκοαῖς· τὰ αὐτὰ καὶ Ἑρμῆς ἐν οἴκοις ἢ ὁρίοις Κρόνου, ποιεῖ δὲ καὶ μάντεις, θύτας, οἰωνιστάς, ἐξ ἰδίων μόχθων πορίζοντας.
Ὁ Ζεὺς ἐν οἴκῳ ἢ ὁρίοις Κρόνου πλουσίους, φειδωλούς, τιμῆς, καὶ δόξης μὴ ἐφιεμένους, ἥττονα τῆς αὑτῶν δυνάμεως ἐπαγγελλομένους, αἰσχρονοήμονας, ἔν τισι χρόνοις κακοπαθοῦντας. Ὁ Ζεὺς οἴκῳ Ἄρεως ἢ ὁρίοις ἡγεμόνας ἢ ἑταίρους ἡγεμόνων· τινὲς στρατοπεδαρχοῦσιν ἢ στόλου ἄρχουσι καὶ πόλεις ἀνορθοῦσι καὶ καταστρέφονται, εἰ δὲ καὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐπίκεντροι ὄντες ὑπὸ Διὸς καὶ Ἄρεως μαρτυρηθῶσιν, καὶ μάλιστα ἐν ἀρρενικοῖς ζῳδίοις ὄντες, βασιλεῖς ποιοῦσιν ἢ δυνάστας, φοβερούς, ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχοντας. Ὁ Ζεὺς ἐν τόπῳ Ἀφροδίτης φίλους βασιλέων ἢ ἐπιτρόπους ἢ ἐν βασιλεῦσιν ἀσχολουμένους· τινὲς μίγνυνται γυναιξὶν ἐνδόξοις ἢ διδασκάλων αὐτῶν γυναιξὶ μίγνυνται ἢ ἐπιστατῶν ἢ ἀδελφῶν, ἀφ’ ὧν γυναικῶν πολλὴ χάρις ἔσται καὶ κτῆσις. Τὰ αὐτὰ καὶ Ἀφροδίτη ἐν οἴκοις ἢ ὁρίοις Διός, τινὲς δὲ θηλειῶν θεῶν νεωκόροι, καὶ χρυσοφοροῦσι καὶ στεμματοφοροῦσιν. Ὁ Ζεὺς ἐν τόπῳ Ἑρμοῦ φοροπράκτορας βασιλέων ἢ οἰκονόμους, φρονίμους, λογιστάς, συνετούς, ἐνδόξους, πλουσίους.
Ὁ Ἄρης ἐν οἴκῳ ἢ ὁρίοις Κρόνου, ἐν οἷς ἐπιβάλλονται οἱ τοιοῦτοι ἐπιτυγχάνουσιν, τῶν δὲ πατρικῶν ὀλετὴρ καὶ τῶν ἀδελφῶν τῶν πρεσβυτέρων, εὐθαρσεῖς δὲ ποιεῖ. Ὁ Ἄρης ἐν οἴκῳ ἢ ὁρίοις Διὸς φίλους βασιλέων ἢ βασιλεῖς, καὶ μᾶλλον συμφώνως ἔχοντες καὶ ὁρῶντες ἀλλήλους· ἐνδοξοτέρα μέντοι ἡ τύχη πολλῷ πλέον, ὅταν ὁ Ζεὺς ᾖ ἐν Ἄρεως τόποις. Ὁ Ἄρης ἐν οἴκῳ ἢ ὁρίοις Ἀφροδίτης μοιχοὺς ποιεῖ, τὰς τῶν συγγενῶν γυναῖκας φθείροντας καὶ ἐν τούτοις μᾶλλον χαίροντας, πολλοὶ δὲ καὶ τὰς ἑαυτῶν ἀναιροῦσι γυναῖκας, πάντως δὲ θάνατον ὁρῶσι γυναικῶν. Ὁ Ἄρης ἐν οἴκῳ ἢ ὁρίοις Ἑρμοῦ συνετοὺς μέν, κακοτρόπους δὲ καὶ πολυίστορας, ἔργῳ καὶ λόγῳ αἰσχρῶς βιοῦντας καὶ ἀπὸ κακῶν πραγμάτων ἐπικτωμένους δι’ ἃ καὶ ἐγκλήμασι καὶ κατηγορίαις ἐμπίπτουσιν. Τὰ ἴσα ποιεῖ καὶ ὁ Ἑρμῆς ἐν Ἄρεως τόποις, καὶ προσέτι ψεύστας, ἀθέους, λῃστάς, κλέπτας, ἀνδροφόνους, ἐπιόρκους, πλαστογράφους, ἀλλοτρίων ἐπιθυμητάς, μοιχικούς, φαρμακευτάς, παραθηκῶν ἀποστερητάς, πόλεων ἀπελαυνομένους.
Ἡ Ἀφροδίτη ἐν Κρόνου οἴκοις ἢ ὁρίοις στειρώδεις, ἀτέκνους, μητρυιαῖς ἢ πρεσβυτέρων ἀδελφῶν γυναιξὶ μιγνυμένους, ἐὰν δὲ ὦσιν ἀπελεύθεροι, ταῖς ἑαυτῶν δεσποίναις μιγήσονται. Ἡ Ἀφροδίτη ἐν οἴκοις ἢ ὁρίοις Διὸς ἀπὸ γυναικῶν ἢ γυναικείας πράξεως προβιβάζει, ποιεῖ δὲ καὶ ἐπιτρόπους γυναικῶν ἢ θηλυκοῦ ἱεροῦ προεστῶτας, ἐξ ὧν καὶ χάριτας ἕξουσι καὶ βίον· οἱ τοιοῦτοι φιλοῦσι πάνυ τὰς ἑαυτῶν γυναῖκας. Ἡ Ἀφροδίτη ἐν οἴκοις ἢ ὁρίοις Ἄρεως δόλους, κρίσεις καὶ πολλὰ κακὰ διὰ γυναῖκας, μιγνύει δὲ καὶ γυναιξὶ λυγραῖς ἢ ἐπιψόγοις ἢ δούλαις, πλὴν ἃς λήψονται γυναῖκας, ταύταις καὶ συγγηράσκουσιν. Ἡ Ἀφροδίτη ἐν οἴκοις ἢ ὁρίοις Ἑρμοῦ ἱερέας, θύτας θεοῦ ποιοῦσιν ἢ πλουσίων γυναικῶν ἐπιτρόπους, δι’ ἃς καὶ κρίσεις ὑφίστανται· τινὲς βαφεῖς, ἱστουργοί, ζωγράφοι, ἀνθοπλόκοι, μυρεψοί, μυροπῶλοι, τορνευταὶ γίνονται.
Ὁ Ἑρμῆς ἐν οἴκοις Κρόνου ἢ ὁρίοις τραυλούς, δυσκώφους, ἐνδομύξους, ἀλλοτρίου βίου μεριμνητάς, μύστας, ἀγαλμάτων καθιδρυτὰς ἢ ἀστρολόγους, οἰωνιστάς· τὰ αὐτὰ καὶ Κρόνος ἐν ὁρίοις Ἑρμοῦ. Ὁ Ἑρμῆς ἐν τόπῳ Διὸς νομομαθεῖς, λογιστάς, διοικητὰς ἢ βασιλέων διδασκάλους, ἐν πολιτικαῖς πράξεσι ἢ βασιλικαῖς ἀναστρεφομένους καὶ συνδικάζοντας τοῖς τοιούτοις. Ὁ Ἑρμῆς ἐν οἴκοις ἢ ὁρίοις Ἄρεως εἴρηται ἐν τοῖς τοῦ Ἄρεως. Ὁ Ἑρμῆς ἐν οἴκοις ἢ ὁρίοις Ἀφροδίτης χαρίεντας, προσφιλεῖς, ἱλαρούς, ἐμπράκτους, ἐπιτευκτικούς, στωμύλους, πειθηνίους, Μούσης ἐμπείρους ἢ χρώματός τινος, ὀρχήσεων ὑφηγητὰς ἢ τῶν τοιούτων, εἰ δὲ καὶ ἐπίκεντρός ἐστιν ὁ Ἑρμῆς, μελοποιοὺς καὶ ἐκ τούτων βιοποριστοῦντας καὶ φίλους κτωμένους.
Ὁ Κρόνος οἴκῳ Ἡλίου ἤτοι Λέοντι δοξάζει τὸν πατέρα καὶ τούτου αὔξει τὸν βίον, ὑπὸ δὲ ὑγρῶν ὀχλεῖ καὶ οὐκ εὐθάνατον τὸν πατέρα ποιεῖ. Ἐν δὲ οἴκῳ Σελήνης, ἔτι ζώσης τῆς μητρός, φθείρει τὰ μητρικὰ καὶ ἐπίνοσον τὴν μητέρα ποιεῖ ἢ κρυπτὰ πάθη διδοῖ ἢ ψύξεις ἐπάγει ἢ χόλους ὡς ἐπὶ θεὸν καταφεύγειν.
Ὁ Ζεὺς Λέοντι ἰσοβασιλεῖς ἢ φίλους βασιλέων, περιβλέπτους καὶ πλουσίους ποιεῖ. Ὁ Ζεὺς ἐν Καρκίνῳ ὑψοῖ τὴν τύχην καὶ τέκνα πλείονα παρέχει, πλούσιόν τε καὶ πολυέπαινον.
Ὁ Ἄρης ἐν Λέοντι τὰ πατρικὰ φθείρει καὶ τοὺς ὀφθαλμοὺς σινοῖ, τὰς δὲ πράξεις ἀπὸ πυρὸς ἢ σιδήρου δίδωσιν ἤ τινα τέχνην ἄλλην σκληράν. Τὰ αὐτὰ δὲ ποιεῖ ἐάν τε αὐτὸς ἐπιπαρῇ τῷ τόπῳ, ἐάν τε τοὺς χρόνους τῷ Ἡλίῳ παραδιδοίη ἢ ὁ Ἥλιος αὐτῷ ἢ μεριστὴς τῶν χρόνων γένηται. Ὁ Ἄρης ἐν Καρκίνῳ θερμόν, συνετόν, ἀλλ’ ἀεὶ σφαλλόμενον, σίνη τε διδοῖ καὶ βιαιοθανασίαν ποιεῖ, καὶ μᾶλλον ἡμερινῆς οὔσης τῆς γενέσεως. Ὅλως δὲ οἱ φθοροποιοὶ ἐν ζῳδίοις τῶν φώτων ὄντες ὀλιγοχρονίους ποιοῦσιν ἢ βιαιοθανάτους.
Ἡ Ἀφροδίτη ἐν Λέοντι δυσγάμους, ἐν δὲ Καρκίνῳ λάγνους καὶ ἐπαίσχρους ποιεῖ.
Ὁ Ἑρμῆς ἐν Λέοντι πολυίστορας, προφανεῖς. ὁ Ἑρμῆς ἐν Καρκίνῳ εὐφυεῖς, δριμεῖς, εὐθύφρονας, εὐεργούς.
Ὁ Ἥλιος ἐν Λέοντι εὐκλεεῖς, ὑπερβάλλοντας, εἰ δὲ ἐν αὐτῷ εἴη τῷ κέντρῳ ἡμέρας κοσμούμενος ὑπὸ τῶν λοιπῶν ἀστέρων κατὰ τὸ ἰσότιμον, βασιλεῖς ποιεῖ.
Ἡ Σελήνη ἐν Καρκίνῳ πράξεις καὶ τιμὰς παρέχει, ἐπὶ δὲ νυκτερινῆς γενέσεως κοσμουμένη ὑπὸ τῶν ἀστέρων ὡς ὁ Ἥλιος ἔτι κρεῖττον. Ἀμείψαντες δὲ τὰ ἑαυτῶν ζῴδια, ἤτοι Ἥλιος Καρκίνῳ, Σελήνη Λέοντι, ποιήσουσιν ὅσα ἐν τοῖς ἰδίοις οἴκοις ὄντες, διακρίνεται δὲ πάντα τῇ τῶν λοιπῶν ἀστέρων κράσει.
Ὁ Ἥλιος ἐν οἴκοις ἢ ὁρίοις Κρόνου ἰσχυρούς, πρακτικούς, πάντων περικρατοῦντας. Ἡ Σελήνη ἐν οἴκοις ἢ ὁρίοις Κρόνου νωχελεῖς, ἀπράκτους, … σώμασί τε καὶ ἔργοις καὶ πολυψόγους ποιεῖ.
Ὁ Ἥλιος καὶ Σελήνη ἐν οἴκοις ἢ ὁρίοις Διὸς σώφρονας, εὐσταθεῖς, τῆς πατρικῆς οὐσίας ἡγουμένους καὶ οἰκίας, ταῖς δὲ μητρυιαῖς μιγνυμένους ἢ ταῖς τῶν ἀδελφῶν γυναιξίν, εἰ δὲ ἡ γένεσις ᾖ ἐν θηλυκῷ, τῷ πατρωῷ ἢ τῷ θείῳ μιγήσεται.
Ὁ Ἥλιος οἴκοις ἢ ὁρίοις Ἄρεως ἀσθενείαις καὶ νόσοις περιβάλλει, ἡδεῖς δὲ ἐν τῷ βίῳ καὶ ταῖς πράξεσιν οἱ τοιοῦτοι.
Ἡ Σελήνη οἴκοις ἢ ὁρίοις Ἄρεως θρασεῖς, ἀνδρείους, τῶν ἀλλοτρίων ἅρπαγας, ἀνοσίους, κακῶν συνίστορας, μιαιφόνους. Προσήκει μέντοι τὰς μαρτυρίας τῶν ἀστέρων ἐπιβλέπειν· Εἰ γὰρ οἱ ἀγαθοποιοὶ μὴ ἐφορῶσι τοὺς φωστῆρας, τῶν προειρημένων οὐδὲν ἔλαττον ἔσται· τῶν γὰρ ἀγαθοποιῶν ἀπεστραμμένων, εἰ οἱ κακοποιοὶ ἐφορῶσιν, χείρονα τὰ κακά. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων ἀστέρων ἔστιν ἰδεῖν· προειρήκαμεν γὰρ ὅτι οἱ ἀγαθοποιοὶ μαρτυροῦντες ἀναλύουσι τὰ δεινά, δηλονότι τὰ τῶν κακοποιῶν ἀποτελέσματα, ὥσπερ καὶ οἱ κακοποιοὶ τὰ τῶν καλοποιῶν.
Ἡ Σελήνη οἴκοις ἢ ὁρίοις Ἀφροδίτης εὐμόρφους, ἐπεράστους, ποθεινούς, χαρίεντας τοῖς πᾶσιν, καὶ μᾶλλον εἰ ἐν Ζυγῷ τύχῃ, λάγνους δὲ περὶ τὰ ἀφροδίσια καὶ ἐπιψόγους, ἐμπράκτους μέντοι καὶ πολυκερδεῖς. Ὁ Ἥλιος οἴκοις ἢ ὁρίοις Ἀφροδίτης μάντεις, χρησμῳδούς, ὀνειροκρίτας ἢ δι’ ὀνείρων χρηματιζομένους, ταῖς δὲ ἕξεσιν ὑγροὺς καὶ μελαγχολικοὺς ἢ καὶ ὑπὸ χολῶν βλαπτομένους.
Ἡ Σελήνη οἴκοις ἢ ὁρίοις Ἑρμοῦ ἀγχίνους, δριμεῖς, ἐπικερδεῖς, παιδεραστὰς δὲ καὶ φιλογυναίους καὶ σπανοτέκνους. Ὁ Ἥλιος οἴκοις ἢ ὁρίοις Ἑρμοῦ πολυίστορας, ἐμπράκτους, μύστας, διδασκάλους, καθύγρους δὲ καὶ ὑπὸ χολῆς βλαπτομένους. Ἐνεργέστερα δὲ τὰ προειρημένα ἔσται, ὅταν ὁ κύριος τοῦ ζῳδίου καὶ τῶν ὁρίων ἐπιβλέπῃ τοὺς φωστῆρας ἢ ἐπιμαρτυρῇ πόθεν τούτοις.
Περὶ κέντρων
Ἡ Σελήνη ὡροσκοποῦσα ἢ μεσουρανοῦσα ἐπὶ γενέσεως ἡμερινῆς τὰς προκοπὰς ἐμποδίζει, καὶ μᾶλλον ἢ ὁρῶντος ἢ ἐπαναφερομένου κακοποιοῦ· τότε γὰρ καὶ ἔκπτωσις ἔσται. Οὐδὲ γὰρ οἱ ἀγαθοποιοὶ οὕτως ἔχουσαν ὠφελήσουσιν, καὶ ἢν ἐν ὕψει ἢ οἴκῳ ἰδίῳ τύχωσιν οὐχί. Φησὶ γὰρ καὶ Δωρόθεος·
ἢν Ζεὺς μὴ λεύσσῃ μιν ἢ αὐτὴ πότνια θεία
ἢ δόμον ἢ ὕψος τύχῃ λελαχυῖα Σελήνη.
Ἐν δὲ νυκτὶ ὡροσκοποῦσα ἢ μεσουρανοῦσα ἢ τούτοις ἐπαναφερομένη λαμπροὺς καὶ πολυγνώστους σημαίνει καὶ τὰς μητέρας μείζονας, κακοποιὸς δὲ ὁρῶν ἐμποδιστικὸς γίνεται, καὶ ὄνησις τούτοις οὐκ ἔστιν ὧν πορίζονται, ὥσπερ ἀγαθὸς ὁρῶν εὐκτήμονας ποιεῖ. Ἐν δὲ τῷ δύνοντι, ταχυθάνατος ἡ μήτηρ, καὶ ἔκπτωσις τῶν ὑπαρχόντων αὐτῷ ἢ ἐκ πατρίδος μετάστασις, καὶ διὰ γυναῖκας καὶ τέκνα λύπας. Ἐν δὲ τῷ ὑπογείῳ, κακοποιῶν ὁρώντων, ἐκ κρυπτῶν τόπων ἐνοχλεῖ· συνοχαί τε γὰρ καὶ δεσμὰ διὰ κρυπτὰ πράγματα, καὶ θανάτους τέκνων καὶ γυναικῶν. Ζεὺς δὲ καὶ Ἀφροδίτη ἰδόντες ἐν τῷ ὑπογείῳ ἀπὸ κρυφίων ὠφελοῦσιν· ὁ γὰρ τόπος ἄδηλος.
Ὁ Ἥλιος ὡροσκοπῶν ἐν ἡμέρᾳ, Διός, Ἀφροδίτης ὁρώντων, ἀγαθός, καὶ μάλιστα εἰ ἰδιοτοπεῖ καὶ ἐν ἀρρενικῷ ζῳδίῳ ἐστίν. Πολὺ δὲ κρεῖττον εἰ ὑπὸ ἀγαθοποιοῦ ἐπιδεκατεύοιτο· ἡγεμονικαὶ γὰρ αἱ τιμαὶ ἢ στρατοπεδαρχικαί. Τοῦ Ἄρεως μετὰ Διὸς ὁρῶντος τὰ αὐτὰ καὶ μεσουρανῶν, πλὴν τοῦτο μόνον διαφέρει, ὅτι σπαναδέλφους ποιεῖ. Δύνων δὲ λυπεῖ χάριν τέκνων καὶ ἀδελφῶν καὶ κρυφίων τόπων. Ἐν δὲ ἀλλοτρίῳ τόπῳ ὤν, κατὰ τετράγωνον ἢ διάμετρον ὁρώμενος ἐκ Κρόνου ἢ Ἄρεως, καὶ μάλιστα ἐκ τοῦ Ἄρεως, περικαύστους ἢ σταυρουμένους ἢ θηριοβρώτους· βεβαιότερα δὲ τὰ δεινὰ ταῦτα, εἰ σὺν τῷ Ἡλίῳ καὶ τὴν Σελήνην ἴδωσιν οἳ κακοποιοί, καὶ μᾶλλον Διός, Ἀφροδίτης μὴ ὁρώντων τὰ φῶτα. Ἐν δὲ τῷ ὑπογείῳ ὁ Ἥλιος τοιοῖσδε σχήμασι βλαπτόμενος ἐκπτώσεις ποιεῖται καὶ τῶν πατρικῶν ἐλαττώσεις, πλὴν ἐν ἰδίῳ οἴκῳ ὢν ἢ ὕψει ταῦτα οὐκ ἔσται.
Εἰ δὲ Κρόνος ὡροσκοπεῖ ἢ μεσουρανεῖ ἰδίῳ τόπῳ ἢ συναιρέτου, κληρονομίας παρεκτικὸς καὶ ἀρχῆς καὶ κτημάτων βλαπτικός, σωμάτων νόσους ἐπιφέρων καὶ σίνη, μονοτρόπους δὲ ποιεῖ καὶ σπαναδέλφους καί τινας μὲν ἀγυναίους, τινὰς δὲ τῶν γονέων χωρίζει. Εἰ μέντοι τύχῃ ἐν ζῳδίῳ ἐχθροῦ ἀστέρος –ἤτοι Ἄρεως, Σελήνης, Ἀφροδίτης– καὶ μάλιστα ἐν Ταύρῳ, χεῖρον· ὀρφανίας γὰρ ποιεῖ καὶ ἀτεκνίας, καὶ μᾶλλον ἐν νυκτερινῇ· τότε γὰρ καὶ σίνη καὶ νόσους σημαίνει καὶ αὐτοὺς φθονερούς, δυσεράστους, ὀκνηρούς, ἀμαθεῖς καὶ πρὸς τέκνα ἀστόργους.
Εἰ δὲ Κρόνου ὡροσκοποῦντος Ζεὺς δύνει, προγενέστερον ἀδελφὸν ἀναιρεῖ, αὐτὸς δὲ ὑπὸ ἐχθρῶν καταδυναστευθήσεται. Εἰ δὲ Κρόνου ὡροσκοποῦντος Ἄρης δύνει, δεινὰ μὲν τοῖς γονεῦσιν, αὐτὸς δὲ βιαιοθάνατος ἔσται. Εἰ δὲ Κρόνου ὡροσκοποῦντος Ἀφροδίτη δύνει, θάνατος ἔσται γυναικός. Εἰ δὲ Κρόνου ὡροσκοποῦντος Ἑρμῆς δύνει, τέκνων θάνατος ἔσται. Μεσουρανῶν δὲ τὰ αὐτὰ σημαίνει ἕως ἐτῶν λ′, καὶ μετὰ τοῦτο παύει τὰ δεινά, κακοῖ δὲ τὸν βίον. Παρ’ αἵρεσιν μεσουρανῶν καὶ ἐν μὲν στερεῷ, βεβαία ἡ κάκωσις, ἐν δὲ δισώμῳ κακώσας πάλιν ἀνέσφαλεν. Ὁ δὲ σὺν Ἄρει μεσουρανῶν κακοθάνατον σημαίνει, ἐὰν μή τις ἀγαθὸς παρῇ τῷ δύνοντι. Ἐν δὲ τῷ δύνοντι τέκνοις καὶ ἀδελφοῖς καὶ γυναιξὶ λυπηρός, κινδύνους τε ἐπάγει ἐκ ποταμῶν ἢ θαλάσσης καὶ ὑγρῶν ὀχλήσεις καὶ ψύξεις καὶ κακοπαθείας, πλὴν ἐχυρῶν ἐστι βλαπτικός. Σὺν Ἀφροδίτῃ δὲ δύνων μαλακοὺς καὶ ἐπιψόγους ἢ ἀγάμους σημαίνει. Σὺν δὲ Ἑρμῇ δύνων τέκνα ἀναιρεῖ καὶ δούλους καὶ κτήματα καὶ τύχην ἐλαττοῖ.
Ὁ Ζεὺς ὡροσκοπῶν ἐν ζῳδίῳ θηλυκῷ εὐγάμους, εὐτέκνους, φιλαδέλφους, ἐναρέτους, ἐπιτρόπους ἢ ἄρχοντας ποιεῖ, καὶ μάλιστα ἡμέρας· νυκτὸς γὰρ ἐλαττοῖ τὰ εἰρημένα. Τὴν δὲ μητέρα κρείττονα τοῦ πατρός, εἴ ἐστιν ἐν θηλυκῷ ζῳδίῳ, εἰ δὲ ἐν ἀρρενικῷ, κρείττων ὁ πατήρ, ἐν δὲ δισώμῳ ὡροσκοπῶν διπάτορα δοκεῖ τὸν γεννηθέντα ποιεῖν. Ὡροσκοποῦντος δὲ Διὸς καὶ Κρόνου δύνοντος βλάπτεται μὲν ὁ πατήρ, ὁ δὲ τεχθεὶς θνῄσκει, ὄψεται δὲ καὶ ἐχθροὺς τιμωρουμένους, ὁ δὲ παῖς ἔνδοξος, ἱερὸς ἔσται ἢ ἐν βασιλείοις ἀναστρεφόμενος ἢ δήμου προστήσεται, εἰ μὴ Ἄρης ἐν τῷ β′ τόπῳ ἢ τῷ ι′ μειώσει τὰ ἀγαθά. Εἰ δὲ τοῦ Διὸς ὡροσκοποῦντος ὁ Ἄρης δύνει, τῶν ἐχθρῶν κρείττονα ποιεῖ· Ἀφροδίτη δὲ ὁρῶσα τὸν Δία ἐπιτείνει τὰ ἀγαθά, εἰ μάλιστα καὶ τὴν Σελήνην ὁρῶσιν. Ὁ Ζεὺς μεσουρανῶν ἐμφανείας καὶ δόξης αἴτιος καὶ εὐτεκνίας, καὶ μάλιστα ἡμέρας. Εἰ δὲ ὁρᾶται ἡμέρας ὑπὸ Ἑρμοῦ ἢ Ἄρεως ἀπὸ σχήματος οἰκείου ἢ καλοῦ τόπου, συνετοὶ ἔσονται καὶ ἀπὸ λόγου καὶ ἐπιστήμης τὸν βίον πορίζονται. Εἰ δὲ δύνει, κρεῖττον τῆς νεότητος τὸ γῆρας, καὶ εὐθανασίαν σημαίνει, καὶ μᾶλλον ἐν ἰδίῳ τόπῳ καὶ ὕψει· ἐξ ἐχθρῶν μέντοι ἐπηρεάζει. Εἰ δὲ σύνεστι κακοποιός, κινδύνους δώσει καὶ ἐπιβουλάς, οἱ δὲ τοιοῦτοι ἐν ἡγεμονικαῖς αὐλαῖς ζήσονται, ἀλλοτρίων πραγμάτων δεσπόται καὶ δῶρα λαμβάνοντες καὶ ἐπαινούμενοι. Ἐν δὲ τροπικῷ δύνων φυγὴν ἐκ βασιλέων σημαίνει καὶ πατρικὰ φθείρει καὶ βίον καὶ σῶμα κακοῖ, λαμβάνουσι δὲ οἱ τοιοῦτοι γυναῖκας ἑταιρίδας ἢ ἐλάττους τῆς τούτων ἀξίας.
Εἰ δὲ Ζεὺς δύνων Ἀφροδίτην ὁρᾷ, μοιχοὺς σημαίνει, καὶ μᾶλλον Ἑρμοῦ καὶ Ἄρεως ὁρώντων. Σὺν δὲ τῇ Σελήνῃ δύνοντος ἢ τῆς Σελήνης ὡροσκοπούσης, μάχλοι καὶ σπανάδελφοι. Εἰ δὲ σὺν Ἀφροδίτῃ δύνει ὁ Ζεὺς ἢ ὁρᾶται ὑπὸ Ἀφροδίτης, μαρτυρούσης καὶ τῆς Σελήνης ἢ συνούσης, χρησμολόγοι εἰσὶ καὶ μάντεις. Ἐν δὲ τῷ ὑπογείῳ ὁ Ζεὺς ἐξ ἀπορρήτων ὠφελεῖ, κληρονομίας διδοῖ καὶ θησαυρῶν εὕρεσιν, ἐχθροὶ δὲ τοῖς γονεῦσιν οἱ παῖδες, ὀψίγαμοί τε καὶ ὀψίτεκνοι, τοὺς δὲ γονεῖς ἐνδόξους σημαίνει.
Ὁ Ἄρης ὡροσκοπῶν ἡμέρας ἐν ἀρρενικῷ ζῳδίῳ ἐξ ἰδίων βλάπτει καὶ κινδύνους φέρει καὶ τέκνα θανατοῖ καὶ πρὸς τέκνα κακός, ποιεῖ δὲ καὶ μελαγχόλους, θυμώδεις, ἀνελεεῖς, μοιχούς, πολλάκις μνηστευομένους γυναῖκας καὶ μὴ λαμβάνοντας· καὶ ὑπὸ μὲν Κρόνου ὁρώμενος χείρων, ὑπὸ δὲ Διὸς ἤπιος γίνεται καὶ βίον καὶ ἐργασίαν παρέχει. Ὁ δὲ Ἄρης ὡροσκοπῶν καὶ δύνοντος Ἡλίου μετὰ Σελήνης ἢ τοῦ μὲν δύνοντος, τοῦ δὲ ὑπογείου, τοῦ Διὸς ὄντος ἀποστρόφου, οἱ μὲν γονεῖς βιαιοθάνατοι, αὐτοὶ δὲ ὀρφανοὶ καὶ σεσινωμένοι ἢ ὀλιγοχρόνιοι· τὸ γὰρ σχῆμα ἴσον ἀτρόφῳ. Ὁ Ἄρης ὡροσκοπῶν νυκτὸς ἐν ζῳδίῳ θηλυκῷ πρᾶος, καὶ μᾶλλον τοῦ ζῳδίου αὐτοῦ τῆς αἱρέσεως ὄντος καὶ ὑπὸ Διὸς ὁρωμένου· ἔμπρακτοι γὰρ καὶ θρασεῖς οἱ τοιοῦτοι· ὅμως καὶ οὕτως ἐπικίνδυνος. Ἐν δὲ τῇ ἐπαναφορᾷ τοῦ ὡροσκόπου, εἰ μὴ Ζεὺς ἴδοι, τῶν ὑπαρχόντων φθορεύς· ὁρώντων γὰρ τῶν ἀγαθῶν τὰ μὲν ἀπόλλυται, τὰ δὲ περισώζεται. Ἐν δὲ τῷ μεσουρανήματι ἢ τῇ ἐπαναφορᾷ τοῦ μεσουρανήματος παρ’ αἵρεσιν ἐκπτώσεων ἢ μετοικισμῶν αἴτιος ἢ φυγῶν, πλὴν τροπικοῦ ὄντος τοῦ ζῳδίου ἢ δισώμου ἐπανέρχεται εἰς τὴν προτέραν τύχην, καὶ αὖθις δὲ καθαιροῦνται, καὶ μάλιστα Διός, Ἀφροδίτης μὴ ὁρώντων.
Ἐν δὲ νυκτὶ ὡροσκοπῶν, Διὸς ὁρῶντος, τὰ μὲν κακὰ μειοῖ, τὰ δὲ ἀγαθὰ αὔξει. Ἐν δὲ τῷ δύνοντι βιαιοθανάτους σημαίνει καὶ γῆρας κακὸν καὶ φυγὴν πατρίδος καὶ συχνὰς διδοῖ περιστάσεις, ἐπιβουλάς τε καὶ πυρὸς καύσεις καὶ θηρίων δήξεις, καὶ μάλιστα ἐπὶ ἀλλοτρίου τόπου ἑστώς, Διός, Ἀφροδίτης μὴ ὁρώντων. Τὸ δὲ εἶδος τῆς βλάβης τοῦ ζῳδίου ἡ φύσις δείξει. Ἐν δὲ ἰδίοις ζῳδίοις ὁ Ἄρης καὶ μαρτυρούμενος ὑπὸ ἀγαθῶν οὐ ποιεῖ τὰ εἰρημένα· ἐγγὺς γὰρ θανάτου ἐλθόντας ῥύεται διὰ τὸν Δία καὶ Ἀφροδίτην, οἱ τοιοῦτοι δὲ τοὺς ἐχθροὺς τιμωρουμένους ὁρῶσιν. Ὁ Ἄρης δύνων καὶ ὁρῶν τὸν Ἥλιον ἢ τὴν Σελήνην διαστήσει τοὺς γονεῖς καὶ ἀνωμαλήσει τὸν βίον. Ὁ Ἄρης δύνων καὶ ὁρῶν τὴν Σελήνην αὔξουσαν αἰχμαλωσίαν ἐπάγει καὶ δολοφονίαν, καὶ μᾶλλον ἐν ἡμέρᾳ καὶ τοῦ Διὸς ὁρῶντος οὐδαμῶς. Ἐν δὲ τῷ ὑπογείῳ τὴν κτῆσιν ἀπόλλυσιν· ὁ Ζεὺς δὲ συνὼν ἢ Ἀφροδίτη συλλέγει τὰ ἀπολόμενα. Καθόλου δὲ ὁ Ἄρης μεσουρανῶν ἢ ἀντιμεσουρανῶν παρ’ αἵρεσιν ἀφανιστικός ἐστι τῶν κτημάτων.
Ἡ Ἀφροδίτη ὡροσκοποῦσα ἢ ἐπαναφερομένη τῷ ὡροσκόπῳ ἀνατολικὴ πολυγυναίους, γνωστούς, βασιλεῖς, εὐμόρφους, λογίους, ἐνδόχους, ἀγαθούς, θεοσεβεῖς, καὶ τῇ πόλει γνωστοὶ ἔσονται· πλουσίων γυναικῶν ἄνδρας, ἀλλ’ ὄνησιν τούτων οὐχ ἕξουσιν· τινὲς ἱερῶν προίστανται, στεφανηφοροῦντες· μουσικούς τε καὶ φιλολόγους καὶ προσηνεῖς ποιεῖ. Ταῦτα δὲ βέβαια ἔσται ὅταν καὶ ἡ Σελήνη τὴν Ἀφροδίτην ὁρᾷ. Τοῦ δὲ Ἑρμοῦ καὶ Ἄρεως ὁρώντων τὴν Ἀφροδίτην ὡροσκοποῦσαν, μοιχοὶ ἔσονται, καὶ μάλιστα εἰ καὶ ὁ Κρόνος ὁρᾷ· πολύψογοι γὰρ τότε ἔσονται πρεσβυτέραις ἢ ἀδοξοτέραις μιγνύμενοι. Τὰ αὐτὰ δὲ καὶ ἐπὶ θηλυκῶν γενέσεων. Ἐν δὲ δισώμῳ ὡροσκοποῦσα ἢ διωνύμους ἢ διπάτορας ποιεῖ. Σὺν Ἑρμῇ δὲ ὡροσκοποῦσα ἢ μεσουρανοῦσα ἐντίμους, ἐνδόξους, ὑπὸ λαοῦ ἐπαινουμένους διὰ σύνεσιν, καὶ μάλιστα εἰ θηλυκόν ἐστι τὸ ζῴδιον ἢ τροπικόν.
Ἡ Ἀφροδίτη ὡροσκοποῦσα ἢ μεσουρανοῦσα καὶ τὴν Σελήνην ὁρῶσα ἐν οἱῳδήποτε σχήματι οἰκεῖον γάμον ἢ μίξιν διδοῖ. Ἡ Ἀφροδίτη ὡροσκοποῦσα σὺν Ἑρμῇ, τοῦ Ἄρεως δύνοντος, τὰ μὲν πατρικὰ φθείρει, ὁ δὲ παῖς συλλέξει βίον ἀπὸ φίλων ἢ ὑπερεχόντων ἢ ἐκ παιδείας καὶ συνέσεως καὶ ἱεροῦ προστασίας, χάριν δὲ δόξης πολλὰ δαπανήσει καὶ κρίσεις ἕξει διὰ γραπτὰ ἢ διὰ γυναῖκα ἢ διὰ πρᾶγμα λαληθὲν ἢ ἐπὶ τούτοις διαβληθήσεται ἢ φιλόνεικον πρᾶγμα ἕξει, ἐκφεύξεται δὲ ὅμως τὰς κατηγορίας διὰ βοηθείας τινός, καὶ μᾶλλον Διὸς ὁρῶντος· εἰ γὰρ καὶ ἐγγὺς θανάτου φθάσει, ῥυσθήσεται διὰ τὸν Δία, ἐπεί, εἰ ἀπόστροφός ἐστιν ὁ Ζεύς, φυγὴν ποιήσει καὶ βίου ἔκπτωσιν. Εἰ δὲ γυναικὸς εἴη ἡ γένεσις, μεγάλοις ἀνδράσι μιγεῖσαι καὶ τούτους θάπτουσι καὶ κληρονομοῦσι, αἱ τοιαῦται δὲ ἑαυτὰς ἐκμισθώσουσιν. Τῆς δὲ Ἀφροδίτης ὡροσκοπούσης καὶ Κρόνου δύνοντος, ὑπὸ γυναικὸς ταφήσεται, ἥτις καὶ αἰτία τοῦ ὀλέθρου αὐτοῦ ἔσται. Τῆς δὲ Ἀφροδίτης ὡροσκοπούσης, εἰ ἡ Σελήνη ἐστὶν ὑπόγειος, εὐδόκιμοι καὶ ἐπέραστοι καὶ συνετοὶ καὶ ταῖς γυναιξὶ ποθεινοί, θεοσεβεῖς τε καὶ τῶν γονέων ἐνδοξότεροι, πολυαπόδημοι καὶ τιμώμενοι ἐν ταῖς ἀποδημίαις, φρεναπατῶντες γυναῖκας ψευδέσιν ὑποσχέσεσιν, εἰ δὲ μὴ κακοποιὸς ἴδοι, καὶ εὐτέκνους ποιήσει. Ἐν θηλυκῷ ζῳδίῳ ὡροσκοποῦσα, εὐγενεστέρα ἡ μήτηρ τοῦ πατρὸς καὶ πλουσιωτέρα καὶ πολυχρονιωτέρα. Ἡ Ἀφροδίτη μεσουρανοῦσα ἀνατολικὴ ἢ ἐπαναφερομένη τῷ μεσουρανήματι ἔνδοξον καὶ ἔμπρακτον σημαίνει, καὶ μᾶλλον μὴ ὁρῶντος Κρόνου, Ἄρεως.
Ἐν δὲ θηλυκῷ ζῳδίῳ μὴ ὁρωμένη ὑπὸ Διός, ἀλλ’ ὑπὸ Κρόνου, πάνυ ὀκνηροὺς περὶ τὰς μίξεις. Ἐπὶ δὲ θηλυκῶν γενέσεων ἐν ἀρρενικῷ μεσουρανήματι, πολύκοινος ἡ γυνή, τῆς δὲ Ἀφροδίτης μεσουρανούσης ἐν ἀρρενικῷ ἢ ἐπαναφερομένης καὶ τῆς Σελήνης ὁρώσης αὐτὴν καὶ αὐτῆς ἐν ἀρρενικῷ, ἔτι δὲ Ἄρεως καὶ Ἑρμοῦ ὁρώντων τὴν Σελήνην, Ἀφροδίτην, ἐπὶ θηλυκῆς γενέσεως, τριβάδες γίνονται. Ἀφροδίτη δύνουσα καλὸν γῆρας τῇ μητρί, καὶ ὁ παῖς εὐθάνατος καὶ ἔνδοξος, πλὴν πρὸς γάμον δυσάρεστος, μάλιστα μὴ ὁρῶντος τοῦ Διὸς ἢ ἐν ἀλλοτρίῳ οἴκῳ οὔσης. Εἰ δὲ σὺν τῇ Σελήνῃ δύνει, τοῦ Διὸς μὴ ὁρῶντος, οἱ μὲν μάχλοι καὶ κίναιδοι, αἱ δὲ πόρναι. Ἐπὶ δὲ θηλυκῆς γενέσεως Ἀφροδίτη δύνουσα καὶ Δία ὁρῶσα κρείσσων ἔσται. Ἡ Ἀφροδίτη ὑπόγειος ἐπὶ γάμους λυπεῖ, ἐν δὲ ἡμερινῇ γενέσει οὖσα ὑπόγειος ἐν ζῳδίῳ ἀρρενικῷ, ἔτι χεῖρον· εἰ [μὴ] γὰρ οὕτως οὔσης Κρόνος ἢ Ἄρης μεσουρανεῖται, γυναικοθάπται εἰσίν, εἰ δὲ τροπικὰ εἴη τὰ ζῴδια, οὐ μίαν ἀλλὰ πολλὰς θάψουσιν.
Ὁ Ἑρμῆς ὡροσκοπῶν ἀνατολικὸς ἀγαθούς, συνετοὺς καὶ λογίους, γνωστοὺς ἐν πολλοῖς, εὐτέκνους. Ἐν δὲ ζῳδίῳ θηλυκῷ διὰ γυναῖκας προκόπτουσιν· ἐν θηλυκῷ ζῳδίῳ ἀεὶ ἡ προκοπὴ τοῦ βίου ἐκ γυναικὸς ἔσται. Ἀεὶ δ’ ὁ Ἑρμῆς μεσουρανῶν ἢ ὡροσκοπῶν γραμματικοὺς ἢ γεωμέτρας, ψηφιστὰς ποιεῖ. Σὺν Ἀφροδίτῃ ἐπιβοήτους καὶ ἀοιδοὺς περιβοήτους. Εἰ δὲ καὶ ὁ κύριος τοῦ Ἡλίου ἢ τῆς Σελήνης ἢ τοῦ κλήρου τῆς εὐτυχίας ἐστίν, ἱερῶν ἢ βασιλέων ἢ πόλεων διοικηταὶ γίνονται. Ὁ Ἑρμῆς ὡροσκοπῶν ἢ μεσουρανῶν σὺν Ἀφροδίτῃ μουσικούς, ἐν πληθύι δοξαζομένους. Εἰ δὲ καὶ ὁ Ζεὺς σύνεστι τούτοις, θεολόγοι ἔσονται καὶ προφῆται, εἰ δὲ καὶ τὰ λοιπὰ τῆς γενέσεως εἴη καλὰ ἤτοι μὴ βλαπτόμενοι ὦσιν ὑπὸ τῶν κακοποιῶν μήτε αὐτοὶ μήτε οἱ ἀγαθοί, διοικηταὶ ἱερῶν ἢ πόλεων ἢ βασιλέων ἔσονται, καὶ μάλιστα τῶν ζῳδίων ὄντων τροπικῶν. Ὕπαυγος γὰρ ὁ Ἑρμῆς ἐνδομύχους καὶ σκολιοβούλους σημαίνει.
Μεσουρανῶν δὲ ἢ ἐπαναφερόμενος τῷ μεσουρανήματι δοξάζει ἐν ὄχλοις, ἀβέβαιοι δὲ ταῖς πράξεσι καὶ τῇ τέχνῃ ἀπαράμονοι. Ὁ Ἑρμῆς μεσουρανῶν ἢ ὡροσκοπῶν ἀνατολικὸς διδοῖ ἀδελφούς, ἐν δὲ δισώμῳ ζῳδίῳ ἀλλοτρίων τέκνων ἐπιτρόπους σημαίνει. Ὁ Ἑρμῆς δύνων ἀδελφῶν καὶ τέκνων ἀναιρετικός, διαβολάς τε καὶ κατηγορίας ἐπιφέρει, καὶ μᾶλλον ἐν δισώμῳ ἢ τροπικῷ ὢν καὶ ὁρώμενος ὑπὸ τοῦ Ἄρεως· τὰ αὐτὰ ποιεῖ καὶ ἐν τῷ ὑπογείῳ. Χαίρει δὲ ὁ Ἑρμῆς ἀεὶ συνὼν κακοποιοῖς καὶ καλοποιοῖς· οἱ μὲν γὰρ ἔμπρακτον ποιοῦσιν αὐτόν, οἱ δὲ πανοῦργον καὶ συνετόν. Εἰ δὲ μόνοις τοῖς κακοποιοῖς σύνεστιν ὁ Ἑρμῆς ἢ ὑπ’ αὐτῶν συσχηματίζεται, τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων, ἀπίστους ποιεῖ καὶ λῃστὰς καὶ ἱεροσύλους καὶ ἐπιόρκους καὶ ψεύστας καὶ φαρμακούς. Εἰ δὲ μετὰ Ἀφροδίτης κακοῦται, Διὸς μὴ ὁρῶντος, αὐτῷ μὲν μέτριον βίου πορισμὸν ἐξεπίτηδες ἐπιψόγως ἐπιφέρει, τοῖς δὲ μεταλαμβάνουσι τοῦ τοιούτου πόρου βλάβην οὐ τὴν τυχοῦσαν· ταῦτα δέ εἰσι τὰ λεγόμενα φιλτροπόσιμα καὶ μισοπόσιμα καὶ τὰ τούτοις ὅμοια.
Ἰστέον δὲ ὅτι ταῦτα πάντα τὰ εἰρημένα, αἱ τοπικαὶ διακρίσεις τῶν ἀστέρων καὶ αἱ κεντροθεσίαι καὶ οἱ πρὸς ἀλλήλους σχηματισμοὶ χρειώδεις εἰσὶν ἐν ταῖς καταρχαῖς οἰκείως ἑκάστου εἴδους, ὥσπερ, ἐπιζητουμένης καταρχῆς πολεμικῆς πρός τινα τοῦ στρατοῦ ἡγεμόνα, ἀναγκαῖον τὸ θεώρημα τοῦ Ἄρεως ὄντος ἐν τόποις Διὸς ἢ τοῦ Διὸς ἐν τόποις Ἄρεως συσχηματιζόντων ἀλλήλοις κατὰ σύμφωνον σχῆμα ἐν χρηματιστικῷ τόπῳ, ὡς ὄπισθεν εἴρηται.
Περὶ τοῦ εἶναι αὐτὸν προδότην
Δωροθέου β′, 15, ἐκ τῶν Ῥητορίου κεφ. 111 [CCAG VIII, 4 p. 223, Codicum Parisinorum] (fr. 58d Stegemann)
Ὅρᾳ τὸν Ἑρμῆν καθυπερτεροῦντα τὸν Ἄρη κατὰ τετράγωνον. Φησὶ γὰρ τὶς τῶν σοφῶν·
Εἰ δὲ τόπον τετράκληρος ἐὼν τὸν ἀνώτερον ἴσχει
Ἑρμείας, βαιὸν δὲ τόπον ναίει φιλότητος ὁ Ἄρης,
δεινῶς ἐξετέλεσσε πανούργων ἤτε μέλοντας
ἁρπακτὰς ἤτ’ ἀλλοτρίων ** στερητάς,
εἰς ἕτερον δ’ ἑτέρου μετανάστασιν ἀνέρος ἄνδρα
† ἀλοτ’ εὕροιμεν καὶ τὸ λοιπὸν ** ἐνισκήψουσι προδόντες
σφῇ κακομηχανίῃ, κτεάνων δ’ ἀπογυμνώσουσιν.
προτειν. διόρθ. ἀπὸ F. Cumont:
εἰ δὲ νυ τετράπλευρος ἐὼν τὸν ἀνώτερον ἴσχει
Ἑρμείας, βαιὸν δὲ τόπον φαυλώτατος Ἄρης,
δεινῶς ἐξετέλεσε πανούργους ἤτε μέλοντας
ἁρπαγὰς καὶ ἀλλοτρίων στερήσεις ποιεῖν,
εἰς ἕτερον δ΄ ἑτέρου μετανάστασιν ἀνέρος ἄνδρα.
ἄλλοτ' εὕροιμεν καὶ τὸ λοιπόν· ἐνισκήψουσι προδόντες
σφὶν κακομηχανίῃ, κτεάνων δ΄ ἀπογυμνώσουσιν.
Περὶ χρόνων διαιρέσεως
Δωροθέου γ′, 2, ἐκ τῶν Ἡφαιστίωνος β′, 26 (fr. 51a Stegemann)
Ὁ δὲ Δωρόθεος διαιρῶν τοὺς χρόνους κέχρηται πρώτῳ ἀφέτῃ εἰ μὲν εἴη ἡμερινὴ ἡ γένεσις καὶ ὁ Ἥλιος ἐπὶ τοῦ ὡροσκόπου ἢ ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ ἑνδεκάτῳ τῷ κυρίῳ τῶν ὁρίων αὐτοῦ· οὐχ ἁπλῶς κέχρηται, ἀλλὰ χρή, φησίν, αὐτὸν ὁρᾶν τὰ ἴδια ὅρια. Εἰ δὲ μὴ εἴη οὕτως, ἕτερος δέ τις ἀστὴρ ὁρᾷ τὸν Ἥλιον ἔχοντα τὸν ἴδιον οἶκον, οὗτος λαμβάνεται, εἰ δὲ καὶ οὗτος ἀπόστροφος εἴη τοῦ Ἡλίου, ἄλλος δέ τις ἴδοι αὐτὸν ἐπέχοντα τὸ ἴδιον ὕψωμα, καὶ οὗτος λαμβάνεται, εἰ δὲ καὶ οὗτος ἀπόστροφος εἴη τοῦ Ἡλίου ἄλλος λαμβάνεται ὁ ὁρῶν τὸν Ἥλιον ἐπέχοντα τὸ ἴδιον τρίγωνον. Ταῦτα μὲν ἐπὶ ἡμερινῆς γενέσεως ἐὰν ᾖ ὁ Ἥλιος ἐν ἐπικαίροις τόποις καὶ ὁρώμενος παρὰ τοῦ κυρίου τῶν ὁρίων αὐτοῦ ἢ τοῦ οἴκου ἢ τοῦ ὑψώματος ἢ τοῦ τριγώνου. Εἰ δὲ μὴ αὐτὸς εἴη, τύχῃ δὲ ἡ Σελήνη, αὐτῆς τὸν κύριον προκρίνομεν τῷ αὐτῷ τρόπῳ, εἰ δὲ μὴ αὐτῆς τὸν κύριον τοῦ κλήρου τῆς τύχης, εἰ δὲ πάλιν ὁ κλῆρος μὴ εὑρεθῇ εἰ μὲν εἴη ἡ προγενομένη συζυγία συνοδικὴ ἐν ἐπικαίρῳ τόπῳ τὸν κύριον αὐτῆς, εἰ δὲ πανσεληνιακὴ ὁμοίως τὸν κύριον αὐτῆς. Εἰ δὲ τούτων ὁ κύριος μὴ εὑρεθῇ τελευταῖον πάντων τὸν τοῦ ὡροσκόπου λαμβάνομεν τῷ αὐτῷ τρόπῳ ὥς φησιν·
πάντως δ’ οὖν ἀφέτην χρῆν μάρτυρα τῶνδε τετύχθαι.
Ἐπὶ δὲ νυκτερινῆς γενέσεως τὴν Σελήνην προκρίνομεν ἐν ἐπικαίρῳ οὖσαν τόπῳ. Ἐὰν δὲ αὐτὴν μὴ εὑρίσκωμεν, τύχῃ δὲ ὁ Ἥλιος ἐν ταῖς παρὰ τὸν ὡροσκόπον ἐγγὺς ὑπὸ γῆν μοίραις, τῷ κυρίῳ πάλιν αὐτοῦ χρησώμεθα. Πρὸς τούτοις δὲ χρὴ σκοπεῖν τοὺς ἀφετικοὺς τόπους καὶ προκρίνειν τὸν ἀπηλλαγμένον καὶ ἐλεύθερον κακοποιοῦ συστάσεως. Δίδοται παρ’ ἑκάστου τῶν ἀστέρων τῇ τάξει τῶν ὁρίων ἐφεξῆς ὁ χρόνος κατὰ τὰς ἀναφοράς, φησίν, τοῦ οἰκείου κλίματος. Ἔστω δὲ καὶ τὸ ὑπόδειγμα αὐτοῦ περὶ τούτων· …
Δωροθέου γ′, 2, ἐκ τῶν Ἀνωνύμου [CCAG VIII, 1, p. 241, Codicum Parisinorum] (fr. 52a Stegemann)
Καὶ τοῦτο λέγει Δωρόθεος, ὅτι παντὸς ἀφέτου χρὴ τὴν μαρτυρίαν βλέπειν, καὶ τὰ ἑξῆς.
Δωροθέου δ′, 1 [TLG, Dorotheus Astrol. Fragmenta Graeca, p. 370–372]
Χρόνων διαίρεσις [παραδείγματα ὡροσκοπίων]
Ἡ γένεσις· ὡροσκόπος Διδύμοις ζ′ κη′, β′ τόπος Καρκίνῳ, γ′ Λέοντι, Ἄρης α′ να′, Καταβιβάζων ε′ α′, δ′ Παρθένῳ Λέοντι ια′ δ′, Ἀφροδίτη θ′ λγ′, Ζεὺς κβ′ νδ′, ε′ Ζυγῷ Παρθένῳ, Ἑρμῆς κβ′ κϛ′, Ἥλιος κ′ ιζ′, ϛ′ Σκορπίῳ, Κρόνος ιε′ θ′, ζ′ Τοξότῃ ζ′ κδ′, κλῆρος τύχης ια′ α′, η′ Αἰγοκέρωτι, θ′ Ὑδροχόῳ, Ἀναβιβάζων ε′ α′, μεσουράνημα Ἰχθύσιν Ὑδροχόῳ ια′ δ′, [Ἀναβιβάζων ε′ ο′] ια′ Κριῷ, Σελήνη ιθ′ θ′, ιβ′ Ταύρῳ. Κατὰ δὲ Δωρόθεον ἡ τῶν χρόνων διαίρεσις ἀπὸ ὡροσκόπου ἔστω. Γένεσις μηνὶ Ὀκτωβρίῳ ια′ ἐπὶ ιβ′, ἡμέρᾳ ζ′, ἐπὶ α′ ὥρας νυκτός, ἰνδικτιῶνι ιγ′, Σελήνης ἡμέρᾳ ιε′, ἔτος ϛυϙγ′, τῆς οὐρανίας διαθέσεως οὕτω τυχούσης ὡς τὸ παρὸν θεμάτιον παρίστη.
Ζητεῖται δὲ ἡ ἀντιγέννησις τοῦ κη′ χρόνου, [Κριοῦ] ἔτους ϛφκ′, μηνὶ Ὀκτωβρίῳ ιγ′, ὥρᾳ ἡμέρας ϛ′ ἐπὶ ζ′.
Τὸ ἔτος Παρθένος· οἰκοδεσπότης Ἑρμῆς διὰ τὸ ὕψος καὶ τὸν οἶκον καὶ Ἀφροδίτη διὰ τὸ τρίγωνον καὶ τὸ ὅριον. Ἔστι δὲ ἡ Ἀφροδίτη προποδίζουσα καὶ ἔξαυγος καὶ πάρεστι τῷ ἐτησίῳ ζῳδίῳ. τῇ ἐναλλαγῇ τοῦ κη′ ἔτους ὡροσκόπος Τοξότῃ κα′ νθ′, Ζεὺς ε′ ια′, β′ τόπος Αἰγοκέρωτι, γ′ Ὑδροχόῳ, δ′ Ἰχθύσι Κριῷ δ′ νη′ καὶ Κριῷ Σελήνη γ′ μ′, ε′, ϛ′ Ταύρῳ, ζ′ Διδύμοις κ′ α′ νθ′, κλῆρος τύχης ε′ κ′, η′ Καρκίνῳ, θ′ Λέοντι, ι′ Παρθένῳ Ζυγῷ καὶ Παρθένῳ Ἀφροδίτη …, ια′ Ζυγῷ, Ἑρμῆς ια′ μγ′, Κρόνος κ′ ιζ′, Ἥλιος κ′ ιζ′, ιβ′ Σκορπίῳ, Ἄρης ια′ ιβ′. Καλὸν τὸ ἔτος διότι κατὰ πῆξιν παρῆσαν τῷ αὐτῷ ζῳδίῳ Ζεύς, Ἀφροδίτη, καὶ κατὰ πάροδον Ἑρμῆς ἐν αὐτῷ εὑρέθη, καὶ ὁ κατὰ πάροδον Ζεὺς τετραγωνικῶς ἑώρα, ὃς καὶ …… μηδὲ φιλίᾳ ἐκ μεγιστάνων, καθώς φησι Δωρόθεος ἐν τῷ περὶ διαιρέσεως χρόνων, πλὴν διὰ τὸ εὑρεθῆναι ἐν τῷ δ′ τόπῳ τῆς πήξεως ἐχθρῶν ἐπανάστασιν, οἶμαι, δείξει· ἐναντιοῦται γὰρ καὶ τῷ κατὰ πάροδον ὡροσκόπῳ ὅ τε Ζεὺς καὶ ὁ γεννητικὸς ὡροσκόπος. Διὰ δὲ τὸν κύριον τοῦ ἔτους Ἑρμῆν καλῶς εὑρεθῆναι ἐπικερδὲς τὸ ἔτος καὶ ἐπαινετικὸν καὶ ἐκ παιδείας καὶ ἀγχινοίας, ὥς φησιν ὁ Δωρόθεος. Ἐπεὶ δὲ ἡ Ἀφροδίτη πάρεστιν εἰς τὸ ἐτήσιον ζῴδιον ἔχουσα καὶ λόγον οἰκοδεσπότου (ὃ κρεῖττον καὶ μαρτυρεῖται ὑπὸ Διός), καὶ γάμος ἐστίν, καὶ πατέρα καὶ τέκνα· καὶ ταῦτα μέν ἐστιν ἐν ὅλῳ τῷ ἔτει.
Ὁ δὲ α′ μὴν ἐν Παρθένῳ, καί ἐστιν Ἑρμοῦ, καὶ Ἀφροδίτη πάρεστιν· καί ἐστιν ἀγαθὰ καὶ ἐπικερδῆ. Ὁ β′ Ζυγῷ, τῆς Ἀφροδίτης, ἐν ᾧ ἐστι Κρόνος ἰδίῳ ὑψώματι· καὶ οὗτος ἀγαθὸς καὶ γάμον παρέξει. Ὁ γ′ Σκορπίου, καὶ εὑρίσκεται ἐκεῖσε Ἄρης, ὁρᾷ δὲ κατὰ πῆξιν ὁ κύριος, Ἄρης, τὸν τόπον τοῦ μηνιαίου ζῳδίου, οὗ ἐστιν ὁ μήν, καὶ εἰς τὸν κατὰ πῆξιν Κρόνον. Διὰ μὲν οὖν τὸ εὑρίσκεσθαι κατὰ πάροδον τὸν κύριον τοῦ μηνὸς ἐν τῷ μηνιαίῳ ζῳδίῳ, καὶ κατὰ πῆξιν ὁρᾷ αὐτό (ἤγουν) τὸν ἴδιον οἶκον ἀνατολικός, πρακτικὸς ὁ μὴν καὶ αὐτό (ἤγουν) κατὰ πῆξιν Κρόνον ἐστὶ μικρὰ νόσος ἐκ ῥευματισμοῦ ἢ ὀχλήσεως ὑγρῶν, ἢ ἀπὸ οἴνου βλάβης διὰ τὸ παρεῖναι τὸν παροδικὸν Ἄρην ἐν Σκορπίῳ.
Ὁ δ′ μὴν Τοξότου, καὶ πάρεστιν ὁ κύριος τοῦ μηνός· συστατικὸς καὶ ἔμπρακτος καὶ ἐπικερδής. Ὁ ε′ Αἰγοκέρωτος, καὶ ὁρᾶται κατὰ τετράγωνον ὑπὸ τοῦ παροδικοῦ Κρόνου ἐν τῷ ἰδίῳ ὑψώματι … . Ὁ ϛ′ Ὑδροχόου … συμφώνως ὁρῶν τὸν μῆνα· καὶ ποιήσει αὔξησιν βίου ἀπὸ ἐγγαίων κτημάτων. Ὁ ζ′ Ἰχθύων· ὁ κύριος τετράγωνος· βιωφελὴς καὶ ἔμπρακτος. Ὁ η′ Κριοῦ, καί ἐστι Κρόνος διάμετρος· καί ἐστιν ἐπίψογος. Ὁ θ′ Ταύρου· βιωφελὴς καὶ φίλιος πρὸς ὑπερέχοντας. Ὁ ι′ Διδύμων· οὕτως κρεῖττον τῶν λοιπῶν· ἔστι δὲ βίου αὔξησις καὶ κέρδος ἀπὸ πραγμάτων καὶ περινοίας. Ὁ ια′ Καρκίνου, τῆς Σελήνης· καὶ οὐκ ἔστι καλὸς διὰ τὸ τετράγωνον τοῦ παροδικοῦ, καὶ ὁ Ἄρης δὲ κατὰ πῆξιν ἐκεῖ παρῆν. Ὁ ιβ′ Λέοντος, τοῦ Ἡλίου· εὔχρηστος καὶ ἀγαθός.
Ἐν ταῖς ἀντιγεννήσεσι δεῖ τοὺς κατὰ πῆξιν ἀστέρας σκοπεῖν πῶς ὁρῶσι τοὺς ε′ ἀφετικοὺς τόπους τῆς ἀντιγεννήσεως. εἶτα ὅρα καὶ τοὺς κατὰ πάροδον πῶς ἔχουσι πρός τε τοὺς κατὰ πῆξιν ἀφετικοὺς τόπους καὶ τοὺς κατὰ τὴν ἀντιγένεσιν, εἴτε σωματικῶς ἐπεμβαίνουσιν αὐτοῖς εἴτε κατὰ σχῆμα, καὶ ἐρεῖν τὰ ἐκ τῶν σχημάτων ἀποτελέσματα. Ὅρα δὲ καὶ τὸ ἐτήσιον ζῴδιον ὁμοίως καὶ τὸν τούτου κύριον, πῶς ἔχουσιν οἱ κατὰ πῆξιν πρὸς τούτους καὶ πῶς οἱ κατὰ πάροδον [πρός τε τοὺς κατὰ πῆξιν καὶ ἀντιγένεσιν]. Τότε ἀποτελεῖ ὅταν οἱ τὰ αἴτια δηλοῦντες εἰς τὰ κέντρα ἢ τὰ φῶτα τῆς ἀντιγενέσεως ἐπεμβῶσιν.
Περὶ ἐνιαυτοῦ
Δωροθέου δ′, 1, ἐκ τῶν Ἡφαιστίωνος β′, 27 (fr. 56a Stegemann)
Ἀπὸ τοῦ ὡροσκόπου τὸ πλῆθος τῶν ἐτῶν ἔκβαλλε, καὶ εἰς ὃ ἂν καταλήξῃ ζῴδιον τὸν κύριον ἐκείνου σκόπει εἰ ὁρᾷ αὐτὸν καὶ εἰ ἀνατολικός ἐστι καὶ εἰ προσθετικὸς καὶ εἰ ἐν ἰδίοις τόποις, τουτέστιν ὁρίοις ἢ οἴκῳ ἢ τριγώνῳ ἢ ὑψώματι. Ὅτι δεῖ καὶ τὸν ὡροσκόπον τοῦ ἐνιαυτοῦ στῆσαι ἐν τῇ ἀντιγενέσει καὶ τοὺς θεωροῦντας αὐτόν τε καὶ τὸν κύριον αὐτοῦ κατὰ πῆξιν καὶ κατὰ πάροδον. ὅτι οἱ ἀστέρες ἰδιοθρονοῦντες χαίρουσι κἂν ὕπαυγοι εἶεν· οἱ μὲν ἀγαθοὶ ἐπαύξουσι τὰ ἀγαθά, οἱ δὲ φθοροποιοὶ μεταβάλλονται εἰς ἀγαθοποιίαν. Ὅτι οἱ ἀστέρες ἐναντιώμενοι τοῖς ἰδίοις οἴκοις κακύνονται. Ὅτι ἐν ταῖς τῶν χρόνων διαιρέσεσι ἡνίκα ποιοῦμεν τοὺς τῶν ἀστέρων περιπάτους δεῖ γινώσκειν ὅτι αἱ κολλήσεις τῶν πλανωμένων καὶ τοῦ ὡροσκόπου καὶ τοῦ μεσουρανήματος καὶ τοῦ κλήρου τῆς τύχης αἱ πρὸς τοὺς ἀπλανεῖς μεγίστην ἰσχὺν καὶ ἐνέργειαν ἔχουσι κατὰ τὰς κράσεις αὐτῶν, καὶ μάλιστα εἰ καὶ τὸν αὐτὸν ἄνεμον ἔχοιεν. Ὅτι πρὸ πάντων δεῖ ζητεῖν τὸν ἐνιαυτοκράτορα καὶ τὴν κρᾶσιν αὐτοῦ καὶ τὴν θέσιν καὶ φάσιν, καὶ τοὺς ὁρῶντας αὐτὸν κατά τε πῆξιν καὶ πάροδον, καὶ πῶς ἔκειτο ἐπὶ τῆς γενέσεως, καὶ πῶς εὑρέθη ἐπὶ τῆς παρόδου.
Ὅτι οἱ συνοδικοὶ ἀστέρες δυναμοῦνται διὰ τὴν μετουσίαν τοῦ ἡλιακοῦ φωτός, τὰς δὲ ἐνεργείας ἐν τοῖς ὕστερον χρόνοις ἀποδιδόασιν. Εἰ δὲ καὶ εἴη ὑπὸ ἀγαθοποιῶν καλῶς ἐσχηματισμένος ἀποφαίνου τὸν ἐνιαυτὸν κάλλιστον εἶναι, εἰ δὲ εὑρέθη ἢ ἐν τοῖς ἐναντίοις τῶν προειρημένων ἐναντίον δηλονότι ὑπονοητέον, εἰ δὲ καὶ ἐν ἀλλοτρίῳ οἴκῳ τύχῃ χαλεπώτερος ἔσται, καὶ εἰ μὲν εἶεν οἱ κακοποιοὶ οὕτως ἔχοντες ἐν ἀλλοτρίῳ ἔτι χαλεπώτερος (ἢ γὰρ νόσους ἢ κρίσεις ἢ ξενιτείας ποιοῦσιν), εἰ δὲ ἀγαθοποιοὶ κουφότερος καὶ μετριώτερος (καὶ μετεωρισμοὺς ποιοῦσιν· ἐπὶ μὲν Διὸς δαπάνας ἑκουσίᾳ γνώμῃ, ἐπὶ δὲ Ἀφροδίτης γυναικείους τινὰς μώμους ἐπιφέρει, ἐπὶ δὲ Ἑρμοῦ ζημίας καὶ ἀξυνθήκας). Καλῶς οὖν κείμενοι καὶ οἱ κακοποιοὶ ἐν τῇ ἀντιγενέσει καλὰ ποιοῦσιν, ὁ μὲν Ἄρης πράξεις μετὰ θερμότητος, ὁ δὲ Κρόνος ὁμοίως ἐνεργῶς περὶ γεωπονίας ἢ οἰκοδομίας. Οἱ δὲ ἀγαθοποιοὶ βελτίονα παρέχουσιν, ὁ μὲν Ζεὺς σύστασιν καὶ εὐγαμίαν καὶ φιλίαν καὶ εὔκλειαν, ἔσθ’ ὅτε καὶ τέκνωσιν, ἡ δὲ Ἀφροδίτη ὁμοίως τὰ αὐτὰ καὶ χάριν παρὰ θηλείας, ὁ δὲ Ἑρμῆς ἐκ λόγων κέρδη.
ἢν δὲ μόλῃ λυκάβαντος ἀφ’ ὡρονόμοιο δοθέντος …
Δωροθέου δ′, 1, ἐκ τῶν Ἀνωνύμου [CCAG VIII, 1, p. 242, Codicum Parisinorum] (fr. 56b Stegemann)
Εἶτα λοιπὸν ζήτει τὸν ἐνιαυτοκράτορα καὶ ὡροσκόπον τοῦ ἐνιαυτοῦ, καθὼς λέγει Δωρόθεος, πῶς κεῖται φάσει καὶ θέσει καὶ ὑπὸ τίνων θεωρεῖται καὶ πῶς ἔκειτο ἐπὶ τῆς γενέσεως.
[CCAG VI, p. 81, Codices Vindobonenses, F.222]
Ἀπὸ τοῦ τρίτου βιβλίου τοῦ Δωροθέου εἰς τὸ ιϛ′ κεφάλαιον γράφεται οὕτως.
Ἴδε εἰς τὴν ἐναλλαγὴν τοῦ χρόνου τοὺς ἀστέρας τοὺς ἔχοντας φάσιν ἑῴαν· κνιπεύουσι γὰρ τὰ εἴδη ὧνπερ κυριεύουσιν. Οἱ δὲ ἀστέρες οἱ εὑρεθέντες ἐν τοῖς ταπεινώμασιν αὐτῶν καὶ κεκακωμένοι ποιοῦσιν εὐθηνίαν τῶν εἰδῶν ὧνπερ κυριεύουσιν. Εἰ δὲ εὑρεθῶσι κεκακωμένοι καὶ δυνάμει καὶ οἰκειώσει, τουτέστιν εἰς τὰ ἀποκλίματα καὶ εἰς τὰ ταπεινώματα αὐτῶν καὶ ὕπαυγοι, τότε λέγε πλήρη τῶν εἰδῶν εὐθηνίαν ὧνπερ κυριεύουσιν. Καὶ ὅταν εὑρεθῶσιν καλῶς ἔχοντες καὶ δυνάμει καὶ οἰκειώσει, λέγε τὸ ἐναντίον κνιπεύειν. Εἰ δὲ εὑρεθῶσι καλῶς τῇ δυνάμει, κακῶς δὲ τῇ οἰκειώσει, δηλοῖ κνιπείαν καὶ μετὰ ταῦτα εὐθηνίαν.
Δωροθέου δ′, 1, ἐκ τῶν Ἡφαιστίωνος β′ 28 (fr. 57 Stegemann)
Ὁ δὲ Δωρόθεος περὶ μηνὸς καὶ ἡμέρας ταῦτα λέγει·
ἔστω σοι καὶ μῆνα δοκευέμεν ὧδ’ ἐρέοντι …
Δωροθέου δ′, 1, ἐκ τῶν Σχολίων εἰς Οὐἀλεντα (Scholium ad Valentis) III 11 (p. 149 Kroll; fr. 115 Stegemann)
Ὁ τῶν Ἀλεξανδρέων μὴν λ′ ἡμερῶν ὑπάρχει. Ἐὰν οὖν ὑφέλῃς ἡμέρας κη′, τουτέστιν ἑβδομάδας δ′, ἑκάστου μηνός, λοιπαὶ ἡμέραι β′. Γίνεται οὖν ἡ μὲν ὑπόλοιπος τοῦ Ἀθὺρ ποσότης ἡμέραι γ′, τοῦ δὲ Χοιάκ, Τυβί, Μεχὶρ ἀνὰ ἡμέρας β′ μετὰ τὴν τῶν ιβ′ ἑβδομάδων ὑφαίρεσιν ἡμέραι ς′· γίνονται ἡμέραι θ′, καὶ τοῦ Φαμενὼθ ἡμέραι ια′· γίνονται ἡμέραι κ′. Τὰ δὲ μεταξὺ ἔτη λε′ τετραετηρίδας ποιοῦσιν η′, ἃς ἐμβολίμους ἐκάλεσεν· γίνονται κη′. Τοῦτο δὲ τὸ κεφάλαιον σαφέστατα κεῖται ἐν τῇ ε′ βίβλῳ τῶν ἐπῶν Δωροθέου, κεφαλαίῳ ρλη′.
Καθολικὰ σχήματα περὶ σινῶν καὶ παθῶν
Δωροθέου δ′, 1, ἐκ τῶν Ῥητορίου κεφ. 61 [CCAG VIII, 4, p. 186–187, Codicum Parisinorum] (16-21 = fr. 33a Stegemann)
Πολλὰ μὲν οὖν καὶ διάφορα συνεγράψαντο οἱ παλαιοὶ εἰς τὸν περὶ σινῶν λόγον καὶ παθῶν, τὰ δὲ καθολικὰ καὶ ἀναμφίβολα αὐτῶν κατὰ μέρος ὑποτάξω, τὴν ἀλήθειαν αὐτῶν ἐν τοῖς ὑποδείγμασιν αὐτῶν προβαλλόμενος. Ὅτι γὰρ οἱ κακοποιοὶ μόνοι ἐπίκεντροι ἢ καὶ ἐπαναφερόμενοι ἢ καὶ ἐπιθεωροῦντες τὰ φῶτα σίνη ἢ πάθη παρέχουσι δῆλον. Οἱ γὰρ κακοποιοὶ ἀνατολικοὶ ὄντες σίνη ποιοῦσι, δυτικοὶ δὲ πάθη. Ὁμοίως δὲ καὶ ἡ Σελήνη τὴν ἀπόρροιαν ἀπὸ τῶν κακοποιῶν μόνων ποιουμένη σίνη ἢ πάθη παρέχει.
Ὁ δὲ ἕκτος τόπος καὶ ὁ κύριος αὐτοῦ ὑπὸ κακοποιῶν μόνων θεωρούμενοι σίνη ἢ πάθη ποιοῦσι· ἐὰν δὲ ὁ κύριος τοῦ ϛ′ τόπου ὡροσκοπῇ ἐν τροπικῷ ζῳδίῳ, σίνος περὶ τοὺς ὀφθαλμοὺς ποιεῖ. Ἐὰν δὲ ὁ ϛ′ τόπος καὶ ὁ κύριος αὐτοῦ ἐν καθύγρῳ ζῳδίῳ τύχωσι ὑπὸ Κρόνου θεωρούμενοι, ἐξ ὑγρῶν ἢ ῥευμάτων ἢ δυσεντεριῶν ἢ τῶν ὁμοίων τὰς ὀχλήσεις ποιοῦσιν· εἰ δὲ ὑπὸ Ἄρεως, ἀπὸ βαλανείων ἢ ζεμάτων ἢ τῶν ὁμοίων γίνεται τὰ σίνη καὶ πάθη. Ἐὰν οὖν ὁ Ζεὺς κύριος τοῦ ἕκτου τόπου τύχῃ, καὶ ὑπὸ κακοποιῶν μόνων θεωρηθῇ, οἰνοβλαβεῖς ποιεῖ. Ἐὰν δὲ ἡ Ἀφροδίτη οὕτως τύχη, γυναικομανεῖς ἢ πνευμονικοὺς ποιεῖ· ἐὰν δὲ Ἑρμῆς, κωφοὺς ἢ ἀλάλους ἢ βράγχους ἢ τραυλοὺς ἢ ψελλοὺς ποιεῖ. Οὐ μὴν ἀλλὰ καὶ μετὰ Κρόνου ἢ καὶ ὁριοῖς Κρόνου τὸ αὐτὸ ποιεῖ· ὁ δὲ Ἥλιος αὐτοῦ τυχὼν καρδιακοὺς ἢ τυφλοὺς ποιεῖ, ἡ δὲ Σελήνη ἡπατικοὺς ἢ τυφλούς· τὰ αὐτὰ δὲ ποιοῦσι κύριοι τυχόντες τοῦ ϛ′ τόπου ἀπὸ ὡροσκόπου καὶ ὑπὸ κακοποιῶν μόνων θεωρούμενοι Διὸς καὶ Ἀφροδίτης ἀποστρόφων ὄντων· ὁ Ἄρης κύριος ὢν τοῦ ϛ′ τόπου ἢ ὡροσκόπου πηροὺς ποιεῖ δίχα Διὸς ἢ Ἀφροδίτης. Ἰδίως δὲ καὶ αἱ ἐμπεριοχαὶ τῶν κακοποιῶν πρός τε τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον σίνη καὶ πάθη περὶ τοὺς ὀφθαλμοὺς καὶ περὶ τὰς ὄψεις ποιοῦσι.
Μὴ σὲ λαθέτω, καθὼς προεῖπον, ὅτι οἱ Δίδυμοι ἀντιμετροῦσιν τὸν Αἰγοκέρωτα καὶ ὁ Καρκίνος τὸν Τοξότην κατὰ τὰ ἰσανάφορα, ἀλλὰ δὲ καὶ Κριὸς τὴν Παρθένον διαμετρεῖ καὶ ὁ Ζυγὸς τοὺς Ἰχθύας κατὰ τὰς ἰσοδυναμίας. Πολλὰ γὰρ ἀπὸ τούτων πτώματα γίνεται, καθὼς προεῖπον, ἀπὸ τοῦ νομίζειν αὐτοὺς ἀποστρόφους ἀλλήλων εἶναι. Οὔτε γὰρ τὰ ὁμόζωνα ἀπαγορεύει τὶ τῶν συσχηματισμῶν. Ἔθετο δὲ καὶ κλῆρον σίνους Δωρόθεος λαμβανόμενον ἡμέρας μὲν ἀπὸ Κρόνου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἐναλλαξ. Καὶ χρῇ σκοπεῖσθαι τοὺς ἐπικειμένους τῷ κλήρῳ ἢ τοὺς ἐπιθεωροῦντας τὸν κλῆρον ἢ τὸν τόπον. Ἀλλὰ δὲ καὶ ὁ τριγωνικὸς δεσπότης τοῦ ὑπογείου ὑπὸ κακοποιῶν θεωρούμενος ἢ κακῶς κείμενος δίχα Διὸς καὶ Ἀφροδιτης σίνος ἢ πάθος ποιεῖ. Τοὺς φωστῆρας ἐπαναφερόμενοι οἱ κακοποιοὶ μόνοι ὀφθαλμοὺς ἀδικοῦσιν ἢ ἀμβλυωπίαν ποιοῦσι.
Ἡ Σελήνη σύνδεσμον λύουσα ἀπὸ Ἡλίου ἢ πανσελήνη καὶ ὑπὸ Ἄρεως ἢ Κρόνου βλαπτομένη ὀφθαλμοὺς ἀδικεῖ· ἡ Σελήνη ἐν ταῖς σινωτικαῖς μοίραις τῶν ζῳδίων τυχοῦσα καὶ ὑπὸ κακοποιῶν θεωρουμένη σίνη ἢ πάθη ποιεῖ μάλιστα περὶ τοὺς ὀφθαλμούς· σινωτικαὶ δὲ μοῖραι τῶν ζῳδίων εἰσὶν αὗται· Λέοντος μοῖραι ιη′ κζ′ κη′, Σκορπίου ιθ′ κε′ ,Τοξότου α′ ζ′ η′ ιη′ ιθ′, Ταύρου ϛ′ ζ′ η′ ι′, Καρκίνου ἀπὸ μοίρας θ′ ἕως ιε′, Ὑδροχόου ιη′ ιθ′, Αἰγοκέρωτος ἀπὸ μοίρας κϛ′ ἕως κθ′. Ἐν ταύταις ταῖς μοίραις ἡ Σελήνη λήγουσα καὶ βλαπτομένη ὀφθαλμοὺς σινοῖ, μεστὴ δὲ ἀμβλυωπίαν παρέχει.
Δωροθέου δ′, 1, ἐκ τῶν Ἡφαιστίωνος β′, 13 (fr. 32 Stegemann)
Τὰ δὲ παρὰ Δωροθέῳ ὁμοίως σύμφωνα τούτοις. Ταῦτα σκεπτέον φησίν· τὸ ϛ′ ζῴδιον θηριῶδες ἢ δίυγρον ἢ καὶ αὐτὸς ὁ τοῦ οἴκου κύριος ἐν τοιούτῳ ζῳδίῳ σίνη ποιοῦσιν, καὶ ὁ μὲν Κρόνος τὰ διὰ ῥευμάτων, ὁ δὲ Ἄρης διὰ καύσεων ἢ θηρίων δηγμάτων ἢ καὶ δορυαλώσεων, δυτικὸς δὲ δι’ αἱμοπτυϊκῶν, ὁ δὲ Ζεὺς κεκακωμένος οὕτως ἐξ οἰνοποσίας ποιεῖ τι κακόν, ἔσθ’ ὅτε καὶ τὸ ἧπαρ οἰδαίνει.
Περὶ κλήρου σίνους
Δωροθέου δ′, 1, ἐκ τῶν Ἡφαιστίωνος β′, 14 (2-5 = fr. 33b Stegemann)
Ὁ δὲ κλῆρος τοῦ σίνους λαμβάνεται ἐπὶ μὲν ἡμερῶν ἀπὸ Κρόνου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ τῶν νυκτερινῶν ἀπὸ Ἄρεως ἐπὶ Κρόνον, καὶ εἰς ὃν ἂν ἐκπέσῃ τόπον τούτου χρὴ καὶ τὸν κύριον σκοπεῖν πῶς κεῖται καὶ πρὸς ὃ σημαίνει κατὰ μέρος τὸ ζῴδιον· ἐκεῖνο λέγομεν εἶναι τὸ σίνος. Τοῦ τε ὑποχθονίου κέντρου, φησὶ Δωρόθεος, τοὺς τριγωνοκράτορας σκοπεῖν, καὶ τὸν μὲν τῆς αἱρέσεως δέχου εἰς τὴν τοῦ θανάτου ποιότητα, τὸν δὲ δεύτερον εἰς τὸ σίνος. Χρὴ οὖν σκοπεῖν ἐν τῇ γενέσει πῶς κεῖται οὗτος πρὸς αὑτὸν καὶ τὸν κλῆρον τοῦ σίνους ὃν προείπομεν, καὶ οὕτως ἀποφαίνεσθαι· τὸ γὰρ ἐκ πολλῶν σύμφωνον εὔγνωστον φέρει τὴν ἀλήθειαν. …
εὖτε μεσουρανέοντος ὑπὲρ ζῴοιο φέρηται.
Οὐ μόνον δὲ ἐν τῷ ὑποχθονίῳ κέντρῳ, ὡς εἶπεν, οὔσης τῆς Σελήνης γεννῶνται μικροφυεῖς, ἀλλὰ καὶ αὖθις οὔσης ἐγγὺς τῆς συνόδου μετὰ Κρόνου καὶ ἐν τῷ δυτικῷ ὁρίζοντι· ἀπὸ παρατηρήσεως γὰρ καὶ οὕτως εὑρέθη.
Δωροθέου δ′, 1, ἐκ τῶν Ἡφαιστίωνος β′, 10 (fr. 21a Stegemann)
Λέγει δὲ καὶ ταῦτα Δωρόθεος ἐν τοῖς περὶ χρόνων ζωῆς. Ἀρίθμει, φησίν, ἐπὶ τῶν νυκτὸς γεννωμένων ἀπὸ Ἄρεως ἐπὶ Κρόνον καὶ τὰ τοσαῦτα ἀπὸ ὡροσκόπου ἔκβαλλε, καὶ ἐὰν καταλήξῃ εἴς τι ζῴδιον οὗ κυριεύει Κρόνος ἐπίκεντρος ὢν ἄτροφον γεννᾶται. Ἐπὶ δὲ τῶν ἡμερινῶν ἔμπαλιν ἀπὸ Κρόνου ἐπὶ Ἄρην καὶ τὰ ἴσα ὁμοίως ἀπὸ ὡροσκόπου, καὶ ἐὰν τοῦ τόπου εἰς ὃν καταλήξει Ἄρης ἐπίκεντρος ὢν κύριος εὑρίσκηται ἄτροφον ὁμοίως ποιήσει. Κἂν Ἄρης δὲ καὶ Κρόνος ὑπόγειοι ὦσιν ἐν θηριώδεσι ζῳδίοις καὶ τὴν Σελήνην ὁρῶσιν τὸ παραπλήσιον ποιοῦσιν.
Δωροθέου δ′, 1, ἐκ τῶν Ἡφαιστίωνος β′, 25 (fr. 47a Stegemann)
Ἄλλοι δὲ περισκοποῦσι τὰ περὶ θανάτου ποιότητος ἐκ τοῦ η′ τόπου, τὸ εἶδος καὶ τὴν φύσιν αὐτοῦ ὁρῶντες καὶ τὸν τούτου δεσπότην, ἔτι δὲ καὶ τοὺς συσχηματιζομένους ἀστέρας, καὶ ἐκ τούτων ἀποφαίνονται καὶ τὰ εἴδη τοῦ θανάτου ὁμοίως ταῖς προλελεγμέναις φύσεσιν ἀστέρων τε καὶ ζῳδίων.
Ἄλλοι δ’ ἐκ Μήνης εἰς ὄγδοον ὡρονόμοιο
ζῷον ἀριθμήσαντες, ἀπὸ Κρόνου αὖθις ἔδωκαν·
εἰς ὃν δὴ λήξειε τόπον καὶ ἄνακτα τόποιο
σκέπτονται τούτων ἐπιμάρτυρας οἵτινές εἰσιν·
τῶν ἄπο δὴ φράσσαντο τέλος αἰσχρόν τε καὶ ἐσθλόν.
Δωροθέου δ′, 1, [TLG Dorotheus Astrol. Fragmenta Graeca p. 379] (fr. 47b Stegemann)
Κλῆρος θανάτου κατὰ Δωρόθεον ἀπὸ Σελήνης ἐπὶ τὸν η′ καὶ τὰ ἴσα ἀπὸ Κρόνου.
Περὶ ἐπεμβάσεων
Δωροθέου δ′, 1, [CCAG II, p. 195–198, Codices Veneti, F.137]
Δεῖ δὲ καὶ ταῖς ἐπεμβάσεσι τῶν ἀστέρων προσέχειν. Κρόνος γὰρ ἐπὶ Δία ἐρχόμενος, ὅσα παρέχει ὁ Ζεὺς βλάπτει καὶ πᾶσαν πρᾶξιν καὶ ὁρμὴν σβέννυσι· καὶ ὁ Ἄρης εἰς Δία ζημίας καὶ τὰ τελούμενα ἐπιβλαβῆ. Ὁ Κρόνος ἐπὶ τὸν τόπον Ἄρεως ἀθαρσεῖς καὶ ἀπροθύμους ποιεῖ. Ὁ Κρόνος εἰς Ἥλιον κινδύνους καὶ κρίσεις ἐπιφέρει διὰ ἀρχῆς, καὶ μᾶλλον στηρίζων. Ὁ Κρόνος ἐπὶ Ἀφροδίτην τὰ τῆς Ἀφροδίτης ἀγαθὰ βλάπτει. Ὁ Κρόνος ἐπὶ Ἑρμῆν τὰ ὑπὸ Ἑρμοῦ διδόμενα βλάπτει. Ὁ Κρόνος εἰς Σελήνην ὁμοίως κακός· ψόγους γὰρ καὶ ὀνείδη ἐπιφέρει, χεῖρον δὲ εἰ καὶ στηρίζῃ ὁ Κρόνος. ὁ Κρόνος διαμετρῶν Σελήνην κακός, καὶ μᾶλλον ὕπαυγος· νόσους γὰρ παρέχει καὶ αὐτὸς καὶ ὁ Ἄρης οὕτως ὁρῶν τὴν Σελήνην.
Ὁ Ζεὺς ἐπὶ Κρόνον προϋπαρχούσῃ λύπῃ κουφισμὸν παρέχει· οἱ τοιοῦτοι δὲ ἀλλοτρίου ἔργου προστήσονται καὶ ἑκόντες δαπανήσουσιν. Ὁ Ζεὺς ἐπὶ Ἄρην καὶ πρᾶξιν καὶ χάριν παρέχει καὶ αὔξει πάντα καὶ ἐχθροὺς ὑποχειρίους ποιεῖ. Ὁ Ζεὺς εἰς τὸ τετράγωνον τοῦ Ἄρεως ἢ Κρόνου ὁμοίως ἀγαθὰ δηλοῖ, ὡσαύτως καὶ Ἀφροδίτη· πάντοτε γὰρ οἱ ἀγαθοὶ εἰς τὰ τετράγωνα τοῖς φθοροποιοῖς ἐρχόμενοι ἡδονὰς καὶ ὑγείας καὶ τιμὰς παρέχουσιν.
Ὁ Ἄρης ἐπὶ τὸν Ἥλιον ἐλθὼν ἢ τὸν Δία καὶ μᾶλλον ἐν ἡμέρᾳ γε φαῦλος, καὶ μᾶλλον εἰ δύνει, εἰ δὲ καὶ στηρίζει, ἐπισφαλέστερος· κινδύνους γὰρ σωματικοὺς καὶ κρίσεις ἕνεκεν ἀρχαίων σημαίνει. Τὸ αὐτὸ δὲ ποιεῖ ὁ Ἄρης καὶ εἰς τὸ διάμετρον τοῦ Ἡλίου καὶ τοῦ Διὸς ἐλθών, ἀλλὰ καὶ ὁ Ἥλιος κατὰ πάροδον ἢ ὁ Ζεὺς ἐπεμβαίνων τῷ Ἄρει ἢ διαμετρῶν τὰ ἴσα ποιεῖ. Ἐν δὲ ταῖς ἐπεμβάσεσι ταύταις εἰ μὲν κατὰ πῆξιν τρίγωνος ἦν ὁ κακοποιὸς τοῦ ζῳδίου ἐν ᾧ γέγονεν ἡ κατ’ ἐπέμβασιν βλάβη, ἐλαφρότερον τὸ κακόν, ἐπειδὴ τὰ διάμετρα σχήματα πάντων ὑψηλότερα, τὰ δὲ τετράγωνα ἰσχυρότερα τῶν κατὰ σῶμα. Τῶν δὲ τετραγώνων μᾶλλον τὰ δεξιὰ σκόπει, ἃ καὶ καθυπερτερεῖν λέγεται· ἐν τούτοις γὰρ ἐπεμβαίνοντες οἱ φθοροποιοὶ καὶ καθυπερτεροῦντες τοὺς ἀστέρας ἰσχυρότερον βλάπτουσιν, οἱ δὲ ἀγαθοποιοὶ ἐν τοῖς τετραγώνοις πλοῦτον, εὐφροσύνην καὶ τιμὰς διδοῦσιν. Ἐν δὲ τοῖς τριγώνοις τόποις οἱ μὲν ἀγαθοὶ ἔτι μᾶλλον ἀγαθύνονται, οἱ δὲ κακοποιοὶ ἀμβλύτερον ἐνεργοῦσιν.
Κρόνος δὲ καὶ Ἄρης ἐν ταῖς ἐπεμβάσεσι ταῖς πρὸς Ἤλιον, Σελήνην, Δία ταῖς τε σωματικαῖς καὶ ταῖς κατὰ τετράγωνον ἢ διάμετρον, ὁμοίως καὶ ἐν ταῖς ἀποκαταστάσεσι καὶ ἀνταποκαταστάσεσι, τουτέστιν ὅταν εἰς τὸν κατὰ πῆξιν τόπον τῆς γενέσεως αὐτῶν ἔλθωσιν ἢ ἐν τῷ διαμέτρῳ, βλαπτικώτεροι γίνονται, εἴπερ ἐξ ἀρχῆς κακῶς ἔκειντο. Ἀλλ’ ὁ μὲν Ἄρης τῶν με ἐτῶν πληρωθέντων ἐλαφρότερος, ὁ δὲ Κρόνος τῶν λ′ ἐτῶν πληρωθέντων ἠπιώτερος. Ὁμοίως δὲ καὶ ἐν τοῖς δ′ κέντροις ἐπεμβαίνοντες ἢ τοῖς φωστῆρσιν οἱ φθοροποιοὶ λυπηροί. Ἀλλ’ εἰ μὲν ἐξ ἀρχῆς ἦσαν ἐν ἀγαθῶν τόποις καὶ οἰκείοις, ἀμβλυτέρας ποιεῖ τὰς κατὰ πάροδον κακώσεις ὥσπερ καὶ οἱ ἀγαθοὶ ἐξ ἀρχῆς ἐν φαύλοις τόποις διακείμενοι ἀσθενεῖς κατὰ πάροδον γίνονται.
Ἰστέον δὲ ὅτι αἱ μὲν κατὰ πῆξιν ἐποχαὶ τῶν ἀστέρων ἠρεμοῦσιν, αἱ δὲ κατ’ ἐπέμβασιν πάντως πρὸς τὰς ἐξ ἀρχῆς ἐποχὰς σχηματίζονται οἷον τρίγωνοι, τετράγωνοι, διάμετροι. Ἀναγκαῖον δὲ τὸ κεφάλαιον τῶν ἐπεμβάσεων εἰς τὸ εἰπεῖν πότε τὰ σημαινόμενα γίνεται. Πᾶς δὲ ἀστὴρ κατὰ πάροδον ἑαυτὸν διαμετρῶν φαῦλός ἐστιν. Καὶ εἰς τὸν κατὰ πῆξιν τόπον ἐρχόμενος κακός ἐστιν, καὶ μᾶλλον εἰ ἐν ἡμερινῇ γενέσει ὁ Ἄρης κατὰ πάροδον τὸν Ἥλιον ἴδοι, ἐπὶ δὲ τῶν νυκτερινῶν Κρόνος τὴν Σελήνην. Χεῖρον δὲ καὶ στηριγμοὶ ἐν ταῖς τοιαύταις ἐπεμβάσεσι κατὰ πάροδον. Ὁ μὲν Ἄρης τριγωνίζων οὐ κατὰ πάροδον ἀλλὰ κατὰ πῆξιν τὸν Ἥλιον ἢ τὸν Δία ὕστερον ἐν ταῖς πρὸς αὐτοὺς ἐπεμβάσεσιν οὐ πάνυ κακός.
Ὁ Ἄρης ἐπὶ Κρόνον ἐλθὼν ἀόκνους καὶ ἑτοίμους καὶ πρακτικοὺς ποιεῖ καὶ κατ’ ἐχθρῶν διεγείρει. Ἄρης ἐπὶ Δία καὶ Ἀφροδίτην καὶ Ἑρμῆν ἃ παρέχουσιν οὗτοι εἰς τὸ χεῖρον μετατρέπει. Ὁ Ἄρης ἐπὶ τὸν Ἥλιον ἐλθών, εἰ μᾶλλον καὶ ὕπαυγος εὑρεθῇ κατὰ πάροδον, ἐκ πυρετοῦ δαμάζει ἢ ἐκ πυρὸς ζημίαν δίδωσιν· εἰ δὲ πατέρα τις ἔχει, καὶ τοῦτον ἀναιρεῖ ἢ γέροντα τὸν ἐν τάξει ὄντα πατρός, καὶ πρὸς μεγάλους δὲ ἄνδρας κακὸς καὶ ἐν παντὶ ἔργῳ χαλεπός, καὶ μάλιστα ἐν δημοσίαις. Ἄρης εἰς Σελήνην σωματικὴν νόσον ἢ χρηματικὴν βλάβην καὶ μετὰ καμάτου τὰς εὐεργεσίας παρέχει, ἐχθροὺς δὲ ἐπόψονται μόνον, ἤγουν κράτος κατ’ ἐχθρῶν ἕξουσιν. Ἄρης ἐπὶ Ἀφροδίτην ἀνωμαλίας χάριν ἀφροδισίων ποιεῖ. Ἄρης ἐπὶ Ἑρμῆν δόλους, ὑπονοίας, ἀσχημοσύνας καὶ ἔχθρας εἰς φίλους ποιεῖ, δούλων τε δρασμὸν ἢ κλοπὰς καὶ βίου ἢ πράξεων ἐλάττωσιν· κατ’ ἐξοχὴν γὰρ τόν τε βίον μειοῖ καὶ τὰς πράξεις λύει.
Ἀφροδίτη εἰς Κρόνον καλὴ πρὸς πρᾶξιν καὶ πάντα ὥσπερ καὶ Ἄρης εἰς Κρόνον ἀγαθός. Ἀφροδίτη εἰς Δία ταράσσει καὶ λυπεῖ διὰ γυναικῶν, καὶ τὰς ἐλπίδας ψεύσεται, καὶ οὐδὲν ὧν ἄν τις ἐννοήσῃ γενήσεται. Ἡ Ἀφροδίτη ἐπὶ Ἥλιον συνεχεῖς γυναικῶν κοινωνίας παρέχει καὶ ψόγον διὰ γυναικῶν, ταράσσει δὲ τὰς ψυχὰς καὶ πρὸς οἰκίας ἀκαταστασίας ποιεῖ. Ἡ Ἀφροδίτη ἐπὶ τὸν Ἑρμῆν αὔξει ἃ ὁ Ἑρμῆς ποιεῖ ἤγουν παρέχει. Ἡ Ἀφροδίτη εἰς Σελήνην ἱλαρὰ καὶ ἔμπρακτος· διὰ μέντοι γυναικεῖον πρόσωπον λύπην ἢ ψόγον ἐπάγει.
Ὁ Ἑρμῆς ἐπὶ τὸν Δία πρὸς πᾶν πρᾶγμα ἄριστος, καὶ μάλιστα τοῖς βουλομένοις ἔρχεσθαι πρὸς δυνάστας. Ἑρμῆς εἰς Ἄρην θαρσαλέους, ἐπινοητικοὺς καὶ πρὸς τὰ πράγματα διεγηγερμένους. Ὁ Ἑρμῆς εἰς Ἀφροδίτην ἐπεγερτικὸς εἰς τὰ ἀφροδίσια, ὠφελεῖ δὲ καὶ περὶ τὰς πράξεις καὶ εἰς τὰ λοιπὰ ἔργα. Ὁ Ἑρμῆς ἐπὶ Σελήνην ὑγείαν καὶ ῥῶσιν παρέχει καὶ δύναμιν τοῖς μέλεσι δίδωσιν.
Οἱ φωστῆρες ἐν μὲν ἀγαθοποιῶν τόποις ὠφέλιμοί εἰσιν, ἐν δὲ κακοποιῶν βλαπτικοί. Ὁ δὲ κακοποιὸς εἰς τὰ κέντρα ἐρχόμενος πάνυ βλαπτικός. Ὁ μὲν γὰρ ὡροσκόπος τὸν βίον ἔλαχε πάντα, τὸ δὲ μεσουράνημα πράξεις καὶ δόξαν καὶ τέκνα, τὸ δὲ δῦνον γάμον καὶ γῆρας, τὸ δὲ ὑπόγειον τοὺς κρυφίους τόπους τοῦ σώματος καὶ θεμέλια καὶ κτίσεις καὶ ἀγοράς.
Ἡ Σελήνη εἰς τὸν ἑαυτῆς τόπον ἐλθοῦσα μετεωρισμὸν διανοίας παρέχει. Εἰ δὲ ἐν τροπικῷ ζῳδίῳ τύχοι, ἀπὸ πράξεως εἰς ἑτέραν πρᾶξιν μετατίθησιν. Εἰ δὲ μετὰ Ἀφροδίτης καὶ Διὸς τύχοι κατὰ πῆξιν, πολλὴν εὐφροσύνην παρέχει. Ἡ Σελήνη εἰς τὸν Ἥλιον ἐν Λέοντι ἐλθοῦσα καλὴ πρὸς συστάσεις. Ἡ Σελήνη ἐπὶ τὸν Ἄρην ἐλθοῦσα αἰφνιδίους κινδύνους σημαίνει, εἰ μὴ ἀγαθοποιὸς αὐτὴν ἴδοι· ὁμοίως καὶ εἰς τὸν Ἥλιον ἐλθοῦσα Σελήνη, τοῦ Ἄρεως ὁρῶντος. Ἥλιος εἰς τὸν Ἄρεα ἢ Ἄρης εἰς τὸν Ἥλιον, καὶ Ἥλιος ἢ Ἄρης εἰς Σελήνην, συνόντος Ἡλίου, αἱμαγμὸν δηλοῖ ἢ βλάβην ἐκ πυρός. Σελήνη εἰς Ἀφροδίτην, κακοποιῶν μὴ ὁρώντων, καλὸς ὁ χρόνος· εἰ δὲ σύνεστιν ὁ Ἄρης τῇ Σελήνῃ ἢ τῇ Ἀφροδίτῃ, μίξεις γυναικῶν σημαίνει. Σελήνη ἐπὶ Κρόνον ψυχρά· ὄντος δὲ ἐν τῷ ἰδίῳ τριγώνῳ, ὠφελεῖται παρ’ ἀρχόντων. Σελήνη ἐπὶ Ἑρμῆν ἀγαθοποιούμενον ἀγαθὰ δηλοῖ, κακοποιούμενον δὲ χαλεπά. Σελήνη ἐπὶ τὸν ὡροσκόπον μετεωρίζει τὴν ψυχήν. Ἐπὶ δὲ τὸ μεσουράνημα ἐν προαγωγαῖς καὶ δόξαις ποιεῖ, αἱ δὲ δόξαι ὁποῖαι ἔσονται γνώσῃ ἐκ τοῦ ἐπιμαρτυροῦντος ἀστέρος τῇ Σελήνῃ. Σελήνη ἐπὶ τὸ δῦνον καλὴ πρὸς ἐχθρῶν ἐπιβουλάς. Ὁμοίως καὶ ἐπὶ τὸ ὑπόγειον καλὴ πρὸς δόλους καὶ ἐπιβουλὰς ἐχθρῶν καὶ λαθραῖα πράγματα καὶ ἀπόκρυφα καὶ πρὸς τὴν τῶν τοιούτων κοινωνίαν.
Οὐ πάντων δὲ τῶν ἀστέρων τὰς ἐπεμβάσεις δέον σκοπεῖν, ἀλλὰ τὰς τῶν χρονοκρατόρων μόνας, ἤτοι τὰς τοῦ ὑπαντήτορος καὶ ὁριοκράτορος. Φησὶ γὰρ ὁ Πτολεμαῖος· κἂν μὲν οἱ αὐτοὶ καὶ τῶν χρόνων καὶ τῶν ἐπεμβάσεων κυριεύσωσιν, ἄκρατόν ἐστι τὸ ἀποτέλεσμα. Ἡμεῖς δὲ τῇ συνεχεῖ πείρᾳ ἑπόμενοι εὑρίσκομεν ὅτι αἱ ἐπεμβάσεις αὗται μεγάλως συνεργοῦσιν εἰς τὰ τῶν καιρῶν ἀποτελέσματα, οὐ μόνον εἰς τοὺς κατὰ πῆξιν κυρίους τόπους ἐρχομένων τῶν ἀστέρων ἀλλὰ καὶ εἰς τὸν τόπον τῶν χρόνων τῶν ἐκ τοῦ περιπάτου εὑρισκομένων· τοῦτο γὰρ ἐγγυώμενον εὑρίσκομεν καὶ τὸν μέγαν Πτολεμαῖον ἐν τῷ β′ καὶ γ′ καὶ δ′ βιβλίῳ τῶν Ἀποτελεσματικῶν. Καὶ ταῦτα μὲν ὁ Δωρόθεος.
Δωροθέου δ′, 1, [CCAG V, 3, p. 125, Codicum Romanorum]
Ὁ αὐτὸς (Δωρόθεος) βιβλίῳ δ′ ἐν τῶ περὶ ἐπεμβάσεων.
Ζῆνος δ’ αὖ γενετῆρα μετὰ Κρόνον ἔμπυρος Ἄρης
ἢν ἀφίκοιτ’, ὤτρυνε νόον καὶ ἀπήλασε θυμοῦ
ὄκνον ἀεργηλοῦ καὶ ἑτοιμότατον θέτο φῶτα,
ἔντασιν ἐνθέμενον ἵνα πήματα τοῖσι γένηται.

ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΑ (ΠΕΝΤΑΤΕΥΧΟΣ), ΒΙΒΛΙΟΝ Ε′
ἑλληνικὸ πρωτότυπο ἐκ τῶν CCAG (Catalogus Codicum Astrologorum Graecorum) καὶ TLG (Τhesaurus Lingua Graeca)
❧
ΠΕΡΙΕΧΟΜΕΝΑ
Περὶ ἐπιτηδείων ζῳδίων καὶ Σελήνης
Περὶ ὀρθῶν καὶ πλαγίων ζῳδίων
Περὶ οἰκοδομίας
Περὶ ἀγορασίας διαφόρων εἰδῶν
Περὶ ἀγορασμοῦ (ἐκ τοῦ Ἰουλιανοῦ)
Περὶ κτηνῶν ἀγορασίας
Περὶ ἐλευθερώσεως
Περὶ αἰτήσεως χάριτος & περὶ ἐπιστολῶν
Περὶ γάμου
Περὶ χωρισμῶν
Περὶ διαφορᾶς κυουμένων
Περὶ δανείου
Περὶ δανείων
Περὶ ἀποδημίας
Περὶ ναυπηγίας
Περὶ τῶν εἰργομένων
Περὶ νοσοῦντων
Περὶ βίου καὶ κτήσεως
Περὶ κριτηρίων καὶ ἐκκλήτου καὶ νίκης καὶ ἥττης
Περὶ ἀπωλείας πράγματος καὶ εἰ εὑρεθήσεται τὸ ἀπολωλός
– Τί τὸ ἀπολεσθέν
– Τίς ὁ κλέπτης
– Περὶ τῆς ἰδέας τῶν κλεπτῶν
– Τίνι τρόπῳ ἀπώλετο
Περὶ δραπετῶν
Περὶ νόσων
Περὶ ἐμέτου καὶ καθάρσεως
Περὶ χειρουργίας
Περὶ ἀρρώστων
Περὶ κατακλίσεων καὶ νόσων
Περὶ διαθηκῶν καὶ ἄλλως
Περὶ ἐπιτηδείων ζῳδίων καὶ Σελήνης ἐπιτηρήσεων εἰς καταρχήν
Δωροθέου ε′ 1 & 5, ἐκ τῶν Ἡφαιστίωνος γ′, 1 (fr. 64b Stegemann & fr. 65a Stegemann)
Τὰ μὲν οὖν ὀρθῶς ἀνατέλλοντα ζῴδια (ἔστι δὲ τὰ ἀπὸ Καρκίνου ἕως Τοξότου) ἐπὶ τῆς ἀνατολῆς ἀκάκωτα τυχόντα ἀνεμποδίστως τὰ πραττόμενα τελέσει, τὰ δὲ λοξά (ἔστι δὲ τὰ ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων) ἄνευ μαρτυρίας ἀγαθοποιῶν ἀστέρων δυσκατέργαστα καὶ πολυχρόνια μηνύει, καὶ τὰ τροπικὰ δὲ ἐν τῇ ἀνατολῇ ὄντα μετατρέπει ταχέως τὸ πραττόμενον. Ἐν δὲ ἡμεριναῖς πράξεσιν ἐπιτηρητέον τόν τε Κριὸν καὶ Λέοντα καὶ Τοξότην καὶ Καρκίνον εἰ εἴη τις ἐπὶ τῆς ἀνατολῆς καὶ ἡ Σελήνη τινὰ τούτων παροδεύει, ἐν δὲ νυκτεριναῖς ὁμοίως τὰ διάμετρα τῶν ἡμερινῶν ζῳδίων ἐπισκοπητέον.
Βλάπτει δὲ καὶ ἡ Σελήνη ἐκλείπουσα, καὶ μάλιστα ἐν τῷ γενεθλίῳ ζῳδίῳ ἢ τοῖς τούτου τριγώνοις, ἔτι δὲ καὶ ἐν συνόδῳ.
ἀτὰρ καὶ τοίη ἐοῦσα
ἐς κακοεργείην ἐκλείψιός ἐστιν ἀμείνων,
καὶ δὲ συνεργῆσαι δόλια φρεσὶ μητιόωντι
καὶ λάθρῃ πρήσσοντι καὶ ὅσσα χρῇζε σιωπῆς.
Ἐπιτηρητέον δὲ καὶ τὸ δωδεκατημόριον αὐτῆς μὴ ἐμπέσῃ ὅπου Κρόνος ἢ Ἄρης. Μηδὲ μὴν αὐτὴ ἔστω ἐν πανσελήνῳ·
δεῖ γὰρ ἔριν τε διχοστασίην τε τιτύσκειν.
Μήτε ἐν τοῖς ἐκλειπτικοῖς μήτε κατὰ μῆκος ἢ πλάτος τοῖς ἀριθμοῖς ἀφαιροῦσα μήτε εἴη ἐν τῷ νοτίῳ πέρατι μήτε ἐν ταῖς τελευταίαις μοίραις τῶν ζῳδίων ἐπειδὴ κακοποιοί εἰσιν.
Περὶ ὀρθῶν καὶ πλαγίων ζῳδίων
Δωροθέου ε′, 2–4 & 5 (μερικῶς) [CCAG V, 1, p. 240, Codices Vaticani, F.51]
Ἐφ’ ἁπάσης πράξεως ποίησον τὴν ἐπίσκεψιν ἀρχόμενος οὕτως, εἴτε ἀγαθὸν ἕξει τέλος εἴτε φαῦλον· χρή, φησίν, τὰς φύσεις τῶν ζῳδίων εἰδέναι τῶν τε ὀρθῶν καὶ πλαγίων. Ὀρθὰ μὲν οὖν εἰσιν Καρκίνος, Λέων, Παρθένος, Ζυγός, Σκορπίος, Τοξότης· τούτων γὰρ ἕκαστον ὑπὲρ δύο ὥρας ἰσημερινὰς ἐν τῷ ἀναφέρεσθαι κρατεῖ ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸν ἐμφανῆ κόσμον, χρόνων δὲ ὑπὲρ λ′. Πλάγια δὲ τὰ λοιπὰ ἕξ, ἅπερ ἐντὸς δύο ὡρῶν ἰσημερινῶν ἀναφέρεται, χρόνων δὲ ἐντὸς λ′· εἰσὶ δὲ Αἰγόκερως, Ὑδροχόος, Ἰχθύες, Κριός, Ταῦρος, Δίδυμοι.
Ἐὰν οὖν τὰ ὀρθὰ ζῴδια ὡροσκοπῇ, πάντα ταχέως ἀποβήσεται, ἐὰν δὲ τὰ πλάγια, μόχθους καὶ δυσεργείας καὶ χρόνους ἐμποιοῦσιν. Τὰ μὲν οὖν πλάγια ζῴδια ἂν ἐπιβλέπῃ τις τῶν ἀγαθῶν ἢ ὡροσκοποῦντα ἢ ἐπέχοντα τὴν Σελήνην, βοήθειαν ἕξει ἡ κάκωσις. Τὰ δὲ ὀρθὰ ζῴδια ἂν ἐπιβλέπῃ τις ἢ ἐπέχει τὴν Σελήνην τῶν κακοποιῶν ἐπιβλεπόντων, βλάψει τὴν καταρχήν. Ἄν δὲ ἀγαθοποιοὶ καὶ κακοποιοὶ ἐπιβλέψωσι τὰ προειρημένα ζῴδια ὡροσκοποῦντα, ἐν πάσῃ καταρχῇ ἀβέβαιον τὴν ἔξοδον τοῦ πράγματος λέγε καὶ ματαίαν καὶ ἐν ἑτέρῳ χρόνῳ ἄλλην ἀρχὴν λαμβάνουσαν. Δισώμων δὲ ζῳδίων ὡροσκοπούντων οὐχ ὡς προῄρηταί τις πράξει, ἄλλο δὲ πρᾶξαι σημαίνει· ὁμοίως ταῦτά σοι κοινὰ καὶ ἐπὶ πάσης καταρχῆς ἔστω.
Σκέπτου δὲ καὶ οὕτω ποταπὸν ἕξει τέλος ἕκαστον τῶν πραττομένων. Ἐπίβλεπε τῆς Σελήνης τὰ φῶτα, τὸν δεσπότην τοῦ οἴκου ἐν ᾧ ἐστιν, ἔτι μὴν καὶ τὸν ὡροσκόπον τῆς καταρχῆς καὶ τὸ μεσουράνημα. Ἐὰν οὖν ἡ Σελήνη τύχῃ ἐπί τινος τούτων τῶν κέντρων διοδεύουσα, ὁ δὲ οἰκοδέκτωρ αὐτῆς ἐν τοῖς ἀποκλίμασιν, ἔσται τὰ κατ’ ἀρχὴν τοῦ πράγματος λαμπρά, τὰ δὲ τέλη σκοτεινὰ καὶ ἄχρηστα, ἐὰν δὲ ἔμπαλιν ἡ Σελήνη μὲν ἐν τοῖς ἀποκλίμασιν, ὁ δὲ κύριος τοῦ αὐτῆς οἴκου ἐν τοῖς κέντροις, τὰ κατ’ ἀρχὴν οὐδαμινὰ καὶ ἄχρηστα, τὰ δὲ τελευταῖα λαμπρά·
ἀρχαὶ μὲν γὰρ ἔασι πολυτρέπτοιο Σελήνης
αὐτῆς, ἐν δ’ οἴκοιο θεῷ κρατέοντι τελευτή.
Εἰ δ’ ἄμφω εἶεν ἐν τοῖς κέντροις καὶ τὰ πρῶτα καὶ τὰ τελευταῖα καλά, εἰ δὲ ἐν τοῖς ἀποκλίμασιν ὁμοίως ἡ ἀρχὴ καὶ τὸ τέλος ἄχρηστον.
Δωροθέου ε′, 5, ἐκ τῶν Πάλχου [CCAG I, p. 108, Codices Florentinos & CCAG VI, p. 67, Codices Vindobonenses] (fr. 66a Stegemann) editum
Πῶς δὲ παρῆλθεν αὐτοὺς καὶ τὸ κεφάλαιον Δωροθέου, ἔνθα λέγει·
Δέρκεο δ’ Ἠέλιόν τε μέγαν κραιπνήν τε Σελήνην
ἠδ’ οἴκων βασιλῆας ἐν οἶς δύο φῶτα βέβηκεν,
ὡρονόμον δ’ ἐπὶ τοῖσι καὶ αἰθέρος ἀκροτάτοιο
ζῷον ὅτι ψαύει μέσον οὐρανὸν ἀμφιπολεῦον,
καὶ Μήνη τίνα τούτων ἔχει τόπον ἠδὲ τίς αὐτῆς
ἔστιν ἄναξ. Ἤν δ’ οὗτος ἀποκλιμάτεσσιν ἐνείη,
αὐτή τ’ ἐν κέντροισιν, ἐνὶ πρώτοισι μὲν ἔργον
εὐαντὲς λαμπρόν τε φανήσεται, αὐτὰρ ἔπειτα
ψεύσεταί οἱ ὅριον, τὸ δέ οἱ τέλος ἐξαπολεῖται.
Περὶ οἰκοδομίας
Δωροθέου ε′, 6, ἐκ τῶν Ἡφαιστίωνος γ′, 7 (fr. 81a Stegemann)
Δωρόθεος δὲ παραινεῖ ἐν τοῖς ἔπεσι περὶ οἰκοδομίας οὕτως·
Ἡνίκα δ’ αὖτε θέμεθλα δομήιά τ’ ἔργα τελειοῖς
προσθετικὴ φάεσιν καὶ τοῖς κατὰ μῆκος ἀριθμοῖς
ἔστω τοι Κερόεσσα, τό τε πλάτος ἐμβαίνουσα
ᾧ τε βορειότατον ζώνης πλινθήιόν ἐστιν,
ἢ Διὸς ἢ Παφίης ἐν σχήμασι μαρτυρεόντων
ἢ καὶ συνεσσομένων· Φαίνων γε μένεσσιν ἐρύκει
δερκόμενος, μαλερὴν δὲ περὶ φλόγα Θοῦρος ὀρίνει.
Καθαιρετέον δὲ τοὺς τοίχους ἀπὸ τοῦ βορεινοῦ ὕψους Σελήνης κατερχομένης, ἀνενεκτέον δὲ λίθον ἀπὸ θεμελίων αὐτῆς οὔσης ἐν τοῖς χθαμαλωτάτοις μέρεσιν, τουτέστιν ἐν τῷ νοτίῳ πέρατι. Ἐν πᾶσι δὲ τούτοις οἱ μὲν κακοποιοὶ ἀπέστωσαν, οἱ δὲ ἀγαθοποιοὶ μαρτυρείτωσαν.
Περὶ ἀγορασίας διαφόρων εἰδῶν
Δωροθέου ε, 8–9, ἐκ τῶν Ἡφαιστίωνος γ′, 16, (fr. 80a Stegemann)
Ἐπισκόπει τὴν καταρχὴν οὕτως. Καὶ ἀφοριστέον τὸν μὲν ὡροσκόπον τῷ πιπράσκοντι, τὸ δὲ δῦνον τῷ ἀγοράζοντι, τὸ δὲ μεσουράνημα τῷ τιμήματι, τὸ δὲ ὑπόγειον τῷ ἀγοραζομένῳ, ἐκ δὲ τῶν ἐπιμαρτυρούντων τοῖς τόποις καταστοχαστέον περὶ τοῦ ἀποτελέσματος. Ἔστι δὲ καὶ ἄλλως πῆξαι περὶ ἀγορασίας τὴν μὲν Σελήνην τὸ πιπρασκόμενον σῶμα ἢ χωρίον ἤ τι ἕτερον πιπρασκόμενον, τὸν δὲ ἀστέρα ἀφ’ οὗ τὴν ἀπόρροιαν πεποίηται τὸν πιπράσκοντα, ᾧ δὲ συνάπτει τὸν ἀγοράζοντα· καὶ πρόσεχε ἕκαστον τούτων καὶ τὰς μαρτυρίας. Ἐπισκοπητέον ἔκ τε τῆς Σελήνης εἰ σεσίνωται ὁ πιπρασκόμενος ἢ οὔ. Καθολικῶς δὲ τῆς Σελήνης καθ’ αὑτὴν οὔσης ἐν μὲν Κριῷ ῥεμβὸς καὶ ἀλήμων ὁ πιπρασκόμενος οἰκέτης, ἐν δὲ Ταύρῳ ἰσχυρὸς καὶ ὑπομονητικός, καλοὶ δὲ οἱ οἰκέται ἀγοραζόμενοι εὑρίσκονται ἐν τῷ τρίτῳ δεκανῷ τῶν Διδύμων, ἐν δὲ Καρκίνῳ νωχελεῖς καὶ δολεροί, ἐν δὲ Λέοντι γενναῖοι καὶ ἅρπαγες καὶ ἀδηφάγοι, κακοστόμαχοι δέ· ἐν Παρθένῳ συνετὸν μηνύει, ἐν δὲ Ζυγῷ φιλεργὸν καὶ δίκαιον, ἐν δὲ Σκορπίῳ ἰσχυρόν, δολερόν τε τὰ ἤθη καὶ βαρύθυμον, ὁμοίως καὶ ἐν Τοξότῃ, ἐν δὲ Αἰγοκέρωτι παλίμβουλον καὶ ψεύστην, ἐν δὲ Ὑδροχόῳ φιλεργόν, ἐν δὲ Ἰχθύσι κακὸν καὶ λοίδορον.
Ὁπόταν δὲ ὁ κλῆρος τῆς τύχης ἐμπέσῃ εἰς τὸν περὶ φιλίας τόπον, ὁ δὲ τούτου κύριος ἐν τῷ περὶ οἰκετῶν εὑρεθῇ σὺν τῷ δεσπόζοντι τοῦ ὡροσκόπου, περὶ συνωνῆς οἰκέτου σημαίνουσιν. Ἢν δὲ καὶ τῷ κυρίῳ τοῦ γάμου τὴν συναφὴν ποιοῖτο ἡ Σελήνη ἐφεστώσης ἐπὶ τοῦ γαμικοῦ τῆς Ἀφροδίτης καὶ συνελεύσεσθαι καὶ κοινωνῆσαι φιλίας τῷ ἀγορασθέντι ἢ τῇ ἠγορασμένῃ μηνύει, τυχόντος δὲ τοῦ Ἑρμοῦ ἐν τῷ κλήρῳ εὐπαίδευτον παρέχει. Ἀεὶ δὲ ἀφορᾶν χρὴ τὸν τοῦ Ἑρμοῦ ἀκάκωτον ὑπὸ τῶν κακοποιῶν καὶ μὴ ὕπαυγον ἐν ταῖς τῶν οἰκετῶν ἀγορασίαις. Ἐπὶ δὲ συνωνῆς χωρίου ἔστω τὸ μὲν ὑπόγειον ἡ γῆ, ὅπερ ἐὰν κάθυγρον περὶ ποταμὸν ἢ θάλασσαν ἢ λίμνην εἶναι τὸ χωρίον λογιστέον, ἐὰν δὲ ἀμφίβιον ἐπίμικτον ἢ διπλοῦν ἔκ τε ὀρεινῶν καὶ πεδινῶν συνεστάναι, τὸ δὲ δῦνον τὰ βοσκήματα καὶ τὴν ἐνθήκην τοῦ κτήματος, τὸ δὲ μεσουράνημα τὰ δένδρα καὶ τὰ φυτὰ καὶ τὰς ἐπαύλεις, ὁ δὲ ὡροσκόπος τὴν οἰκίαν καὶ τὰ ἐν τῷ οἴκῳ καὶ τοὺς ἐργαζομένους, καὶ τὸ ἀκάκωτον τούτων εὑρεθὲν ἢ κεκακωμένον μηνύει ἐκεῖνο τὸ μέρος. Τὰ δὲ διαστήματα μηνύει ἡ ἀναφορὰ τοῦ ὡροσκόπου· τοσαῦτα γὰρ σημεῖα ἢ στάδια μηνύει ὅσας μοίρας ἔχει.
Πληθούσης δὲ τῆς Σελήνης καὶ τῷ μήκει καὶ τῷ πλάτει προστιθείσης ἐν τῷ Ἀναβιβάζοντι ὁ ἀγοράζων πλείονα τιμὴν παρέξει, λειψιφώτου δὲ οὔσης καὶ τοῖς ἀριθμοῖς ἀφαιρούσης ἐν τῷ Καταβιβάζοντι ὁ ἀγοράζων ἐλάττονα τιμὴν δώσει. Λέγει γὰρ οὕτως Δωρόθεος·
συνδέσμῳ δ’ ἀνάγοντι Σεληναίης παρεούσης
εἰ μὲν πλησιφάεσσα δρόμον τ’ αὔξησιν ἀριθμοῖς
ὅττι κεν ὠνήσει δώσεις πλέον ἢ δόμεναι χρή,
αὐτίκα δ’ ἐν κατάγοντι πορεύμασιν οἷσιν ἔλεξα
ἐρχομένης ἐπὶ μεῖον ἐλαφρὴ ἔσσεται ὠνή.
καὶ δὲ Σεληναίης φάσιν αἱ λεύσσῃς κεν ἰούσης
ἐκ συνόδου πρῶτον μετανισσομένης τετράπλευρον
αἴθοπος Ἠελίοιο δικαιοτέροισιν ἄμεινον·
χρήματα γὰρ δώσεις ὅσου ἄξιον ἦν ἀγοράζειν
καὶ πρῆγμα λῷον καταθήσεαι οὔτε μὲν ἧσσον
οὔτε λίην τι περισσόν. ἕως δέ κεν εἰς διάμετρον
ἔλθῃ πιπράσκοντι καὶ ἐγκαλέοντι συνοίσει.
τὸ τρίτον αὖ τετράγωνον ἐπὴν ἑλικῶπις ὁδεύῃ
ὠνεῖσθαι τότε καλὸν ὃ βούλεται ἢ διακλέψαι.
τετρατίῃ πλευρῇ δὲ θεῆς σύνοδόνδε κιούσης
βαιὸν ἂν ἐκ πολλοῦ δοίης τό τοι ἔσσετ’ ἄμεινον.
Περὶ ἀγορασμοῦ (ἐκ τοῦ Ἰουλιανοῦ)
Δωροθέου ε′, 9, ἐκ τῶν Ἰουλιανοῦ Λαοδικέως [CCAG VI, p. 80, Codices Vindobonenses]
Περὶ δὲ ἀγορασμοῦ σκέπτου οὕτως. ἔστω σοι τὸ ὤνιον ἡ Σελήνη, ὁ δὲ πωλῶν ἀφ’ ὧν ἡ Σελήνη ἀπορρέει, ὁ δὲ ἀγοράζων ᾧ ἡ Σελήνη συνάπτει. Ἐὰν ἀπὸ κακοποιοῦ φέρηται ἡ Σελήνη, ὁ πωλῶν βλαβήσεται ἢ οὐ καλός ἐστιν, ἐὰν ἀπὸ ἀγαθοποιοῦ ἐπὶ ἀγαθοποιὸν φέρηται, καὶ τῷ πωλοῦντι καὶ τῷ ἀγοράζοντι λυσιτελήσει. Καὶ ἀπὸ τῶν κεφαλαίων δὲ περὶ ἀγορασμοῦ σκέπτου οὕτως. Ἔσται ὁ ὡροσκόπος ὁ ἀγοράζων, τὸ δῦνον ὁ πωλῶν, τὸ μεσουράνημα ἡ τιμή, τὸ ὑπόγειον τὸ πιπρασκόμενον. Ἐὰν ἀγαθὸς μαρτυρῇ, ἀγαθὰ λέγε τὰ ἐφ’ ἑκάστου κεφαλαίου σημαινόμενα. Τὰ δὲ λοιπὰ ζήτει ἐν τῷ τοῦ Ἰουλιανοῦ βιβλίῳ.
Περὶ κτηνῶν ἀγορασίας
Δωροθέου ε′, 12, ἐκ τῶν Ἡφαιστίωνος, γ′, 19
Περὶ δὲ κτήνων τὰ μὲν προδεδαμασμένα ἐν Κριῷ καὶ Ταύρῳ καὶ τῆς Σελήνης καὶ τῆς ὥρας οὔσης καλὸν καὶ ἐπωφελὲς ἀγοράσαι, τὰ δὲ τοῦ δαμασθῆναι καὶ ὑποταγῆς χρῄζοντα ἐν τῷ Λέοντι καὶ τῇ τελευταίᾳ πεντεκαιδεκαμοιρίᾳ τοῦ Τοξότου τῆς ὥρας ἢ τῆς Σελήνης ἑστώτων.
Περὶ ἐλευθερώσεως
Δωροθέου ε′, 13, ἐκ τῶν Ἡφαιστίωνος, γ′, 21
Περὶ δὲ ἐλευθερίας σκεπτόμενος ἀπόνεμε τὸν μὲν ὡροσκόπον τῷ ἐλευθεροῦντι, τὸ δὲ δῦνον τῷ ἐλευθερουμένῳ, τὸ δὲ μεσουράνημα παρ’ ᾧ γίνοιτο ἡ ἐλευθερία, τὸ δὲ ὑπὸ γῆν ὁποία τις ἡ παραμονὴ καὶ εὐχαριστία ἔσται μηνύσει. Βεβαιότερον δὲ ἂν σκέψαιτό τις οὕτω· τὸν μὲν ὡροσκόπον κρίνων τὸν ἐλευθερούμενον, ἐκ δὲ τοῦ κυρίου τοῦ ὡροσκοποῦντος ζῳδίου καὶ τῶν πρὸς αὐτὸν σχηματισμῶν ὁποῖος οὗτος τυγχάνοι καταλήψεται, καὶ ἐὰν μὲν ἀνατολικὸς τύχῃ αὐτεξουσίως ἀφεθήσεται καὶ τὴν ἐλευθερίαν καρπώσεται, ἐὰν δὲ δυτικὸς ἐρεσχελίαν καὶ συκοφαντίαν τινὰ ἕξει. Τὸ δὲ μεσουράνημα τὸν τόπον ἐν ᾧ πηγνύοιτο μηνύσει, τὸ δὲ δῦνον τὸν ἐλευθεροῦντα (ὁποῖος δέ ἐστιν ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου), τὸ δὲ ὑπὸ γῆν τὰς ἐκβάσεις τῆς ἐλευθερίας κατὰ τὰς τῶν ἀστέρων δηλονότι ἐφοράσεις. Τοῦ δὲ κυρίου τοῦ ὡροσκόπου ἐναντιωμένου τῷ δυτικῷ ἐναντίοι καὶ ἐχθροὶ ἔσονται ὁ ἐλευθερώσας καὶ ὁ ἐλευθερωθείς.
Φυλάσσειν δὲ χρὴ ἐν πρώτοις τὴν Σελήνην ἀκάκωτον καὶ ἀγαθοῖς συνάπτουσαν, ἐπεὶ τὸ ἐναντίον παθούσης ἡ δουλεία πολλῷ ἀμείνων ἔσται τῆς ἐλευθερίας ὥς φησι Δωρόθεος ἐν ἔπεσιν·
δουλοσύνη κρείσσων καὶ ἐλευθερίης κε γένοιτο.
Καὶ τὸ ἡμισφαίριον δὲ τό τε ὑπὲρ γῆν καὶ τὸ ὑπὸ γῆν ὁρατέον· οἱ γὰρ ὑπὲρ γῆν τὰ μετὰ τὴν ἐλευθερίαν μηνύουσιν, οἱ δὲ ὑπὸ γῆν τὰ ἐν τῇ ἐλευθερίᾳ. Καὶ ἐὰν μέν τις εἰς τὸ ὑπὲρ γῆν ἡμισφαίριον ᾖ τῶν ἀγαθοποιῶν πάντα καλὰ τὰ μετὰ τὴν ἐλευθερίαν προμηνυτέα καὶ χρόνους ζωῆς.
Μήνη δ’ ἐν δυτικῷ σὺν ἑοῖ φθοροποιὸν ἔχουσα
αἶψά κεν ἐξολέσειε πεφευγότα δούλιον ἦμαρ,
τουτέστιν ἀπολλύει εὐθὺς μετὰ τὴν ἐλευθερίαν οὕτω τυχοῦσα ἡ Σελήνη.
Περὶ αἰτήσεως χάριτος & περὶ ἐπιστολῶν
Δωροθέου ε′, 14, ἐκ τῶν Ἡφαιστίωνος γ′, 25
Τοὺς δὲ αἰτοῦντας χάριτας ἐπιτηρεῖν δεῖ τὴν Σελήνην οὖσαν ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ τούτου τριγώνῳ (ἄμεινον δὲ ὅταν τύχῃ αὐτῆς ὁ οἶκος ἐν ᾧ ἐστιν), προστιθεῖσαν τοῖς φωσὶ καὶ τοῖς ἀριθμοῖς καὶ συσχηματιζομένην Ἑρμῇ καὶ Διὶ καὶ Ἀφροδίτῃ καὶ τοῖς καλῶς κειμένοις, ἀπέστω δὲ ἡ τῶν κακοποιῶν μαρτυρία. καλὸν δὲ ἐπὶ τοῦ αὐτοῦ σχήματος τὰς ἐντεύξεις ποιεῖσθαι γυναικῶν καὶ ἀνδρῶν.
Δωροθέου ε′, 15, ἐκ τῶν Ἡφαιστίωνος γ′, 27
Πέμπων ἐπιστολὰς ἐπιτήρει τὴν Σελήνην συνοῦσαν τῷ Ἑρμῇ ἢ ἐφορῶσαν αὐτὸν ἄνευ τῆς τῶν κακῶν θεωρίας, ἔστω δὲ ὁ Ἑρμῆς ἐλεύθερος ἀπὸ τῶν αὐγῶν τοῦ Ἡλίου καὶ προστιθεὶς τοῖς ἀριθμοῖς· οὕτω γὰρ ἐὰν ἐπιστείλῃς οὐκ ἀποτεύξει τοῦ σκοποῦ.
Περὶ γάμου
Δωροθέου ε′, 16, ἐκ τῶν Ἡφαιστίωνος γ′, 9, (fr. 86a Stegemann)
Περὶ γάμου ἐπισκοπητέον οὕτως·
ἄνδρα μὲν Ἠέλιον καὶ ἀνερχόμενον σκοπὸν ὥρης,
αὐτὴν δ’ ἐκ ζῳδίου θ′ ἱμερόφρονα δυομένοιο
κόρην ἂν φράσσαιο καὶ ἠυκόμου Κυθερείης,
ἐκ δὲ μεσουρανίου τὸ καὶ ἔπλετο τηλόθι γαίης
οἷον ἅμ’ ἀλλήλοις ἄμφω βίον ἐκτελέουσι,
ἀμφὶ δέ τοι προικὸς μέσατον χθονὸς ἐξαγορεύσει.
δερκομένῳ τίνες ἐσθλά, τίνες κακὰ τεκμαίρουσιν,
Ἠέλιος φαυλοῖσι βεβλαμμένος, Ἀφρογενής τε
Ζηνὸς ἐπεσσυμένου ἢ καὶ παρεόντος ἅμ’ αὐτῇ,
ἀνέρι πῆμα φέρουσιν, ἀτὰρ μέγα χάρμα γυναικί
ἔμπαλιν αὖ Παφίην ὁπόταν βροτολοιγὸς ἴδησι
ἢ Φαίνων κρυόεις ὀλοὸν τόδε σῆμα δάμαρτι
ἔσσεται αἰσχύνη τε καὶ οὐκ ἐπὶ δηθὰ μένουσιν,
ἢν δ’ ἔτι καὶ Μήνη στυγερὸν περὶ σῆμα γένηται
ἀμφοτέροις εἴη κεν ἀπαίσιος ἥδε καταρχή.
ἐσθλοὶ δ’ αὖ Μαίης ὠκὺν γόνον εἰσορόωντες
παίδων τέκμαρ ἔχουσιν ἐτήτυμον. ἐν τροπικῷ δέ
ζῴῳ μηδέ νυ Κύπρις ἔοι τότε μηδὲ Σελήνη·
Κύπρις μαχλοτάτην τεύχει ῥυπαρήν τε δάμαρτα
θήσει φωριδίοισιν ἀρεσκομένην λεχέεσσιν,
ἡ δέ κεν οὐ χρονίην εὐνὴν ὀπάσειε Σελήνη.
τοὔνεκεν ἐν Κριῷ μὲν ἀναίνεο πάμπαν ἐούσης
νύμφευσιν· δὴ γάρ κεν ἀπόζυγος αἶψά κεν εἴη.
Τοῦ δὲ Ταύρου πρῶτος καὶ τρίτος δεκανὸς παραιτεῖται, ὁ δὲ δεύτερος ἐπιτήδειος γαμεῖν. Τῶν δὲ Διδύμων ἀπὸ μιᾶς μοίρας ἕως τῆς πεντεκαιδεκάτης οὐ πεποίηνται, αἱ δὲ λοιπαὶ εὔθετοι. Ὁ Καρκίνος ὅλος ἀπαίσιος. Ὁ δὲ Λέων οὐ κακός, ποιήσει δὲ κακοδάπανον τὸν ἄνδρα. Ἐν δὲ Παρθένῳ χήραν ἄγεσθαι αἴσιον· παρθένον γὰρ οὔ. Ἐν δὲ Ζυγῷ ἀνεπιτήδειον γαμεῖν, μνηστεύεσθαι αἴσιον. Ἐν δὲ τῷ πρώτῳ τμήματι τοῦ Σκορπίου αἴσιον, ἐν δὲ τῷ δευτέρῳ οὐ πάνυ· οὐ γὰρ ἔσονται πολυχρόνιοι. Ἐν δὲ Τοξότῃ πεφυλάχθαι χρὴ δι’ ὀλιγοτεκνίαν, καὶ ἐν Αἰγοκέρωτι δὲ ὁμοίως εἰ μή τις ἐκ δευτέρου ἢ τρίτον βουληθῇ γαμῆσαι (οὕτω γὰρ οὐκ ἀποστρεπτέον), ῥεμβαὶ δὲ καὶ ψεῦσται εὑρίσκονται. Ἐν δὲ Ὑδροχόῳ ἀνεπιτήδειον. Ἐν δὲ Ἰχθύσι καλὸν μὲν γαμεῖν, ποιεῖ δὲ τὴν γυναῖκα μάχιμον καὶ φλύαρον.
Παρατηρητέον δὲ μάλιστα τὴν Ἀφροδίτην ἐν ταύταις ταῖς σκέψεσι μὴ εἴη μετὰ τῶν κακοποιῶν ἢ ἐν ταῖς τούτων μαρτυρίαις, ἀλλὰ μᾶλλον εἴη ἐν ὁρίοις εὐεργέος ἢ ἐν ζῳδίοις. Τυχοῦσα τοίνυν ἡ Ἀφροδίτη ἐν ὁρίοις ἢ ζῳδίοις ἀγαθοποιοῦ καὶ εἰ ἐπιδεκατεύσει τῇ Σελήνῃ, ὑπὸ δὲ τοῦ Διὸς ἐπιδεκατεύεται (τουτέστι δεκάτη μὲν ἀπὸ Σελήνης, τετάρτη δὲ ἀπὸ Διός), κάλλιστον τὸν γάμον, θυμήρη τε καὶ τεκνοποιὸν ἀποτελέσει, καὶ μάλιστα ὅταν εἷς τῶν ἀγαθοποιῶν ἐπὶ τῶν πολυσπέρμων ζῳδίων τύχῃ· οὕτω γὰρ τάχιστα συλλήψεις ποιήσει. Τὸ δὲ αὐτὸ καὶ τὰ τρίγωνα σχήματα ἀποτελέσει πολυσπέρμων ὄντων τῶν ζῳδίων, καὶ οἱ κακοποιοὶ ἐν τῷ τριγώνῳ σχήματι ἐπὶ τῶν πολυσπέρμων ζῳδίων μαρτυρούμενοι ὑπ’ ἀγαθοποιῶν τεκνοποιίαν δηλοῦσιν.
Ἐπισκοπεῖν δὲ χρὴ τὰ δύο θέματα τῶν γαμουμένων εἰ καὶ ἐπίπαν οἱ ἀγαθοποιοὶ ἐν τοῖς ἀγαθοποιοῖς τόποις (τουτέστι διπλοῖ) κατὰ τὸν καιρὸν τοῦ γάμου γίνονται ἢ συσχηματίζονται. Εἰ δὲ καὶ κατὰ γένεσιν καὶ κατὰ πάροδον τὸ μεσουράνημα κοσμούμενον ᾖ καὶ ἀγαθοποιῶν τόπος τοῦ θέματος τῆς γυναικὸς ἐμπέσῃ εἰς τὸ τοῦ ἀνδρὸς μεσουράνημα εἰδέναι χρὴ ἐν αὐτῷ τῷ ἔτει τὴν παιδοποιίαν ἔσεσθαι, εὐάρεστόν τε τὴν συμβίωσιν μηκυνθῆναι, καὶ μάλιστα ὅταν οἱ ἐπίκαιροι τόποι τῶν γενέσεων (τουτέστι Σελήνη καὶ Ἥλιος καὶ ὁ κλῆρος καὶ ὁ ὡροσκόπος) σύμφωνοι ὑπάρχωσιν. Ἑπὰν δὲ καὶ πολύσπερμον ᾖ τὸ κατὰ κορυφὴν ζῴδιον κατὰ τὴν πρώτην συνέλευσιν τὰ τῆς συλλήψεως ἀσφαλῶς ἔσται. Ἐπὰν δὲ τύχῃ ἐπὶ τοῦ κατὰ κορυφὴν τόπου ἀγαθοποιὸς ὑπὸ τὰς αὐγὰς ὢν κατὰ τὸν καιρὸν τοῦ γάμου σκοτεινὴν τὴν σύλληψιν καὶ τὴν τεκνοποιίαν σημαίνει, καὶ μάλιστα ἐπὶ τῶν γυναικῶν αἷς καὶ τὸ θέμα οὕτω συμβέβηκεν ἔχειν· τῆς γὰρ Ἀφροδίτης ὑπὸ τὰς αὐγὰς οὔσης μετὰ Ἄρεως λαθραίως παρθενεύονται, καὶ Διὸς μαρτυροῦντος οἱ βιασάμενοι ἄξονται πρὸς γάμον. Συμβαίνει δὲ πάλιν ὁμοίως κατὰ τὸν καιρὸν τῆς καταρχῆς καὶ τῆς Ἀφροδίτης ὑπὸ δύσιν τοῦ Ἡλίου.
Εἴ γε μὲν ἢ πόσιός τις ἔχει δάμαρ ἠὲ δάμαρτος
ἀνὴρ ἐν ζῴῳ Μήνην κακοδαιμονέοντι
τούτων ἀμφοτέρων κράτος οἴσεται· ὅς κεν ἔχῃσι
δωδέκατον μετὰ χῶρον ἀφ’ ὡρονόμοιο Σελήνην
εἰν ἑτέρου γενέσει καὶ δεσπότῃ εἴκελος ἔσται.
ἔξοχα δ’ αὖ πάμμηνος ἀνιηρὴ γαμέοντι,
τουτέστι πανσέληνος. Καὶ αἱ Σελῆναι δὲ τῶν δύο γενέσεων διαμετροῦσαι ἀλλήλας ἀπαίσιοί εἰσιν· διχονοίας γὰρ παραίτιοι. Κρατήσει δὲ ὅμως ἐν ταῖς φιλονεικίαις ὁ ἔχων ὑπὲρ γῆν τὴν Σελήνην. Ἐν δὲ ἀρρενικῷ βεβῶσα Ἀφροδίτη, ὁ δὲ Ζεὺς ἐν θηλυκῷ – τοῖς ἀνδράσι τὸ τοιοῦτον σχῆμα καλὸν ὑπάρχει, ἔμπαλιν δὲ ταῖς θηλείαις ὅταν ἡ μὲν Ἀφροδίτη ἐν θηλυκῷ, ὁ δὲ Ζεὺς ἐν ἀρσενικῷ.
Ταῦτα μὲν ἐν τοῖς ἔπεσι Δωρόθεος ἐκτίθεται…
Περὶ χωρισμῶν
Δωροθέου ε′, 17, ἐκ τῶν Ἡφαιστίωνος γ′, 11 (fr. 87a et 88 Stegemann)
Τοὺς δὲ χωρισμοὺς αὐτῶν καὶ ἐπανελεύσεις ἐπιβλέπειν δεῖ οὕτως. Κατὰ τὴν καταρχὴν ἐν ᾗ γεγένηται ὁ χωρισμὸς ἢ καὶ ἐν ᾗ τις ὥρᾳ πυνθάνεταί σου ὅρα τὴν Ἀφροδίτην καὶ τὸν Ἥλιον· ἐὰν τοίνυν εὕρῃς τὸν μὲν Ἥλιον ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ ια′, τὴν δὲ Ἀφροδίτην ἑσπερίαν ἀναποδίζουσαν, λέγε αὐτῷ αὖθις τὴν γυναῖκα ἐπανελεύσεσθαι θυμήρως.
εἰ δέ γε μὴν ἄλοχος δόμον ἀνέρος ἐκλείπησι
πρὶν Μήνην διάμετρον ἐς Ἠελίοιο περῆσαι
οὐ μάλα ῥηιδίως εἰς ἀνέρος ἵξεται οἶκον,
ἂψ δ’ ἀπὸ παμμήνου ὁπότ’ ἔρχεται Ἠέλιόνδε
τηνίκα οἱ νόστον τεκμαιρέμεν εἶναι ὀπίσσω,
ἐπ’ αὐτῆς δὲ τῆς συνόδου δυσχερῶς. Ἐὰν δὲ ὁ Ἥλιος ἐν ὅσῳ ἡ Σελήνη ἀπαρτίζει τὸν κύκλον μεταβεβηκὼς εὑρεθῇ εἰς ἕτερον ζῴδιον θηλυκὸν Ἀφροδίτης σὺν αὐτῷ οὔσης, ὁ ἀνὴρ διαλυθέντος τοῦ γάμου ἑτέραν γαμήσει. Ἐπιτηρητέον δὲ καὶ τὸν ὡροσκόπον καὶ τὴν Σελήνην ἐπειδὴ τυχόντες οὗτοι ἐπὶ στερεῶν ζῳδίων ἐν τῇ καταρχῇ βέβαια ποιοῦσιν, ἐπὶ δὲ δισώμων τὰ ἐοικότα, ἐπὶ δὲ τροπικῶν τρεπτὰ καὶ ἀβέβαια.
Περὶ διαφορᾶς κυουμένων
Δωροθέου ε′, 18, ἐκ τῶν Ἡφαιστίωνος γ′, 12
Ἐπὰν δὲ κατὰ γαστρὸς αἱ γυναῖκες ἔχοιεν καὶ βουληθεῖεν τὸ κυούμενον ἐκτιτρώσκειν μὴ δυνάμεναι τελεσφορεῖν ἁρμόζει τῆς Σελήνης οὔσης ἐν τοῖς ὀρθοῖς ζῳδίοις καὶ τῷ ὡροσκόπῳ τοῖς φωσὶ ληγούσης καὶ νοτίας τῷ πλάτει, ἐφοράτω δὲ Ἀφροδίτη καὶ Ἄρης ἢ συνόντες ἢ τετράγωνοι ἢ τρίγωνοι ἐπιβλέποντες τὴν Σελήνην ἥτις ἐν θηλυκῷ ζῳδίῳ τυγχανέτω. Ὅσα δὲ δεῖ ἐν τούτοις παρατηρεῖν τὴν Σελήνην τοσαῦτα καὶ τὸν ὡροσκόπον δεῖ ἔχειν κατά τε τὰ ὀρθὰ ζῴδια καὶ κατὰ τὰς μαρτυρίας Ἄρεως καὶ Ἀφροδίτης.
Περὶ δανείου
Δωροθέου ε′, 20 [CCAG VI, p. 108, Codices Vindobonenses] (fr. 79b Stegemann)
Ἐὰν δανείσασθαι θέλῃς, ἔστω ὁ μὲν ὡροσκόπος ὁ δανειστής, τὸ δὲ δῦνον ὁ δανειζόμενος, τὸ διδόμενον τὸ μεσουράνημα ἢ ὁ Ἑρμῆς καὶ ἡ Σελήνη, τὸ δὲ ὑπόγειον μηνύσει τὴν ἔκβασιν τοῦ χρέους. Ἐὰν ἡ Σελήνη ἀκάκωτος, ἀπολήψεται ὃ ἐδάνεισεν. Ἑρμῆς δὲ ἀπὸ Κρόνου βλαπτόμενος βλάβην καὶ δόλον ἔσεσθαι τῷ δανείσαντι μηνύει ἀπὸ τοῦ δανεισαμένου. Ἑρμῆς ὑπὸ Ἄρεως βλαπτόμενος ἔρεις καὶ μάχας καὶ κατηγορίας μεταξὺ ἀμφοτέρων ἔσεσθαι δηλοῖ. Ἐὰν δανείσασθαι θέλῃς, ἔστω ἡ Σελήνη Ὑδροχόῳ ἢ Σκορπίῳ ἢ Λέοντι ἢ Ἰχθύσιν ἢ Τοξότῃ λειψιφωτοῦσα καὶ τοῖς ἀριθμοῖς ἀφαιροῦσα, καὶ Ζεὺς καὶ Ἑρμῆς καὶ Ἀφροδίτη μαρτυροῦντες αὐτῇ καὶ τῷ ὡροσκόπῳ ἢ αὐτῇ μόνῃ. 'Eὰν δὲ ἀμφοτέροις, ἐπὶ εἰκὸς δὲ καὶ τὸ δάνεισμα ἔσται.
Περὶ δανείων
Δωροθέου ε′, 20, ἐκ τῶν Ἡφαιστίωνος γ′, 28 (fr. 79a Stegemann)
Ἀκολούθως τοῖς προτέροις ἔστω ὁ μὲν δανείζων ὁ ὡροσκόπος, ὁ δὲ δανειζόμενος τὸ δῦνον, τὸ δὲ μεσουράνημα τὸ διδόμενον ἀργύριον, τὸ δὲ ὑπὸ γῆν μηνύσει τὴν ἔκβασιν τοῦ χρέους. Καὶ ἡ τῆς Σελήνης ἀπόρροια ληφθήσεται εἰς πρόσωπον τοῦ δανείζοντος, ἡ δὲ συναφὴ τοῦ δανειζομένου, ἐκ δὲ τῶν ὠφελούντων ἢ βλαπτόντων ἀστέρων αἱ προαγορεύσεις ἀκολούθως ἕπονται. Τινὲς δὲ ἐπισκέπτουσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, τὴν μὲν Σελήνην εἰς τὸν δανείζοντα, τὸν δὲ Ἥλιον εἰς τὸν χρεώστην, ἐὰν δὲ ᾖ λειψίφως ἡ Σελήνη ἐναντίως.
Κακὴ δὲ ἡ Σελήνη ἐν τοῖς συνδέσμοις ἢ ἐν τῷ νοτίῳ ταύτης πλάτει. Φυλάττου δὲ δανείζων τὴν τοῦ Ἑρμοῦ μετὰ Κρόνου στάσιν, καὶ ἔτι τῆς Σελήνης ἐν ἀρχῇ τοῦ Λέοντος καὶ τῶν Διδύμων καὶ τοῦ Τοξότου, καὶ ὅτε τούτων αἱ ἀρχαὶ τῶν ζῳδίων
γαίης ὑπεραντέλλουσιν.
εἰ δὲ λαβεῖν ἐθέλεις αὐτὸς χρέος ὧδέ τοι ἔστω
λώιον· Ὑδροχόῳ καὶ Σκορπίῳ ἠδὲ Λέοντι
δῖα Σεληναίη καὶ Ἰχθύσιν ἀμφὶς ἐοῦσα
ἢ ἐνὶ Τοξευτῇ καί οἱ φάος ἐνδεὲς ἔστω,
ὡς δ’ αὔτως καὶ ἀριθμός,
ἡ δὲ Ἀφροδίτη καὶ ὁ Ζεὺς καὶ ὁ Ἑρμῆς ἐπιμαρτυρήσωσι τῇ Σελήνῃ, πολὺ βέλτιον ἐὰν καὶ τῷ ὡρονόμῳ.
Περὶ ἀποδημίας
Δωροθέου ε′, 21–22, ἐκ τῶν Ἡφαιστίωνος γ′, 30
Εἰ δέ νύ τις πάτρηθεν ἐπ’ ἀλλοδαπὴν χθόνα βαίνοι
αὐτὸν ἀφ’ ὡρονόμου, χῶρόν γε μὲν εἰς ὃν ἄπεισιν
ἐκ δυτικοῦ κέντρου, πρῆξιν δέ τοι ἐκ μεσάτοιο
ὕψεος εὖ φράσσαιο, τί δ’ αὖ τέλος ἔσσεται αὐτῷ
ζῴῳ ὑποχθονίῳ σάφα κεν μάλα τεκμήραιο.
Ἐπιζήτει, φησίν, τοὺς ἀγαθοποιοὺς τῶν ἀστέρων ὁποίαν στάσιν ἔχουσι καὶ σχήματα· ἀγαθὸν γὰρ καθολικῶς μηδενὸς τῶν ἀστέρων στηρίζοντος καὶ συσχηματιζομένου τῇ Σελήνῃ τὰς ἐκδημίας ποιεῖν, συμφορώτατον δὲ ἀποδημεῖν τῆς Σελήνης αὐξούσης τῷ φωτὶ καὶ προστιθείσης τοῖς τε κατὰ μῆκος ἀριθμοῖς καὶ τῷ πλάτει.
Παραφυλάττειν δὲ τὰ κέντρα χρή. Καὶ ἐν μὲν τῷ ὡροσκόπῳ ἀγαθοποιῶν ἀστέρων τυχόντων ἢ καὶ μαρτυρούντων αὐτῷ ἥδιστα τὰ τῆς ὁδοῦ ἢ τὰ τοῦ πλοῦ ἔσται, συνόντος δὲ τοῦ Ἑρμοῦ αὐτοῖς καὶ ἐπὶ ἑῴας ἀνατολῆς ταχέως καὶ εὐθύμως πράξει τις ὑπὲρ ὧν τὴν ἐκδημίαν ποιεῖται, ἐν δὲ τῷ δύνοντι τυχόντος τοῦ Ἑρμοῦ, μαρτυρουμένου τε ὑπὸ Διὸς καὶ Ἀφροδίτης, βελτίω καὶ ἐπικερδῆ ταῦτα ἔσται καὶ ἀξιόλογα. Καθόλου ἐπὶ ἀποδημίας δεῖ Ἑρμῆν σκοπεῖν μὴ ἀφαιρῇ ἢ ὕπαυγος ᾖ καὶ ὑπὸ κακοποιῶν βλάπτηται καθ’ οἱονδήποτε σχῆμα, καὶ ὅτε δὲ μέλλῃς εἰς πόλιν εἰσιέναι ἢ ἀπὸ πλοίου ἐξιέναι τοῦτο παραφυλάττου. Παρετηρήθησαν γὰρ Ἄρεως δὲ καὶ Κρόνου ἐπόντων τῷ δύνοντι ἢ καὶ θεωρούντων ἀσθένειαι σωματικαί, καὶ ζημίαι καὶ ἐποχαὶ γενήσονται. Ἐκ δὲ τῶν θεωρούντων ἀστέρων τὸ μεσουράνημα ἢ καὶ ἐπόντων τὸ πρᾶγμα οὗ χάριν ἡ ἐκδημία γίνεται γνωσθήσεται, τὸ δὲ τέλος ἐκ τοῦ ὑποχθονίου, τὸ κῦρος δὲ πάντων ἐκ τῶν συσχηματισμῶν, μάλιστα τῆς Σελήνης, τελειοῦται, ἣν ἀπαγορευτέον πρὸς τὰς ἐξόδους κακοδαιμονοῦσαν ἢ κακοτυχοῦσαν· οὐ μόνον γὰρ δυσπραξίας αἰτία, ἀλλὰ καὶ πημάτων ὑπουργός.
Ταῦτα δὲ καὶ Δωρόθεος ἐν τοῖς ἔπεσιν ἀναδιδάσκει οὕτως·
ἐσθλὸς ἐν ὡρονόμῳ βεβαὼς ἐν πᾶσιν ἄριστος,
ἐσθλὸς καὶ δύνοντι βεβώς, ἐπικερδέα χῶρον
κεῖνον ἐφ’ ὅν τις ἄπεισι λέγει κἢν εἵνεκα δόξης
εἰς αὐτὸν στέλλοιτο, παρὼν δ’ ἐν τῷδε πυραυγής
Ἄρης ἢ Φαίνων κρυόεις ὅτε μέν γε βαρείας
νούσους, ἄλλοτε δ’ αὖτε μάχας, ὅτε δ’ ὕβριας αἰνάς.
μηδὲ Σεληναίης ἐπὶ δαίμονος οὐλομένοιο
ἠὲ τύχης, ὅπερ ἕκτον ἀφ’ ὡρονόμοιο, βεβώσης
ἄρχοιο ξενίης· ἢ γὰρ τόδε πῆμα φυτεύει
ἠὲ δυσεργείην ἢ καὶ βιότῳ τινὰ λώβην.
ναὶ μὲν δὴ καὶ ἀνάκτωρας τεκμαίρεο Μήνης
ἠδὲ καὶ ὡρονόμου μή που κεκρυμμένοι εἶεν,
φέγγεϊ μαρμαρυγῇ τε δεδασμένοι Ἠελίοιο,
εἰ δὲ στηρίζει τις ἀπ’ ἀμφοτέρων κρατεόντων
βραδεῖς τάς κεν ὁδοὺς ἢ πρήξιας ἐκτελέσειεν.
Καθολικῶς ἐκ παρατηρήσεως ἐν τῷ δυτικῷ κέντρῳ τυχοῦσα ἢ ἐν τῷ τούτου ἀποκλίματι μακρὰς τὰς ἀποδημίας παρέχει, τοῖς τε ἀπὸ ξένης εἰς τὰ οἰκεῖα ἐρχομένοις τὸ αὐτὸ σχῆμα ταχείας τὰς ἀναστροφὰς δηλοῖ. Τὸν οὖν τῆς Σελήνης, φησίν, οἰκοδεσπότην καὶ τοῦ ὡροσκόπου ὁρατέον μὴ ὕπαυγοι εἶεν ἢ στηρίζοντες· παρολκὴν γὰρ ἢ ἀπραξίαν ἐργάζονται. Παραφυλάσσεσθαι δὲ δεῖ καὶ τετραγωνίζοντας ἢ διαμετροῦντας τοὺς κακοποιοὺς αὐτήν, τῶν δὲ ἀγαθοποιῶν ἀνακραθέντων αὐτοῖς ἀνώμαλον τὴν ὑποστροφὴν ἐπὶ τὰ οἰκεῖα ὑπονοητέον.
Δωροθέου ε′, 21–22, ἐκ τῶν Ἡφαιστίωνος γ′, 30
Καὶ ταῦτα μὲν ὁ Νικαεὺς Πρωταγόρας, ὁ δὲ Δωρόθεος ἐν τοῖς ἔπεσι περὶ ἀναγωγῆς ταῦτα·
πλωέμεναι χατέουσιν ἀληθέα ταῦτά κεν εἴποις.
εὖτε Σεληναίῃ μή τις κακὸς ἠέπερ ἐσθλός
μαρτυρέοι καὶ δ’ αὐτὴ ὑπερχθονίη φορέοιτο
τῶν πρώτων Κριοῖο παρερχομένη μοιράων
εἰς δεκάτην οὕτω κεν ἐΰπλους τεκμαίροιο.
Ταύρῳ δὲ μέγα χεῖμα, κακὸς δέ ἑ μή τις ὁράτω,
λυγρὸν ἐπεὶ τούτοις ἔργου τέλος αἰὲν ὁμαρτεῖ.
ἐν Διδύμοις εὖτ’ ἄν τις ἀπ’ ὀγδοάτης ἀνάγηται
νόστος μὲν χρόνιος τότε ἔσται, ἀλλ’ ἐπιτερπής.
Καρκίνος αὖ πολλαῖς κεν ἀνιήσειε γαλήναις,
ἀλλ’ οὐδὲν βλαφθεὶς ἀφίκοιτό κεν ἧχι θελήσει.
αἴ κε κατὰ βλοσυροῖο τύχῃ καθιεῖσα Λέοντος
ἔσται τις κίνδυνος ὕπερθ’ ἁλὸς ἀνέρι τούτῳ,
μαρτυρέων δ’ ὀλοός τις ἐπ’ ἄλγεσιν ἄλγεα θήσει.
ναὶ μὴν Παρθενικὴ σταχυηφόρος οὔτι περ ὠκύν
οἴσει σινομένοις πλόον ἀνδράσιν. ἀμφὶ Ζυγῷ δέ
ἐκ μοίρης δεκάτης οὐ μέμψεται οὐδὲ κέλευθον
ὑγρὴν οὐδέ περ ἄλλο καὶ ἢν εἰς οἶκον ἴῃσι.
Σκορπίῳ ἀμφὶς ἐοῦσα τὰ μὲν κατὰ πόντον ἐκείνοις
ἀσφαλέως θήσει, ψυχὴν δ’ εἴωθε ταράσσειν.
Τοξευτὴς χειμῶνα φόβους τ’ ἐπισύρεται ἄλλους.
εὔπλοος Αἰγόκερως ὅτ’ ἀμείψεται ἐννέα μοίρας,
ἔμπης δ’ αὖτε καὶ αὐτὸς ἄγει ταραχήν τινα θυμῷ.
νωθὴς Ὑδροχόος, τὸ δέ τοι τέλος οὐκ ἐπίμεμπτον.
Ἰχθύσι δ’ αὖ κίνδυνα, νόσον τ’ ἐπὶ τοῖσιν ἔσεσθαι
σημαίνει, Θούροιο μάλιστα δὲ δερκομένοιο
λυγρῇ μαρτυρίῃ, πεφύλαξο δὲ νήϊον ἱστόν.
Φησὶ γὰρ ἐν τοῖς ἑξῆς· μὴ ἔστω ἡ Σελήνη συνάπτουσα τῷ Κρόνῳ στηρίζοντι μήτε τετράγωνος. Λέγει γὰρ ὅτι ἐὰν καὶ τριγωνίζῃ καὶ οὕτω μόγις σωθήσονται ἐκβαλόντες τὰ φορτία, συνδιατιθέντος δὲ μετ’ αὐτῶν στηρίζοντος καὶ τοῦ Ἑρμοῦ πλείονα καὶ χείρονα τὰ κακὰ ἔσται, ἀγαθοποιοῦ δὲ ὁρῶντος ἐλαφρὰ τὰ κακά.
εἴκελα δ’ αὖ τούτοις ῥέζει Κρόνος ὡρονομεύων
καὶ χωρὶς Μήνης ἑλικώπιδος, εἰ δ’ ἐν ζῴῳ
εἴη ὅπῃ καὶ πρόσθεν ὅτ’ ἔκπεσε μητέρος ἀνήρ
ἠὲ τρίγωνος ἐὼν ἢ καὶ τετράγωνος ἐκείνῳ
ἠὲ καὶ ἀντικρὺ τότε κεν μήκιστα γένοιτο.
εἰ δὲ θέσιν τοίην οἵην Φαίνοντος ἔλεξα
σχοίη Ἄρης Μήνης καθ’ ὑπέρτερον
ἡμισφαίριον ἐρχομένης (τουτέστιν εἰς τὸ δέκατον ἀπ’ αὐτοῦ ἐρχομένης) μάλιστα κακὰ σημαίνει καὶ μίση καὶ στάσεις καὶ ἐν αὐτῇ τῇ νηῒ καὶ ἕως αἱμαγμοῦ. Ἑὰν δὲ καὶ ὁ Ἑρμῆς συγκακώσῃ χείρονα γίνεται, ἐὰν δὲ ἀγαθοποιοὶ ὁρῶσιν ἐλαττοῦνται τὰ κακά.
εὖτε δέ κεν Πυρόεις Φαίνων θ’ ἅμα καὶ τρίτος Ἑρμῆς
τοίην ἄλλοθεν ἄλλος ἐπισκοπέῃσι Σελήνην
ἤπερ καὶ ἐξ ὁμόθεν στυγερὸς καὶ ἄφυκτος ὄλεθρος,
ἶσα δὲ καὶ Στίλβοντι μιγεὶς ὀλοφώιος Ἄρης.
ἣν δὲ Κρόνος καὶ Ἄρης ὁ μὲν Ἥλιον, ὃς δὲ Σελήνην
δέρκηται, καὶ τοῖσιν ἀεικέα λυγρὰ πιφαύσκει.
Ζεὺς δ’ ὅτε τετράπλευρος ἄνω χθονὸς εἴδετ’ ἰοῦσαν
ἠύκερον Μήνην τότε κεν πλόος ἔσσεται ἐσθλός,
καὶ πρῆξις τούτοις καὶ ἐλπίδες αἱ κατὰ θυμόν
ἕψονται, μάλα δ’ αὖ κεν ἐπὴν ἐρόεσσα Κυθήρη
Αἰγιόχῳ λεύσσῃσιν ὁμοῦ, κἢν ἄλλοθεν αὐτή
ὀσσομένη τότε πολλὰ χαρίσσεται οἷα λέλεκται.
καλὰ δὲ καὶ μουνὰξ κραιπνὴν ὁρόωσα Σελήνην
δώσει Κύπρις ἄνασσα καὶ ὠφελίας τινὰς ὠκεῖς
καὶ πλόον ἠρεμέοντα γυναικείους τ’ ὀαρισμούς,
ἀλλὰ χωρὶς Διὸς ἧττον ὠφελεῖ, μετὰ δὲ Διὸς καὶ μᾶλλον ὠφελεῖ. Ἀφροδίτη ὕπαυγος ὑπὸ γῆν οὖσα μετὰ Σελήνης
εὐδίας τε καὶ νηνεμίας
παρέχει, καὶ χρονίζουσιν οἱ ἀναγόμενοι ἐν τῷ πλῷ.
εὖτέ γε μὴν φάεσσι δυσὶν νωμήτορες ἐσθλῶν,
Ἠελίῳ Μήνῃ τε, σὺν Ἑρμάωνι γένωνται
μάρτυρες οὐκ ἔσται τούτου πλόος ἄλλος ἀμείνων.
ἡνίκα δ’ ὡρονόμῳ κακομήτιες ἐγγεγάωσιν
ἀστέρες, εὐέρκται δὲ θοῇ συνέωσι Σελήνῃ,
ἢ καὶ ἐναλλάγδην, σκαιὴν ποιοῦσι θάλασσαν.
Σελήνη ἀμαρτύρητος οὖσα ὑπὸ πάντων τῶν ἀστέρων καὶ κενοδρομοῦσα, ὁ δὲ ὡροσκόπος ἔχων τι ζῴδιον τῶν πρὸς τὸ πλεῖν ἐπιτηδείων (οἷον Ταῦρον, Διδύμους, Ἰχθύας, Αἰγοκέρωτα, Καρκίνον, Παρθένον, Τοξότην) μετά τινος τῶν ἀγαθοποιῶν, ἀγαθὸν τοῖς ἀναγομένοις· Σελήνη καὶ ὡροσκόπος ἀμαρτύρητοι ὑπὸ πάντων τῶν ἀστέρων κενοδρομοῦντες ἐὰν ἐπέχωσιν ἐκ τῶν πρὸς τὸ πλεῖν ἐπιτηδείων ζῳδίων τῶν προλελεγμένων οὐκ ἔστι κακὸν τοῖς ἀναχθεῖσιν. Ἐξαιρέτως δὲ χρὴ τὴν Σελήνην ὁρᾶν ἵνα μὴ βλάπτηται καθ’ οἱονδήποτε τῶν ἐκκειμένων τρόπων ἐν τῷ β′ κεφαλαίῳ τούτου τοῦ βιβλίου. Τότε δὲ λογίζου τὴν τοῦ πλοῦ καταρχὴν ὅταν οἱ ναῦται τὴν ἄγκυραν ἐκ τῆς ψάμμου ἑλκύσωσιν, τοῦ δὲ πλέοντος ἐν τῇ νηῒ ἑκάστου ἡ καταρχὴ τότε ἐστὶν ἡνίκα τὸν πόδα εἴσω τῆς νηὸς θήσει.
Εἰ δὲ βούλει μαθεῖν εἰ βραδύνει ἐπὶ τῆς ξένης ἢ οὐ ὅταν ἐπιβῇ τῆς πόλεως ἐκείνης πρὸς ἣν ὁδεύσει σκόπει τὸν β′ τόπον τοῦ ὡροσκόπου τῆς εἰς τὴν πόλιν εἰσόδου καὶ τὸν τούτου κύριον, καὶ εἰ μὲν οὗτος ἀναποδίζει ταχέως ἐξελεύσεται κενὸς καὶ ἄπρακτος, εἰ δὲ στηρίζει καὶ οὕτω πάλιν μετὰ τοῦ ἄπρακτος εἶναι καὶ χρονοτριβήσει ἐν τῇ πόλει. Καὶ τούτων ὄντων ἐὰν μὲν ὁ αὐτὸς οἰκοδεσπότης τύχῃ δύνων νόσων καὶ ἀηδίας αἴτιος γίνεται τῷ εἰσιόντι· εἰ τύχῃ ἐν τῷ ὑπογείῳ σκέπτου μὴ καὶ θανάτου αἴτιος γένηται, ἐὰν δὲ εὑρεθῇ προσθετικὸς καὶ ὢν ἐπὶ τοῦ ὡροσκόπου ἢ ἐπὶ τοῦ μεσουρανήματος εὖ πράξας ταχέως ἐξελεύσεται.
Σκέπτου δὲ καὶ τὸν Ἥλιον τῆς ἐξόδου καὶ τὰ τούτου τετράγωνα καὶ διάμετρα, καὶ εἰ μὲν ἀγαθοποιοὶ εἶεν ἐν τούτοις ἡ ἐπάνοδος καλὴ καὶ ταχεῖα ἔσται, εἰ δὲ κακοποιοὶ σκόπει πότε ἀλλάξουσι τοὺς τόπους καὶ ἀντ’ αὐτῶν ἀγαθοποιοὶ εἰσελεύσονται, καὶ τότε τὴν ἐπάνοδον ὑπονοητέον ἢ ὅτε ἀποκαθίσταται ὁ Ἥλιος ἢ ἔλθῃ εἰς τὰ ἴδια τετράγωνα καὶ διάμετρα· καὶ τὴν Σελήνην δὲ ὁμοίως τῷ Ἡλίῳ σκέπτου. Δεῖ δὲ καὶ τοῦτο παρατηρεῖν· ὅταν τις εἰς πόλιν εἰσέλθῃ σκόπει τὰ δ′ κέντρα ὑπὸ τίνων ὁρᾶται καὶ ἡ Σελήνη πρὸς τίνας φέρεται. Παρετηρήθη γὰρ ὁ Καρκίνος οὐκ ἀγαθὸς ὡροσκοπῶν ἐν τῇ εἰσόδῳ τῆς πόλεως· οἱ γὰρ συντυγχάνοντες αὐτῷ ἔσονται κνιποί, καὶ οὐδὲν κερδανεῖ, εἰ δὲ καὶ δοῦναί τι μέλλει πλέον δώσει τοῦ ὀφειλομένου. Ἴσθι δὲ καὶ τοῦτο καθόλου ὅτι ὁ Ἄρης ἀπὸ τοῦ Τοξότου τὴν Σελήνην ὁρῶν φαύλῳ σχήματι πληγὰς ἐπάγει κατὰ τὴν ὁδὸν ἢ ἑτέρας περιστάσεις.
Περὶ ναυπηγίας
Δωροθέου ε′, 23, ἐκ τῶν Ἡφαιστίωνος γ′, 17
Περὶ δὲ πλοίου συνωνῆς ἢ ναυπηγίας τὴν μὲν πρύμνην τῇ ἀνατολῇ μεριστέον καὶ τὸν ἱστὸν τῷ μεσουρανήματι καὶ τὰ μέσα τοῦ πλοίου, τὴν δὲ πρῷραν τῇ δύσει, τὴν δὲ τρόπιν καὶ τὰ περὶ αὐτὴν τῷ ὑπὸ γῆν, καθ’ ὃ δὲ εὑρεθεῖεν οἱ κακοποιοὶ τοῦ διαθέματος τεθέντος κατ’ ἐκεῖνο δεῖ τὸ μέρος συλλογίζεσθαι σινωθήσεσθαι τὸ πλοῖον. Ἐπιτηρεῖν δὲ χρὴ τοὺς ἀγαθοποιοὺς ἐν τῷ ὑπογείῳ ἢ μαρτυροῦντας τῷ τόπῳ, ἔστω δὲ τὸ ὑπόγειον ἐν τοῖς ζῳδίοις τοῖς δυναμένοις νήχεσθαι – ἐν Ταύρῳ ἢ Διδύμοις ἢ Καρκίνῳ ἢ Παρθένῳ ἢ Τοξότῃ ἢ Ἰχθύσιν ἢ Αἰγοκέρωτος ταῖς ἐσχάταις μοίραις· ὁ δὲ Ταῦρος κρείττων πάντων, μετ’ αὐτὸν οἱ Ἰχθύες, ἔπειτα οἱ Δίδυμοι. Τὸν δὲ Ἥλιον λάμβανε τρίγωνον τῇ ὥρᾳ, τὴν δὲ Σελήνην αὔξουσαν τοῖς φωσὶν καὶ τοῖς ἀριθμοῖς καὶ τῷ πλάτει καὶ μαρτυρουμένην παρὰ ἀγαθοποιῶν, φυλάττου δὲ τῶν κακοποιῶν πρὸς αὐτήν τε καὶ Ἥλιον παρουσίας ἢ ἀκτινοβολίας.
Δωροθέου ε′, 24, Τζέτζη εἰς Ὁμηρον (fr. 121 Stegemann)
Δωρόθεος δὲ τῆς Ὁμηρικῆς ὥσπερ ὁλότητος ἀποσπάδα φησίν, στόλων δὲ ἀπωλείας λέγων σημεῖον (scil. τοὺς κομήτας). Φησὶ δὲ οὑτωσί·
πολλὰ δὲ ναυμαχίῃσιν ἐνὶ σκάφη ἐξαπολεῖται.
Περὶ τῶν εἰργομένων
Δωροθέου ε′, 27, ἐκ τῶν Ἡφαιστίωνος γ′, 40
Περὶ δὲ τῶν εἰργομένων ἐπιτηρητέον τὴν Σελήνην καθ’ αὑτὴν ἐν ποίῳ ζῳδίῳ τυγχάνῃ τῇ ὥρᾳ τοῦ εἴργεσθαι. Καὶ ἐὰν μὲν τύχῃ ἐν Κριῷ
λύσιν τέκμαιρε ταχεῖαν.
ἐν Ταύρῳ μενέει δὲ πολὺν χρόνον, εἵνεκα δ’ αὖτε
κτήσιος ἢν ἄρα τοῦτο πάθῃ, ταύτην μὲν ὀλέσσει·
ὕστερον αὖ φυλακὴν καὶ ἄλγεα φεύξεται αὐτός.
ἐν δὲ Κασιγνήτοις εἰ μὴ λύσιν ἐν τρισὶν ἕξει
ἤμασι τοῖς πρώτοις τετρύσεται ἐν κακότητι.
Καρκίνος αὖτ’ ἐπὶ δηρὸν ἀεικείῃ μιν ἐρύξει.
εὖτε δὲ βρυχητῆρος ὑπερφορέοιτο Λέοντος
ἀνδρὸς ἐρισθενέος καὶ μείζονος ἄλγε’ ἕκητι
ἕψεται οὐδὲ μίνυνθα συνέσσεται ἀλλ’ ἐπὶ δηρόν.
ἀμφὶ δὲ Παρθενικῇ μάλα κεν ῥέποι ἔνθα καὶ ἔνθα
ὅττι κε τεκμαίροιο, τὸ δὲ πλέον ἔστ’ ἐπ’ ἀρωγῇ.
ἐν Ζυγῷ ἔπλετο φύξις. ἐν ὀκταπόδῳ δὲ Σελήνη
Σκορπίῳ εἰ βεβάῃσιν ἀεικείῃ μιν ἐρύξει
οὐδ’ ὀλίγον μίμνοι κεν ἐπὶ χρόνον, ἔμπα δὲ λύει.
Τοξευτὴρ ἐπὶ μακρὸν ἐν ἄλγεσιν ἀνέρα θήσει.
Αἰγόκερως τάδε πλὴν ἄνεσιν δεσμοῖο παρέξει.
αὐτὰρ ἐν Ὑδροχόῳ καὶ Ἰχθύσι δὴν μενέουσι
τειρόμενοι, χαλεπῇ δὲ κακηπελίῃ μογέοντες.
ταῦτα Σεληναίης μούνης τούτοισιν ἐπούσης
οἷς προέφην· θέσιες γὰρ ἐναλλάσσουσί μιν ἄστρων,
τουτέστιν οἱ μὲν ἀγαθοποιοὶ συνόντες ἢ ὁρῶντες ταχεῖαν τὴν ἄφεσιν ποιοῦσιν, οἱ δὲ κακοποιοὶ οὐκέτι. Ὁ δὲ Ἑρμῆς μετὰ τοῦ Διὸς συσχηματισθεὶς αὐτῇ ταχέως τὰ ἀγαθὰ παρέχει καὶ τὴν τῶν κακῶν λύσιν. Ὁ δὲ Ἄρης κακώσας τὴν Σελήνην αἴτιος γίνεται μαστίγων, αἱμαγμοῦ τε καὶ κακώσεως. Ὁ δὲ Κρόνος τοῦτο ποιήσας πολυχρονιώτερα καὶ δυσέκλυτα ποιεῖ τὰ κακά.
εἰ δ’ ἄρ’ ὁμοῦ Μαίης τε πάις Φαίνων τε καὶ Ἄρης
τῇδέ μιν ἐν δεσμοῖς φθισίβροτος αἶσα κίχησι.
καὶ δ’ ὥρην φράζοιο τίνες τ’ ἐπιμάρτυροι αὐτῇ
κείνην ἥ ῥ’ ἐφύτευσε καὶ ἤγαγεν ἀνέρ’ ἐς ἦμαρ.
κρέσσων αὖ τούτοισι Σεληναίη μινύθουσα
ἔσσεται, αὐξομένη δὲ χερειότερ’ ἔργα τελέσσει.
καὶ Μήνη σύνδεσμον ἐπὴν μέλλῃσιν ἄνασσα
λυέμεναι τόδε σῆμα κακῶν τεκμήρατο φύξιν.
κἢν συναφὴν ἀκτῖσιν ὑπ’ Ἠελίοιο τυχούσῃ
Κύπριδι ποιῆται τότε δ’ ἂρ βροτὸν αἰνὰ παθόντα
ἐκ συνοχῆς λύσειεν ἀεικελίων τ’ ὀδυνάων.
ὣς δὲ καὶ Ἑρμείῃ συναφὴν δυτικῷ γεγαῶτι
ἑσπερίῳ τεύξασα κακῶν ἀπότευξιν ἔδωκεν.
μέσσοις δ’ ἐν ζῴοισιν ἀφ’ ὕψεος οὐρανίοιο
εἵως δυομένου ἵνα τε κλίσις εἰς νότον ἐστίν,
Κύπριδι συμμίσγουσα καὶ Ἑρμάωνι συνοῦσα
ῥύεται ἐκ δεσμοῖο. καὶ ἢν ἑλικῶπιν ἄνασσαν
Αἰγίοχός τε Κρόνος τε τριγωνίζωσιν ὁρῶντες
οὔ φιν ἄνευ τιμῆς καὶ δόξης ἐλευθεροῖ.
Σελήνη ἐν τοῖς αὐτοῖς οὖσα ζῳδίοις καὶ ὑπὸ Ἄρεως μαρτυρουμένη ταχέως λύει ἐκ τῶν δεσμῶν τὸν εἱρχθέντα ἢ ζῶντα ἢ τελευτήσαντα.
Τὸ ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὑπογείου κέντρου ἡμικύκλιον προηγούμενον κατωφερές τε καὶ λιβυκὸν καλεῖται, τὸ δὲ ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὑπογείου κέντρου ἡμικύκλιον ἑπόμενον ἀνωφερές τε καὶ ἀπηλιωτικὸν καλεῖται. Σελήνη οὖν τυχοῦσα ἐν τῷ λιβυκῷ ἡμικυκλίῳ ὑπὸ Ἄρεως βλαπτομένη σημαίνει ἀδίκως κρατούμενον τὸν δεσμώτην καὶ πολυχρονήσοντα ἐν τοῖς δεσμοῖς, ἐν δὲ τῷ ἀπηλιωτικῷ ἡμικυκλίῳ οὖσα λύσιν ἐπαγγέλλεται. Σελήνη ἐν τοῖς λιβυκοῖς μέρεσιν ὑπὸ μὲν Ἄρεως τριγωνιζομένη, ὑπὸ δὲ Διὸς τετραγωνιζομένη λύσιν τῶν δεσμῶν σημαίνει. Σελήνη συνοδεύουσα Κρόνῳ καὶ ὑπὸ Διὸς τετραγωνιζομένη ἐξ ὁποτερουοῦν μέρους καὶ οὕτως ἐκ τῶν δεσμῶν λύει. Ἄρης τετραγωνίζων τὴν Σελήνην, ὁ δὲ Κρόνος διαμετρῶν αὐτήν, ἅμα βλάπτοντες ἐπὶ πολὺ κατέχουσιν ἐν τοῖς κακοῖς τὸν δεσμώτην. Ἐὰν δὲ ὁ μὲν Ἄρης τριγωνίζῃ τὴν Σελήνην, ὁ δὲ Κρόνος τετραγωνίζῃ, ἢ τὰ δεσμὰ συντρίψουσιν οἱ δεσμῶται ἢ τὸν τοῖχον τοῦ δεσμωτηρίου διορύξουσιν ἢ ἄλλο τι τοιοῦτον νεωτερίσουσι πρὸς τὸ ἐκφυγεῖν. Ἐξαιρέτως δὲ δεῖ ὁρᾶσθαι τὸ ὑπόγειον· τὸ γὰρ τέλος ἐκ τούτου δηλοῦται.
Περὶ νοσοῦντων
Δωροθέου ε′, 29, ἐκ τῶν Ἡφαιστίωνος γ′, 31
Σκέπτου οὖν ποῖον τῶν ιβ′ ζῳδίων κατὰ τὴν πῆξιν τῆς γενέσεως ἐκακοῦτο ὑπό τινος τῶν κακοποιῶν ἀστέρων. Καὶ ἐὰν συμβῇ γενέσθαι καὶ τὴν καταρχὴν τοῦ νοσήματος ἐν τῷ κεκακωμένῳ ἐξ ἀρχῆς ζῳδίῳ τῆς Σελήνης οὔσης, οἱ δὲ χρόνοι οἱ ἀπὸ τοῦ ὡροσκόπου ἐκβαλλόμενοι καταντήσωσιν εἴς τι ζῴδιον τοιοῦτον ὁποίῳ ἦν κατὰ τὴν πῆξιν ὁ Κρόνος ἢ ὁ Ἄρης ἢ αἱ τῶν φωστήρων ἢ τῶν κέντρων ἢ τῶν κλήρων ἀφέσεις ἐκβαλλόμεναι εἰς τὰς φθαρτικὰς τῶν κακοποιῶν ἀκτῖνας ἐμπέσωσιν, χαλεπωτάτη γίνεται ἡ νόσος. Εἰ μὲν γὰρ ἀπὸ Ἄρεως ἀπορρέοι ἢ ἀπὸ Κρόνου ῥευματισμοὶ ἔσονται ἢ νεύρων ἀλγηδών. Ἐὰν δὲ οἱ κατὰ τὴν γένεσιν κακοποιοὶ ἐν δισώμοις ὄντες ζῳδίοις, καὶ μάλιστα ἐν Διδύμοις καὶ Ἰχθύσι διὰ τὸ ταῦτα τὰ ζῴδια τετμῆσθαι ἀπ’ ἀλλήλων – ἐὰν οὖν οὕτως ἔχοντες οἱ κακοποιοὶ ὡς εἴρηται ἐξ ἀρχῆς μέσην περιέχωσι τὴν Σελήνην ἐν μὲν Διδύμοις ὄντες χειράγραν ἐπιφέρουσιν, ἐν δὲ Ἰχθύσι ποδάγραν.
Περὶ βίου καὶ κτήσεως
Δωροθέου ε′, 32 ἐκ τῶν Ἡφαιστίωνος γ′, 41
Σκοπεῖν δεῖ τὸν β′ τόπον (τουτέστι τὴν ἐπαναφορὰν τοῦ ὡροσκόπου) καὶ κατὰ τὰς τῶν χρόνων διαιρέσεις ὁρᾶν εἰς ποῖον κατέληξε ζῴδιον. Καὶ ἐὰν κατά τε τὴν ἐξ ἀρχῆς πῆξιν καὶ κατὰ τὴν τῶν χρόνων ἐπέμβασιν οἱ κακοποιοὶ συνῶσιν ἢ διαμετρῶσιν ἢ τετραγωνίζωσιν ἑκάτερον τόπον τόν τε κατὰ τὴν πῆξιν καὶ τὸν κατὰ τὴν τῶν χρόνων ἐπέμβασιν τῶν ἀγαθοποιῶν μὴ βοηθούντων μήτε κατὰ τὴν πῆξιν μήτε κατὰ τὴν πάροδον ἐλαττωθήσεται ὁ βίος καὶ ἡ περίκτησις τοῦ ἀνθρώπου ἐκείνου, ἐὰν δὲ ἔμπαλιν γένηται (τουτέστιν ἐὰν ὅ τε κατὰ πῆξιν καὶ ὁ κατὰ ἄφεσιν τῶν χρόνων ἐκπεσὼν β′ τόπος ὑπὸ ἀγαθοποιῶν συμπαρουσίας ἢ τετραγωνισμοῦ ἢ διαμετρήσεως κατά τε τὴν πῆξιν καὶ κατὰ τὴν τῶν χρόνων ἐπέμβασιν τῶν ἀστέρων μαρτυρούμενος ὠφελῆται) ἐπαύξησις ἔσται τῷ βίῳ καὶ τῇ περικτήσει τοῦ ἀνθρώπου, ἐὰν δὲ μεμιγμένα ᾖ μίξις ἔσται (τουτέστιν αὐξομείωσις τοῦ βίου).
Δεῖ οὖν παρατηρεῖν ἐν ταῖς καταρχαῖς ταῖς τῶν καθ’ ἡμέραν πράξεων τὴν Σελήνην. Εἰ γὰρ τύχοι παροδεύουσα ἐν τόποις τοιούτοις ἐν οἷς οἱ κατὰ πῆξιν κακοποιοὶ ἦσαν ἢ καὶ τετράγωνοι ἢ καὶ διάμετροι αὐτοῖς, μηδενὸς μὲν τῶν ἀγαθοποιῶν μήτε κατὰ τὴν πῆξιν μήτε κατὰ τὴν πάροδον βοηθοῦντος, τῶν δὲ κακοποιῶν κατὰ τὴν πάροδον βλαπτόντων ἤτοι κατὰ σῶμα ἢ κατὰ σχῆμα, καὶ μάλιστα τετράγωνον ἢ διάμετρον, κακίστη γίνεται ἡ καταρχὴ ἐκείνη καὶ κλιμακτηριώδης, ἐὰν δὲ ἔμπαλιν ᾖ (τουτέστιν ἐὰν ἡ Σελήνη τύχῃ ἐν τῇ καταρχῇ παροδεύουσα ἐν τοῖς τῶν ἀγαθοποιῶν κατὰ τὴν πῆξιν τόποις ἢ ἐν τοῖς τετραγώνοις ἢ ἐν τοῖς διαμέτροις αὐτῶν, μηδενὸς μὲν τῶν κακοποιῶν μήτε κατὰ τὴν πῆξιν μήτε κατὰ τὴν πάροδον βλάπτοντος, τῶν δὲ ἀγαθοποιῶν κατὰ τὴν πάροδον ὠφελούντων ἤτοι κατὰ συμπαρουσίαν ἢ κατὰ σχῆμα, καὶ μάλιστα τὸ τετράγωνον) καλλίστη γίνεται ἡ καταρχὴ ἐκείνη καὶ ἐπιτευκτική, ἐὰν δὲ μεμιγμένα ᾖ ἐν τούτοις τὰ προειρημένα σχήματα ἐκ τῶν ὠφελούντων καὶ βλαπτόντων μίξις ἔσται καὶ τῶν δηλουμένων ὑπὸ τῆς καταρχῆς ἔκ τε ἀγαθοῦ καὶ κακοῦ κατὰ τὴν ἔκβασιν.
ἐκ τῶν Ἡφαιστίωνος γ′, 20 (fr. 95 Stegemann)
Εἰ δὲ ἴδῃς καὶ τὰς γενέσεις τούτων οἷς συντυχεῖν θέλεις,
καὶ δ’ ὅταν ἐξ ὥρης κυκλώμενον ἔν τινι ζῴῳ
κείμενον εἰς ἐνιαυτόν, ἔχῃ δ’ ἐν τῷδε Σελήνην,
ᾧτινι συμβαλέεις μάλα κεν πεφιλήσεαι αὐτῷ.
ἢν ἔτος ἀμφοτέροισιν ὁμοῦ πέσῃ εἰς ἕνα χῶρον
σύμφωνον, τὸ δ’ ὅμοιον ἐπὶ ζῴων ἀκουόντων
ἦν ἢ δερκομένων, ἀριθμὸς δέ κεν ἐν χρόνῳ εὖτε
ζῳδίῳ φιλίης ἐκλειπτικὸς οὐ παροδεύῃ.
εὖτε δέ περ μέλλῃς φιλίας ξυνδήμεναι ἀρχήν
πρῶτα μὲν ἀλλήλοις εὐσύνδετα φῶτά τοι ἔστω
καὶ δ’ ἀγαθοὶ τούτοις ἐπιμάρτυρες, οἱ δ’ ὀλοεργοί
εἶεν ἀπόστροφοι· μᾶλλον γάρ γε μέν ἐστι κακίων
Ἄρης Ἠέλιός τε ἐναντίος ἢ τετράγωνος
εἴη, ἀτὰρ Φαίνων ὁπόταν λευκάντυγα Μήνην
καὶ δ’ αὔτως συνίδησι. ἄμεινον ἐπεί κε πέλοιεν
ἀστέρες ὀρφναῖοι θέσιας λελαχόντες ἀγαυάς
αἱρεσίεσσι γάνυνται.
Περὶ κριτηρίων καὶ ἐκκλήτου καὶ νίκης καὶ ἥττης
Δωροθέου ε′, 33 ἐκ τῶν Ἡφαιστίωνος γ′, 38 [CCAG V, 3, p. 80-82, Codices Vaticani, F.76]
Ἐκτεθείσθω δὲ καὶ τὰ παρὰ Δωροθέῳ περὶ τούτων εὐεπείας χάριν καὶ μνήμης.
ναὶ μὴν εἰς κρίσιας περινεικέας ὀρνυμένοισι
ὧδε σύ κεν χατέουσιν ἀληθείην ἀγορεύσεις.
λάμβανε δ’ ἐκ ζῴοιο κατήγορον ὡρονομοῦντος,
κἢν μὲν ἔοι στερεὸν γνώμην ἣν ἔσχε φυλάξει,
ἐκ δέ νυ τῶν ἃ δίσωμα φατίζεται ἐκ μετανοίης
τρέψεται ἐξ ἑτέροιο καὶ εἰς ὁδὸν ἵξεται ἄλλην,
ζῴοις δ’ ἐν τροπικοῖς ἀτελὴς τοῦδ’ ἔσσεται ὁρμή.
[Tὸ CCAG ἀντί τῶν στίχων παραθέτει τὸ κείμενον:
Ἐκκείσθω δὲ καὶ τὰ ἐκ τῶν ἐπῶν τοῦ Δωροθέου μεταφρασθέντα οὕτως. Ἔστω ὁ κατηγορῶν ὁ ὡροσκόπος καὶ ἐὰν μέν ἐστι τὸ τοῦ ὡροσκόπου ζῴδιον στερεόν, ἔσται ὁ κατηγορῶν ἀμετάτρεπτος καὶ ἐπίμονος· ἐὰν δὲ δίσωμον, ἐν μετανοίᾳ γενόμενος εἰς ἑτέραν ἔννοιαν ἥξει· ἐὰν δὲ τροπικόν, ἀσυντέλεστος αὐτοῦ γίνεται ἡ ὁρμή·]
Ἐὰν δὲ τὸν ὡροσκόπον ὁ Ἄρης βλάπτῃ καταισχυνθήσεται ὁ ἐνάγων, ἐὰν δὲ Ἑρμῆς μετά τινος ἀγαθοποιοῦ ὡροσκοπῇ χρήματα λαβὼν ὁ ἐνάγων σιγήσεται, ἐὰν δὲ τὸν ὡροσκόπον ὁ Κρόνος βλάπτῃ ζημιωθήσεται ὁ κατήγορος. Τὸ δὲ μεσουράνημα ἔστω ὁ κριτής, καὶ ἐὰν τὸ μεσουράνημα βλάπτηται ὑπὸ κακοποιοῦ τότε οἱ κριταὶ μὴ συμφωνήσαντες ἀλλήλοις διαστήσονται καὶ ἔσται ἀναβολὴ τῆς δίκης, εἰ δὲ καὶ συμφωνήσουσιν οἱ κριταὶ ὅμως ἀβέβαιος αὐτῶν ἡ κρίσις καὶ ἡ συμφωνία καὶ ἐκστραφήσεται. Ὁ δὲ Κρόνος μεσουρανῶν αἴτιός ἐστιν ἀδικοκρισίας, οἱ δὲ ἀγαθοποιοὶ μεσουρανοῦντες ποιοῦσι δικαιοκρισίαν. Τὸ δὲ δῦνον ἔστω ὁ ἐναγόμενος, καὶ ἐκ τῶν εἰρημένων ἐπὶ τοῦ ὡροσκόπου σχηματισμῶν τῶν ἀστέρων σκέπτου ἀναλόγως τὸ αὐτὸ καὶ ἐπὶ τοῦ δύνοντος καὶ κατηγορουμένου. Ἐὰν δὲ ὁ Ἑρμῆς μετά τινος τῶν κακοποιῶν βλάψῃ τὸ δῦνον ἔσται ὁ ἐναγόμενος ἐπὶ διαβολῇ ἢ καί τις μάρτυς ἐλθὼν καταμαρτυρήσει αὐτοῦ. Τὸ δὲ τέλος τῆς δίκης ἔσται ἐκ τοῦ ὑπογείου.
Σκοπεῖν δὲ δεῖ τοὺς οἰκοδεσπότας τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος ὁποῖος αὐτῶν ὕπαυγος τοῦ ἑτέρου ἀνατολικοῦ ὄντος· κακὰ γὰρ σημαίνει τῷ οἰκείῳ αὐτοῦ προσώπῳ. Ἐὰν δὲ ἄμφω ὦσιν ὕπαυγοι ἔσται ἀνακωχὴ τῆς δίκης πρὸς χρόνον καὶ πάλιν ὕστερον δικασθήσεται, ἐὰν δὲ ἄμφω ἀνατολικοὶ ὦσι διαλλαγήσονται οἱ μαχόμενοι. Οἱ δὲ ἀγαθοποιοὶ τῶν ἀστέρων οἷστισιν ἂν συνοικειωθῶσι δικαίαν νίκην παρέχουσιν, οἱ δὲ κακοποιοὶ τῶν ἀστέρων κἂν ἔξαυγοι ὦσιν, ἐν ἀλλοτρίοις δὲ καὶ ἀνοικείοις τόποις ὄντες, αἴτιοι γίνονται ἥττης. Οἱ δὲ κακοποιοὶ ἰδιοτοποῦντες καὶ ἐπίκεντροι καὶ ἀνατολικοὶ ὄντες ἄδικον νίκην παρέχουσι τῷ οἰκείῳ αὐτῶν προσώπῳ. Σκοπεῖν δὲ χρὴ τόν τε δεύτερον τόπον καὶ τὸν ὄγδοον καὶ τὰς τῶν ἀστέρων πρὸς αὐτοὺς μαρτυρίας ἵνα γνῶμεν τοὺς βοηθοῦντας ἑκατέρῳ προσώπῳ· ὁ μὲν γὰρ δεύτερος τοῦ διώκοντος ἐμφαίνει τοὺς συμμάχους, ὁ δὲ ὄγδοος τοῦ φεύγοντος. Οἱ δὲ ἀγαθοποιοὶ οἷς ἂν ἐπαναφέρωνται ἐκεῖνοι κρειττόνως ἀπαλλάξουσιν, οἱ δὲ κακοποιοὶ χειρόνως. Σκοπεῖν δὲ χρὴ καὶ τὸν τοῦ μεσουρανήματος δεσπότην· οὗτος γὰρ ᾧτινι συνοικειωθῇ προσώπῳ ἤτοι τῷ διώκοντι ἢ τῷ φεύγοντι ἢ μαρτυρηθῇ ὑπ’ αὐτοῦ ἢ τοὺς τόπους καταλλάξῃ μετ’ αὐτοῦ ἢ ὑπὸ ἑνὸς ἀστέρος οἰκοδεσποτηθῇ ἢ εἰς τοὺς τόπους ᾖ αὐτοῦ τοῦτον μᾶλλον τοῦ ἑτέρου ἐν εὐελπιστίᾳ εἶναι ποιεῖ.
Οὐ χρὴ δὲ ἐκ μόνων τῶν τεσσάρων κέντρων περὶ τῶν τοιούτων καταστοχάζεσθαι, ἀλλὰ δεῖ καὶ τὴν Σελήνην ὁρᾶν πῶς διάκειται καὶ ἔτι τὰς ἀπορροίας καὶ τὰς συναφὰς αὐτῆς. Ἑὰν δὲ σινωθείσης τῆς Σελήνης οἱ κακοποιοὶ αὐτὴν ἐφορῶσι κακὸν σημεῖον τῷ διώκοντι· οὐ γὰρ μόνον ἡττηθήσεται, ἀλλὰ καὶ ὑβρισθήσεται καὶ βλαβήσεται. Ἡ Σελήνη ὅταν ᾖ συνοδικὴ ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τότε ὁ ἰσχυρότερος νικήσει τὸν ταπεινότερον. Ἐὰν δὲ χρηματικὴ ᾖ ἡ δίκη οὕτω δεῖ σκοπεῖν. Σελήνη αὐξιφωτοῦσα ἔστω ὁ δανειστής, ὁ δὲ Ἥλιος ὁ ὀφειλέτης, ἐὰν δὲ ἡ Σελήνη λήγῃ ἀνάπαλιν ὁ μὲν Ἥλιος ἔστω ὁ δανειστής, ἡ δὲ Σελήνη ὁ χρεώστης. Ὅστις οὖν ἐκ τῶν δύο κεῖται ἐν κρείττονι τόπῳ καὶ οἰκειοτοπεῖ μᾶλλον τοῦ ἑτέρου καὶ ἀγαθύνεται μᾶλλον ἐκεῖνος τὸ οἰκεῖον πρόσωπον ἀπεργάζεται ἰσχυρότερον τοῦ ἑτέρου.
Δεῖ δὲ καὶ τὸν τῆς τύχης κλῆρον σκοπεῖν καὶ τὸν οἰκοδεσπότην τοῦ κλήρου· εἰ μὲν γὰρ τῷ ὡροσκόπῳ προσνεύσει ὁ διώκων ἰσχυρότερος ἔσται, εἰ δὲ τῇ δύσει ὁ φεύγων. Ἐὰν δὲ ὁ κλῆρος τετραγωνίζῃ τόν τε ὡροσκόπον καὶ τὸ δῦνον, εἰ μὲν ὑπὸ γῆν εἴη διαλλαγήσονται αὐτοὶ καθ’ αὑτοὺς οἱ μαχόμενοι, εἰ δὲ μεσουρανοίη οἱ κριταὶ αὐτοὺς διαλλάξουσιν.
Εὖτε δ’ ἂν ἄμφω
ὥρης καὶ δύσιος γίνοιντό κεν ἐνὶ ἑνὶ ζῴῳ
ἐρχόμενοι βασιλῆες ἐν οἰκείοισι προσώποις
φράζεο νείκεα ταῦτα. καὶ Ἑρμείαο μὲν ὄντος
ζῳδίου πρὸς τέκνον ἢ ἐν τέκνοιό γε τάξει
κείμενον, εἰ Παφίης δὲ τύχῃ κατέναντα γυναικῶν
ἢ καὶ ἀδελφειῆς προσκηδέος ἠὲ θυγατρός
ἠέ νυ θηλυτέρης ξυνὸν λέχος ἥτε λέλογχεν,
εἰ δ’ ἄρ’ Ἐνυαλίου οἴκους …
Ἡ μάχη ἢ ἀδελφῶν πρὸς ἀλλήλους ἢ ἀνεψιῶν ἢ τῶν τοιούτων,
ὅτε δ’ αὖτε πέλει τόπος Αἰγιόχοιο
ἤτοι πρεσβυτέροισιν ὁμαίμοσι δηριόωσιν
ἢ θείοις, ἐν δ’ αὖτε Κρόνου γενέτας κεν ἐφεύρῃς
ἢ πάππους ἢ τοῖσιν ἐοικότας ἔκ τε χρόνοιο
ἔκ τε γένους, τὰ δ’ ὅμοια καὶ Ἠελίου ἐν χώρῳ,
ἔν τε Σεληναίης ἢ μητέρας ἢ μητρυιάς.
[Tὸ CCAG ἀντί τῶν στίχων παραθέτει τὸ κείμενον:
Ἐὰν δὲ οἱ κύριοι τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος τύχωσιν ὄντες ὁμοῦ ἐν ἑνὶ ζῳδίῳ, οἱ δικαζόμενοι οἰκεῖοι ἔσονται ἀφ’ αἵματος ἀλλήλοις. Καὶ εἰ μὲν εἴη Ερμαϊκὸν τὸ ζῴδιον τὸ ὑποδεξάμενον τοὺς δεσπότας τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος, ἔσται πατὴρ τέκνῳ δικαζόμενος ἢ πάππος ἐγγόνῳ ἢ τοιαῦτα πρόσωπα· ἐὰν δὲ Ἀφροδισιακόν, ἔσται ἡ δίκη ὴ ἀνδρὸς πρὸς γαμετὴν ὴ ἀδελφοῦ πρὸς ἀδελφὴν ὴ πατρὸς πρὸς θυγατέρα ὴ τοιαῦτα· ἐὰν δὲ Ἄρεως ᾖ τὸ ζῴδιον, ἔσται ἡ μάχη ἀδελφῶν πρὸς ἀλλήλους ἢ ἀνεψιῶν ἢ τῶν τοιούτων· ἐὰν δὲ Διὸς, ἔσται ὁ δικαζόμενος ἤτοι πρεσβυτέρῳ ὴ ἀδελφῷ ἢ θείῳ ἢ τὰ ὅμοια τούτοις· ἐὰν δὲ Κρονικόν, ἔσται ἡ δίκη πρὸς πατέρας ἢ πάππους ὴ μοναχοὺς ὴ εὐνούχους ἢ τοιούτους· ἐὰν δὲ Ἡλιακόν, πρὸς πατέρας ἢ ἐνδοξοτέρους· ἐὰν δὲ Σεληνιακόν, πρὸς μητέρας ἢ θείας ἢ τοιαύτας· ἐὰν δὲ οἱ τῶν κέντρων δεσπόται μὴ ὦσιν ὁμοῦ ἐν ἑνὶ ζῴδίῳ, δηλονότη ἀλλότριοι ἔσονται ἀλλήλων οἱ μαχόμενοι.]
Περὶ ἀπωλείας πράγματος καὶ εἰ εὑρεθήσεται τὸ ἀπολωλός
Δωροθέου ε′, 35 ἐκ τῶν Ἡφαιστίωνος γ′, 42–46
Καὶ ἐνταῦθα τὰ τοῦ Δωροθέου ἔπη περὶ τούτων μεταφράσαντα δεῖ ἐκθεῖναι ἐπειδὴ βέλτιον τῶν ἄλλων εἰσὶν ἐκκείμενα. Ἥλιος, φησίν, καὶ Σελήνη ἀλλήλους τριγωνίζοντες ῥᾳδίαν εὕρεσιν τοῦ ἀπολομένου δηλοῦσιν. Ἐὰν δὲ τετράγωνοι ὦσιν ἀλλήλοις δύσκολον τὴν εὕρεσιν τοῦ ἀπολομένου μηνύουσιν, καὶ ἐξ ἄλλου εἰς ἄλλον μετακομισθήσεται τὸ ἀπολωλός. Εἰ δὲ διαμετροῦσιν ἀλλήλους Ἥλιος καὶ Σελήνη μηνυθήσεται μὲν τὸ ἀπολωλός, οὐκ εὐκόλως δὲ ἀνακομισθήσεται. Ἐὰν δὲ κενοδρομῇ ἡ Σελήνη (τουτέστιν εἴσω τῶν ρκ′ μοιρῶν οὖσα μὴ συνάπτῃ τινὶ τῶν ἀστέρων σωματικῶς) βραδεῖαν τὴν εὕρεσιν ὑποφαίνει. Σελήνη τῷ ἰδίῳ οἰκοδεσπότῃ συνοδεύουσα εὕρεσιν ὑποφαίνει, καὶ μάλιστα τοῦ Ἡλίου ἢ τοῦ Διὸς ὁρῶντος αὐτήν. Τὸ δωδεκατημόριον τῆς Σελήνης ὅταν ἐκπέσῃ εἰς τὸν ὡροσκόπον ἢ εἰς τὸ μεσουράνημα ἢ εἰς τὸν Ἥλιον ἢ εἰς τὸν τῆς Σελήνης οἰκοδέκτορα ἢ εἰς τὸν ποιοῦντα φάσιν ἀνατολικὴν ἔγγιστα εὑρεθήσεται τὸ ἀπολωλός.
Σελήνη ἐν τῷ ϛ′ τόπῳ ἢ τῷ δύνοντι οὖσα ἀνεύρετον ποιεῖ τὸ ἀπολωλὸς εἰ μὴ ὁ Ἥλιος μαρτυρήσῃ αὐτῇ. Σελήνη ἐν τοῖς ἐκλειπτικοῖς οὖσα συνδέσμοις δυσεύρετον ποιεῖ τὸ κλέμμα. Ἥλιος καὶ Σελήνη ὑπὸ γῆν τυχόντες ἀφανίζουσι τὸ ἀπολωλός. Ἥλιος σὺν τῷ κλήρῳ τῆς τύχης ὢν ἢ ἐπιβλέπων αὐτὸν ταχέως τὸ ἀπολωλὸς φανερὸν ποιεῖ. Σελήνη ἄνευ τοῦ Ἡλίου τὸν κλῆρον τῆς τύχης ὁρῶσα οὐ ταχεῖαν μηνύει τὴν εὕρεσιν. Ἐὰν δὲ μήτε ὁ Ἥλιος μήτε ἡ Σελήνη τὸν τῆς τύχης κλῆρον βλέπῃ οὐδέποτε εὑρεθήσεται τὸ κλέμμα. Σελήνη ὡροσκοποῦσα ταχεῖαν εὕρεσιν δηλοῖ. Σελήνη ὑπὸ τὰς τοῦ Ἡλίου αὐγὰς οὖσα καὶ ἀφώτιστος παντελῶς ἀφανίζει τὸ κλέμμα. Ἥλιος καὶ Σελήνη ἅμα ὡροσκοποῦντες οὐ μόνον τὸ κλέμμα μηνύουσιν ἀλλὰ καὶ τὸν κλέπτην. Ἥλιος καὶ Σελήνη τὸν ὡροσκόπον τετραγωνίζοντες δυσεύρετον τὸ ἀπολωλὸς ποιοῦσιν· ἢ γὰρ μάχη τις γίνεται ἢ παρολκή. Ἡλίου ὡροσκοποῦντος μὴ ἐν τῷ ἐναντίῳ ἑαυτοῦ τριγώνῳ (τουτέστι Ζυγῷ, Ὑδροχόῳ, Διδύμοις) εὑρετικὸς γίνεται, ἐὰν δὲ ἐν τούτοις ὡροσκοπῇ ἀνεύρετον δηλοῖ τὸ κλέμμα.
Ἐφ’ ὧν δὲ οἴδαμεν τὰς γενέσεις οὕτω δεῖ στοχάζεσθαι. Ἐὰν δὲ ἡ Σελήνη τύχῃ ἐν τόπῳ τοιούτῳ οὖσα ἐν ᾧ τις κακοποιὸς κατὰ τὴν ἐξ ἀρχῆς πῆξιν τῆς γενέσεως ἦν οὐχ εὑρεθήσεται τὸ κλέμμα, ἐὰν δὲ ἐν ἀγαθοποιοῦ τόπῳ τῷ κατὰ τὴν πῆξιν εὑρεθῇ ἡ Σελήνη εὕρεσιν ἐμφαίνει. Ἐὰν δὲ ἡ καταρχὴ ἐμφαίνῃ εὕρεσιν δεῖ σκέψασθαι καὶ πότε εὑρεθήσεται οὕτως. Λαβὼν ἀπὸ τοῦ ὡροσκόπου ἕως τοῦ Ἡλίου τὴν τῶν ζῳδίων ποσότητα, καὶ πάλιν ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς Σελήνης τὴν τῶν ζῳδίων ποσότητα, μίξον τὸν ἀριθμόν, καὶ ὁπόσος ἂν εὑρεθῇ ἐκ τῶν δύο ἀριθμῶν λέγε ὅτι μετὰ τοσαύτας ἡμέρας ἢ μετὰ τοσούτους μῆνας ἢ μετὰ τοσαῦτα ἔτη εὑρεθήσεται τὸ ἀπολωλός– καὶ τότε δὲ ἐὰν ἀγαθοποιὸς μαρτυρῇ, ἐὰν δὲ κακοποιὸς οὐκέτι εὑρίσκεται.
Καὶ οὕτω δὲ δεῖ σκέπτεσθαι περὶ τῶν τοιούτων. Ἔστω ὁ μὲν ὡροσκόπος τὸ κλαπέν, τὸ δὲ μεσουράνημα ὁ ζητῶν, τὸ δὲ δῦνον ὁ κλέψας, τὸ δὲ ὑπόγειον ὁ τόπος ἔνθα τὸ κλαπὲν ἀπεκόμισεν ὁ κλέπτης. Ἑὰν οὖν ἀγαθοποιοὶ τὸν ὡροσκόπον ὁρῶσιν ἢ συνῶσιν εὑρεθήσεται τὸ ἀπολωλός. Ἐκ δὲ τοῦ δύνοντος ζῳδίου ἢ ἀστέρος ἢ τοῦ οἰκοδεσπότου αὐτοῦ ἢ τῶν μαρτυρούντων αὐτῷ στοχάζου τὸ εἶδος καὶ τὸν τρόπον τοῦ κλέπτου. Τὸν δὲ μεσουρανοῦντα ἀστέρα σκέπτου, καὶ ἐὰν μὲν ᾖ ἐν ἰδίοις τόποις ἴδιον αὐτοῦ ἐστιν ὅπερ ζητεῖ κτῆμα καὶ οὐκ ἀλλότριον, ἐὰν δὲ ἐν ἀλλοτρίοις τόποις ᾖ οὐ ζητεῖ οἰκεῖον κτῆμα ἀλλὰ ἀλλότριον. Τὸ δὲ ὑπόγειον ἐὰν μὲν ᾖ δίσωμον γίνωσκε ὅτι ἐξετέθη τὸ κλαπὲν ἤτοι εἰς ἀδελφοὺς ἤ τινας συγγενεῖς, εἰ δὲ οὐκ ἔστι δίσωμον εἰς ἕνα μόνον ἐξετέθη τὸ κλαπέν, καὶ ἐὰν μὲν ἀρσενικὸν ᾖ τὸ ὑπόγειον ζῴδιον εἰς ἀρσενικὸν πρόσωπον κεῖται, ἐὰν δὲ θηλυκὸν εἰς θηλυκόν, καὶ ἐπὶ τῶν δισώμων ὡσαύτως. Ἀλλὰ καὶ τὸ δῦνον οὕτω δεῖ σκέπτεσθαι εἴτ’ ἄρρεν ἢ θῆλυ ἢ δίσωμον ἢ οὔ.
Ἥλιος καὶ Σελήνη τῷ ὑπὸ γῆν μαρτυροῦντες εἰς συγγενεῖς λέγουσι κεῖσθαι τὸ ἀπολωλός. Ἐὰν δὲ τὸ ὑπόγειον ζῴδιον κάθυγρον ᾖ παρὰ λίμνην ἢ παρὰ ποταμὸν ἢ παρὰ φρέαρ ἐξετέθη, ἐὰν δὲ τετράπουν ᾖ τὸ ὑπόγειον εἰς ἐπαύλεις ἢ σηκοὺς ἐξετέθη τὸ κλέμμα, ἐὰν δὲ ἀνθρωπόμορφον ᾖ τῶν μὲν ἀγαθοποιῶν ὁρώντων ἐν καθαρῷ καὶ ἁγνῷ τόπῳ κεῖται, τῶν δὲ κακοποιῶν Ἄρεως μὲν παρὰ χαλκείῳ ἢ μαγειρείῳ, Κρόνου δὲ παρὰ δουλικῷ προσώπῳ ἢ ἐν σκοτεινῷ τόπῳ ἢ ὑγρῷ ἢ ῥυπαρῷ ἢ ὑψηλῷ. Ἑὰν δ’ ὁ Ζεὺς ᾖ ὑπὸ γῆν παρὰ εὐγενικῷ κεῖται προσώπῳ, ἐὰν δ’ ὁ Ἄρης ὑπὸ γῆν ᾖ ἀπελεύθερός ἐστιν ὁ τὸ κλέμμα φυλάσσων, ἐὰν δὲ ἡ Ἀφροδίτη ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, εἰ μὲν ἕως τῶν εἴκοσι μοιρῶν ἀπέχει τοῦ κέντρου γνῶθι ὅτι εἰς γυναῖκα ἐλευθέραν καὶ ἔνδοξον ἐξετέθη, εἰ δὲ ἀπὸ μοιρῶν εἴκοσιν ἕως τριάκοντα εἰς δούλην γυναῖκα ἢ ἀπελευθέραν, ἐὰν δ’ ὁ Ἑρμῆς ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, εἰ μὲν ἕως τῆς πρώτης δεκαμοιρίας ἀφίσταται τοῦ κέντρου λέγε ὅτι εἰς εὐγενῆ καὶ πλούσιον ἐξετέθη, εἰ δὲ ἕως τῆς δευτέρας δεκαμοιρίας εἰς ἐλεύθερον μέν, ἀλλὰ πένητα, εἰ δὲ ἕως τῆς τρίτης εἰς δοῦλον ἢ εἰς μισθωτόν.
Ὁ Ἥλιος ὁρῶν τὸν τῆς τύχης κλῆρον εὔκολον τὴν εὕρεσιν ἐμφαίνει, ἡ δὲ Σελήνη μόνη ἄνευ τοῦ Ἡλίου τὸν κλῆρον ὁρῶσα δύσκολον μηνύει τὴν εὕρεσιν, ἐὰν δὲ μηδέτερος τῶν φωστήρων ὁρᾷ τὸν τῆς τύχης κλῆρον οὔτε τὸ ἀπολωλὸς κτῆμα εὑρεθήσεται οὔτε ὁ δοῦλος εἴπερ φεύγει. Σελήνη ἐν ταῖς ἐσχάταις οὖσα μοίραις τοῦ ζῳδίου τὸ κλαπὲν ἐξ ἄλλου τόπου εἰς ἄλλον μετατίθησι. Ἥλιος πρὸς τὴν Σελήνην τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος τὸν κλέπτην φανερὸν ποιεῖ. Ἐὰν δὲ τῶν μὲν ἀπὸ τοῦ Ἡλίου σημείων εὕρεσιν φαινόντων ἐξ ἄλλων δὲ σημείων ἀνεύρετον στοχάζηται, παρολκήν τινα χρόνου λαβὸν τὸ κλαπὲν ὕστερον εὑρεθήσεται· ἡ γὰρ τοῦ Ἡλίου δύναμις ἰσχυροτάτη οὖσα καὶ τὰ ἐξ αὐτοῦ σημεῖα βεβαιότερα παρέχει. Ἥλιος πρὸς τὸν ὡροσκόπον τρίγωνος ἢ τετράγωνος ἢ διάμετρος τὰ αὐτὰ σημαίνει ὅσα καὶ σὺν τῇ Σελήνῃ ὢν ἐσήμανεν (τουτέστι τετράγωνος, τρίγωνος, διάμετρος). Ὅσα δὲ περὶ τῶν κλεπτόντων εἴρηται τοσαῦτα καὶ περὶ τῶν δραπετευόντων δούλων δεῖ σκοπεῖν.
– Τί τὸ ἀπολεσθέν
Σελήνη ἐν ὁρίοις Κρόνου οὖσα τοῦ Κρόνου ὄντος εἴτε ἐν Ζυγῷ ἢ ἐν τῷ μεσουρανήματι, τίμιον οὐκ ἔσται τὸ ἀπολωλὸς ἀλλὰ παλαιὸν ἢ ῥυπαρόν, τοῦ δὲ Κρόνου ὄντος εἰς ἓν τῶν ἀποκλιμάτων ἢ ἐν Κριῷ ἄτιμον καὶ εὐτελὲς καὶ ῥυπαρὸν καὶ παλαιὸν ἀπώλετο, ἐὰν δὲ πρὸς τούτοις καὶ αὐτὸς ὁ Κρόνος μαρτυρῇ τῇ Σελήνῃ ἔσται τὸ κλαπὲν τραχὺ καὶ ἁρμόζον ἔργοις σκληροῖς οἷον δίκελλα, σάκκος, σχοινίον, δρέπανον. Σελήνη ἐν ὁρίοις Διὸς τὸ κλέμμα δηλοῖ χρυσὸν ἢ ἄργυρον ἢ ἐσθῆτα πολυτελῆ ἢ κειμήλιόν τι ἔνδοξον. Σελήνη ἐν ὁρίοις Ἄρεως δηλοῖ τὸ κλαπὲν εἶναι τὸ συντεῖνον εἰς ἐργασίαν διὰ πυρὸς ἢ σιδήρου ἤ τινος τοιούτου, ἐὰν δὲ τούτων ὄντων καὶ ὁ Ἄρης ἢ ὁ Ἑρμῆς βλέψῃ ἔσται τὸ κλαπὲν εὔμορφον, ἐράσμιον, ποικίλως καὶ εὐτέχνως εἰργασμένον, ἐὰν δὲ ἄνευ τοῦ Ἄρεως ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη ἴδωσι τὴν Σελήνην τερπνόν τι καὶ καλὸν καὶ εὔχρουν ἀπώλετο. Σελήνης ἐν ὁρίοις Ἀφροδίτης οὔσης ἔσται τὸ ἀπολωλὸς χρυσὸς ἢ ἄργυρος ἢ λίθοι τίμιοι ἢ ἱμάτια ποικίλα καὶ πολύτιμα ἢ ἐνώτια ἢ περιτραχήλια ἢ ψέλλια καὶ ἁπλῶς γυναικεῖα κόσμια εὐωδιάζοντα ἢ μύρα καὶ ἀλείμματα, ἐὰν δὲ πρὸς τούτοις καὶ ἡ Ἀφροδίτη καὶ ἡ Σελήνη ἐν θηλυκοῖς ὦσι ζῳδίοις κτήματα γυναικὸς ἀπώλοντο, ἐὰν δὲ καὶ ὁ Ἄρης μαρτυρῇ τῇ Ἀφροδίτῃ ὑέλινα ἔργα τορευτά, ποικίλα, εὔμορφα δηλοῦται. Σελήνη ἐν ὁρίοις Ἑρμοῦ, γραμματεῖα, βίβλοι, νομίσματα, τόμοι ἢ χρήσιμόν τι τοῖς ὁδοιποροῦσιν ἐκλάπη.
Ἵνα δὲ βεβαιότερον δυνώμεθα περὶ τούτων καταστοχάζεσθαι δεῖ καὶ τὰς τῶν ζῳδίων φύσεις ὁρᾶν οὕτως. Σελήνης ἐν Κριῷ ἱμάτια, νήματα, ἔρια, τάπητας, κεφαλοδέσμια λέγε τὰ ἀπολωλότα, Σελήνης ἐν Ταύρῳ χρυσός, ἄργυρος, ἐσθής, μαφόριον, περιτραχήλιον ἀπώλετο ἢ πρόβατα ἢ καὶ κτήνη τετράποδα, Σελήνης ἐν Διδύμοις νομίσματα, συμβόλαια, χάρται, εἰκόνες καὶ ὅσα χρήσιμα εἰς εὐωχίαν, Σελήνης ἐν Καρκίνῳ καὶ Αἰγοκέρωτι τὰ τοῖς ἀνθρώποις ἐφήμερα οἷον τρόφαιον ἢ ὑγρόν τι εὐτελὲς καὶ ὀλίγον, Σελήνης ἐν Λέοντι καὶ Ὑδροχόῳ χρυσᾶ ἔργα ἢ ἀργυρᾶ ἢ χαλκᾶ, Σελήνης ἐν Παρθένῳ κόσμια καὶ νομίσματα ἀπώλοντο, Σελήνης ἐν Ζυγῷ ἀρώματα, ἀλείμματα, μύρα καὶ ὅσα σταθμῷ πιπράσκεται καὶ ὅσα σύνθετα, χειρόπλαστα οἷον τροχίσκοι, θυμιάματα ἢ τορευτά τινα ἀπώλοντο, Σελήνης ἐν Σκορπίῳ χρυσός, ἄργυρος, χαλκός, λίθοι τίμιοι καὶ ὅσα τούτοις ὅμοια ἀπώλοντο, Σελήνης ἐν Τοξότῃ καὶ Ἰχθύσι ποικίλα, πολυειδῆ, εὐμεγέθη, εὐκατασκεύαστα.
Σελήνης αὐξιφωτούσης καὶ τοῖς ἀριθμοῖς προστιθείσης νεοκατασκεύαστα δηλοῖ καὶ καινά, εἰ δὲ λήγει καὶ τοῖς ἀριθμοῖς ἀφαιρεῖ παλαιὰ δηλοῖ τὰ ἀπολεσθέντα. Ἐὰν ζῴδιον δίσωμον ὡροσκοπῇ ἢ διπλοῦν τι καὶ συνεζευγμένον ἀπώλετο ἢ δύο τινά. Ἀλλὰ καὶ ἡ Σελήνη ἐν δισώμῳ οὖσα τὸ αὐτὸ θεσπίζει. Ἀπὸ τῆς ἐποχῆς τῆς Σελήνης ἕως τῆς τοῦ Ἑρμοῦ ἐποχῆς λαβὼν τὸ τῶν μοιρῶν διάστημα σκέπτου πόσων ζῳδίων ἐστὶν ὁ τῶν μοιρῶν ἀριθμός, καὶ εἰ μὲν ἄρτια ὦσι τὰ ζῴδια οὐχ ἓν μόνον ἀπόλλυται ἀλλὰ πλείω, εἰ δὲ περισσὰ ἓν μόνον ἀπόλλυται.
– Τίς ὁ κλέπτης
Ἐὰν τὸν ὡροσκόπον ὅ τε Ἥλιος καὶ ἡ Σελήνη βλέπωσιν ἐκ τοῦ οἴκου τὸν κλέπτην εἶναι θεσπίζουσιν, ἐὰν δὲ μόνος ὁ εἷς φωστὴρ βλέπῃ τὸν ὡροσκόπον ἔξωθεν μὲν τὸν κλέπτην εἶναι καὶ οὐχὶ τοῦ οἴκου τινὰ ἀλλ’ ὅμως τῶν ἐπιμισγομένων συχνῶς τῷ οἴκῳ, ἐὰν δὲ μηδέτερος τῶν φωστήρων βλέπῃ τὸν ὡροσκόπον ξένον καὶ ἀλλοδαπῆ λέγε τὸν κλέπτην.
Τὴν δὲ τοῦ κλέπτου μορφὴν καὶ ἰδέαν ἐκ τῶν ἀστέρων γνωσόμεθα καὶ πρῶτον μὲν καὶ προηγουμένως ἐκ τοῦ ὄντος ἐν τῇ δύσει ἀστέρος, εἰ δὲ μηδένα ἔχει τὸ δῦνον ἐκ τοῦ ὄντος ἐν τῷ θ′ τόπῳ ἀστέρος, εἰ δὲ μηδ’ ἐνταῦθα εἴη τις ὁ ἐν τῷ ιβ′ τόπῳ ὢν ἀστὴρ δηλώσει, εἰ δὲ μὴ ἐνταῦθα εἴη τις ὁ ἐπέχων τῇ Σελήνῃ σωματικῶς ἤγουν συνάπτων αὐτῇ, εἰ δὲ μηδεὶς κολλᾷ τῇ Σελήνῃ σκέπτου τίς πρὸ ἐπτὰ ἡμερῶν τῆς κλοπῆς φάσιν τινὰ ἢ στηριγμὸν ἐποίησεν ἢ ἀπὸ ζῳδίου εἰς ζῴδιον μετῆλθε καὶ ἐξ ἐκείνου τοῦ ἀστέρος γνώσῃ τὴν τοῦ κλέπτου μορφήν τε καὶ ἰδέαν.
– Περὶ τῆς ἰδέας τῶν κλεπτῶν
Ἐὰν ὁ τοῦ Διὸς ἀστὴρ δηλοῖ τὸν κλέπτην ἔσται λευκόξρους, εὐέκτης, μεγαλόφθαλμος, μικρὰς τὰς κόρας ἔχων, οὐκ ὀξυδορκῶν, ἀγαθογνώμων, εὔσαρκος, εὐτραφής, δασυγένειος. Ἐὰν δὲ ὁ τοῦ Κρόνου δυσειδὴς ἔσται ὁ κλέπτης, μέλας, μυωπάζων, μικρόφθαλμος, ῥυτίδας ἐν τῷ σώματι ἔχων, χλωρός, ψεύστης, κρυψίνους, σκολιόφρων, δασύς, στυγνοπρόσωπος, ὀζόχρωτος. Ἐὰν δὲ ὁ τοῦ Ἄρεως ἔσται ξανθός, τετανόθριξ, γοργόμματος, στρογγυλοπρόσωπος, ὦτα ἔχων μικρά, χαροπός, νουνεχής, ἀλλοπρόσαλλος, ὀξυόρμητος, ἕτοιμος εἰς τὸ ἐξορμᾶν. Ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης ἔσται εὔμορφος ὁ κλέπτης, εὔκομος, εὐόφθαλμος, μελανόμματος, λευκόχρους καὶ ἠρέμα ὑπό τι μελάγχρους, εὔσαρκος, ἀγαθογνώμων. Ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ ἔσται ἰσχνὸς ὁ κλέπτης, ὑπόξηρος, σύμμετρος, οὐλόθριξ, εὐγένειος, ποικιλογνώμων, ὑπόχλωρος. Ἐὰν δὲ ὁ Ἥλιος ἢ ἡ Σελήνη εὑρεθῇ τὸν κλέπτην δηλῶν τοιοῦτον δηλώσει αὐτὸν εἶναι κατὰ τὴν μορφὴν ὁποίῳ ἂν τῶν ἀστέρων συγκραθῶσιν. Ἐὰν δὲ μηδενὶ τῶν ἀστέρων συνοικειωθῶσιν ἀλλὰ μόνοι καθ’ ἑαυτοὺς ὦσιν ὁ μὲν Ἥλιος δηλοῖ τὸν κλέπτην εὐτραφῆ, πυκνὸν καὶ ἠρέμα ὕπωχρον, ἡ δὲ Σελήνη μόνη εὔκρατον, εὐόφθαλμον, εὔσαρκον, στρογγυλοπρόσωπον.
Ἀκριβέστερον δὲ μαθήσῃ περὶ τῶν αὐτῶν οὐ μόνον τοὺς ἀστέρας σκοπῶν ἀλλὰ καὶ τὰ ζῴδια ἐν οἷς εὑρίσκονται οἱ δηλοῦντες ἀστέρες. Ὁ μὲν γὰρ Κριὸς δασεῖς, εὐμήκεις δηλοῖ τοὺς κλέπτας, τῷ προσώπῳ νεύοντας κάτω, οὐλότριχας, δειλούς, παιγνιώδεις, αἰσχρολόγους, ὁ δὲ Ταῦρος σιμούς, δασεῖς τῷ σώματι, προκεφάλους, εὐρυμετώπους, τρίχας ἔχοντας ἀνεσταλμένας, κρυψίφρονας, ὑποκρίσει ἐξαπατῶντας, ἐπίπλαστον ἐπιείκειαν ἔχοντας, τοὺς δὲ μυκτῆρας πλατεῖς, παχυαύχενας, μελανοφθάλμους, λεπτοχείλους, ὀφρύας μεγάλας ἔχοντας, οἱ δὲ Δίδυμοι συμμέτρους δηλοῦσιν, ἐπίρρινας, τρυφερούς, ἀγαθογνώμονας, τοὺς δὲ ὤμους ἔχοντας εὐτυπώτους, τινὰς δὲ καὶ γράμματα γινώσκοντας καὶ πιστευομένους, ὁ δὲ Καρκίνος δηλοῖ ὀστώδεις, δασύτριχας, πλατυπροσώπους, μελανόξροας (τινῶν δὲ καὶ οἱ ὀδόντες διεστραμμένοι εἰσίν), συμμέτρους τῷ μήκει, τὰ δὲ κάτω μέρη μείζονα ἔχοντας, ὁ δὲ Λέων γλαυκούς, πυρρούς, εὐμόρφους, τὰ ἐπάνω μέρη μείζονα ἔχοντας, λεπτὰς κνήμας ἔχοντας, ἀγριογνώμονας, ἀγριοπροσώπους, γαστριμάργους, τινὰς δὲ καὶ παλαίειν εἰδότας, ἡ δὲ Παρθένος συμμέτρους τῇ ἡλικίᾳ, εὐπλάστους τῷ σώματι, ὀρθίους τὴν ἰδέαν, κοσμίους τὸ ἦθος καὶ ἢ πιστοὺς διὰ γραμμάτων ἤ τινα τέχνην διὰ γραμμάτων μαθόντας, ὁ δὲ Ζυγὸς εὐοφθάλμους, λευκόχροας, εὐχρήστους εἰς διακονίαν, εὐπλάστους τοῖς μέλεσιν, εὐρύθμους, εὐτραπέλους, κατωφερεῖς πρὸς γυναῖκας, ὁ δὲ Σκορπίος ἀνεσταλμένους ταῖς θριξίν, ὑπογλαύκους, μεσοφθάλμους, στρογγυλοπροσώπους, τὴν φάρυγγα προπετῆ ἔχοντας, μακροκνήμους, εὔποδας, πλατυθώρακας, ἅρπαγας, θρασεῖς, βασκάνους, τολμηρούς, ῥιψοκινδύνους, ὁ δὲ Τοξότης μεγαλοσκελεῖς, εὐκνήμους, εὐπλάστους, τινὰς δὲ καὶ φαλακρούς, ὀξυγενείους, ἐρυθρόχροας, προγάστορας, ὠκύποδας, κολυμβητάς, φιλοπροβάτους, εὐπορίστους, δαπάνους, ὀργίλους, ὁ δὲ Αἰγόκερως δασεῖς, λεπτοσκελεῖς, ὀστώδεις, κάτω νενευκότας, αἰγοφθάλμους, ὀξυγενείους, ἀμφιβόλους, ἀβεβαίους, γελωτοποιούς, ὑπομώρους, ὁ δὲ Ὑδροχόος μεσήλικας, σεμνοπροσώπους, εὐγενείους, φιλοπαίγμονας, δαπανηρούς, τρυφητάς, τὴν ἑτέραν δὲ κνήμην τῆς ἑτέρας παχυτέραν ἔχοντας, ἐν οἷς ἐπιτηδεύουσι δυστυχοῦντας, οἱ δὲ Ἰχθύες πλατυώμους, εὔτριχας, μικροκεφάλους, στενομετώπους, μελανοφθάλμους, ἀπαθεῖς, διγνώμους, πολυτρόπους, ἄλλα μὲν μεταχειριζομένους ἐν διανοίᾳ, ἄλλα δὲ διώκοντας.
Καὶ οὗτοι μὲν οἱ στοχασμοὶ ἔκ τε τῶν ἀστέρων καὶ ἐκ τῶν ζῳδίων ἔστωσαν εὑρίσκεσθαι, ἀλλ’ οὐ δεῖ πάντα τὰ σημεῖα ἀνελλιπῶς ἐφ’ ἑκάστου εὑρίσκεσθαι νομίζειν ἀλλ’ ὅσα ἐνδέχεται ἐντέχνως ἐπεξιέναι ἔκ τε τῶν συσχηματιζομένων ἀστέρων συνεπικρίνειν τὸν στοχασμόν. Ἐὰν δὲ τῷ σημαίνοντι τὸν κλέπτην ἀστέρι ἀγαθοποιὸς μαρτυρῇ ἐλεύθερος ἔσται ὁ κλέπτης, ἐὰν δὲ κακοποιὸς δοῦλος ἢ πένης ἢ μισθωτός. Ἐὰν δὲ Ἀφροδίτη σημαίνῃ τὸν κλέπτην αἰτία τῆς κλοπῆς ἔσται γυνή, ἐὰν δὲ Ἑρμῆς παῖς, ἐὰν δὲ Ἄρης ἀκμαῖος, ἐὰν δὲ Ζεὺς μεσῆλιξ, ἐὰν δὲ Κρόνος γέρων. Πάλιν ἐὰν ὁ τὸν κλέπτην σημαίνων ἀστὴρ ἐπὶ Κρόνου, Διός, Ἄρεως ἑῷος ᾖ ἀνατολικὸς παῖδα τὸν κλέπτην θεσπίζει, ἐὰν δὲ τὸν πρῶτον στηριγμὸν ποιῇ ἀκμαῖον, ἐὰν δὲ ἀκρόνυχος ᾖ μεσήλικα, ἐὰν δὲ τὸν δεύτερον στηριγμὸν ποιῇ μεσαιπόλιον, ἐὰν δὲ τὴν ἑσπερίαν κρύψιν γέροντα. Ἔστω οὖν τὸν Κρόνον σημαίνοντα τὸν κλέπτην ἐπὶ ἑῴας ὄντα ἀνατολῆς· οὔτε οὖν παῖς ἐστιν ὁ κλέπτης διὰ τὸ ἑῷον οὔτε γέρων διὰ τὸν Κρόνον, ἀλλὰ μεσῆλιξ μεμιγμένου τοῦ στοχασμοῦ ἔκ τε τοῦ παιδὸς καὶ τοῦ γέροντος.
Ἐπὶ δὲ Ἀφροδίτης καὶ Ἑρμοῦ εἰ μέν εἰσιν ἑσπέριοι ἀνατολικοὶ νέους ἢ νέας δηλοῦσι τοὺς κλέπτας, εἰ δὲ μετὰ τὸν πρῶτον στηριγμὸν ἑσπέριοι δυτικοὶ μεσήλικας, εἰ δὲ ἑῷοι ἀνατολικοὶ πρεσβυτέρους· τινὲς δὲ λέγουσιν ὅτι ἐὰν ἡ Ἀφροδίτη καὶ ὁ Ἑρμῆς ὦσιν ἑῷοι ἀνατολικοὶ δηλοῦσι τὸν κλέπτην νέον ἢ νέαν, ἐὰν δὲ δυτικοὶ γέροντας ἢ γηραιάς. Πάλιν ἐὰν ὁ τὸν κλέπτην σημαίνων ἀστὴρ εἰς τὸ ἴδιον ὕψωμα ᾖ μέγαν τῷ σώματι καὶ εὐμεγέθη μηνύει τὸν κλέπτην, ἐὰν δὲ ἐν τοιούτῳ ζῳδίῳ ᾖ ἔνθα ταπεινοῦται μικρόν, σὺ δὲ κατὰ τὸ τῆς ἀποστάσεως ἀνάλογον συλλογίζου περὶ τῆς τοῦ μεγέθους πηλικότητος. Οἷον ἔστω ὁ τὸν κλέπτην δηλῶν Ἄρης ἐπέχων τοῦ Κριοῦ τὸν τρίτον δεκανόν· λέγομεν ὅτι τῷ μεγέθει μέσος ἐστὶν ὁ κλέπτης (ἀπὸ γὰρ Αἰγοκέρωτος τοῦ τρίτου δεκανοῦ τὸ μέσον ἐστὶ διάστημα τοῦ ἡμικυκλίου). Ἑὰν δὲ ἦν ἐν Ἰχθύσιν ἢ ἐν Σκορπίῳ μεῖζον τοῦ μέσου τὸ μέγεθος ἐλέγομεν ἄν, ἐὰν δὲ ἐν Ταύρῳ ἢ Παρθένῳ ἔλασσον τοῦ μέσου. Ἐὰν δὲ ὁ τὸν κλέπτην ὑποφαίνων ἀστὴρ τύχῃ μετὰ τὸ γενέσθαι τὴν κλοπὴν εἴσω ἡμερῶν ἑπτὰ ὑπὸ τὰς τοῦ Ἡλίου αὐγὰς πεσὼν γίνωσκε ὅτι ἐν κακῷ τινι ὁ κλέπτης ἐμπέπτωκεν, ἐὰν δὲ πρὸς τούτῳ καὶ ὑπὸ Ἄρεως μαρτυρῆται τραύμασιν ἢ βασάνοις ἢ κινδύνοις χαλεποῖς περιπετὴς ἐγένετο. Ἐὰν δὲ τὸν τῆς τύχης κλῆρον μὴ βλέπῃ κακοποιὸς οὐ γέγονε κλοπὴ ἀλλὰ μόνον παρέπεσέ που τὸ ζητούμενον καὶ κρύπτεται, καὶ ἐὰν μόνος ὁ Ἥλιος τὴν τύχην ὁρᾷ οὐδὲ ἐκλάπη ἀλλὰ κρύπτεται.
– Τίνι τρόπῳ ἀπώλετο
Ἐὰν ὁ Κρόνος μαρτυρῇ τῷ τε ὡροσκόπῳ καὶ τῇ Σελήνῃ δηλοῖ διά τινος δόλου καὶ ἐνέδρας γεγονέναι τὴν κλοπήν, ἐὰν δὲ ὁ Ζεὺς δηλοῖ τὸν κλέπτην διά τινος ἐπιπλάστου ἤθους ἀγαθοῦ καὶ ὑποκρίσει ἐπιεικείας πιστευθέντα κλέψαι ἃ ἔκλεψεν, ἐὰν δὲ ὁ Ἄρης δυνάμει καὶ βίᾳ ἢ τοιχωρυχίᾳ ἢ ὑποβολῇ κλειδίου ἑτέρου ἢ θύρας μετοχλήσει δηλοῖ γενέσθαι τὸ κλέμμα, ἐὰν δὲ ἡ Ἀφροδίτη διὰ φιλικὰς προφάσεις ἢ ἑταιρείας ἢ εὐφροσύνας ἢ γυναῖκας, ἐὰν δὲ ὁ Ἑρμῆς διὰ πανουργίας.
Περὶ δραπετῶν
Δωροθέου ε′, 36, ἐκ τῶν Ἡφαιστίωνος γ′, 47 [CCAG V, 3, p. 83 - 85, Codicum Romanorum]
Φησὶν ὁ Δωρόθεως οὕτως· γνωσόμεθα τὸν μὲν δραπέτην ἐκ τῶν τῇ Σελήνῃ καὶ τῷ ὡροσκόπῳ συμβεβηκότων, τὸν δὲ δεσπότην ἐκ τῶν τῷ Ἡλίῳ καὶ τῷ μεσουρανήματι. Ἐὰν οὖν ἡ Σελήνη ἢ ὁ ὡροσκόπος ἤτοι ἐν τροπικοῖς ἢ ἰσημερινοῖς τύχωσι ζῳδίοις ἐμποδισμοὶ συμβήσονται τῷ φυγόντι καὶ οὐ μὴ δυνηθῇ πόρρω που ἀφικέσθαι οὔτε διὰ γῆς οὔτε διὰ θαλάσσης, ἐὰν δὲ ἐν δισώμοις οὐκ ἔφυγε μόνος ἀλλ’ ἔχει στερεότητα καὶ καρτερίαν.
Σελήνη ὡροσκοποῦσα μὲν τὸν δραπέτην ἐπ’ ἀνατολὰς ὁρμῆσαι λέγει, μεσουρανοῦσα δὲ ἐπὶ νότον, δύνουσα δὲ ἐπὶ δυσμάς, ἐν τῷ ὑπογείῳ δὲ κέντρῳ οὖσα ἐπὶ βορρᾶν. Ἐν δὲ τοῖς μεταξὺ διαστήμασιν ἀναλόγως, οἷον ἐν μὲν τῷ ἐννάτῳ ἐπὶ νότον δυτικώτερον, ἐν δὲ τῷ η′ πρὸς δυσμὰς νοτιώτερον, καὶ ἐπὶ τῶν ἄλλων τόπων ὁμοίως. Ἐὰν ὁ Ἄρης στηρίζων εἴτε κατὰ σῶμα εἴτε κατὰ ἀκτῖνα συνάπτῃ τῇ Σελήνῃ ὁ φυγὼν ἢ τεθνήξεται ἢ δεθήσεται κρατηθεὶς ἢ ἐν εἱρκτῇ ἐμπεσεῖται, καὶ μάλιστα ἐὰν καὶ ὁ Κρόνος αὐτὴν θεωρήσας βλάψῃ· τότε γὰρ ἢ κρύφα ἢ φανερῶς ἐπιβουλευθεὶς ἀπολεῖται. Ἐὰν δὲ Κρόνος στηρίζων τὴν Σελήνην ἴδῃ ἢ συναφὴν αὐτῆς ἐπέχῃ αὐτοχειρίᾳ ὁ φυγὼν ἀπάγξεται ἐὰν μή τις ἀγαθοποιὸς ἰδὼν τὴν Σελήνην λύσῃ τὴν κάκωσιν. Ἐὰν δὲ ὁ Κρόνος μὴ στηρίζων δέχηται τὴν Σελήνην ὁ φυγὼν ὅσα μὲν βαστάζει ἀπολέσει, αὐτὸς δὲ κακῶς ἔχων τῷ ἰδίῳ δεσπότῃ ἀχθήσεται ἢ ἐν τῇ ξένῃ δεσμώτης ἔσται.
Ὅταν δὲ ἀγαθοποιοὶ ὁρῶσι τὴν Σελήνην ἢ συνάπτωσιν αὐτῇ ἢ ὡροσκοπῶσι καλόν ἐστι τῷ φυγόντι· ἢ γὰρ ἐπιθαρσύνουσιν αὐτὸν ἢ τελέως ἐλευθεροῦσιν. Κρείσσων δέ ἐστιν ἡ Ἀφροδίτη ἐν τοῖς τοιούτοις τῷ φεύγοντι καὶ τῷ κλέπτῃ διότι κἂν ζωγρηθῶσιν οὐδὲν κακὸν πείσονται ὑπὸ τῶν δεσποτῶν ἕνεκα τῆς Ἀφροδίτης ἀλλὰ τιμιώτεροι πάλιν γενήσονται. Σελήνης αὐξιφωτούσης ὁ φυγὼν δυσκόλως εὑρεθήσεται (οὐδὲ γὰρ φοβούμενος τὸν ἑαυτοῦ δεσπότην κρύπτεται), Σελήνης ληγούσης ὁ φυγὼν οὔτε μακρὰν δύναται ἀπελθεῖν οὔτε ἐπὶ πολὺν χρόνον λαθεῖν (εἵμαρται γὰρ αὐτὸν ἁλῶναι). Ἡλίου δύνοντος, Κρόνου ἐν τῷ η′ ἐπιδύνοντος ἐάν τινος δοῦλος ἀποδρᾷ πρὶν εὑρήκωσι τὸν δοῦλον ὁ δεσπότης αὐτοῦ τελευτήσει. Τῶν κακοποιῶν ἤτοι μεσουρανούντων ἢ μετὰ τοῦ Ἡλίου ὄντων ἐάν τινος δοῦλος φύγῃ συμφέρει τῷ δεσπότῃ μὴ ζητεῖν αὐτόν· οὐχ εὑρήσει γὰρ αὐτόν, ἀλλ’ εἰ καὶ εὑρέθη οὐ τοσοῦτον ὠφεληθήσεται ὅσον βλαβήσεται. Σελήνης δυνούσης, Ἄρεως ἐπιδυομένου, μηδενὸς ἀγαθοποιοῦ μαρτυροῦντος τῇ Σελήνῃ κάκιστον θάνατον τῷ φυγόντι δηλοῖ. Σελήνης δυνούσης, Ἑρμοῦ ἐπιδυομένου, Ἄρεως δὲ ἐκ τῶν δεξιῶν τὸν Ἑρμῆν τριγωνίζοντος ἀπὸ τοῦ ὑπογείου, χαλεπὸς θάνατος τῷ φυγόντι δηλοῦται. Σελήνης ὑπὸ τὰς αὐγὰς οὔσης τοῦ Ἡλίου καὶ ὑπὸ Ἄρεως ὁρωμένης ὁ φυγὼν ἢ ἀπὸ πυρὸς ἢ ἀπὸ σιδήρου ἀπόλλυται.
Εἰ δὲ θέλεις καὶ τὴν ποιότητα τοῦ ὀλέθρου καὶ ὑπὸ τίνων γίνεται σκέπτου οὕτως· σκόπει γὰρ τὸ ζῴδιον ὅπερ ἐπέχει ἡ Σελήνη καὶ τὸν ὡροσκόπον τῆς καταρχῆς. Ἐὰν μὲν οὖν ὦσιν ἀνθρωπόμορφα ὑπὸ λῃστῶν καὶ ἁπλῶς ἀνθρώπων τὰ κακὰ γίνεται, ἐὰν δὲ τετράποδα ὑπὸ θηρίων, εἰ δὲ ἀναμίξ (τουτέστι τὸ μὲν ἀνθρωπόμορφον, τὸ δὲ τετράπουν) ὑπὸ πολεμίων ἱππέων, ἐὰν δὲ γεώδη ὑπὸ κρημνισμῶν ἢ συμπτωμάτων. Ἐὰν δὲ τὴν Σελήνην ὡς εἴρηται ὕπαυγον οὖσαν ὁ Κρόνος ἐκ ζῳδίου καθύγρου ἴδῃ Λέοντος ὡροσκοποῦντος βεβαιότερον τὸ κακὸν δηλοῦται· οὔτε γὰρ ὁ φυγὼν εὑρεθήσεται, ἀλλὰ διαφθαρήσεται, οὔτε τὸ ἀπολωλὸς εἶδος. Ἐὰν δὲ τῇ τοιαύτῃ τῆς Σελήνης κακώσει καὶ ὁ Ἑρμῆς συμπνεύσῃ οἱ δραπέται αὐτόχειρες ἀποθνῄσκουσιν. Τὰς δὲ προειρημένας κακώσεις οἱ ἀγαθοποιοὶ ἀναλύουσιν ἐπιθεωρήσαντες, καὶ μάλιστα ἔξαυγοι ὄντες.
Σελήνης πρὸς Ἄρεα μὴ στηρίζοντα φερομένης ἀλλὰ προσθετικῆς ὁ φυγὼν μαστίγων καὶ βασάνων πεῖραν λήψεται. Ἄρεως δύνοντος, Σελήνης ἐπιδυομένης, τοῦ Διὸς ἐπιθεωροῦντος αὐτήν, ὁ φυγὼν διὰ μὲν τὸν Ἄρεα φόβους καὶ κινδύνους ὑποστήσεται, διὰ δὲ τὸν Δία ῥυσθήσεται ἐκ τῶν κακῶν. Κἂν οἱ κακοποιοὶ τὸ ὑπόγειον κέντρον ἢ τὸ μεσουράνημα ἢ τὸ δῦνον περιέχωσιν ὁ φυγὼν δεσμώτης γενόμενος ἐν εἱρκτῇ ἀποθνῄσκει. Σελήνης μεσουρανούσης καὶ ὑπὸ τῶν κακοποιῶν περιεχομένης, τοῦ μὲν Ἄρεως ἐκ τῶν δεξιῶν, τοῦ δὲ Κρόνου ἐκ τῶν εὐωνύμων, ὁ φυγὼν ἀγχόνῃ διαφθαρήσεται, ἐὰν δὲ ὁ μὲν Ἄρης ἐκ τῶν εὐωνύμων, ὁ δὲ Κρόνος ἐκ τῶν δεξιῶν αὐτὴν περιέχωσιν, ὁ φυγὼν ἀνασταυρωθήσεται. Σελήνης μεσουρανούσης ἢ δυνούσης ἢ ἐν τῷ ὑπογείῳ κέντρῳ οὔσης ὑπὸ Ἡλίου καὶ Ἄρεως περιεχομένης ὁπόθεν ἑκάτερος τύχῃ ἢ δεξιὸς ἢ εὐώνυμος ὁ φυγὼν ζῶν πυρὶ παραδοθήσεται.
Ὁ τῆς Σελήνης οἰκοδεσπότης ὕπαυγος ὢν καὶ μὴ θεωρῶν τὴν Σελήνην τοῦ φυγόντος τὸν δεσπότην δηλοῖ ταχέως ἀποθνῄσκειν. Τῆς Σελήνης καὶ τοῦ οἰκοδεσπότου αὐτῆς καὶ τοῦ ὡροσκόπου ἐν τροπικοῖς ζῳδίοις ὄντων ὁ φυγὼν ἐν μετανοίᾳ γενόμενος ἑκουσίως πρὸς τὸν δεσπότην ὑποστρέψει. Ἐὰν δὲ ἡ Σελήνη ὁρᾶται ὑπό τε ἀγαθοποιοῦ καὶ κακοποιοῦ οὐ διαφεύξεται ὁ φυγὼν τὸν δεσπότην, καὶ μάλιστα ὅταν ὁ κακοποιὸς τετράγωνος ἢ διάμετρος ᾖ πρὸς τὴν Σελήνην, καὶ ἐν ἐκείναις σχεδὸν ταῖς ἡμέραις ἐν αἷς ἡ Σελήνη διέρχεται κατὰ περίπατον εἰς τὰς τοῦ κακοποιοῦ μοίρας τῆς ἐποχῆς ἤτοι ἀγρευθήσεται ὁ φυγὼν ἢ κακῷ τινι περιπεσεῖται. Τῆς Σελήνης καὶ τοῦ ὡροσκόπου ἀμφοτέρων κεκακωμένων καὶ ὑπὸ μηδενὸς τῶν ἀγαθοποιῶν βοηθουμένων ὁ φυγὼν κινδυνεύσει καὶ βλαβήσεται· τῆς Σελήνης καὶ τοῦ ὡροσκόπου ἀμφοτέρων βοηθουμένων ὑπὸ τῶν ἀγαθοποιῶν καὶ ἀκακώτων ὄντων ὑπὸ Κρόνου καὶ Ἄρεως ἐὰν ἐν στερεοῖς ζῳδίοις ὦσιν οἱ ἀγαθοποιοὶ ὁ φυγὼν οὐδέποτε εὑρεθήσεται, εἰ δὲ ἐν δισώμοις ἢ τροπικοῖς ζῳδίοις ἤτοι αὐτὸς ὁ φυγὼν μετανοήσας ὑποστρέψει ἢ καὶ ἄκων κρατηθήσεται μηδέν τι κακὸν ὑποστάς· δυσωπηθήσεται γὰρ ὁ δεσπότης καὶ οἶκτον αὐτοῦ λήψεται.
Ὁ Ἥλιος τὴν Σελήνην καὶ τὸν ὡροσκόπον θεωρῶν πάντα τὰ λαθραῖα φανερὰ ποιεῖ. Ἐπὶ δὲ τῶν ὑποφαινουσῶν εὕρεσιν καταρχῶν ὁ μὲν Ἄρης ταχέως δηλοῖ τὴν εὕρεσιν, ὁ δὲ Κρόνος βραδέως. Διὸς δύνοντος ὁ φυγὼν ἐὰν καὶ κρατηθῇ οὐδὲν κακὸν πείσεται· ὁ γὰρ δεσπότης πραΰνεται. Ἡ Ἀφροδίτη εὕρεσιν ὑποφαίνουσα ἐν τόπῳ ἱερῷ τὸν φυγάδα δείκνυσιν εἶναι. Ἐάν τις ἀστὴρ ἐν οἴκῳ ἰδίῳ ὢν καὶ βλέπων τὸν ὡροσκόπον καὶ τὴν Σελήνην ᾖ δηλοῖ μὴ γεγονέναι φυγήν, ἀλλ’ εἴ τί που πλησίον πλανᾶται ὃν δοκεῖς πεφευγέναι, μακρὰν δὲ οὐκ ἀπῆλθεν. Πᾶς γὰρ ἀστὴρ ἀναποδίζων καὶ τὴν Σελήνην ὁρῶν καὶ τὸν ἴδιον οἶκον οὐ πεφευγέναι λέγει τὸν ζητούμενον ἀλλ’ ἐγγύς που πλανᾶσθαι.
Ἡ Σελήνη καὶ ὁ ὡροσκόπος ἄνευ τινὸς ἀστέρος μαρτυρίας ὅταν ὦσιν ἐν ἑκάστῳ τῶν ζῳδίων καθ’ αὑτοὺς περὶ τοῦ προκειμένου κεφαλαίου ταῦτα μηνύουσιν ὡς ὑποτέτακται. Ὁ Κριὸς ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ταχέως πάλιν ἀνακομίζει, τινὲς δὲ καὶ ἑκουσίως ὑποστρέφουσιν, ἐὰν δὲ τῆς Σελήνης ἐν Κριῷ οὔσης ὡροσκοπῇ Λέων ἢ Τοξότης ἢ Ἰχθύες ἢ Δίδυμοι οὐχ εὑρεθήσεται ὁ φυγών. Ταῦρος ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον τὸν φυγόντα κομίζει εἰς οἶκον ἀνδρὸς δυνάστου διὸ καὶ δυσκόλως εὑρίσκεται. Δίδυμοι ἔχοντες τὴν Σελήνην ἢ τὸν ὡροσκόπον εἰ μὲν ἕως τῆς α′ πεντεκαιδεκαμοιρίας εἰσὶν ἢ εἴσω ἡμερῶν β′ ὁ φυγὼν εὑρεθήσεται ἢ μετὰ τὸν γ′ μῆνα ἢ ὄψεται αὐτὸν ὁ δεσπότης ἢ ἀκούσει παρ’ αὐτοῦ μήνυμα, εἰ δὲ μετὰ τὴν α′ πεντεκαιδεκαμοιρίαν ταχέως τὸν φυγόντα εὑρίσκει. Καρκίνος ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον τὸν φυγόντα εἰ μὴ εἴσω β′ ἡμερῶν εὑρεθείη σημαίνει ἐν ἱερῷ τόπῳ κρυπτόμενον βραδέως πάνυ εὑρεθήσεσθαι. Λέων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἔχων ἕως μοιρῶν ιε′ ἐπανάγει τὸν δραπέτην, ὑπὲρ δὲ τὰς ιε′ μοίρας ἀφανίζει αὐτὸν καὶ εἰς οἶκον πλουσίου τινὸς δυνάστου ἀποκομίζει διὸ καὶ δυσχερῶς εὑρεθήσεται. Παρθένος τὴν Σελήνην ἔχουσα ἢ τὸν ὡροσκόπον δυσχερῆ τὴν εὕρεσιν ἐμφαίνει τοῦ φυγόντος· διὰ γὰρ τὸ πτερωτὸν τοῦ ζῳδίου ἀφανῆ τὸν δραπέτην ἔσεσθαι ὑποσημαίνεται.
Ζυγὸς τὴν Σελήνην ἔχων ἢ τὸν ὡροσκόπον ἐπανάγει μὲν τὸν δραπέτην ἀλλὰ προφασιζόμενόν τι καὶ δικαιολογούμενον ὑπὲρ τοῦ εὐλόγως πεφευγέναι. Σκορπίος τὴν Σελήνην ἔχων ἢ τὸν ὡροσκόπον εἰς ἱερὸν ἀποκομίζει τὸν δραπέτην, πολλάκις δὲ καὶ ἑκουσίως αὐτὸν ὑποστρέψαι ποιεῖ. Τοξότης ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ποιεῖ τὸν δραπέτην πλανᾶσθαι εἰς τόπους διαφόρους καὶ χρονίαν τὴν εὕρεσιν παρέχεται. Αἰγόκερως ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον τὸν δραπέτην ἐὰν εἴσω πέντε ἡμερῶν μὴ εὑρεθῇ ἀποθανεῖσθαι δηλοῖ καὶ τὸν τόπον αὐτοῦ μὴ γνωσθήσεσθαι. Ὑδροχόος ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἐν μὲν ταῖς πρώταις ιε′ μοίραις ἐπανάγει τὸν δραπέτην, ἐν δὲ ταῖς ὑστέραις ἀφανίζει αὐτόν. Ἰχθύες ἔχοντες τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἐν μὲν ταῖς πρώταις μοίραις ιε′ ἀφανίζουσι τὸν φυγόντα, κατὰ δὲ τὰς λοιπὰς μοίρας φανερὸν ποιοῦσιν αὐτόν. Καὶ ταῦτα μὲν καθ’ αὑτὰ τὰ ιβ′ ζῴδια μηνύουσιν ἄνευ μαρτυρίας τινὸς ἀστέρος, ἐπεὶ δὲ ἡ ὡροσκόπησις τῆς καταρχῆς τοῦ φυγόντος ἄδηλός ἐστι, δεῖ τιθέναι ἐκεῖνον ὡροσκόπον ὁπότε ἤκουσεν ὁ τοῦ φυγόντος δεσπότης τὴν ἀγγελίαν τῆς φυγῆς.
Καὶ ταῦτα μὲν ἐν τοῖς ἔπεσι Δωρόθεος…
Περὶ νόσων
Δωροθέου ε′, 37, ἐκ τῶν Ἡφαιστίωνος γ′, 33 (fr. 114 Stegemann)
......................... κρύψας ἐνέθηκεν
φαρμακόεν λύσεις. ἀτὰρ οὔτι γε Καρκίνος αἴθων
οὔτε Λέων τούτοισιν ἐπάρκιος. ἡ δέ νυ Κούρη
ἐσθλὴ καὶ Ζυγὸς ἶσον. ἀτὰρ χθόνα ποσσὶν ἀμύσσων
Σκορπίος οὐκέτι τοῖος. Ὀιστευτῆρι τε ῥέξειν
ἠδὲ καὶ Αἰγοκερῆι. καθ’ Ὑδροχόου δὲ βεβώσης
ὥρης ἢ Μήνης ἀνεμώλια πάντα τελέσσεις.
ἐν δέ τοι Ἰχθύσιν ἔστιν ἀπὸ ἕο λυγρὰ διώκειν.
Ζεὺς δὲ καὶ Ἀφρογενὴς ὥρῃ Μήνῃ τε παρέστων
ἠέ νυ λευσσόντων· σκεδάσουσι γὰρ αὐτίκα πῆμα.
Περὶ ἐμέτου καὶ καθάρσεως
Δωροθέου ε′, 38, ἐκ τῶν Ἡφαιστίωνος γ′, 34
Τοὺς δὲ ἐμέτους καὶ τὰς καθάρσεις συνοίσει ποιεῖσθαι τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς συσχηματιζομένης ἢ συναπτούσης. Παραφυλάσσεσθαι δὲ δεῖ μήτε ἐν Κριῷ μήτε ἐν Ταύρῳ τὴν στάσιν ἐχούσης παραλαμβάνειν τι τῶν τοιούτων· βλαβερὸν γὰρ διότι μαρυκᾶται ταῦτα. Ἁρμόζει δὲ ἐμεῖν αὐτῆς οὔσης ἐν τῷ Ἀναβιβάζοντι, καθαίρειν δὲ τὴν κοιλίαν ἐπὶ τοῦ Καταβιβάζοντος.
Δωροθέου ε′, 38 [TLG, Dorotheus Astrol, Fragmenta Graeca, p. 419]
Ἐν Κριῷ καὶ Ταύρῳ τῆς Σελήνης οὔσης ἔμετον ποιεῖν τὸν βουλόμενον προσήκει ληγούσης τῆς Σελήνης, καὶ τῶν ἀγαθοποιῶν ἐπιθεωρούντων καὶ ἐπὶ τοῦ ἀνάγοντος ζῳδίου ῥεῖ. Εἰ δὲ ἐπὶ τοῦ κατάγοντος ἡ Σελήνη τύχοι, χρεία ἢ κλυστῆρος ἢ κατασῦραι κοιλίαν· τῶν ἀγαθοποιῶν μαρτυρούντων μείζων ἡ ὠφέλεια γίνεται.
Δωροθέτου ε′, 38 [CCAG II, p. 157–158, Codices Venetos, F.145]
Τοὺς δὲ ἐμέτους καὶ τὰς καθάρσεις ποιεῖσθαι τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς συσχηματιζομένης ἢ συναπτούσης. Παραφυλάττεσθαι δε ἵνα μὴ εἰς Κριὸν ἢ εἰς Σκορπίον σχῇ τὴν σύστασιν· βλαβερὸν γάρ· μηδὲ ἐν Ἰχθύσι καὶ Καρκίνῳ καὶ Παρθένῳ· ἐμοῦσι γάρ· ἐν δὲ ἀνθρωποειδεῖ ζῳδίῳ μάλιστα δεῖ δοῦναι, οἷον Διδύμοις, Τοξότῃ, Ὑδροχόῳ· δοτέον δὲ ἐὰν κατεπείγῃ καὶ Κριῷ καὶ Σκορπίῳ· πλὴν μυκῶνται καὶ αὐτὸν καὶ πρὸς ἔμετον ἐρεθίζουσιν. Ὁμοίως δὲ καὶ Λέων. Ἐν δὲ Σκορπίῳ μᾶλλον δότω· ὥσπερ γὰρ ὁ Σκορπίος τῶν κρυπτῶν ἐστιν ἐρευνητής, οὕτω καὶ ἡ κάθαρσις ἐρευνᾷ καὶ καθαίρει πᾶσαν τὴν ἔνδον κοιλίαν. Ἐν Αἰγοκέρωτι μηδαμως· στρόφους γὰρ ἐμποιεῖ διὰ τὸ ἑλικτικὸν τῆς οὐρᾶς αὐτοῦ. Ἁρμόζει δὲ τὰς καθάρσεις τῆς Σελήνης τὸν ἄνεμον καταβαινούσης καὶ ἐν τῷ καταβιβάζοντι· ἐπιτήδειον δὲ ζῴδιον πρὸς ἔμετον ὁ Κριὸς [ὁ Σκορπίος], διότι μυκᾶται.
Ὁ ὡροσκόπος ἔοικεν ἀέρι· διὰ γὰρ τοῦτο καὶ θερμότερός ἐστι καὶ ὑγρός· τὸ δὲ μεσουράνημα ἔοικε πυρί· διὰ γάρ τοῦτο θερον καὶ ξηρόν ἐστι· τὸ δῦνον ἔοικεν ὕδατι· διὰ γὰρ τοῦτο ψυχρὸν καὶ ὑγρόν· τὸ ὑπόγειον γῇ· διὰ γὰρ τοῦτο ψυχρὸν καὶ ξηρόν.
Περὶ χειρουργίας
Δωροθέτου ε′, 39–40, ἐκ τῶν Ἡφαιστίωνος γ′, 32
Τὰς δὲ χειρουργίας τῶν μελῶν ποιεῖσθαι χρὴ τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς φερομένης ἢ συνούσης αὐτοῖς. Παρατηρητέον δὲ αὐτὴν οὖσαν ἐν Ταύρῳ καὶ Παρθένῳ καὶ Αἰγοκέρωτι καὶ Ἰχθύσιν· ταῦτα γὰρ τὰ ζῴδια σπασμῶν αἴτια γίνονται. Ἔτι δὲ παρατηρητέον αὐτὴν οὖσαν ἐν τοῖς τροπικοῖς καὶ ἐν συνόδῳ τοῦ Ἡλίου καὶ ἐν τοῖς ἐκλειπτικοῖς συνδέσμοις. Καὶ ἔτι ἐκεῖνο τὸ μέλος οὐ δεῖ χειρουργεῖν ὅπερ οἰκειοῦται κατὰ φύσιν τῷ ζῳδίῳ ἐκείνῳ ἔνθα ἐστὶν ἡ Σελήνη· ἕκαστον δὲ τῶν τοῦ ἀνθρώπου μελῶν τίνι τῶν ιβ′ ζῳδίων ᾠκείωται ἀνωτέρω δεδηλώκαμεν. Τοὺς δὲ ὀφθαλμοὺς χρὴ χειρουργεῖν καὶ θεραπεύειν τῆς Σελήνης πληθούσης τῷ τε φωτὶ καὶ τοῖς ἀριθμοῖς καὶ συναπτούσης τοῖς ἀγαθοποιοῖς χωρὶς τῆς τῶν κακοποιῶν μαρτυρίας.
Ὁ δὲ Δωρόθεος ἐν τοῖς περὶ χειρουργίας τὰ αὐτὰ λέγει, πρὸς τούτοις δὲ καὶ τάδε φησίν. Οὐ μόνον δεῖ τὴν Σελήνην ἀλλὰ καὶ τὸν ὡροσκόπον ἀκάκωτον εἶναι φυλάσσειν, ἔτι δὲ καὶ ἐὰν κακοποιὸς ἐπίκεντρος ὢν ἀναποδίζῃ ἀποδοκιμάζειν καὶ τοῦτο. Σελήνης δέ, φησίν, οὔσης ἐν τροπικῷ ζῳδίῳ ἢ δισώμῳ εἰ μὲν συνάπτει αὐτῇ ἀγαθοποιὸς δεῖ χειρουργεῖν, ἄνευ δὲ ἀγαθοποιοῦ οὐ δεῖ· ὑποτροπιασμὸς γὰρ γίνεται καὶ πάλιν ἐκ δευτέρου χειρουργία ἐν τοῖς τοιούτοις ζῳδίοις ἄνευ τῶν ἀγαθοποιῶν.
Δωροθέου περὶ ἀρρώστων
Δωροθέου ε′, 41 [CCAG II, Codices Venetos, p. 157, F.143v]
Ὑπόθου τὸν ὡροσκόπον τὸν νοσοῦντα, τὸ δὲ δῦνον τὸν τόπον οὗ ὁ νοσῶν κατάκειται καὶ αὐτὴν τὴν νόσον ὁποία τις ἔσται, τὸ μεσουράνημα τὸν ἰατρόν, τὸ ὑπὸ γῆν τὴν ἀπόβασιν τῆς νόσου· ὡσαύτως καὶ ἡ Σελήνη σημαίνει τίς ἡ νόσος καὶ ποία καὶ τίς ἡ αἰτία αὐτῆς. Ὅταν οὖν ὁ ὡροσκόπος ὑπὸ τῶν κακοποιῶν θεωρῆται, τὸ δὲ δῦνον ὑπὸ τῶν καλοποιῶν, σημαίνει τὸν νοσοῦντα βαρέως ἔχειν καὶ χρονίζειν ἐν τῇ ἀρρωστίᾳ. Ἐὰν δὲ τὸ μεσουράνημα κακωθῇ, σημαίνει τὸν νοσοῦντα κακῷ περιτυχεῖν ἰατρῷ καὶ τοῦ ἰατροῦ εἶναι τὸ ἔγκλημα. Τὸ δὲ ὑπὸ γῆν ὑπὸ τῶν κακοποιῶν θεωρούμενον κίνδυνον σημαίνει τοῦ νοσοῦντος ἀναμφίβολον, ἐὰν δὲ ὑπὸ ἀγαθοποιῶν, σωτηρίαν σημαίνει. Βλέπε δὲ καὶ ποῖος ἀστὴρ ἐποίησε τὴν νόσον ἤτοι τὸν πρὸ ὀλίγων ἡμερῶν τῆς νόσου δυτικὸν γενόμενον ἢ ὕπαυγον τετραγωνίζοντα τὴν Σελήνην ἢ διαμετροῦντα, καὶ βλέπε πότε τὸ σχῆμα ἀλλάσσει ἤτοι εἰς ἀνατολὴν καὶ τὰ λοιπὰ σχήματα, καὶ τότε ὑγεία τῷ νοσοῦντι ἔσται.
Δωροθέου ε′, 41 [TLG, Dorotheus Astrol., p. 421–422]
Τοῦ αὐτοῦ
Περὶ μὲν ἀσθενειῶν ὁράσθωσάν σοι ὅ τε ὡροσκόπος καὶ ἡ Σελήνη καὶ οἱ τούτων οἰκοδεσπόται καὶ τὰ δωδεκατημόρια αὐτῶν καὶ οἱ ἐφορῶντες ἀστέρες καὶ ἡ συναφὴ τῆς Σελήνης· ἐντεῦθεν γὰρ ὄψει πότερον κινδυνώδης ἢ ὀλίγη καὶ ἐλαφρὰ ἔσται ἡ νόσος. Oἱ μὲν γὰρ ἀγαθοποιοὶ μόνοι ἐπιθεωροῦντες ταχεῖαν τὴν ἀπόλυσιν τῆς νόσου καὶ ἀκίνδυνον σημαίνουσιν, ὁ δὲ Ἄρης θρασεῖαν καὶ τραχεῖαν καὶ σφαλεράν, ὁ δὲ Κρόνος χρονίαν καὶ ἐπικίνδυνον. Καὶ ὁ μὲν ὡροσκόπος τῆς ἀσθενείας καὶ ὁ κύριος αὐτοῦ τὸ πνεῦμα σημαίνει, ἡ δὲ Σελήνη τὸ σῶμα. 'Eὰν οὖν ἡ Σελήνη κακωθῇ, τὸ σῶμα ἱκανῶς βλαβήσεται, ἐὰν δὲ ὁ ὡροσκόπος ἢ ὁ κύριος αὐτοῦ, τὸ πνεῦμα, ἐὰν δὲ ἀμφότεροι κακωθεῖεν καὶ ἀγαθοποιὸς μὴ ἐπιβλέπῃ, φανερὸς ὁ κίνδυνος. 'Eν ᾧ δ’ ἐστὶ ζῳδίῳ ὁ ὡροσκόπος ἢ ἡ Σελήνη ἢ τὰ διάμετρα τούτων, περὶ τοῦτο ἡ ἀσθένεια γενήσεται, ἤτοι τὸ μέρος τοῦ σώματος, ᾧ χρηματίζει τὸ ζῴδιον, κινδυνεύειν λέγεται.
Τὸ δὲ ἀρρωστεῖν ἐκ τῆς προειρημένης τῶν ἀστέρων θεωρίας γνωσθήσεται. Αἱ γὰρ ἐπισημασίαι καὶ ἀνέσεις πρὸς τὸν τῆς Σελήνης χρηματίζονται δρόμον· ὅθεν τριταίαν μὲν κρίσιν λαμβάνω κατὰ τὸ ζῴδιον ἐξ οὗ μεθισταμένη ἡ Σελήνη πρὸς ἄλλο ζῴδιον ἔρχεται, τεταρταίαν δὲ ἐπειδὰν εἰς τὸ ἑξάγωνον ἔρχηται τοῦ ζῳδίου ἀφ’ οὗ ἤρξατο, ἑβδομαίαν δὲ ἐπειδὰν τετράγωνος γένηται τῷ τόπῳ καθ’ ὃν ἤρξατο, ἐναταίαν δ’ ὁπόταν τριγωνίζῃ, τεσσαρεσκαιδεκαταίαν δὲ ὅταν εἰς τὸ διάμετρον ἔλθῃ, κ′ δὲ καὶ μίαν ὅταν εἰς τὸ ἕτερον τετράγωνον ἔλθῃ ἐπιδεκατεύουσα ἑαυτήν. Οἱ δὲ ταῦτα τὰ σχήματα ὑπερβάντες ἀκινδυνοτέρως μένουσιν, χρονιώτερον δὲ καθίστανται. Ἐὰν μὲν οὖν εἰς σχῆμα ἀπὸ σχήματος ἐρχομένη ἢ ὑπὸ φθοροποιοῦ θεωρηθήσεται ἡ Σελήνη ἢ ἐν ὁρίοις φθοροποιοῦ γένηται, ἐπιτείνει τὴν ἀσθένειαν, ἐὰν δ’ ὑπὸ φθοροποιοῦ μὴ θεωρῆται, ἄνεσιν.
Περὶ κατακλίσεων καὶ νόσων
Δωροθέου ε′, 41 [TLG, Dorotheus Astrol., p. 422–426]
Σκεπτόμενος περὶ νοσημάτων βλέπε τόν τε ὡροσκόπον τῆς κατακλίσεως καὶ τὴν τῆς Σελήνης ἐποχὴν καὶ τοὺς τούτων οἰκοδεσπότας καὶ ἔτι τὰς συναφὰς αὐτῶν καὶ τὸ τῆς Σελήνης δωδεκατημόριον. Ἐὰν μὲν γὰρ ταῦτα ἀγαθοποιοὶ τύχωσι κληρωσάμενοι, οὐδεμία ἔσται βλάβη, ἀλλὰ ταχέως ἡ νόσος ῥαΐσει καὶ ὑγίεια ἐπακολουθήσει, ἐὰν δὲ κακοποιοί, βλάβη δηλοῦται καὶ κάκωσις κοινῶς, ἰδίως δέ, εἰ μὲν Ἄρης ταῦτα κληρώσεται, ὀξεῖα ἔσται ἡ νόσος καὶ ἐπικίνδυνος, εἰ δὲ Κρόνος, χρονία τε ἅμα καὶ χαλεπὴ γίνεται ἡ νόσος. Ἐὰν δὲ πάλιν ἡ Σελήνη μόνη φαίνηται κεκακωμένη ὑπὸ Κρόνου ἢ Ἄρεως, ἡ βλάβη περὶ τὸ σῶμα ἔσται μόνον τοῦ ἀνθρώπου, ἐὰν δὲ μόνος ὁ ὡροσκόπος βλαβῇ, παραφροσύνη ἔσται καὶ τῆς διανοίας βλάβη καὶ παρακοπή, εἰ δὲ ἀμφότεροι οἱ τόποι τῆς τε Σελήνης καὶ τοῦ ὡροσκόπου ὦσιν βεβλαμμένοι ὑπὸ τῶν κακοποιῶν καὶ μηδεὶς ἀγαθοποιὸς ἐπιθεωρήσῃ, φαῦλον τὸ σημεῖον καὶ κινδυνῶδες καὶ θανάτου προοίμιον. Περὶ ποῖον δὲ τόπον τοῦ σώματος ἔσται ἡ νόσος, ἐκ τῆς τῶν δώδεκα ζῳδίων φυσικῆς συμπαθείας καὶ οἰκειώσεως γνώσῃ. Ἐὰν δὲ Κρόνος ἢ Ἄρης ἤτοι ὡροσκοπῶσιν ἢ τὸν ὡροσκόπον διαμετρῶσιν ἢ τῇ Σελήνῃ συνοδεύωσιν ἢ τὴν Σελήνην διαμετρῶσιν, μεγάλου κινδύνου καὶ χαλεποῦ τοῦτο σημεῖον, ἐὰν δὲ τούτων ὄντων ἀγαθοποιοὶ ἐπιβλέπωσι τὸ σχῆμα, βοήθεια ἔσται τῷ νοσοῦντι, ἐὰν δὲ κακοποιοί, ἐπιτείνεται τὰ κακά.
Γνώσῃ δὲ καὶ δυσφορίαν τοῦ κάμνοντος κατὰ τὰς περιόδους καὶ εὐφορίαν ἐκ τοῦ τῆς Σελήνης περιπάτου καὶ τῶν ἐφημερίδων. Ὅταν γὰρ κακοποιῷ συνάπτῃ, δυσφορία ἔσται καὶ τῶν πόνων ἐπίτασις, καὶ μάλιστα ἐὰν ἐν ὁρίοις κακοποιοῦ τοῦτο συμβῇ, ὅταν δὲ ἀγαθοποιῷ συνάπτῃ, εὐφορία γίνεται καὶ τῶν πόνων ἄνεσις, καὶ μάλιστα ἐὰν ἐν ὁρίοις ἀγαθοποιοῦ. Δεῖ δὲ σκοπεῖν καὶ ταῦτα. Λαβὼν τὴν τῆς Σελήνης ἐποχὴν ἐν τῷ καιρῷ τῆς κατακλίσεως βλέπε ἐκ τῶν ἐφημερίδων μετὰ ζ′ ἡμέρας τὴν Σελήνην ἐρχομένην ἐν τῷ ἑαυτῆς τετραγώνῳ σχήματι, μετὰ δὲ ἡμέρας θ′ ἐν τῷ τῆς καταρχῆς ἔρχεται τριγώνῳ σχήματι, μετὰ δὲ ἡμέρας ιδ′ ἑαυτὴν διαμετρήσει δηλονότι, μετὰ δὲ ἡμέρας ιθ′ ἐν τῷ δεξιῷ τριγώνῳ ἔρχεται, μετὰ δὲ ἡμέρας κα′ ἐλεύσεται ἐν τῷ δεξιῷ τετραγώνῳ αὑτῆς σχήματι. Ταῦτα οὖν ἀκριβῶς δεῖ σκοπεῖν τὰ ε σχήματα τῆς Σελήνης καὶ τίνι τῶν ἀστέρων μετὰ τὸ σχηματίσαι τὴν τῆς καταρχῆς Σελήνην συνάπτειν μέλλει. Εἰ μὲν γὰρ ἀγαθοποιοῖς συνάπτει, εὐφορία γίνεται, εἰ δὲ κακοποιοῖς, δυσφορία καὶ βλάβη.
Αἱ δὲ καταρχόμεναι νόσοι ἐν ἡμέρᾳ διὰ ζ′ ἢ διὰ ιδ′ ἡμερῶν κρίνονται, αἱ δὲ ἐν νυκτὶ διὰ ἡμερῶν ι′ ἢ κ′. Ταῦτα οὖν σκοπῶν οὐ μόνον τὴν ἡμέραν τῆς εὐφορίας ἢ δυσφορίας προγνώσῃ, ἀλλὰ καὶ τὴν ὥραν. Οἱ μὲν γὰρ ἀγαθοποιοὶ ἐν ταῖς κρίσεσιν ὑπαντῶντες τὴν Σελήνην εὐφορίαν ποιοῦσι καθ’ ἣν ὥραν μοιρικῶς αὐτὴν ἐπιθεωρήσουσιν, οἱ δὲ κακοποιοὶ δυσφορίαν καὶ ἄλγος. Ὁ Κρόνος βλαβερώτερος γίνεται τοῖς ἐν νυκτὶ καταρχομένοις νοσεῖν, ὁ δὲ Ἄρης τοῖς ἐν ἡμέρᾳ. Ἡ Σελήνη καὶ ὁ ὡροσκόπος ἐν τοῖς τροπικοῖς ζῳδίοις ὄντες τὰς νόσους ὑποτροπιάζειν ποιοῦσιν. Οἱ δύο φωστῆρες ὑπὸ γῆν εὑρεθέντες ἐν τῇ κατακλίσει κακὸν σημεῖον δηλοῦσι τῷ νοσοῦντι, ἐὰν καὶ ἐξ ἄλλων τινῶν σημείων κάκωσις ἐπιφαίνηται· οὐδὲ γὰρ ἀφ’ ἑνὸς μόνου σημείου στοχαζομένους δεῖ προπετῶς καὶ ἀβασανίστως ἀποφαίνεσθαι, ἀλλ’ ἀπὸ πλειόνων πρὸς τὴν καλουμένην πλειονοψηφίαν.
Τῆς Σελήνης τὰ προειρημένα πέντε σχήματα κατὰ περίπατον ἀποτελούσης, ὡς εἴρηται, ἐὰν μὲν Κρόνος αὐτῇ μαρτυρήσῃ ἢ συνοδεύσῃ, παρέχει ῥίγη καὶ ψύξεις καὶ ῥευματισμοὺς καὶ νεύρων σπασμοὺς καὶ ὀδύνας, ἐὰν δὲ ὁ Ἄρης ταῦτα κληρώσηται, πυρετοὺς καὶ θέρμας καὶ δίψας ἀποτελεῖ καὶ ξηρότητας. Πολλάκις δὲ οὕτως τυχὼν ὁ Ἄρης αἱμορραγίαν ποιήσας ἔκρινε τὸ νόσημα καὶ ὠφέλησε τὸν νοσοῦντα. Ἐὰν δὲ ἐν τῇ καταρχῇ τῆς νόσου εὑρεθῇ ἡ Σελήνη προσθετικὴ τοῖς ἀριθμοῖς καὶ πρὸς Ἥλιον ἢ πρὸς Ἄρην σχηματιζομένη, γνῶθι ὅτι ἐν τῇ ζ ἡμέρᾳ ἢ ἐν τῇ ιδ′, τουτέστιν ὅταν ἑαυτὴν τετραγωνίσῃ ἢ διαμετρήσῃ, πάνυ ἔσται τῷ κάμνοντι ἐπισφαλῆ καὶ ἐπικίνδυνα τὰ πράγματα καὶ οὐ πόρρω ἐστὶν ὁ θάνατος. Ἐὰν δὲ τῶν ἄλλων οὕτως ἐχόντων ὁ Κρόνος αὐτὴν μαρτυρῇ καὶ τὸν Ἥλιον, ὠφέλιμος γίνεται, ἐὰν δὲ τῆς Σελήνης τοῖς ἀριθμοῖς ἀφαιρούσης ἐν τῇ καταρχῇ ὁ Κρόνος αὐτὴν σχηματίσῃ, βλαβερὸς γίνεται τῷ κάμνοντι, ἐὰν δὲ οὕτως αὐτῆς ἐχούσης ὁ Ἄρης ἐπιθεωρήσῃ, ὠφέλιμος γίνεται. Ἐὰν τῆς Σελήνης ἐν τῇ κατὰ πάροδον τῶν σχημάτων ἀμείψει ἐρχομένης ἐπὶ τὸ ἴδιον τετράγωνον ἢ τὸ διάμετρον σχῆμα ὁ Κρόνος αὐτὴν ἐπιθεωρήσῃ, εἰ μὲν ἐπὶ τῶν εἰρημένων ἀγαθῶν σημείων εἴη ἡ καταρχή, αἴτιος γίνεται σωτηρίας τῷ κάμνοντι, εἰ δὲ ἐπὶ τῶν κάκωσιν ἐμφαινόντων σημείων καὶ ὁ Κρόνος ἐν τῷ τετραγώνῳ ἢ τῷ διαμέτρῳ τὴν Σελήνην πρὸς ἑαυτὸν ἐπικακώσῃ, αἴτιος θανάτου τῷ κάμνοντι γίνεται καὶ ἀναιρεῖ.
Ἄλλη σκέψις. Ἔστω μὲν ὡροσκόπος ὁ ἰατρός, τὸ δὲ μεσουράνημα ὁ κάμνων, τὸ δὲ δῦνον ἡ νόσος, τὸ δὲ ὑπόγειον ἡ θεραπεία. Ἐὰν οὖν κακοποιὸς ὡροσκοπῇ, οὐδὲν ὠφελήσει ὁ ἰατρὸς τὸν κάμνοντα, ἀλλὰ καὶ βλαβήσεται ὁ κάμνων ὑπ’ αὐτοῦ, ἐὰν δὲ ἀγαθοποιὸς ὡροσκοπῇ, ὠφελήσει τὸν κάμνοντα ὁ ἰατρός. Ἐὰν δὲ ἀγαθοποιὸς δύνῃ, … ἢ καὶ δίχα τοῦ ἰατροῦ αὐτομάτως ἡ νόσος ῥαΐσει. Ἐὰν δὲ κακοποιὸς μὲν ὡροσκοπῇ, ἀγαθοποιὸς δὲ ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, δηλοῖ ὅτι ὁ μὲν πρῶτος ἰατρός, κἂν μάλιστα ᾖ ἐπιστήμων, οὐδὲν δύναται ὠφελῆσαι τὸν κάμνοντα, ἄλλος δέ τις ὕστερον ἐλθὼν ἰατρὸς ὠφελήσει. Τὸ δὲ ὑπὸ γῆν κέντρον ὁρῶν σκόπει τὸν ἐπόντα αὐτῷ ἀστέρα πότερον ἰδιοθρονεῖ ἢ οὔ· εἰ μὲν γὰρ εἴη εἰς ἴδιον τρίγωνον ἢ οἶκον, ἔσται αὐτόχθων ὁ ἰατρὸς καὶ οὐ ξένος, εἰ δὲ εἰς ἀλλοτρίους τόπους εἴη, ἔσται ὁ ἰατρὸς ξένος.
Φησὶ δὲ ὁ Δωρόθεος καὶ ταῦτα τὰ σχήματα ἐπικίνδυνα εἶναι, οἶον τά τε ἑβδομαδικὰ καὶ ἐννεαδικὰ τῶν κλιμακτήρων. Εἰ γὰρ αἱ συναγόμεναι, φησίν, ἡμέραι ἀπὸ τῆς γενέσεως αὐτῆς τοῦ νοσοῦντος ἕως τῆς κατακλίσεως καὶ μεριζόμεναι παρὰ τὸν ζ′ καταλήξωσιν εἰς τὸν ζ′ ἢ μεριζόμεναι παρὰ τὸν θ′ καταλήξωσιν εἰς τὸν θ′, κλιμακτὴρ ἔσται τῇ γενέσει ἐκείνῃ, ᾖ, ἐὰν κατάρξηται νοσεῖν, ἐπικινδύνως νοσήσει. Σκοπεῖν δέ φησιν ὁ αὐτὸς καὶ τοῦτο. Λαβὼν ἀπὸ τοῦ κατὰ γένεσιν Ἡλίου ἐπὶ τὴν κατὰ γένεσιν Σελήνην τὸν τῶν ζῳδίων αὐτῶν τοῦ διαστήματος ἀριθμόν, συναριθμῶν καὶ αὐτὰ τὰ ζῴδια ἐν οἷς εἰσιν ἐξ ἀρχῆς οἱ δύο φωστῆρες –ἔχων οὖν, ὡς εἴρηται, τὴν τοιαύτην τῶν ζῳδίων ποσότητα λάβε καὶ τὰς ἀπὸ τῆς ἀρχῆς τῆς γενέσεως ἕως τῆς κατακλίσεως ἡμέρας καὶ ταύτας μέρισον παρὰ τὴν ποσότητα τῶν ζῳδίων, ὡς εἴρηται· καὶ ἐὰν ἀπαρτίζῃ ὁ ἀριθμὸς οὗτος τῷ πλήθει τῶν ἡμερῶν, ὁ κατακλιθεὶς ἐπικινδύνως νοσήσει.
Καὶ ἄλλως δέ φησιν· σκόπει τὴν τῆς κατακλίσεως Σελήνην. Ἐὰν γὰρ τύχῃ ἢ ἐν τῷ δ′ τόπῳ τῆς γενέσεως ἢ ἐν τῷ ς′ ἢ ἐν τῷ η′ ἢ ἔνθα ἦν ἡ Σελήνη αὐτὴ κατὰ πῆξιν, κινδυνώδη τὴν νόσον καὶ ταῦτα ὑποφαίνει. Σκοπεῖν δὲ δεῖ, φησίν, τούς τε β′ Ἡλίους (τόν τε κατὰ πῆξιν καὶ τὸν κατὰ πάροδον) καὶ ἔτι τὴν παροδικὴν Σελήνην τῆς κατακλίσεως. Καὶ ἐὰν αὐτὴ ἡ Σελήνη πρὶν ἑαυτὴν τετραγωνίσαι συνάψῃ ἑνὶ τῶν Ἡλίων, ἐλαφροτέραν τὴν νόσον δηλοῖ, ἐὰν δὲ πρὸ τοῦ συνάψαι τινὶ τῶν Ἡλίων ἑαυτὴν τετραγωνίσῃ, φαῦλον τὸ σημεῖον.
Περὶ διαθηκῶν καὶ ἄλλως
Δωροθέτου ε′, 42, ἐκ τῶν Ἡφαιστίωνος γ′, Παράρτημα II
Ὅταν τις θελήσῃ τὴν ἤδη γεγραμμένην αὐτοῦ διαθήκην σφραγίσαι πρὸς ἀξιοπιστίαν παρατηρείσθω τόν τε ὡροσκόπον καὶ τὴν Σελήνην ἐν τροπικοῖς εἶναι ζῳδίοις· τούτου γὰρ γενομένου παλιντροπία ἔσται τῆς καταρχῆς ὕστερον, διὸ καὶ πάλιν ἄλλως διαθήσεται καὶ οὐ μὴ δηλονότι τελευτήσει ἐπὶ τῇ πρώτῃ διαθήκῃ. Ἔστω δὲ πρὸς τούτοις ἡ Σελήνη καὶ αὐξιφωτοῦσα καὶ τῷ πλάτει ὑψουμένη καὶ τοῖς κατὰ μῆκος ἀριθμοῖς ἀφαιροῦσα καί τινι ἀστέρι συνάπτουσα στηριγμὸν ἔχοντι καὶ μηδὲ ὕπαυγος ἔστω· καὶ γὰρ ὑπαύγου αὐτῆς οὔσης ὁ διαθέμενος ταχέως τελευτήσει. Τὸν δὲ Ἄρεα δεῖ παραφυλάττεσθαι ἀναγκαίως ἵνα μήτε ὡροσκοπῇ μήτε σὺν τῇ Σελήνῃ μήτε τετραγωνίζῃ αὐτὴν μήτε διαμετρῇ· οὕτω γὰρ οὐ μόνον ὁ διαθέμενος τελευτήσει, ἀλλὰ καὶ ἡ διαθήκη ἀφανισθήσεται ἤτοι κλαπεῖσα ἢ ἑτέρας ψευδοῦς ἀντ’ αὐτῆς ὑποληφθείσης. Ὁ δὲ Ἑρμῆς κακωθεὶς ἤτοι συνὼν τοῖς κακοποιοῖς ἢ σχηματιζόμενος ὑπ’ αὐτῶν δόλων αἴτιος γίνεται καὶ ἀμφισβητήσεων. Ἐὰν δὲ Κρόνος ὡροσκοπῇ ὁ μὲν θάνατος μετὰ χρόνον συμβήσεται, ἡ δὲ διαθήκη κυρωθήσεται. Ἐὰν δὲ Ζεὺς ἢ Ἀφροδίτη ὡροσκοπῇ ποιήσει τὸν διαθέμενον μὴ τελευτήσαντα διαθέσθαι πάλιν.

ΑΣΤΕΡΩΝ ΕΠΙΘΕΤΑ
ἑλληνικὸ πρωτότυπο ἐκ τῶν CCAG (Catalogus Codicum Astrologorum Graecorum) καὶ TLG (Τhesaurus Lingua Graeca)
❧
Δωροθέου Σιδωνίου τῶν ἑπτὰ ἀστέρων ἐπίθετα
[CCAG II, p. 81–82, Codices Venetos, F. 30] (fr. 2b Stegemann)
Κρόνος· Φαίνων, ἀγκυλομήτης, βλαβερός, βραδύς, χλευαστής, δυσαυγής, κρυόεις, βραβευτής, ψυχρός.
Ζεύς· Φαέθων, αἰγίοχος, βασίλειος, εὐφεγγής, πολυφεγγής, Κρονίδης, ὑψιμέδων.
Ἄρης· Πυρόεις, ὑπήνεμος, ἐγχέσπαλος, θοῦρος, κορυθαίολος, βροτολοιγός, φλογολαμπής, ὄμβριμος.
Ἥλιος· Τιτάν, φάων, Ὑπερίων, χρυσαυγής, λαμπής.
Ἀφροδίτη· Φωσφόρος, Ἕσπερος, χρυσῆ, λαμπάκτις, ἀφρογένεια, διπρόσωπος, εὐστέφανος, Παφίη, Κυθερία.
Ἑρμῆς· Στίλβων, Ἀργειφόντης, διάκτωρ, Κυλλήνιος, ὀξύς, πινυτός, ὠκύς, φαιδρός.
Σελήνη· σελασφόρος, Μήνη, διχόζωνος, Τιτανίς, πλησιφαής, διχόμηνος, Ἑκάτη, κερόεσσα, χρυσάμπυξ, Θειαντίς, Ἄρτεμις, τριοδῖτις.
Ἐπίθετα ὀνόματα τῶν ζ′ ἀστέρων
[CCAG Ι, p. 172–173, Codices Florentinos, F. 144v] (fr. 2a Stegemann)
Ἥλιος· Τιτάν, Φαέθων, ἀκάμας, Ὑπεριονίδης, βασιλεύς, χρυσαυγής.
Κρόνος· Φαίνων, ἀγκυλομήτης, βλαβεραυγής, βραδύς, χλευαστής, ψυχρός, δυσαυγής, κρυόεις, βραβευτής.
Σελήνη· πλησιφαής, σελασφόρος, ἑλικαυγής, κερόεσσα, τροχόεσσα, Μήνη, νυκτιμέδουσα, χρυσάμπυξ, πότνια, νυκταυγής, διχόζωνος, διχομήνη, Θειαντίς, ἀργυρόφεγγος.
Ζεύς· ὑψιμέδων, πολύφεγγος, Φαέθων, αἰγίοχος, Κρονίδης, εὐφεγγής.
Ἄρης· ἐγχέσπαλος, κορυθαίολος, οὐλαμόεργος, ὀλοφώιος, βροτολοιγός, πυριμάρμαρος, λοιγολαμπής, ὄβριμος, χαλκεομίτρης, θοῦρος, πυρόεις, Ἐνυάλιος, κρισαιχμής, ὑπήνεμος, ῥινοτόρος.
Ἀφροδίτη· Κυθέρεια, Κύπρις, κογχογενής, ζευξίγαμος, Παφίη, νήσου βασίλεια, Διωναίη, λαμπροφαής, οὐρανίη, θαλασσαίη, ἐρασμίη.
Ἑρμῆς· Στίλβων, διάκτορος, Ἑρμείας, σῶκος, ἐριούνης, χελυοξόος.
Λοιπά ἀποσπάσματα
[TLG, Dorotheus Astrol., Fragmenta alia antiqua]
Σημειωτέον ὅτι οὐ μόνον τὴν φάσιν ἐπὶ ἀνατολῆς, ἀλλὰ καὶ ἐπὶ δύσεως δεῖ λαμβάνειν καὶ στηριγμοῦ. ἀλλὰ καὶ Δωρόθεος τὰς δυτικὰς φάσεις τῶν περιπολούντων ἀστέρων κελεύει ἐγκρίνειν. Ὁ Δωρόθεος ἐν τοῖς ἔπεσιν αὐτοῦ κόλλησιν μὲν καλεῖ τὴν κατὰ σῶμα, συναφὴν δὲ τὴν κατὰ σχῆμα οἱονδήποτε.
Ἐπικάμπια δὲ λέγει τὰ τετράγωνα τῶν ἐκλειπτικῶν συνδέσμων. οὕτω καὶ παρὰ τῷ Δωροθέῳ ἔχεις εἰρημένον· ἐπικάμπια λυγρά.
Ἀλλ' ἀπό γε′ τῆς θαυμασίας ἐπιστολῆς ἑῷός μοι ἐπέστης καὶ μαρμαρύσσεις ἀπρόσιτα καὶ ἀπαστράπτεις ὡς ἐαρινὸς Ἥλιος, οἷον κατειληφὼς αὐτὸ τοῦ οὐρανοῦ τὸ μεσαίτατον. Τὸ τοῦ παντὸς ἔρεισμα εἶπεν ἂν ὁ Σιδωνόθεν Δωρόθεος.
Πολλοῦ δέω πιστεῦσαι Μανέθωνί τε καὶ Δωροθέῳ καὶ Κολοκύνθῳ καὶ τῷ πάντων μάλιστα τὰ τοιαῦτα ἠκριβωκότι Κλαυδίῳ τῷ Πτολεμαίῳ ταῖς ἐκείνων γενεθλιαλογουμέναις βίβλοις τὰ ἡμέτερα ταλαντεύουσιν. … οἷον αὐτίκα καὶ τὰ περὶ γάμου ἐρωτήματα διαιρῶ, παραιτούμενος τά τε τοῦ Μανέθωνος καὶ Δωροθέου τοῦ Σιδωνίου.
Ἔτι δὲ Δωρόθεός τε καὶ Ἀννουβίων καὶ Κολόκυνθος καὶ πᾶς μαθηματικὸς ἁπλῶς εἰπεῖν καὶ φυσικὸς καὶ πᾶς ἀρχαῖος ποιητὴς τὸν περὶ θεῶν λόγον οὕτως ἐκλαμβάνεται.
Οὐ μόνον δὲ οὗτοι, ἀλλὰ καὶ πάντες οἱ ποιηταί, ἔτι δὲ καὶ οἱ μαθηματικοὶ Ἄμμων καὶ Τιμαῖος, Πτολεμαῖος, Παῦλος, Ἑκτόριος (lege Ῥητόριος), Ἀννουβίων, Κολόκυνθος, Πρωταγόρας Νικήρατος (lege Νικαεύς), Δωρόθεος καὶ λοιποί, ὧν τά τε ὀνόματα καὶ τὰς χρήσεις ἐπέφερον ἄν, εἰ μὴ φορτικός τε καὶ ἀλαζὼν καὶ μακρός τισιν ἔμελλον ἀποφαίνεσθαι, καίπερ νὴ τὴν Ἀδράστειαν δίκην τὴν τοῦ θεοῦ ἀπὸ στήθους ταῦτα λαλῶν καὶ οὐκ ἀπὸ βιβλίων ὁρῶν.