goldenbar

ΑΠΟΤΕΛΕΣΜΑΤΙΚΑ ΣΥΝΤΑΓΜΑΤΑ, ΒΙΒΛΙΟΝ Γ′

ἑλληνικὸ πρωτότυπον ἐκ τῶν CCAG (Catalogus Codicum Astrologorum Graecorum) καὶ TLG (Τhesaurus Lingua Graeca)

Βιογραφία Ἡφαιστίωνος Θηβαίου

❧ 
 

ΠΕΡΙΕΧΟΜΕΝΑ

 

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΕΡΙ ΚΑΤΑΡΧΩΝ

  Καὶ πρὸς τοῖς δυσὶ βιβλίοις τοῖς ἐκ συναγωγῆς ἡμῖν τῶν παρὰ τοῖς ἀρχαίοις εἰρημένων συντόμως γραφεῖσιν ἐκτεθείσθω τουτὶ τρίτον χρησιμώτατον ὑπάρχον περὶ καταρχῶν παντοίων, σπουδαιότατε καὶ ὁσιώτατε καὶ φιλομαθέστατε τῶν φίλων Ἀθανάσιε. Ἐξέσται δέ σοι μετὰ πολλῆς ῥᾳστώνης ἐκ τούτου εὐεπιτεύκτως ἐπιθεωρεῖν τὰ ἀνθρώπεια καὶ τὰ τῇδε πάντα πράγματα καὶ τῶν μὲν ἐκ προαιρέσεως τὰς καταρχὰς εὐθέτους καὶ εὐπαρέργους κατὰ τὸ δυνατὸν πηγνύναι, τῶν δὲ ἀπροαιρέτως συμβαινόντων τύχῃ καὶ αὐτομάτῳ, καὶ τούτων τὰς ἀστροθεσίας σκοπήσαντες τῆς καταρχῆς εἰσόμεθα πῶς ἕκαστον ἐκβήσεται καὶ ποῖον ἕξει τέλος.

  Οὕτω δὲ καὶ ἐπὶ πάσης γενέσεως καταρχῆς λόγον τὸ διάθεμα σκοποῦμεν· ἀναγκαῖον τοίνυν ἀκριβῶς σκοπῆσαι τὴν ὥραν τῆς καταρχῆς ἐπὶ παντὸς πράγματος διὰ τῶν ὡς ἔνι μάλιστα διηρθρωμένων ὡροσκοπιῶν καὶ οὕτω τὰ κέντρα στῆσαι ὡς ἐπὶ γενέσεως. Τῶν τε φώτων καὶ τῶν ε′ ἀστέρων τὰ μήκη καὶ τὰ πλάτη ἐπιγνόντες καὶ πῶς ἔχουσι σχήματος πρός τε ἀλλήλους καὶ τὸ πᾶν ἐκ τούτων λοιπὸν ἁρμοσώμεθα τῶν γινομένων ἑκάστῃ προγνώσει.

α. Περὶ ἐπιτηδείων ζῳδίων καὶ Σελήνης ἐπιτηρήσεων εἰς καταρχήν

  Τὰ μὲν οὖν ὀρθῶς ἀνατέλλοντα ζῴδια (ἔστι δὲ τὰ ἀπὸ Καρκίνου ἕως Τοξότου) ἐπὶ τῆς ἀνατολῆς ἀκάκωτα τυχόντα ἀνεμποδίστως τὰ πραττόμενα τελέσει, τὰ δὲ λοξά (ἔστι δὲ τὰ ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων) ἄνευ μαρτυρίας ἀγαθοποιῶν ἀστέρων δυσκατέργαστα καὶ πολυχρόνια μηνύει, καὶ τὰ τροπικὰ δὲ ἐν τῇ ἀνατολῇ ὄντα μετατρέπει ταχέως τὸ πραττόμενον. Ἐν δὲ ἡμεριναῖς πράξεσιν ἐπιτηρητέον τόν τε Κριὸν καὶ Λέοντα καὶ Τοξότην καὶ Καρκίνον εἰ εἴη τις ἐπὶ τῆς ἀνατολῆς καὶ ἡ Σελήνη τινὰ τούτων παροδεύει, ἐν δὲ νυκτεριναῖς ὁμοίως τὰ διάμετρα τῶν ἡμερινῶν ζῳδίων ἐπισκοπητέον.

  Βλάπτει δὲ καὶ ἡ Σελήνη ἐκλείπουσα, καὶ μάλιστα ἐν τῷ γενεθλίῳ ζῳδίῳ ἢ τοῖς τούτου τριγώνοις, ἔτι δὲ καὶ ἐν συνόδῳ.

ἀτὰρ καὶ τοίη ἐοῦσα
ἐς κακοεργείην ἐκλείψιός ἐστιν ἀμείνων,
καὶ δὲ συνεργῆσαι δόλια φρεσὶ μητιόωντι
καὶ λάθρῃ πρήσσοντι καὶ ὅσσα χρῇζε σιωπῆς.

  Ἐπιτηρητέον δὲ καὶ τὸ δωδεκατημόριον αὐτῆς μὴ ἐμπέσῃ ὅπου Κρόνος ἢ Ἄρης. Μηδὲ μὴν αὐτὴ ἔστω ἐν πανσελήνῳ·

δεῖ γὰρ ἔριν τε διχοστασίην τε τιτύσκειν.

  Μήτε ἐν τοῖς ἐκλειπτικοῖς μήτε κατὰ μῆκος ἢ πλάτος τοῖς ἀριθμοῖς ἀφαιροῦσα μήτε εἴη ἐν τῷ νοτίῳ πέρατι μήτε ἐν ταῖς τελευταίαις μοίραις τῶν ζῳδίων ἐπειδὴ κακοποιοί εἰσιν.

β. Ὅπως χρὴ πῆξαι καθολικὰς καταρχάς

  Ἐν πάσῃ καταρχῇ ἐπιτηρητέον τὸν τοῦ ὡροσκόπου κύριον μὴ ἐμπεσεῖν εἰς τὸν ὄγδοον θανατικὸν καλούμενον τόπον μήτε εἰς τὸ τούτου διάμετρον, τὸν β′ καλούμενον βίον, μήτε συνεῖναι τῷ τοῦ ὀγδόου τόπου δεσπότῃ μήτε τὴν Σελήνην καθυπερτερεῖν τετραγώνῳ ἢ διαμέτρῳ σχήματι, τόν τε τῆς ἐπαναφορᾶς τοῦ ὡροσκόπου (τουτέστι τοῦ δευτέρου τόπου) δεσπότην ἔν τε τῷ δευτέρῳ καὶ ὀγδόῳ μὴ ἐπεῖναι μήτε ἐναντιοῦσθαι ἀλλήλοις μήτε ἐπαναφέρεσθαι τῇ Σελήνῃ, ἔτι μὴν καὶ τοὺς οἰκοδεσπότας τοῦ τε σεληνιακοῦ ζῳδίου καὶ τοῦ κλήρου τῆς τύχης μὴ εἶναι ἔν τε τῷ δευτέρῳ καὶ ὀγδόῳ τόπῳ. Βελτίονες δὲ οὗτοι ἂν ἐπίκεντροι πρὸς τὸν ὡροσκόπον γένοιντο· ἐπίδοξα γὰρ ποιεῖ.

  Πρὸ πάντων δὲ ἐν παντὶ πράγματι ἀναγκαῖον ζητῆσαι τόν τε ὡροσκόπον καὶ τὴν Σελήνην ἐν ἀγαθῶν τόποις εἶναι, ἀγαθοῖς δὲ συνάπτειν παροῦσιν ἢ κατὰ σχῆμα, καὶ τὸν τῆς τύχης κλῆρον συμφωνεῖν ἢ τῷ Ἡλίῳ ἢ τῇ Σελήνῃ ἢ τῷ ὡροσκόπῳ, προσέτι δὲ καὶ τὸν κύριον τοῦ κλίματος μὴ ἐναντιοῦσθαι τῷ κλίματι ἐν ᾧ ἡ καταρχὴ μήτε τῇ Σελήνῃ καὶ τοὺς ἀστέρας δὲ μὴ διαμέτρους εἶναι τοῖς ἰδίοις οἴκοις καὶ ὑψώμασι μήτε ἐν ἀδρανείᾳ. Τούτων οὕτω σκοπηθέντων ἐπὶ πάσης καταρχῆς ἀνάγκη ἕκαστα δεξιῶς σὺν εὐδαιμονίᾳ προχωρῆσαι. Εἰ δ’ ἄρα ἐπείγοι τινὸς κατάρξασθαι, μὴ συντρέχοι δὲ πάντα τὰ προειρημένα, χρηστέον τοῖς πλείοσι καὶ κατὰ καιρὸν δυνατοῖς.

  Σκέπτου δὲ καὶ οὕτω ποταπὸν ἕξει τέλος ἕκαστον τῶν πραττομένων. Ἐπίβλεπε τῆς Σελήνης τὰ φῶτα, τὸν δεσπότην τοῦ οἴκου ἐν ᾧ ἐστιν, ἔτι μὴν καὶ τὸν ὡροσκόπον τῆς καταρχῆς καὶ τὸ μεσουράνημα. Ἐὰν οὖν ἡ Σελήνη τύχῃ ἐπί τινος τούτων τῶν κέντρων διοδεύουσα, ὁ δὲ οἰκοδέκτωρ αὐτῆς ἐν τοῖς ἀποκλίμασιν, ἔσται τὰ κατ’ ἀρχὴν τοῦ πράγματος λαμπρά, τὰ δὲ τέλη σκοτεινὰ καὶ ἄχρηστα, ἐὰν δὲ ἔμπαλιν ἡ Σελήνη μὲν ἐν τοῖς ἀποκλίμασιν, ὁ δὲ κύριος τοῦ αὐτῆς οἴκου ἐν τοῖς κέντροις, τὰ κατ’ ἀρχὴν οὐδαμινὰ καὶ ἄχρηστα, τὰ δὲ τελευταῖα λαμπρά·

ἀρχαὶ μὲν γὰρ ἔασι πολυτρέπτοιο Σελήνης
αὐτῆς, ἐν δ’ οἴκοιο θεῷ κρατέοντι τελευτή.

  Εἰ δ’ ἄμφω εἶεν ἐν τοῖς κέντροις καὶ τὰ πρῶτα καὶ τὰ τελευταῖα καλά, εἰ δὲ ἐν τοῖς ἀποκλίμασιν ὁμοίως ἡ ἀρχὴ καὶ τὸ τέλος ἄχρηστον.

  Καὶ ἐπὶ τοῦ Ἡλίου δὲ καὶ τοῦ οἰκοδεσπότου αὐτοῦ ὁμοίως τῇ Σελήνῃ σκέπτου, καὶ μάλιστα ἐπὶ τῶν ἡμερινῶν καταρχῶν. Παρατηρητέον δὲ καὶ τὸν κλῆρον τῆς τύχης ἐν πάσῃ καταρχῇ καὶ τοὺς ἀγαθοποιοὺς θετέον σὺν αὐτῷ ἢ ἐποπτεύοντας αὐτόν. Μὴ λαθέτω δὲ καὶ τοῦτο, ὅτι ἡ Σελήνη ἐν ταῖς καταρχαῖς τὸ πραττόμενον εἴτε ταχέως εἴτε χρονίως ἀποκαθίστησιν ὡς ἐπίπαν εἰς τὸ αὐτὸ ζῴδιον τῆς καταρχῆς παραγενομένη ἢ εἰς τὸ τούτου διάμετρον εἴτε τετράγωνον.

γ. Ὅπως χρὴ εἰδέναι ἀλόγων γενέσεις καὶ καταρχάς

  Ἐπὶ μὲν οὖν τῆς τῶν ἀλόγων γενέσεως τὸ αὐτὸ νοείσθω ὅπερ ἤδη εἰρήκαμεν ἐν τῷ δευτέρῳ βιβλίῳ περὶ ἀλόγων καὶ τεράτων, ἁπλούστερον δὲ καὶ ἐνταῦθα εἰρήσθω. Ἐπὰν γὰρ ὁ τοῦ κλήρου τῆς τύχης κύριος ἀσύνδετος τῇ ὥρᾳ ἢ καὶ τῷ τῆς ὥρας δεσπότῃ καὶ τοῖς φωσὶν εὑρεθῇ, καὶ μάλιστα τῇ Σελήνῃ, ἀλόγου καταρχὴν νομιστέον. Ἐπὰν δὲ καὶ τὰ φῶτα ἀλλήλων καὶ τῆς ὥρας ἀλλοτριωθῇ τῷ σχήματι τῶν συναφῶν πρὸς κακοποιοὺς γινομένων καὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν ὑπὸ τῶν κακοποιῶν κατεχομένων ἄνευ τῆς τῶν ἀγαθοποιῶν ἀστέρων θεωρίας ἀνάγκη γένεσιν ἀλόγου εἶναι ἢ τέρατος ἢ ἀγρίου ἀλόγου πρὸς τὴν τῶν ζῳδίων φύσιν τῶν ποιούντων τὸ σύμπτωμα ἢ καὶ καταρχὴν περὶ ἀλόγων ζῴων, συσχηματιζομένων δὲ τῶν ἀγαθοποιῶν τὰ γινόμενα ποιεῖ χειροήθη καὶ μετὰ ἀνθρώπων διαιτώμενα.

δ. Πῶς ἄν τις προγνοίη τὰς πεύσεις τῶν βουλομένων σκέψασθαι ἐκ καταρχῆς

  Γνοίη δ’ ἄν τις τῶν προσιόντων καὶ προγνῶναι βουλομένων ἐκ καταρχῆς τὸ προγινόμενον κατὰ καθολικὸν καὶ συνοπτικὸν εἶδος ὁμοιοτρόπως μάλιστα ταῖς γενέσεσι τὴν ἐπίσκεψιν ποιησάμενος. Καταστοχάζεσθαι δέ ἐστι καὶ ἀπὸ τούτων· τήν τε γὰρ ὥραν καὶ τὰ κέντρα τῆς καταρχῆς ἀκριβῶς στήσαντες, πρῶτον τὸ μεσουρανοῦν κέντρον ἐπισκοπεῖν χρὴ καὶ τὸν ἐπ’ αὐτοῦ τυγχάνοντα καὶ πρὸς τοῦτον ἀφορίζειν τὸ πρᾶγμα ἢ τὰς πράξεις. Καὶ τοὺς παρ’ ἑκάτερα δύο τόπους ἐφορατέον (τουτέστι τό τε ἀπόκλιμα καὶ τὴν ἐπαναφορὰν τοῦ μεσουρανήματος), τούς τε ἐν αὐτοῖς ἀστέρας ἐπισκοπητέον τοὺς μὲν ἐπὶ τοῦ ἀποκλίματος ὡς δηλοῦντας τὰ παρῳχηκότα, τοὺς δὲ ἐπὶ τῆς ἐπαναφορᾶς τὰ μέλλοντα, τὰ δὲ ἐν αὐτῷ τῷ ἐνεστῶτι καιρῷ τοὺς ἐν τῷ μεσουρανήματι.

  Μηδενὸς δὲ τῶν ἀστέρων ἐπιτυχόντος ἐπὶ τῶν προκειμένων τόπων λαμβάνειν δεῖ τοὺς ἐπιθεωροῦντας καὶ ἐνδυναμωμένους πρὸς αὐτούς· ὅπως γὰρ ἂν οὗτοι καταληφθῶσι τοιουτότροπον τὸ τέλος καὶ τὸ ἐνέργημα τοῦ ζητουμένου ἀποτελοῦσιν. Ἀπὸ μὲν γὰρ δύσεως ἐπὶ ἀνατολὰς πορευόμενος σημαίνει λαμπρὰς καὶ ὡραίας καὶ ἐξουσιαστικὰς πράξεις τῶν ἤδη προεγκεχειρισμένων, ὃ δὴ μάλιστα ἐπὶ τοῦ Ἑρμοῦ παραφυλακτέον, ἀπὸ δὲ τῶν ἀνατολῶν ἐπὶ τὰς δύσεις πορευόμενος τῶν προπεπραγμένων ἢ βεβουλευμένων ἄνεσιν καὶ ἀπόσβεσιν καὶ ἀργίαν μηνύουσιν. Καὶ ἐν μὲν ταῖς ἀνατολαῖς ἀπὸ μοιρῶν ιβ′ ἀποστάντες τοῦ Ἡλίου ἄρχονται τῆς ἐνεργείας, ἐντελέστερον δὲ ἀπὸ μοιρῶν ιε′, ἐν δὲ ταῖς δύσεσιν ἀπὸ ιε′ μοιρῶν ἕως ζ′ ἄρχονται μειοῦν τὴν δύναμιν, ἀπὸ δὲ ἑπτὰ ἕως τῆς τοῦ Ἡλίου μοίρας δυτικοὶ καὶ ἀσθενέστατοι, αἱ δὲ ἑῷοι φάσεις νυκτὸς μέν εἰσι βραδίονες, ἡμέρας δὲ ἑσπέριοι.

  Προσθετέον δὲ καὶ ταῦτα τῷ μέρει τούτῳ. Τῶν κέντρων τὸ μὲν ὡροσκοποῦν ἐπισκοπεῖν δεῖ ὡς σημαῖνον τὴν φύσιν τῆς πεύσεως, τὸ δὲ μεσουρανοῦν τὴν ἐνέργειαν, τὸ δὲ δῦνον τὸ τέλος, τὸ δὲ ὑπόγειον τὰ λαθραῖα, καὶ ὁ μὲν ὡροσκόπος τὴν ἀνατολὴν μηνύει, τὸ δὲ μεσουράνημα τὴν μεσημβρίαν, τὸ δὲ δῦνον τὴν δύσιν, τὸ δὲ ὑπόγειον τὰ πρὸς ἄρκτον. Καὶ τὰ μὲν τροπικὰ τῶν ζῳδίων ῥᾳδίας τὰς μεταβολὰς ἤτοι ἐπὶ τὸ ἄμεινον ἢ ἐπὶ τὸ χεῖρον, τὰ δὲ στερεὰ ἀμετάτρεπτον τὸ ζητούμενον πρᾶγμα, τὰ δὲ δίσωμα διμερῆ τὴν τῶν ζητουμένων ἔσεσθαι ἀπόβασιν.

  Τῶν δὲ ζῳδίων τὰ μὲν ἔνυδρα ἐνύδρους τόπους σημαίνουσιν, τάς τε πράξεις δι’ ὑγρῶν ἢ ἐν ὑγροῖς, τὰ δὲ ἀμφίβια ἐπικοινωνοῦντα τῶν τε ἀπὸ γῆς καὶ τῶν ὑγρῶν, τὰ δὲ χερσαῖα ἠπείρους καὶ ὄρη, τὰ δὲ πολύσπερμα καὶ πολύγονα ὄχλους καὶ δήμους, τὰ δὲ ἄγονα ἐρημίας καὶ ἀπραγίας. Οἱ δὲ σύνδεσμοι τοῦ τῆς Σελήνης κύκλου ἀτέλεστα καὶ ἐλλειπῆ τὰ πράγματα καὶ εἰς τὸ ἐναντίον τὴν μετατροπὴν ἄγοντες, αἱ δὲ τῆς Σελήνης συναφαὶ καὶ ἀπόρροιαι δηλοῦσι τὰ ἀποβησόμενα κατὰ τὴν τῶν ἀστέρων οἷς κοινωνεῖ φύσιν.

  Πρόσωπα δὲ ὁ μὲν τοῦ Κρόνου πρεσβυτικά, στιβαρά, βαρύμηνα, πανοῦργα, ἐνδόμυχα καὶ κακοποιὰ μηνύει, ἐργασίας τε τὰς ἐν γῇ καὶ θαλάσσῃ καὶ εἱρκτὰς καὶ συνοχάς, ὁ δὲ τοῦ Διὸς ἀστεῖα καὶ ἀξιωματικά, εὐπάροχα, ἀκμάζοντα, ἱλαρά, ἀγαθοποιά, ὁ δὲ τοῦ Ἄρεως νέους, θρασεῖς, θυμητικούς, ἀηδεῖς, μοιχικούς, πανούργους, λῃστρικούς, στραταρχικούς, βασιλικούς, δυνάστας, ἡ δὲ Ἀφροδίτη ἱλαρά, ἀστεῖα, χαρίεντα, μουσικά, ἐμπορικά, ἁβροδίαιτα, θηλύφρονα μηνύει, ὁ δὲ τοῦ Ἑρμοῦ εὐπαίδευτα, νέα καὶ πολύτροπα καὶ ἐμπορικά, ἡ δὲ Σελήνη βασιλικά, προβεβηκότα, θηλυκά, ὁ δὲ Ἥλιος βασιλικά, ἡγεμονικά, ἀκμάζοντα, ἀρρενικά. Τὰ μὲν οὖν ἰδιότροπα ἑκάστου αὐτῶν ταῦτα καὶ τοιαῦτά ἐστιν, ἐὰν δὲ μετ’ ἀλλήλων ὦσί τινες ἐφαρμοστέον κατὰ τὸ συγκρατικὸν εἶδος.

  Καὶ ἄλλως δὲ προγνωσόμεθα πεπηγμένης τῆς καταρχῆς ἐπ’ ἐνίων οὕτως. Ἐπὰν ὁ κλῆρος τῆς τύχης εἰς τὸ γ′ ζῴδιον ἀπὸ τοῦ ὡροσκόπου ἐμπέσῃ, ὁ δὲ κύριος τοῦ ζῳδίου ἐναντιωθῇ αὐτῷ, ἰστέον ὅτι πρὸς φίλον ἔχθραν καὶ διαφορὰν σημαίνει, εἰ δὲ δίσωμον τύχῃ τὸ ζῴδιον καὶ ἤδη προγεγενημένην καὶ αὖθις ἐσομένην. Ὁ δὲ ἀστὴρ ὁ κύριος τοῦ κλήρου δηλώσει τὰ πρόσωπα καθὼς προδεδήλωται.

  Ὁπόταν δὲ πάλιν ὁ κλῆρος εἰς τὸ περὶ φιλίας, τουτέστι τὸ τρίτον, πέσῃ, ὁ δὲ κύριος αὐτοῦ κακοδαιμονῇ σὺν τοῖς ἀγαθοποιοῖς ἢ τῷ κυρίῳ τῆς ὥρας, ὅ τε τοῦ κακοδαιμονήματος δεσπότης ὡροσκοπήσῃ ἀκακώτου τῆς Σελήνης τυχούσης, εὑρίσκεται περὶ δόξης καὶ ἀρχῆς αὐτεξουσίου καὶ ἐλευθερίου ἡ καταρχή. Ἐὰν δὲ πάλιν εὑρεθῇ ὁ κλῆρος ἐν τῷ περὶ θανάτου τόπῳ σὺν τῷ ἰδίῳ κυρίῳ ὑπὸ τῆς Σελήνης κεκακωμένης καθυπερτερούμενος ἀσυντελὴς ἔσται πᾶσα ἡ καταρχή.

  Ἐπετήρησαν δὲ ἀκριβῶς εἰς πρόγνωσιν οἱ παλαιοὶ καὶ ἐκ τῆς ποσότητος τῶν μοιρῶν τοῦ ὡροσκόπου οὗ ἔσται αὐτοῦ τὸ δωδεκατημόριον. Εἰς ὃ γὰρ ἂν ἐμπέσῃ ζῴδιον ἐν τοῖς ἑξῆς ἀνὰ δύο ἥμισυ μοίρας ἐκβαλλομένη ἡ ποσότης τῶν μοιρῶν τοῦ ὡροσκόπου ἐκεῖνο ἔσται αὐτοῦ τὸ δωδεκατημόριον, καὶ κατ’ αὐτό τε καὶ ἐξ αὐτοῦ περὶ παντὸς πράγματος καὶ πρὸ τῆς πεύσεως συνιδεῖν ἔστι τὸ εἶδος.

  Οὐ γὰρ μόνον ὁρᾶν χρὴ αὐτὰ καθ’ ἑαυτὰ τὰ ζῴδια εἰ ἔστι τροπικὰ ἢ στερεὰ ἢ δίσωμα, ἀλλὰ καὶ ἑκάστου ζῳδίου τὸ δωδεκατημόριον εἰ εἰς τροπικὰ ἢ στερεὰ ἢ δίσωμα· ἃ μάλιστα ἁρμόζει εἰς τὴν τῶν καταρχῶν λύσιν τὸ συμβαίνειν ἐν στερεῷ τροπικὸν δωδεκατημόριον ἢ δίσωμον κεντροῦσθαι, ἀλλοιοῦσθαί τε τὴν φύσιν τοῦ ζῳδίου τῇ τῆς τοπικῆς δυνάμεως μοιρικῇ διακρίσει. Τὴν οὖν ποιότητα τῆς πεύσεως ἤτοι τοῦ πράγματος προειπεῖν δυνησόμεθα ἐπὰν ἀκριβῶς λάβωμεν τὴν ὡροσκοποῦσαν μοῖραν ἐξ ὑδροσκοπίου ἢ ἀστρολάβου ἢ ἄλλου τινὸς ὡροσκοπίου καὶ γνῶμεν τὸ δωδεκατημόριον· πρὸς αὐτὸ ἁρμοσόμεθα οὕτως.

  Ἐὰν οὖν εὑρεθῇ τὸ α′ δωδεκατημόριον τοῦ Κριοῦ, τουτέστι β′ C 1 μοῖραι, ὡροσκοποῦν ἐπὶ τῆς ὥρας τοὺς προσιόντας σημαίνει περὶ ἐλευθερίας ἢ ἀρχῆς, τὸ δὲ δεύτερον περὶ βίου ἢ οἴκου ἢ ζῴων ἢ ἀγροῦ ἢ γυναικὸς ἢ ἀστείων προσώπων ἢ ὁμοίων, τὸ δὲ γ′ περὶ ἐνέδρας ἢ κλέμματος ἢ δραπέτου, τὸ δὲ δ′ περὶ κλοπῆς ἀργυρίου ἢ ἁρπαγῆς, τὸ δὲ ε′ περὶ οὐσίας ἢ ἀρχῆς καὶ τῶν ὁμοίων, τὸ δὲ ϛ′ περὶ οἰκονομίας, γυναικείου κόσμου, τὸ δὲ ζ′ περὶ ἐχθρῶν καὶ μάχης ἢ ἀπαιτήσεως ἢ κριτηρίου, τὸ δὲ η′ περὶ λαθραίου πράγματος καὶ ἀποκρύφου, τὸ δὲ θ′ περὶ ὁδοιπορίας ἢ μεταβάσεως ἢ πλοῦ, τὸ δὲ ι′ περὶ ἐλπίδων ἢ συζυγίας ἢ ἁρμονίας, τὸ δὲ ια′ περὶ ἀποβολῆς ἢ κλέμματος ἢ ζημίας τινός, τὸ δὲ τελευταῖον τὸ ιβ′ ὅ ἐστιν Ἰχθύων τυγχάνον περὶ γυναικὸς ἢ γυναικὶ διαφερόντων πραγμάτων ἢ τεθηλυμμένων.

  Ταύρου δὲ τὸ μὲν πρῶτον δωδεκατημόριον ἀπονεμηθὲν σημαίνει περὶ πραγματείας ὅσα περὶ ζωὴν καὶ βρῶσιν, καὶ τὸ δεύτερον (τῶν Διδύμων) πράγματα αἰσχρὰ ἢ περὶ ἀφροδισίων ἢ τῶν ὁμοίων σημαίνει, τὸ δὲ τρίτον περὶ κλοπῆς ἢ ἔργου τινὸς ἢ οἰκονομίας, τὸ δὲ δ′ περὶ ἔχθρας ἢ ἁρπαγῶν, τὸ δὲ ε′ περὶ συμφωνίας καὶ ἀμεριμνίας, φιλίας καὶ καλοκαγαθίας, τὸ δὲ ἕκτον ἐν ἀμφιβολίᾳ καὶ δισταγμῷ περιπεπτωκέναι τὸν σκεπτόμενον, τὸ δὲ ζ′, Σκορπίου τυγχάνον, καμάτου καὶ μερίμνης καὶ στρατείας σημαντικόν, τὸ δὲ η′ περὶ ὁδοιπορίας καὶ πλοῦ καὶ τῶν τοιούτων, τὸ δὲ θ′ περὶ συναλλαγῆς τῆς πρὸς γυναῖκας καὶ εἴ τινα ὅμοια τούτοις, τὸ δὲ ι′ περὶ διαπράσεως καὶ ἀποβολῆς καὶ κόπου, τὸ δὲ ια′ περὶ ἀφροδισίων, τὸ δὲ τελευταῖον, Κριοῦ τυγχάνον, περὶ ξένων ἢ ξενιτείας ἢ γεωργίας σημαίνει.

  Τῶν δὲ Διδύμων τὸ α′ δωδεκατημόριον σημαίνει περὶ κοινωνίας καὶ πολιτικῶν πραγμάτων καὶ ὁμωνυμίας, τὸ δὲ δεύτερον περὶ ἀποβολῆς χρυσίου ἢ ἀργυρίου ἢ τῶν ὁμοίων κινητῶν, τὸ δὲ γ′ περὶ ἀποβολῆς καὶ ἀτυχίας, τὸ δὲ τέταρτον περὶ δανείσματος καὶ ἀποβολῆς καὶ ζημίας, τὸ δὲ ε′ περὶ πράγματος καὶ πράξεως, τὸ δὲ ϛ′ περὶ κλοπῆς τῶν ἀπὸ πυρὸς γεγονότων, τὸ δὲ ζ′ περὶ δραπετῶν διωγμοῦ ἢ ὁδοιπορίας ἤ τινα τούτοις ὅμοια, τὸ δὲ η′ περὶ ἐπωφελοῦς τέχνης καὶ ἱλαροῦ τινος πράγματος, τὸ δὲ θ′ περὶ λόγων καὶ πραγμάτων, τὸ δὲ ι′ περὶ μάχης καὶ ἔχθρας καὶ τῶν ὁμοίων σημαντικόν, τὸ δὲ ια′ περὶ ἀποβολῆς τινος ἢ φόβου ἢ μετανοίας ἢ ἀναλύσεως, τὸ δὲ ιβ′, τελευταῖον, Ταύρου τυγχάνον, περὶ γεωργίας ἢ ξενιτείας καὶ ὅσα τούτοις παραπλήσια δηλοῖ.

  Τὸ δὲ Καρκίνου πρῶτον δωδεκατημόριον σημαίνει περὶ ἀρχῆς ἢ ἀρχιερωσύνης ἢ ἱερουργίας, τὸ δὲ δεύτερον περὶ μεγίστου πράγματος καὶ ἀξίας καὶ ἱερωσύνης, τὸ δὲ τρίτον περὶ φόβου διὰ πρᾶγμά τι μετὰ γυναικὸς πραχθέν, τὸ δὲ τέταρτον περὶ πίστεως ἢ ἀποβολῆς ἢ ἀπαιτήσεως, τὸ δὲ πέμπτον περὶ λαθραίας ἀποθέσεως ἢ θησαυροῦ ἢ παρακαταθηκῶν, τὸ δὲ ϛ′ περὶ ὁδοιπορίας ἢ πλοῦ ἢ ξένων προσώπων, τὸ δὲ ζ′ περὶ μάχης διὰ θηλυκῶν προσώπων καὶ ζηλοτυπίας, τὸ δὲ η′ περὶ ἀποβολῆς ἢ κλεμμάτων ἢ ζημιῶν ἢ ἀρνήσεων, τὸ δὲ ἔννατον περὶ γάμου κοινωνίας καὶ πραγμάτων ἀγαθῶν ἕνεκα, τὸ δὲ ι′ περὶ ἀρχῆς καὶ ἀξίας καὶ ἱερωσύνης καὶ εἴ τινα τούτοις παραπλήσια, τὸ δὲ ια′ περὶ κλέμματος ἢ ἀποδράντος τινὸς ἢ ἀρνήσεως παρακαταθηκῶν, τὸ δὲ δωδέκατον περὶ κοινωνίας καὶ συμφώνων πραγμάτων καὶ ἐζευγμένων.

  Τὸ δὲ τοῦ Λέοντος πρῶτον δωδεκατημόριον δηλοῖ περὶ ἀξίας καὶ ἐπιθυμίας ἀλλοτρίων ἢ πλεονεξίας, τὸ δὲ δεύτερον περὶ μεγάλου πράγματος καὶ ζημίας καὶ ἀδικίας, τὸ δὲ τρίτον περὶ μάχης καὶ πλεονεξίας καὶ ἀμφιβολίας, τὸ δὲ δ′ περὶ μεγάλου πράγματος τελεσιουργίας, τὸ δὲ ε′ περὶ πράγματος οὐ μικροῦ, ἀλλὰ βασιλικοῦ, ἢ περὶ κτίσεως, τὸ δὲ ἕκτον περὶ κόπου τινὸς ἢ ἐργασιῶν ξένων ἢ προσόδου, τὸ δὲ ζ′ περὶ ἐχθρῶν καὶ τῶν ὁμοίων, τὸ δὲ η′ περὶ ἀλλοτρίου πράγματος ἢ ἀλλοτρίας μερίμνης, τὸ δὲ θ′ περὶ φόβου καὶ δισταγμοῦ, τὸ δὲ ι′ περὶ λέσχης ἢ ἀγροικίας ἢ ξενιτείας, τὸ δὲ ἑνδέκατον περὶ μάχης καὶ ἀπροσδοκήτων, τὸ δὲ τελευταῖον περὶ πραγμάτων ἱερῶν ἢ τοιουτοτρόπων τινῶν.

  Παρθένου τὸ α′ δωδεκατημόριον σημαίνει περὶ κόσμου γυναικείου καὶ καρποῦ χάριν, τὸ δὲ δεύτερον περὶ προσόδου ἢ κόσμων βαρυτίμων ἢ ἐσθῆτος, τὸ δὲ τρίτον περὶ πράγματος λαθραίου βεβουλευμένου, τὸ δὲ τέταρτον περὶ ἀφορμῶν ἀλλαγῆς ἢ κοινοῦ τινος χάριν, τὸ δὲ ε′ περὶ γεωργίας καὶ οἰκοδομῆς ἢ τοιουτοτρόπου τινός, τὸ δὲ ϛ′ περὶ προσώπου ἢ ἐλπίδων καὶ πράξεων καὶ κόπου, τὸ δὲ τῶν Ἰχθύων, ἕβδομον, περὶ ἔχθρας γυναικείας καὶ ἁψιμαχίας φίλων, τὸ δὲ ὄγδοον περὶ τέχνης ἢ ἱερῶν ἐνεργείας ἢ χρηματισμῶν, τὸ δὲ θ′ περὶ φορτίου πράσεως ἢ καματηρᾶς ξενιτείας, τὸ δὲ δέκατον, Διδύμων, περὶ ἐπηρείας τινὸς ἢ ξένης ἢ ἀγροικικῆς αἰτίας, τὸ δὲ ια′ περὶ κλοπῆς ἢ πράγματος λαθραίου ἢ θησαυροῦ, τὸ δὲ τελευταῖον, Λέοντος, περὶ τραυμάτων ἢ ἀσθενείας ἢ τῶν ὁμοίων.

  Τὸ δὲ τοῦ Ζυγοῦ πρῶτον δωδεκατημόριον ὑποσημαίνει περὶ προσόδου ἢ κριτηρίου ἢ δόσεως ἢ λήψεως, τὸ δὲ δεύτερον περὶ κλέμματος ἢ νοσφισμοῦ, τὸ δὲ τρίτον, Τοξότου ὄν, περὶ ἐμπορίας ἢ γεωργιῶν τῶν ἐπὶ ξένης, τὸ δὲ δ′ περὶ πραγμάτων λαθραίων ἢ σκολιῶν, τὸ δὲ πέμπτον περὶ πραγματείας ἢ κακοπραγίας ἢ ἐλπίδων προσδοκίας, τὸ δὲ ϛ′ περὶ ἀλλοτρίου πράγματος ἢ ἐντολῆς γυναικός, τὸ δὲ ζ′ περὶ ἀηδίας ἀκαίρου καὶ ὀργῆς καὶ μάχης ἢ ἡσυχίας τινός, τὸ δὲ ὄγδοον, Ταύρου ὄν, περὶ ἀσθενείας ἢ τραυμάτων ἢ μερίμνης βασιλικῆς, τὸ δὲ θ′ περὶ κοινωνίας ἢ λόγων ἢ συνθηκῶν, τὸ δὲ ι′ περὶ προσόδου ἢ ἀξίας ἢ τιμῆς ἢ εὐημερίας, τὸ δὲ ια′ περὶ ἀγνοίας τινὸς ἢ ὕβρεως αἰφνιδίου, τὸ δὲ δωδέκατον περὶ σωμάτων ἢ φορτίου πολιτικοῦ.

  Τὸ δὲ τοῦ Σκορπίου α′ δωδεκατημόριον σημαίνει περὶ στρατείας ἢ ἐπὶ ξένης πράγματος ἢ μίξεως αἰφνιδίου γεγονυίας, τὸ δὲ β′ περὶ πλοῦ ἢ μεταβάσεως καὶ τῶν ὁμοίων, τὸ δὲ γ′ περὶ ὄχλου ἢ μάχης καὶ ἀηδίας ἐπικινδύνου, τὸ δὲ δ′ περὶ κακοπραξίας ἀπολύσεως, τὸ δὲ ε′ περὶ ὁμονοίας ἢ πλοῦ ἢ κοινῶν πραγμάτων, τὸ δὲ ϛ′ περὶ ἐπιταγῆς καὶ κρατήσεως καὶ ἀδοκήτου βίας, τὸ δὲ ζ′ περί τινος ἐπὶ ξένης γεγονότος ἢ διὰ ξένα πρόσωπα, τὸ δὲ η′ περὶ ὁδοιπορίας, τὸ δὲ θ′ περὶ κλεμμάτων ἢ ἐξουσίας ἢ τῶν πρὸς ἰσχυρότερα πρόσωπα διαφερόντων, τὸ δὲ ι′ περὶ ξενιτείας ἢ τέχνης τινὸς ἢ ἀξίας, τὸ δὲ ια′ περὶ κλέμματος γυναικείου χάριν, τὸ δὲ ιβ′ περὶ προσόδου ἢ κινδύνου ἢ κέρδους ἀπλήστου.

  Τοῦ Τοξότου τὸ α′ δωδεκατημόριον δηλοῖ περὶ φορτίου ἐπὶ ξένης, τὸ δὲ β′ περὶ στρατείας ἢ ξενιτείας ἢ στρατοπέδου, τὸ δὲ γ′ περὶ πραγμάτων καὶ πράξεων καθύγρων, τὸ δὲ δ′ περὶ πλοῦ καὶ τῶν ὁμοίων, τὸ δὲ ε′ περὶ φορτίου, τὸ δὲ ϛ′ περὶ τετραπόδων, τὸ δὲ ζ′ περὶ ἀηδίας ἢ δραπέτου, τὸ δὲ η′ περὶ κλέμματος ἢ ἀποβολῆς, τὸ δὲ θ′ περὶ ὁδοῦ ἢ ἐνέδρας, τὸ δὲ ι′ περὶ ἔρωτος ἢ τῶν ὁμοίων, τὸ δὲ ια′ περὶ προσόδου ἐπὶ ξένης ἢ διὰ ξένους, τὸ δὲ ιβ′ περὶ κλέμματος.

  Τὸ δὲ τοῦ Αἰγοκέρωτος α′ δωδεκατημόριον περὶ πραγμάτων οὐ καθαρῶν ἢ ἐφυβρίστων, τὸ δὲ β′ περὶ δραπέτου ἢ ἀποβολῆς, τὸ δὲ γ′ περὶ ἔρωτος ἢ πλοῦ, τὸ δὲ δ′ περὶ προβάτων, οἰκοδομίας ἢ ἱματίων, τὸ δὲ ε′ περὶ γεωργίας ἢ οἰκονομίας, τὸ δὲ ϛ′ περὶ πραγμάτων ἄλλοις διαφερόντων, τὸ δὲ ζ′ περὶ κλέμματος ἢ ἀηδίας, τὸ δὲ η′ περὶ φόβου ἢ στρατείας, τὸ δὲ θ′ περὶ τέχνης ἢ κόσμου γυναικείου, τὸ δὲ ι′ περὶ προσόδου ἢ ἀηδίας, τὸ δὲ ἑνδέκατον περὶ πράγματος λαθραίου γεγονότος, τὸ δὲ ιβ′ περὶ πράγματος γεγονότος ἢ πλοῦ.

  Τοῦ δὲ Ὑδροχόου τὸ α′ δωδεκατημόριον ἀποδείκνυσι περὶ σωμάτων χάριν, τὸ δὲ β′ καθύγρων πραγμάτων ἕνεκα ἢ φορτίου, τὸ δὲ τρίτον περὶ λέσχης τινός, τὸ δὲ δ′ περὶ κόπων ἰδίων, τὸ δὲ ε′ περὶ κοινωνίας ἢ καθύγρων πραγμάτων, τὸ δὲ ϛ′, Καρκίνου ὄν, περὶ κλέμματος ἢ ἀηδίας αἰφνιδίου, τὸ δὲ ζ′ περὶ τέχνης ἢ κοινωνίας, τὸ δὲ η′ περὶ ἀγοραίου ἢ πανηγύρεώς τινος, τὸ δὲ θ′ περὶ προσόδων ἢ περὶ κόσμου καὶ δικαίου τινὸς πράγματος ἢ ἐπὶ ξένης ὄντος, τὸ δὲ ι′, Σκορπίου τυγχάνον, περὶ κλοπῆς ἢ θησαυροῦ, τὸ δὲ ια′ περὶ πλοῦ ἢ καθύγρων πραγμάτων, τὸ δὲ τελευταῖον, Αἰγοκέρωτος τυγχάνον, περὶ ἀλλοτρίων πραγμάτων ἢ πίστεων γυναικείων.

  Τὸ δὲ τῶν Ἰχθύων πρῶτον δωδεκατημόριον περὶ βεβλαμμένων πραγμάτων δηλοῖ παρύγρων, τὸ δὲ β′ περὶ κόσμου ἢ συζεύξεως, τὸ δὲ τρίτον περὶ τῶν λάθρᾳ τι πράττειν ἐπιχειρούντων ἢ γυναικείου πράγματος, τὸ δὲ τέταρτον περὶ κόπου ἢ κοινωνίας ἢ ξένου πράγματος, τὸ δὲ πέμπτον περὶ φορτίου ἢ γάμου, τὸ δὲ ϛ′ περὶ φορτίου ἀλλοτρίου, τὸ δὲ ζ′ περὶ γυναικείας τέχνης ἢ τῶν ὁμοίων τῶν εἰς γυναῖκα ἀναφερόντων, τὸ δὲ η περὶ ἀλλοτρίων πραγμάτων, τὸ δὲ θ′ περὶ προσόδων καὶ καλοῦ πράγματος, τὸ δὲ ι′ περὶ πλοῦ ἢ ξενιτείας τινὸς ἀγαθῆς, τὸ δὲ ια′ περὶ γυναικείου πράγματος ἢ γυναικὶ διαφέροντος, τὸ δὲ ἐπὶ τέλει δωδεκατημόριον σημαίνει περὶ ἀποβολῆς ἢ δραπέτου καὶ τῶν ὁμοίων.

ε. Περὶ καθολικῶν καταρχῶν καὶ παρατηρήσεων

  Τὴν βασιλικὴν τάξιν καὶ ἡγεμονικὴν δύναμιν Ἥλιος καὶ Σελήνη τοῦ παντὸς ἀνειλήφασιν· διὰ γὰρ τῶν πρὸς ἀλλήλους σχηματισμῶν καὶ τῶν ἐπισήμων φάσεων ἅπαντα ἀπεργάζονται παραλαμβάνοντες καὶ τὸν τῶν πλανωμένων πρὸς αὐτοὺς σχηματισμὸν εἰς αὔξησιν καὶ ἐπίτασιν τῶν ἀποτελουμένων. Ἐκ γὰρ τῆς τῶν φωστήρων κατὰ μῆνα συνόδου ἅπαντα κατά τε γῆν καὶ θάλασσαν ζωογονεῖται καὶ ἀλλοιοῦται. Χρὴ οὖν ἐπὶ πάσης καταρχῆς τὴν προγενομένην σύνοδον ἢ καὶ πανσέληνον σκοπῆσαι ὡς ἐπὶ γενέσεως, πρῶτον μὲν εἰ ἐπὶ τῶν κέντρων ἢ ἐπὶ τῆς τούτων ἐπαναφορᾶς εἴη χρηματίζουσα καὶ ἐν ἀγαθοποιοῦ ἀστέρος ζῳδίῳ ἢ μοίραις ἢ παρουσίᾳ ἢ σχήματι ἢ κακοποιοῦ ὁμοίως καὶ εἰ μετὰ τὴν σύνοδον ἢ πανσέληνον συνάπτει ἀγαθοποιῷ ἢ ἐναντίῳ, καὶ οὕτω καταστοχάζεσθαι τοῦ πράγματος καθὼς ἂν ἔχῃ ἡ συζυγία πρός τε τὰ κέντρα καὶ τοὺς πλανωμένους.

  Ἐπικέντρου γὰρ γενομένης τῆς συζυγίας μετὰ τῶν ἀγαθοποιῶν καὶ ἐπειγούσης πρὸς ἀγαθοποιοὺς μεγίστας καὶ εὐδαιμονεστάτας δηλώσει πράξεις ἄχρι τέλους, ἐπὶ δὲ γενέσεως ἀποτελοῦνται βασιλεῖς, εὐδαίμονες, πολυχρήματοι. Ἐπὰν δὲ ἀγαθοποιοῖς συνοδεύσασα φέρηται ἐπὶ κακοποιοὺς ποιήσει εὐγενεῖς τοὺς γεννηθέντας καὶ τὰς ἀρχὰς τῶν χρόνων ἔχοντας, ὕστερον δὲ ἐπὶ τὸ χεῖρον σφαλλομένους τῷ βίῳ, ἐὰν δὲ ἐναντίως εὑρεθῇ ἡ Σελήνη δηλώσει καὶ τοὺς τικτομένους τὴν ἀρχὴν δυστυχοῦντας, τὰ δὲ τέλη εὐτυχεῖς. Ἐὰν δὲ ἀπὸ κακοποιῶν εἰς κακοποιοὺς φέρηται ταπεινοὺς ἐκ ταπεινῶν ἀποτελεῖ καὶ ἐπιμόχθους καὶ ἐν πᾶσι δυστυχεῖς καὶ κακομόρους. Περισχεθεῖσα δὲ ὑπὸ τῶν κακοποιῶν ἡ σύνοδος ταπεινοὺς καὶ ἀβίους καὶ ἐπαίτας καὶ δυστυχεῖς ἐργάζεται.

  Εὐεπιτεύκτους δὲ καὶ ἐμπράκτους ἐν πᾶσιν ἀποτελέσει ὅταν ὁ οἰκοδεσπότης τῆς συνόδου ἀνατολὰς ἔχῃ καὶ ἐπιπαρῇ ἰδιοτοπῶν ἢ τριγωνίζηται πρὸς τὸν τόπον, ἐὰν δὲ ἀπόστροφος εὑρεθῇ ἢ ἐναντιωθῇ οὐ ποιήσει. Ἐπὶ δὲ τῶν ἐπαναφορῶν γενομένης τῆς συζυγίας ἢ τοῦ κυρίου αὐτῆς μετὰ χρόνον ἀποτελέσει τὰ πραττόμενα, ἐὰν δὲ ἐν τοῖς ἀποκλίμασιν ἀργὰ καὶ ἀσυντέλεστα. Ἐπισκοπητέον οὖν καὶ τὰ ἐν καταρχῇ πραττόμενα πάντα ὡς ἐπὶ γενέσεως προσκεψαμένους τὴν προγενομένην σύνοδον ἢ πανσέληνον. Ταῖς δὲ τῆς Σελήνης προσεκτέον φάσεσι σπουδαίως – λέγω δὲ ἐν αἷς τὸν Ἥλιον μετὰ τὰ ἀσύνδετα σχήματα κατὰ διαμέτρους ἢ τριγώνους ἢ τετραγώνους ἀκτινοβολίας καὶ μαρτυρίας ἐφορῶσα καὶ ἐφορᾶται.

  Εἴτε γὰρ φήμη τις ἢ ἄκουσμα ἢ κίνησις ἁπλῶς παντὸς πράγματος πόλει ἢ χώρᾳ ἢ τοῖς καθ’ ἕκαστον ἀνθρώποις γένηται ἢ περὶ γραμμάτων ἢ ἐντολῶν ἢ μαντειῶν ἢ ὀνείρων πονηρῶν καὶ τὸ ἀληθὲς ἐπιζητοίη τις, φάσιν μὲν ποιουμένης τῆς Σελήνης ἀληθῆ ταῦτα καὶ βέβαια εὑρεθήσεται, καὶ μάλιστα τοῦ τοῦ Ἑρμοῦ συμπαρόντος ἢ μαρτυροῦντος αὐτῇ. Καὶ ἐὰν ἀπῶσιν οἱ κακοποιοὶ δηλοῦσιν ἐπ’ ἀγαθῷ τὸ πρᾶγμα, ἐὰν δὲ ἔμπαλιν οὐκ ἀγαθόν, ἐὰν δὲ ἀνακεκραμένοι τύχωσιν ὁμοίως ἀναμεμιγμένως. Ἐπὰν δὲ ὁ τοῦ Ἑρμοῦ μετὰ τοῦ τοῦ Ἄρεως ἐπίδωσι τὴν Σελήνην μὴ ποιουμένην φάσιν ἀπατηλὰ καὶ δόλια καὶ πανοῦργα καὶ ἐπίβουλα σημαίνει τὰ πραττόμενα ἢ ἀγγελλόμενα, καὶ μάλιστα ὅταν ᾖ ἐν τοῖς τῶν ἀστέρων τούτων ζῳδίοις ἡ καταρχή.

  Πρὸς τούτοις δὲ καὶ τῇ φύσει τῶν ζῳδίων προσέχειν χρή. Αὐτίκα ὁ Σκορπίος ἐγγὺς ὢν τοῦ Ζυγοῦ πολὺ αὐτῷ διαλλάσσει· ὁ μὲν γὰρ Ζυγὸς πρὸς τὸ δίκαιον καὶ ἀγαθὸν νένευκεν, ὁ δὲ Σκορπίος πρὸς τὰ ἐναντία καὶ βλαπτικά. Τῆς οὖν Σελήνης τὴν φάσιν ἐχούσης ἐν τῷ Ζυγῷ ὁ μὲν ἀποδρὰς ῥᾳδίως ἐπανήξει, ὁ δὲ τὴν ἄδικον δίκην εἰσάγων ἡττηθήσεται ὑπὸ τοῦ τὴν δικαίαν ἔχοντος, τὸ δὲ ἀπολωλὸς εὑρεθήσεται· καὶ λήψεις καὶ δόσεις καὶ κοινωνίας ποιεῖσθαι συνοίσει, δανείζειν τε καὶ δανείζεσθαι καὶ εὔχεσθαι καὶ αἰτεῖσθαι ἀμοιβὰς καὶ χάριτας, ἀσύμφορον δὲ καὶ οὐκ ἐπ’ ἀγαθῷ κλέπτειν, ἁρπάζειν, ἐπιορκεῖν, ψεύδεσθαι ἢ ὅλως ἄδικόν τι πράττειν. Ἐν δὲ τῷ Σκορπίῳ τῆς Σελήνης γενομένης τοὐναντίον – ἄδικα καὶ βίαια τοῖς ἐγχειροῦσι συνοίσει, ἀσύμφορον δὲ καὶ γάμον συντελεῖν.

  Καλῶς δὲ κειμένης μεθ’ Ἑρμοῦ ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις καλὸν χρησμοὺς λαβεῖν, ὀνειροπολεῖσθαι, περὶ προγνώσεις ἔχειν, ἐν δὲ τοῖς αἰνιγματώδεσι καὶ ἀφώνοις, καὶ μάλιστα μετὰ Κρόνου, φαντασίας κατοιχομένων καὶ θηρίων ἢ δεσμωτῶν ἀποδείκνυται, τοῦ δὲ τοῦ Διὸς ὁρῶντος αὐτὴν διὰ προφητῶν ἢ βασιλέων ἢ ἱερῶν ζῴων ἢ ἐπισήμων ἀνδρῶν καὶ ἀληθευόντων, τοῦ δὲ τοῦ Ἄρεως διὰ τῶν οἰκείων ὅπλων καὶ στρατιῶν, σφαγῶν, ἁρπαγῶν καὶ δεισιδαιμονιῶν, τοῦ δὲ τῆς Ἀφροδίτης διὰ λίθων πολυτελῶν καὶ γυναικείων κόσμων καὶ προσώπων.

  Οὔσης δὲ τῆς Σελήνης ἐν τοῖς καθύγροις ὑδραγώγια κατασκευάζειν καὶ φρεάτων ὀρυγὰς ποιεῖσθαι μαρτυροῦντος Κρόνου ἢ καὶ Ἑρμοῦ, τοῦ δὲ τοῦ Ἄρεως μετὰ τῆς Ἀφροδίτης παραληπτέον ἐπὶ τῶν βαλανείων καὶ πλοίων τίθεσθαι τρόπεις ἢ νεολκεῖν ἢ καθέλκειν εἰς θάλασσαν καὶ τὰ πλευστικὰ ἅρματα ὠνεῖσθαι.

  Τῆς Σελήνης οὔσης ἐν Τοξότῃ, Αἰγοκέρωτι, Ὑδροχόῳ, Ἰχθύσι, Καρκίνῳ, Ἀφροδίτης καὶ Ἑρμοῦ συμπαρόντων [ἢ μεσουρανούντων] ἢ ἐπιθεωρούντων, ἀπόντων τῶν κακοποιῶν, συνοίσει γῆν πρίασθαι, καὶ φυτεύειν ἐν Ταύρῳ καὶ Παρθένῳ, κήπους δὲ καὶ ἀμπελῶνας ἐν Καρκίνῳ καὶ Ἰχθύσι καὶ Ὑδροχόῳ, καὶ μάλιστα ἐν ἀνατολῇ οὔσης τῆς θεοῦ, ἐφορώντων Ἑρμοῦ καὶ Ἀφροδίτης. Σώματα δὲ ἀγοράζειν καὶ πωλεῖν ἐν τοῖς ἀνθρωποειδέσιν οὔσης αὐτῆς μετὰ τῶν ἀγαθοποιῶν καὶ Ἑρμοῦ, καὶ ἀπέστωσαν δὲ οἱ κακοποιοί. Ἐν δὲ τοῖς κτηνώδεσι καλὸν κτήνη καθιστᾶν (Κριῷ, Ταύρῳ, Λέοντι, Τοξότῃ), ἀγέλας δὲ Κριῷ, Αἰγοκέρωτι. Ἐν δὲ Διδύμοις ἱπποτροφεῖν ἄμεινον, βοοτροφεῖν δὲ ἐν Καρκίνῳ καὶ Ταύρῳ.

  Σύμφορον δὲ γυναικὶ πρώτως ὁμιλεῖν ἐν Ζυγῷ οὔσης τῆς θεοῦ· προσφιλεῖς γὰρ καὶ ἡνωμέναι γίνονται. Τοὐναντίον δὲ ἐν Σκορπίῳ, Τοξότῃ, Λέοντι· ταχὺ γὰρ διαλύονται. Ξέναις καὶ ἀλλοτρίαις γυναιξὶ μίγνυσθαι ἐν Αἰγοκέρωτι  καὶ Ὑδροχόῳ καὶ Ἰχθύσι· παραμένουσι γὰρ ἀβλαβῶς αἱ μίξεις, μάλιστα δὲ καὶ Σκορπίῳ. Ἀσύμφορον δὲ χωρίζεσθαι εἰς ἑτέρους τόπους ἐν Τοξότῃ. Ποιεῖσθαι δὲ χρὴ τὰς ἐξόδους τῆς θεοῦ οὔσης ἐν τοῖς χερσαίοις, ἐν δὲ τοῖς ἐνύγροις τὰς ἀναγωγὰς τοῦ πλοῦ, ἐν δὲ τοῖς ἀμφιβίοις, τουτέστι Καρκίνῳ καὶ Αἰγοκέρωτι, πρὸς ἀμφότερα χρηστέον.

  Οὐδὲν δὲ κωλύει καὶ ἐν τοῖς ἀνθρωποειδέσι καὶ χερσαίοις χωρὶς τῶν κακοποιῶν ὁδοῦ ἢ πλοῦ κατάρχεσθαι. Ἐν δὲ τοῖς χερσαίοις καὶ στερεοῖς καθεστώσης αὐτῆς ὀρύσσειν χρὴ ὅσα κατὰ γῆν προσήκει – μέταλλα, θεμελίους, θησαυρούς –, μάλιστα δὲ Σκορπίῳ ἐπεὶ καὶ φωλεύει, οἰκοδομεῖν δὲ ἐν τοῖς αὐτοῖς ζῳδίοις πλὴν τῶν τροπικῶν. Μνημεῖα καὶ τάφους κτίζειν χρὴ συσχηματιζομένου Κρόνου καὶ Ἑρμοῦ. Εὐχὰς δὲ θεοῖς ἀποδιδόναι ἐν τοῖς τροπικοῖς οὔσης καὶ ἐπὶ φάσεως ἀγαθῆς τῆς Σελήνης ὡς μᾶλλον ὑπακούειν.

  Παρακαταθήκας λαμβάνειν οὔσης ἐν τῷ Ὑδροχόῳ ἀσύμφορον καὶ ἀχαριστίας αἴτιον. Καὶ κτηνοτροφεῖν ἐν Ταύρῳ, καὶ ἐν Λέοντι ἵππους, Σκορπίῳ δὲ κύνας καὶ ὄνους. Εἰς διδασκαλίαν καὶ εἰς παλαίστραν συνιστάναι Διδύμοις καὶ Ζυγῷ καὶ Ὑδροχόῳ καὶ Παρθένῳ, καὶ παντὶ δὲ εἴδει μαντικῆς χρηστέον. Θηρεύειν δὲ ἐν τοῖς θηριώδεσι ζῳδίοις τὴν διὰ κυνῶν θήραν, ἐν δὲ τοῖς πτερωτοῖς τὰ πτηνά, ἁλιεύειν δὲ ἐν τοῖς καθύγροις. Κατατίθεσθαι δὲ χρήματα κατὰ γῆν συνοίσει ἐν Σκορπίῳ καὶ Λέοντι καὶ Παρθένῳ, καὶ ἐργαστήρια δὲ ἀνοίγειν καὶ βίον συλλέγειν καὶ ὅσα σταθμοῖς καὶ μέτροις χρῆται· ἄμεινον ἐν Ζυγῷ οὔσης τῆς θεοῦ κατὰ τάξιν δευτέραν, ἐν Καρκίνῳ κατὰ τρίτην. Ἐν Αἰγοκέρωτι ὀθόνια καὶ ἔρια εἰς μετάπρασιν ὠνεῖσθαι· ἄμεινον ἐν Κριῷ. Ἀγοράζειν δὲ Ἰχθύσι καὶ Ὑδροχόῳ πᾶν ἔνυδρον.

  Μετοικίζεσθαι δὲ καὶ μεταβαίνειν ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις, καὶ ἐν Καρκίνῳ δὲ ἄμεινον διὰ τὸ οἶκον αὐτῆς εἶναι. Κοινωνίας δὲ πρὸς φίλους ποιεῖν ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις. Σώματα δὲ ἀγοράζειν ἐν μὲν τοῖς στερεοῖς παράμονα μὲν σημαίνει, αὐθάδη δέ, ἐν δὲ τοῖς ἀνθρωποειδέσιν ἐπιεικῆ καὶ ὑποτακτικά, ἐν δὲ τοῖς τροπικοῖς εἰς μετάπρασιν. Ὠνεῖσθαι δὲ σύγκοιτον ἤτοι παλλακὴν ἐν Παρθένῳ, Ζυγῷ, Τοξότῃ. Τὰς δὲ τῶν γάμων συγγραφὰς ποιεῖσθαι Λέοντι, Παρθένῳ, Ζυγῷ, Ὑδροχόῳ, Ταύρῳ· παράμονοι γὰρ οὕτως ἔσονται αἱ συμβιώσεις, τοὐναντίον δὲ Τοξότῃ, Ἰχθύσι, Κριῷ. Θᾶττον δὲ ὁ χωρισμὸς γίνεται ἐν Σκορπίῳ, καὶ μάλιστα ὅταν ἡ Σελήνη τὸ κέντρον αὐτοῦ διαπορεύηται, ἐὰν δὲ τῶν κακοποιῶν τις ἐπίδῃ ἀνυπερθέτως τὸ τοιοῦτον συμβήσεται. Ἀμπελῶνας δὲ καὶ κήπους ἐν Ἰχθύσι καὶ Καρκίνῳ καὶ Ὑδροχόῳ καὶ ἐν ταῖς ἐσχάταις τοῦ Αἰγοκέρωτος, σπείρειν δὲ ἐν Ταύρῳ καὶ Παρθένῳ, τρυγᾶν δὲ ἐν τοῖς καθύγροις Ἀφροδίτης καὶ Ἄρεως καὶ Ἑρμοῦ ὁρώντων.

  Παρατηρεῖν δὲ χρὴ ἐν ταῖς κτίσεσι κενοδρομοῦσαν τὴν Σελήνην, καὶ ἐν ταῖς ἄλλαις καταρχαῖς καὶ λειψίφωτα. Ἐν ταῖς μασθοδοσίαις τῶν βρεφῶν τὸν Κριὸν φυλάττεσθαι χρή· νόσων γὰρ καὶ λειπογαλαξίας αἴτιος ἔσται. Ἐὰν δὲ ἐπὶ τῆς ἀποκυήσεως εὑρεθῇ ἡ Σελήνη φερομένη πρὸς τοὺς κακοποιοὺς χωρὶς τῶν ἀγαθοποιῶν κακῶς τὸ τικτόμενον ἀπόλλυται εἴσω ἡμερῶν ζ′. Ἐν δὲ ταῖς κρισίμοις τῶν νόσων ἐὰν εὑρεθῇ συνοῦσα τῷ Κρόνῳ λειψίφως θάνατον ὑπονοητέον, ἡ δὲ τοῦ θανάτου ποιότης προεγνωσμένη κατὰ τὴν γένεσιν. Καὶ εἰ ἐπιταθῇ αὐτὴ τοῖς νοσοῦσι καταστοχαστέον τούτου. Ὅταν δέ τις δοκῶν εὐημερεῖν καὶ ἐν ἀγαθῇ ἡμέρᾳ ἄρξηται νοσεῖν, ἐν δὲ τῇ κρισίμῳ ἡμέρᾳ μὴ ἀπαλλαγῇ ἀλλὰ παρολκὴν ἔχῃ, κινδυνῶδες καὶ τέλους ἐπακτικὸν τὸ τοιοῦτον νοείσθω, καὶ μάλιστα ὅταν οἰκοδεσπότου ἢ τοῦ ζῳδίου ἀναφορὰ συμπληρῶται, ὁμοίως δὲ ἐπὰν ᾖ ἡ Σελήνη καὶ πρὸς τοὺς ἀγαθοποιοὺς ἢ μοίρας αὐτῶν ἐν τῷ η′ ἢ ἐν τῷ ϛ′ τόπῳ (ἅπερ ἐστὶ τὸ μὲν θανατικόν, τὸ δὲ τοῦ σίνους) οὐ καλή.

  Παρετηρήθη δὲ πολλάκις ἐπὶ τῶν πολυχρονίως καμνόντων ἢ καὶ αἱρουμένων τὸ ἀποθανεῖν τοῦ ζῆν διά τινας ὑπερβαλλούσας κακίας τῶν νόσων καὶ παθῶν ἢ καὶ ἑτέρας συμφορὰς πρὸς τοὺς ἀγαθοποιοὺς συνάπτουσα, ἢ καὶ τῶν ἀγαθοποιῶν καλῶς σχηματισθέντων ἐν τῇ παρόδῳ πρὸς τὴν γένεσιν τὰ τοιαῦτα τὴν ἀπαλλαγὴν τοῦ βίου ποιοῦνται. Ὅταν δὲ ὁ τὸ σίνος σημαίνων ἀστὴρ εὑρεθῇ ἐν τῷ δυτικῷ κέντρῳ ἢ ἐν τῷ ὀγδόῳ (τουτέστι τῷ θανατικῷ τόπῳ) ἐξ ἐκείνου τοῦ πάθους τὴν τελευτὴν ἔσεσθαι ὁριστέον, ἐπὰν δὲ καὶ ὑπὸ ἀγαθοποιῶν μὴ θεωρῆται ὁ τοῦ σίνους καὶ τοῦ πάθους σημαντικὸς ἀστὴρ ἐξ ἐκείνου τοῦ πάθους ἡ τελευτὴ ἔσται. Παρεφυλάχθη δὲ καὶ τοῦτο, ταῖς μὲν εὐτυχέσι καὶ ἐν ὑπεροχαῖς  γενέσεσι τὰ κακὰ μέτρια γίνεσθαι ὥσπερ ἐπὶ πολὺ τὰ ἀγαθὰ ταῖς δυστυχέσιν.

  Παρατηρητέον δὲ ἐπὶ τῶν καταρχῶν ὡς ἐπὶ γενέσεως καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων. Ἑνὸς δὲ ἑκάστου εἴδους καὶ πράγματος κατὰ τὴν καταρχὴν τοὺς δοτῆρας καὶ κυρίους ἐφορατέον συσχηματιζομένους τῇ Σελήνῃ ὅπως συμφώνως καὶ τελείως ἕκαστον τῶν πραττομένων ἀποβῇ. Ὅταν γὰρ ζητῶμεν περὶ ἐγγαίων ἢ ἐπιτροπῆς ἢ κληρονομιῶν Κρόνον καλῶς κείμενον παραλαμβάνομεν, περὶ βασιλειῶν δὲ καὶ ἡγεμονιῶν δηλονότι Δία, καὶ πολεμικῶν Ἄρεα, ἐρωτικῶν δὲ Ἀφροδίτην, φιλιῶν καὶ πραγματειῶν Ἑρμῆν ἀκάκωτον. Ἰστέον δὲ ὅτι ὅταν συνῇ τῷ Ἡλίῳ ὁ τοῦ Ἑρμοῦ ἐμφανῆ τὰ λαθραίως πραττόμενα καθίστησιν.

  Λεπτομερέστερον δὲ καὶ οἱ ἀρχαῖοι ἀνέγραψαν περὶ τῶν τῆς Σελήνης μόνης ἐπεμβάσεων ἃ καὶ αὐτὰ παρατιθέμεθα. Ἐν Κριῷ αὐτῆς οὔσης ὑπὲρ γῆν μετὰ μοίρας θ′ ἐπιτήδειον εἰς ἀποδημίαν καὶ ἀγορασίας εὐσχήμονας ποιεῖσθαι, ἀγρούς τε γεωργεῖν καὶ κουρὰν τετραπόδων καὶ θεμελίων ἀρχὰς καὶ συνθήκας καὶ δανείσματα καὶ ἱστουργίας, ἁρμόζει δὲ καὶ ταῖς φθείρειν προειρημέναις, ἐν δὲ τῇ δευτέρᾳ πεντεκαιδεκαμοιρίᾳ τοῖς κατὰ τὴν ἕω ἐξουσίαν καὶ ἀρχὴν παραλαμβάνουσιν αἴσιον, ἀνάρμοστον γάμον ποιεῖν καὶ πατρῴων κτημάτων παραλήψεις ποιεῖσθαι ἐπιζήμιον. Ἐν δὲ τῷ Ταύρῳ περὶ τὴν πρώτην πεντεκαιδεκαμοιρίαν αἴσιον ὁδοιπορεῖν, γεωργεῖν, σπείρειν, φυτεύειν, ὠνεῖσθαι δούλους, τετράποδα, οἰκοδομάς τε καὶ φρέατα ἐργάζεσθαι, ἀγαθόν τε ἱδρύειν βωμούς τε καὶ ἱερά, ἀρχάς τε καὶ ἐξουσίας λαβεῖν περὶ τὰ νότια κλίματα, ἐν δὲ τῇ ἄλλῃ πεντεκαιδεκαμοιρίᾳ οὔσης αὐτῆς ταῖς ἐκτιτρωσκούσαις σύμφορον, ἀβέβαιόν τε καὶ γαμεῖν καὶ τέκνα τρέφειν (τὰ γὰρ τέκνα ἐν πλάνῃ καὶ κακοπαθείᾳ ἔσται), καὶ τὸ μισθοῦσθαί τι ζημιῶδες.

  Τῶν δὲ Διδύμων ἕως τοῦ ἡμίσεως ἀποτρεπτέον πράγματος κατάρχεσθαι, κατὰ δὲ τὸ ἄλλο ἥμισυ πράσσειν συνοίσει καὶ γαμεῖν καὶ τέκνα τρέφειν, ὠνεῖσθαί τε οἰκίας καὶ ἀγρούς, ὅρκους καὶ πίστεις ποεῖσθαι, ἐπί τε παλαιοῖς καὶ τεθεμελιωμένοις οἰκοδομεῖν καὶ γεωργεῖν καὶ φυτεύειν, τέχνας παραδοῦναι μαθηταῖς, παρακαταθήκας γῇ τιθέναι, διοικητὰς καθιστᾶν, ἀρχὴν ὑποδέχεσθαι καὶ ἐπίταγμα ἀνύειν, ἐπικίνδυνον δὲ ἐκτιτρώσκειν, ἔχθρας κατασκευάζειν, πλεῖν ἢ τόπων ἀναχωρεῖν ἢ προσώπων. Ἐν Καρκίνῳ κατὰ τὸ πρῶτον ἥμισυ αἴσιον γαμεῖν, τέκνα τρέφειν, συνωνεῖσθαι, καὶ μάλιστα δι’ ὑγρῶν πλεῖν ἀσφαλές, βραδυτῆτα ἔχον, ἐν δὲ τῷ ἄλλῳ ἡμίσει ἐχθροῖς ἐπιτίθεσθαι, δολοποιεῖν, ἁλιεύειν, κηπουρεῖν, φυτεύειν, σπείρειν, μέταλλα ὀρύττειν, ποταμοὺς καὶ φρέατα καὶ κολυμβήθρας διορύσσειν, παρακαταθήκας γῇ διδόναι, χρέα λαμβάνειν ἢ διδόναι, παραφυλάσσεσθαι δὲ τὰς ἀπὸ ξηρῶν ἐργασίας συνισταμένας, ἄρρενα δὲ σώματα πρίασθαι, ἔχθρας δὲ ἀποφυγεῖν καὶ μάχας (ἀδιάλυτοι γὰρ ἔσονται).

  Ἐν δὲ Λέοντι ἀπὸ τῆς ι′ μοίρας τετράποδα πάντα καὶ μάλιστα τὰ μείζονα συνωνεῖσθαι καὶ διοικεῖν καλὸν καὶ ἐπιβάλλεσθαι ἀρχαῖς καὶ ἐξουσίαις καὶ δανείζεσθαι, ἐπιβλαβὲς δὲ ὁδοῦ ἄρξασθαι ἢ πλοῦ, οἰκέτας παραφυλάσσεσθαι καὶ ἐχθρῶν ἐπιθέσεις (τὰ δὲ ἀπωλόμενα δυσανακόμιστα ἔσται), γαμεῖν οὐκ αἴσιον οὐδὲ γυναικὶ ἐκτιτρώσκειν. Ἐν δὲ τῇ Παρθένῳ κάλλιστον σῖτον, χρυσόν, ἀργύριον, ἱμάτια, σώματα καὶ ὅσα πρὸς κόσμον χρήσιμα ἀγοράζειν, οἰκοδομάς τε ποιεῖσθαι παντοίας, καινοῖς τε χρῆσθαι σκεύεσι καὶ ἱματίοις, μετάλλων τε ἐνάρχεσθαι καὶ φυτεύειν καὶ σπείρειν καὶ γεωργεῖν πλὴν ἀμπέλου, γαμεῖν τε ἀπὸ χηρείας (αἱ γὰρ παρθένοι ἀσύμφοροι), καὶ τὸ μετοικίζεσθαι δὲ καὶ μισθοῦσθαι καὶ δανείζεσθαι καὶ ἐκτιτρώσκειν, πατρῷα λαμβάνειν, πλοῦ τ’ ἐνάρχεσθαι, οἶνόν τε καὶ ἔλαιον διοικεῖν οὐ συνοίσει, ἱστουργεῖν τε καὶ τίκτειν σύμφορον.

  Ἐν δὲ Ζυγῷ πάντα ἐκ δικαίου καὶ ἀγοράζειν καὶ πωλεῖν καὶ ὅσα διὰ μέτρων καὶ σταθμῶν, χρέος τε λαμβάνειν, ὁδεύειν, ἀρχήν τε καὶ ἐξουσίαν λαμβάνειν καὶ μάλιστα τῶν πρὸς βορρᾶν τόπων, θεμελίους τιθέναι οἰκοδομῆς ἄνευ τοῦ στεγάζειν, ποταμοὺς διαιρεῖν, φρέατα ὀρύσσειν καὶ ἱστουργεῖν καὶ γαμεῖν καὶ φιλίας καὶ ἱλαρίας μετέχειν, ἐναντία δὲ ἀγοράζειν, οἰκίας ἢ χώρας μισθοῦσθαι ἢ μετοικίζεσθαι (ὅσα τε ἀπὸ ξηρῶν συνέστηκεν ἀνάρμοστον), ἐκτιτρώσκειν δὲ ἐπικίνδυνον καὶ ταῖς αὐτομάτως τοῦτο παθούσαις. Ἐν δὲ τῷ Σκορπίῳ χρήσιμον ὁδοιπορεῖν, πλεῖν, ἐν δὲ ταῖς ἀγορασίαις καὶ πράσεσιν ἐπιβουλεύειν, ἐχθροῖς ἐπιτίθεσθαι, πύλας καθιστᾶν, ἱερὰ ἱδρύειν καὶ βωμούς, ἐπὶ παλαιοῖς οἰκοδομεῖν, ἀγεώργητον χώραν γεωργεῖν, φρέατα ὀρύσσειν καὶ μεταμπελεύειν καὶ παρακαταθήκας τίθεσθαι γῇ, τόπους τε διαιρεῖν, τῶν δὲ σκευῶν ἀπὸ τῶν καινῶν χρῆσιν ποιεῖσθαι, ὕδωρ τε ἄγειν καὶ ποταμούς.

  Ἅπαντα δὲ ταῦτα περὶ τὴν πρώτην πεντεκαιδεκαμοιρίαν συνοίσει, ἄχρηστα δὲ ταῦτα περὶ τὴν δευτέραν· γάμος ἐὰν γένηται ἡ νύμφη δούλοις μιχθήσεται, ἀσύμφορον δὲ κοινωνίας ποιεῖν καὶ ἰατρὸν κάμνοντι ἐπεισάγειν, καὶ ἐκτιτρώσκειν ἐπισφαλές. Ἐν δὲ τῷ Τοξότῃ ἁρμόζει πλεῖν ἐπὶ τὰ οἰκεῖα, εἴς τε ἱπποτροφεῖα καὶ βουκόλια καὶ κτηνοτροφεῖα ἐπωφελές, κιχρᾶσθαί τε ἀλλότρια καὶ δανείζεσθαι καὶ τὰ ἐκτὸς ὄντα εἰς τὴν οἰκίαν ἀπολαβεῖν, ἐχθροῖς τε ἐπιτίθεσθαι ἐνεργές, πατρῷά τε ἀπολαμβάνειν καὶ ἀλλότρια, οἰκοδομεῖν καὶ θεμελίους τιθέναι καὶ κύνας ἀγοράζειν καὶ ἁλιεύειν καὶ κυνηγεῖν καὶ ἱστουργεῖν, ἐπιβλαβὲς δὲ πιστεύεσθαι, δανείζειν καὶ κιχρᾶν, ἀποδημεῖν, ὁδοῦ ἐνάρχεσθαι (χρόνιος δὲ ἔσται ἡ ὁδός), οὐ συμφέρει δὲ ἰατρὸν εἰσάγειν οὔτε φάρμακον οὔτε καθαίρεσθαι οὔτε ἐκτιτρώσκειν.

  Ἐν δὲ Αἰγοκέρωτι ἁρμόζει θρέμματα συνωνεῖσθαι καὶ πιπράσκειν καὶ ἐμπορεύεσθαι καὶ πλεῖν καὶ πετεινὰ ὠνεῖσθαι καὶ θηρᾶν καὶ φρέατα ὀρύσσειν καὶ τὰ ἐμπεφραγμένα διανοίγειν καὶ τοίχους ἀνεγείρειν, τῶν τε κατὰ τὴν οἰκίαν ἐνάρχεσθαι καλόν, φιλίᾳ τε κοινωνεῖν καὶ ἐξ ἀποδημίας εἰς τὰ οἰκεῖα ἐπανέρχεσθαι κατά τε γῆν καὶ θάλασσαν, τέχνην τε διδάσκειν καὶ μουσικά, κοινοῖς τε ἀφροδισίοις χρῆσθαι καὶ ἱστουργεῖν, ἐπικίνδυνόν τε ταῖς ἐκτιτρωσκούσαις, καὶ ὁδοῦ ἐνάρχεσθαι ἐπισφαλές. Ἐν δὲ τῷ Ὑδροχόῳ πλοῦ καὶ ὁδοιπορίας ἐνάρχεσθαι καὶ ὅσα δι’ ὑγρῶν καὶ σταθμῶν συνωνεῖσθαι, οἰκοδομεῖν καὶ κοσμεῖν οἰκίας καὶ τὰ ἐμπεφραγμένα ἀνοίγειν, κοινοῖς ἀφροδισίοις χρῆσθαι, γεωργεῖν, φυτεύειν, σπείρειν, ὀρύσσειν φρέατα καὶ ποταμοὺς καὶ κολυμβήθρας καὶ ὅσα ἐν γῇ κατετέθη, ἱστουργεῖν, ἀκίνδυνόν τε ταῖς ἐκτιτρωσκούσαις· ὀμνύναι ἢ πράσσειν τι ἄδικον οὐκ ἐπιτήδειον, ὁρκίζειν δὲ καὶ πᾶν ὅπερ ἐκ τοῦ δικαίου ἔρχεται πράττειν ἀκώλυτον.

  Ἐν δὲ τοῖς Ἰχθύσιν οὔσης τῆς Σελήνης καὶ πλοῦ κατάρχεσθαι καὶ ὁδοῦ καὶ συνωνεῖσθαι καὶ ἐκπορεύεσθαι κατά τε γῆν καὶ θάλατταν καὶ ὅσα ἐξ ὑγρῶν καὶ μάλιστα ὅσα ἐκ θαλασσίας παρασκευῆς παιδὶ ἑκάστῳ κτᾶσθαι καὶ τὰ πρὸς ἁλείαν καὶ θήραν καὶ στρατείαν ἑτοιμάζεσθαι, ἐπιτίθεσθαί τε καὶ μάχεσθαι καὶ ἰξεύειν καὶ κοινωνίας κατάρχεσθαι καὶ φιλίας, γάμων τε καὶ ὅσα πρὸς ἰσότητα συμφέρει εἰ καὶ ἡ γαμηθεῖσα λοίδορός τις καὶ λάγνη καὶ μοιχάς, φυλάσσεσθαι δὲ δεῖ οἰκοδομεῖν. Τὰ δὲ προειρημένα πάντα ἐνεργέστερα γίνεται πρός τε ὠφέλειαν ἢ κάκωσιν ἀπὸ τῆς κοινωνίας τῶν ἄλλων ἀστέρων· οὐ γὰρ μόνον χρὴ τὴν τοπικὴν στάσιν τῆς Σελήνης διακρίνειν, ἀλλὰ καὶ τὰς μαρτυρίας Ἡλίου τε καὶ τῶν πέντε ἀστέρων.

ϛ. Περὶ ἀπράκτων καὶ ἐμπράκτων ἡμερῶν

  Ἔμπρακτοι δὲ ἡμέραι νοοῦνται ὅταν γένηται ἡ Σελήνη ἐν τῷ κατὰ γένεσιν ζῳδίῳ ἢ κατὰ τρίγωνον αὐτοῦ σὺν ἀγαθοποιοῖς ἢ καὶ ἐν παντὶ ζῳδίῳ μετὰ τῶν ἀγαθοποιῶν ἀπόντων φθοροποιῶν πλὴν πανσελήνου καὶ συνόδου, καὶ ὧραι δὲ ἔμπρακτοι γίνονται ὁπόταν ὡροσκοπῇ τὸ τῆς γενέσεως ζῴδιον ἢ καὶ κατὰ τρίγωνον σχηματίζηται ἢ καὶ συναναφέρηται τῷ ὡροσκόπῳ τῆς Σελήνης μηδενὶ τῶν κακοποιῶν συσχηματιζομένης. Ἄπρακτοι δὲ ἡμέραι καὶ κακαὶ ὅταν ἡ Σελήνη ἐν τετραγώνῳ ζῳδίῳ τῆς γενέσεως γένηται ἢ ἐν τῷ ἀντικειμένῳ σὺν τοῖς φθοροποιοῖς ἢ κατὰ τὴν πανσέληνον ἢ σύνοδον ἢ καί τις τῶν κακοποιῶν ὡροσκοπήσῃ ἢ ἐπίδῃ τὴν πανσέληνον ἢ τὴν σύνοδον ἀπόντων τῶν ἀγαθοποιῶν· Ἑρμῆς γὰρ κοινὸς ὢν συνανακίρναται οἷς ἂν συγγένηται.

  Προσεκτέον τοίνυν ἐπιμελῶς τῇ τε Σελήνῃ καὶ τῷ ὡροσκόπῳ καὶ τῷ κλήρῳ τῆς τύχης καὶ τοῖς λοιποῖς κέντροις ἅτε τὴν ἡγεμονίαν καὶ τὴν ἀκρίβειαν τῆς πεύσεως τοῦ πράγματος κεκληρωμένοις, παραφυλάσσοντας τὴν Σελήνην ἀπὸ συνόδου ἕως πανσελήνου εἰ ἐν χρηματιστικοῖς τόποις εὑρίσκοιτο ἢ δεσπόζῃ τοῦ κλήρου ἢ ἐπ’ αὐτοῦ τύχῃ ἢ καὶ ὁ τὴν οἰκοδεσποτίαν αὐτῆς κεκληρωμένος συνῇ τῷ τὴν κυρίαν τοῦ κλήρου ἔχοντι ἢ ἀνταμείψωνται τὰ ζῴδια. Τούτων γὰρ οὕτως ἐχόντων ἀπρόσθετοι καὶ ἄσκεπτοι γίνονται αἱ ἀγορασίαι καὶ οἱ γάμοι, αἰφνίδιοί τε αἱ κινήσεις καὶ αἱ δίκαι καὶ αἱ περιστάσεις ἀνέλπιστοι.

  Ἀπὸ πανσελήνου τρεχούσης (τουτέστιν ἀφαιρούσης) παρολκὴν τοῖς γιγνομένοις ἀποδείκνυσι καὶ μῆκος χρόνου. Προσεκτέον δὲ καὶ ταῖς ἄλλαις φάσεσιν αὐτῆς καὶ τοῖς ἄλλοις ἄστροις σκοποῦντας μὴ πάντοτε τοὺς ἀγαθοποιοὺς ἀγαθῶν εἶναι ποιητικοὺς μηδ’ αὖ τοὺς κακοποιοὺς ἐν τοῖς ἰδίοις οἴκοις καθεστῶτας ἢ ὁρίοις ἢ τριγώνοις ἢ ὑψώμασι καὶ ἐπὶ δορυφορίας φανέντας κατὰ τὴν ἑαυτῶν αἵρεσιν (τουτέστιν ἐπὶ τῆς ἑῴας ἀνατολῆς πρὸς Ἥλιον, ἐπὶ δὲ ἑσπερίας ἀνατολῆς τῆς νυκτὸς πρὸς Σελήνην)· ἀνοικείως γὰρ φανέντες καὶ τῆς αἱρέσεως ἀπηλλοτριωμένοι ἢ ἐπαναφερόμενοι ἀπροκοπίας καὶ κακῶν αἴτιοι.

  Ἰστέον δὲ ὅτι καὶ πάσης τέχνης καὶ ἐπιστήμης τὸ καθόλου εἶδος ἔστιν εἰδέναι δοθείσης τῆς κατὰ τὴν ἐνέργειαν καταρχῆς οἷον ἐπὶ σπλαγχνοσκοπίας. Σελήνη περιγειοτάτη οὖσα τῶν ἄλλων οὐρανίων τὰ τῇδε ταχύτητι μεταβάλλει τυχοῦσα ἐπὶ φάσεως μετὰ Ἑρμοῦ ἐν τῷ καιρῷ τῆς τοῦ ζῴου ἀναπτύξεως. Διατυποῖ δὲ τὰ ἐντὸς τῶν σπλάγχνων ἄλλοτε ἄλλως καὶ πρὸς τὴν τῶν ἀστέρων αὐτῇ συνανακιρναμένην φύσιν. Εἰς μὲν εὔχροιαν καὶ εὐεξίαν τρέπει ὅταν προστιθῇ τοῖς ἀριθμοῖς καὶ τοῖς φωσὶ καὶ συνῇ ἀγαθοποιοῖς, εἰς δὲ πελιδνότητα καὶ ὠχρότητα καὶ ἐξυδατώμενα καὶ ἀμάντευτα ὅταν λειψίφως οὖσα τύχῃ μετὰ Κρόνου, ἐὰν δὲ Ἄρης αὐτῇ συνῇ πληρουμένῃ ποιεῖ καὶ ξανθὰ σημεῖα καὶ δι’ αἱμάτων καὶ ὁμοίως ὅλον τὸ σπλάγχνον εὔκρατον· ἐπὰν Κρόνῳ μὲν πλήθουσα, Ἄρει δὲ λείπουσα συνάπτῃ ὑπὲρ γῆν, καλὰ καὶ αἴσια καὶ μαντικὰ καὶ εὔσημα, τοὐναντίον δὲ ὅταν ὑπὸ γῆν ᾖ, καὶ μάλιστα μετὰ τῶν κακοποιῶν.

  Ἀποδείκνυσι δὲ ἕκαστα πρὸ τῆς ἀναπτύξεως τοῦ ζῴου διατεθεῖσα ἡ καταρχή, καὶ μηνύουσιν ὁ μὲν ὡροσκόπος τὸν θύοντα, τὸ δὲ δῦνον τὸ θυόμενον ἢ τὸ ἱερεῖον, τὸ δὲ μεσουράνημα τὸν θεὸν ἢ τοὺς θεούς, τὸ δὲ ὑπόγειον τὴν τῆς ἑστίας αἰτίαν καὶ τὴν ἔκβασιν τοῦ πράγματος καὶ δι’ ὃ θύεται· τούς τε ἀστέρας ἐπιθεωρητέον ἐν οἷς γέ εἰσι τόποις καὶ τάξει καὶ φάσει καὶ τοὺς τέσσαρας κλήρους – τύχης, δαίμονος, ἀνάγκης, ἔρωτος. Τὸ δὲ δεξιὸν μέρος τοῦ σπλάγχνου προσεῴκει τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, τὸ δὲ εὐώνυμον τῷ ὑπὸ γῆν, καὶ οἱ πλανῆται δὲ ἑῷοι μὲν ὄντες ἐν τοῖς δεξιοῖς σημαίνουσιν, ἑσπέριοι δὲ ἐν τοῖς λαιοῖς, καὶ ἡ Σελήνη δὲ ἐν τῷ βορείῳ ἡμισφαιρίῳ τὰ δεξιά· ἀνερχομένη γὰρ τὰ βόρεια σημαίνει ἕως τῆς καταβάσεως, τὰ δὲ λαιὰ κατιοῦσα νότον ἕως τῆς ἀναβάσεως. Καὶ ἐπὰν δὲ εὕρῃς τινὰ τῶν ἀστέρων τὸν αὐτὸν ἄνεμον τρέχοντα συνάπτοντα τῇ Σελήνῃ, κατὰ τὴν ποιότητα αὐτοῦ καὶ τὴν δύναμιν τὸ μέρος ἐκείνου τοῦ σπλάγχνου ἐξομοιώσας προαγορεύεις.

  Διῄρηται δὲ τὰ μέρη τοῦ ἥπατος εἴς τε τοὺς ἀστέρας καὶ τὸν ζῳδιακὸν κύκλον οὕτως. Ἡλίῳ μὲν γὰρ διοίσει τὰ τῆς καρδίας, τὰ ἀπὸ τῆς καρδίας ἕως τοῦ κόλπου καὶ δεξιοῦ ὤμου καὶ δεξιᾶς δοχῆς καὶ κοτυλίδων ἢ διδύμων, τῇ δὲ Σελήνῃ ὁ χιτὼν τῆς καρδίας καὶ ὁ λαιὸς ὦμος καὶ ἡ λαιὰ δοχή (ἐπὰν δὲ ἡ θεὸς εὑρεθῇ πλήθουσα ἢ μειουμένη τοιούτῳ τρόπῳ εὑρίσκεται ἥ τε δοχὴ καὶ ὁ σπλήν), Κρόνῳ δὲ αἱ μηριαῖαι φλέβες αἱ περὶ τὴν ῥίζαν εἰλύμεναι τήν τε λαιὰν τράπεζαν καὶ τὸν λαιὸν ἀντίθετον (αὐτὴ δὲ ἡ τράπεζα ἡ τῆς καρδίας), τῷ δὲ Διὶ ἡ κύστεως χώρα καὶ ἡ δεξιὰ κεφαλή, Ἄρει δὲ τὸ ὀφρύωμα καὶ ἡ δεξιὰ δρεπάνη, ἣν καὶ ἔρυμα καὶ μάχαιραν καλοῦσιν, καὶ τῶν πυλῶν τὰ δεξιὰ καὶ λαιὰ μέρη, τῇ δὲ Ἀφροδίτῃ ἡ κεφαλὴ καὶ αἱ ᾦαι τοῦ ἥπατος καὶ ὁ πνεύμων, Ἑρμῇ δὲ τὰ ὦτα ἀμφότερα τῆς καρδίας καὶ αἱ χεῖρες καὶ τὸ στόμα τοῦ ἥπατος καὶ ἀμφοτέρων τῶν κοινῶν χωρῶν τῶν καλουμένων κελεύθων τῶν οὐσῶν ἐγγὺς ταῖς πύλαις.

  Κατὰ δὲ τὸν ζῳδιακὸν ἀρξάμενον ἀπὸ τοῦ στόματος τῆς καρδίας ἕως τῆς δεξιᾶς κεφαλῆς ἀφοριστέον τῷ Κριῷ, τῷ δὲ Ταύρῳ τὴν τράπεζαν καὶ τὰ μεταξὺ αὐτῆς, ὦμον δεξιὸν Διδύμοις, ἀπὸ δὲ θεοῦ τόπου ἕως ἑστίας Καρκίνῳ, Λέοντι δὲ ἡ ὀξεῖα μάχαιρα καὶ σκέλος καὶ πούς, Παρθένῳ δὲ ἡ χολὴ καὶ τὰ παρ’ ἑκάτερα, τῷ δὲ Ζυγῷ δεξιὰ πύλη, τῷ δὲ Σκορπίῳ …, Τοξότῃ δὲ λαιὸς ποὺς καὶ σκέλος, Αἰγοκέρωτι δὲ λαιὰ τράπεζα καὶ τὸ κοῖλον τῆς τραπέζης ἕως μηροῦ καὶ κοτύλης, Ὑδροχόῳ δὲ ὦμος εὐώνυμος, τοῖς δὲ Ἰχθύσιν ἡ κεφαλὴ κατὰ τὸ μέρος τὸ λαιὸν καὶ κύστις. Τοσαῦτα μὲν περὶ ἥπατος παρὰ τῶν ἀρχαίων ἐξετέθη, ἐπεξεύροι δ’ ἄν τις νοῦν ἔχων καὶ πλείονα ἐκ τῶν προειρημένων.

ζ. Περὶ κτίσεων καὶ οἰκοδομιῶν καὶ καθιδρύσεων

  Ἐὰν δὲ βουληθῇ τις εὐδαίμονα πόλιν κτίσαι καὶ παράμονον, ὁμοίως τε ναῶν καὶ οἴκων καὶ τειχῶν οἰκοδομίας καταβαλέσθαι, ἐπιτηρείτω τὴν Σελήνην ἐν τῷ βασιλικῷ τριγώνῳ παροδεύουσαν κατὰ τὸν καιρὸν καὶ τὴν καταρχὴν τῆς περιγραφῆς ἤτοι θεμελιώσεως καὶ ὑπὸ πάντων τῶν ἀστέρων καλῶς μαρτυρουμένην· οὕτω γὰρ τυχοῦσα ὑπὸ μεγίστων βασιλέων ἤτοι ἀρχόντων τὸ κτίσμα καὶ τὴν τούτου ἐπιμέλειαν καὶ φροντίδα ἔσεσθαι μηνύει καὶ ἐνδιαίτημα βασιλέων καὶ θεοῖς προσφιλές, ἐπίσημόν τε καὶ ἔνδοξον καὶ πολυχρόνιον.

  Εἰ τύχῃ δὲ ἀπολειπόμενός τις τῶν ἀστέρων τῆς προσφόρου μαρτυρίας τὸ ἐνδεὲς περὶ τὴν πόλιν ἐσόμενον ἐντεῦθεν συνοραθήσεται· τοῦ μὲν γὰρ Ἄρεως ἀποκεκλικότος καὶ ἀποστρόφου τυγχάνοντος τῇ καταρχῇ ἐνδεὴς ἔσται ὅπλων καὶ ἀσθενήσει περὶ τὰ πολεμικά, τῆς δὲ Ἀφροδίτης ὁμοίως ἀσυνδέτου τυχούσης χαρίτων καὶ τρυφῆς καὶ ἀστειότητος ἐκτὸς ἔσται καὶ τοῦ φιλεῖσθαι, εἰ δὲ ἀπὸ Διὸς ἀθεώρητος ἡ καταρχὴ γένηται εὐεπηρέαστος ἔσται, οὐδεμιᾶς φροντίδος ἢ κηδεμονίας μετέχουσα, τοῦ δὲ Ἑρμοῦ ἀσυσχηματίστου ὄντος οὐ φρόνησις, οὐ λόγων ἄσκησις ἐν αὐτῇ ἔσται.

  Εἰ δὲ συμβαίη ἐναντιοῦσθαι τὸν τοῦ Ἄρεως ἢ τὸν τοῦ Διὸς τοῖς φωστῆρσι (τουτέστιν Ἡλίῳ καὶ Σελήνῃ) καὶ πολέμων πειραθήσεται ἡ πόλις, καὶ μάλιστα ὅταν κατὰ τῶν τετραγώνων παραγένηται ἡ Σελήνη κατὰ τὸν τοῦ διαστήματος πρὸς ἀναφορὰν χρόνον (τουτέστι τοῦ ζῳδιακοῦ μοίρας ϙ′), συμβαίνει δὲ μὴ πάντας τοὺς ἐνοικοῦντας θανάτῳ ἢ λαφυραγωγίᾳ καὶ δουλείᾳ ὑποπίπτειν τῷ μὴ πάντα τὰ κατασκευάσματα αὐτῆς καὶ τὴν κτίσιν ὑπὸ μίαν καιροῦ ῥοπὴν τὴν καταρχὴν λαμβάνειν.

  Ὥσπερ δὲ ἐπὶ τῶν γενέσεων ἡ τετράγωνος πλευρὰ τὸ τέλος τῆς ζωῆς ἐπιτίθησιν, τότε περ εἴωθε συμπληροῦσθαι τὰ χρονικὰ καὶ ἀπόλλυσθαι παντελῶς ἡ κατασκευασθεῖσα πόλις ὁπηνίκα σύμπαντες οἱ κακοποιοὶ κατὰ τὸ τετράγωνον τῆς Σελήνης βιαιότερον τὰς ἀκτῖνας ἐπιφέρωσιν· συμβαίνει γὰρ οὕτως ἐπαύξεσθαι τὰ τῆς συμφορᾶς κατὰ δύο τρόπους συμπίπτοντα, ἔκ τε τῆς κακώσεως τοῦ τετραγώνου καὶ τῆς κατὰ πῆξιν τῆς Σελήνης στάσεως. Τὰ δὲ αὐτὰ ἀποτελεσθείη καὶ τῶν ρπ′ μοιρῶν τῆς ἀναφορᾶς πληρουμένης ἢ καὶ ἕως ἑτέρου τετραγώνου ἢ συμπληρουμένου παντὸς τοῦ κύκλου, εἰ δὲ καὶ ἀκάκωτα τύχῃ τὰ τετράγωνα ὑπὸ τῆς τῶν κακοποιῶν παρόδου καὶ δευτέρου κύκλου καὶ τρίτου ἐφάψεται μερικῶς τὰ συμπτώματα τῶν κακῶν ὑπομένουσα.

  Ἔστι δὲ καὶ ἑτέρα κάκωσις ὁπόταν ἔκλειψιν ὑπόγειον ἡ Σελήνη τύχῃ πεποιημένη τῆς καταρχῆς καὶ τῆς κατασκευῆς ἐν τῷ μεταξὺ τῆς ἐπιούσης συνόδου γεγενημένης καὶ τῆς Σελήνης κατὰ τοῦτον τὸν χρόνον πρὸς τοὺς κακοποιοὺς σχηματιζομένης ἢ κατὰ τὸν χρόνον τῆς πανσελήνου. Συμβαίνει γὰρ κατὰ τὴν τοιαύτην καταρχὴν σεισμοῖς ἀπόλλυσθαι, συνεχέστερον δὲ τὰς οὕτω γιγνομένας πόλεις βλάπτεσθαι· ἐπὶ μὲν τοῦ τοῦ Κριοῦ τριγώνου πυρώδους ὄντος ἀπὸ πυρός, ἐπὶ δὲ τοῦ τοῦ Ταύρου γεώδους ὄντος ὑπονοητέον τὰς ἀπὸ γῆς καὶ γεωργίας βλάβας ἢ ὠφελείας κατὰ τοὺς τῶν σχηματισμῶν ὅρους, ἐπὶ δὲ τοῦ τῶν Διδύμων τριγώνου ἀερώδους ὑπάρχοντος τὰς ἐξ ἀέρων ὠφελείας ἢ βλάβας, ἐπὶ δὲ τοῦ τοῦ Καρκίνου ὑδατώδους ὄντος τὰς ἐξ ὑγρῶν ὠφελείας ἢ βλάβας. Καὶ οἱ κτίζοντες δὲ καὶ οἱ τὴν φροντίδα τῆς κατασκευῆς ἀνειληφότες κατὰ τὴν τῶν οἰκοδεσποτῶν φύσιν τῆς ἀξίας καὶ τῶν ἠθῶν μεθέξουσιν.

  Δωρόθεος δὲ παραινεῖ ἐν τοῖς ἔπεσι περὶ οἰκοδομίας οὕτως·

Ἡνίκα δ’ αὖτε θέμεθλα δομήιά τ’ ἔργα τελειοῖς
προσθετικὴ φάεσιν καὶ τοῖς κατὰ μῆκος ἀριθμοῖς
ἔστω τοι Κερόεσσα, τό τε πλάτος ἐμβαίνουσα
ᾧ τε βορειότατον ζώνης πλινθήιόν ἐστιν,
ἢ Διὸς ἢ Παφίης ἐν σχήμασι μαρτυρεόντων
ἢ καὶ συνεσσομένων· Φαίνων γε μένεσσιν ἐρύκει
δερκόμενος, μαλερὴν δὲ περὶ φλόγα Θοῦρος ὀρίνει.

  Καθαιρετέον δὲ τοὺς τοίχους ἀπὸ τοῦ βορεινοῦ ὕψους Σελήνης κατερχομένης, ἀνενεκτέον δὲ λίθον ἀπὸ θεμελίων αὐτῆς οὔσης ἐν τοῖς χθαμαλωτάτοις μέρεσιν, τουτέστιν ἐν τῷ νοτίῳ πέρατι. Ἐν πᾶσι δὲ τούτοις οἱ μὲν κακοποιοὶ ἀπέστωσαν, οἱ δὲ ἀγαθοποιοὶ μαρτυρείτωσαν. Ἐν δὲ τοῖς ναοῖς καθιδρυτέον τὰ ἀγάλματα σκευασθέντα τῷ προσφόρῳ εἴδει, ὁμοίως δὲ καὶ ὕλῃ, καθὼς οἱ σοφοὶ Αἰγύπτιοι καὶ οἱ λοιποὶ ἀρχαῖοι παραδεδώκασιν, Σελήνης πληθούσης ἐπὶ φάσεως· θεωδέστεραι γὰρ καὶ ἐμψυχοπεποιημέναι αἱ δυνάμεις αὐτῶν οὕτω τελεσθέντων ἐκ τῆς κοσμικῆς κινήσεως ἀποτελοῦνται.

  Ἕκαστον δὲ τῶν ἱερῶν καὶ ἀγαλμάτων κατασκευάζειν καὶ ἱεροῦν σύμφορον ἐν τῷ τριγώνῳ τῷ τοῦ Διὸς τῆς Σελήνης οὔσης καὶ τοῦ Διὸς συμφώνου πρὸς αὐτὴν ὄντος, τουτέστιν ἐν τῷ αὐτῷ τριγώνῳ, καὶ Ἡλίου ὁμοίως ἐσχηματισμένου, τοῦ δὲ Κρόνου ὁμοίως τυγχάνοντος ἐν τῷ ἰδίῳ τριγώνῳ. Καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων οὕτω κατασκευαστέον τά τε ἱερὰ καὶ τὰ ἀγάλματα· ἔτι μὴν καὶ ὄντων αὐτῶν ἐν τοῖς ὑψώμασί τε καὶ οἴκοις κατασκευάζειν αἴσιον μηδενὸς τῶν κακούντων ἀστέρων ἐναντιουμένου.

  Ἁφιεροῦν δὲ Τύχην χρὴ τῆς Σελήνης οὔσης ἐν τῷ ἰδίῳ τριγώνῳ καὶ τῆς Ἀφροδίτης, καὶ ἐν Αἰγοκέρωτι δὲ καὶ Καρκίνῳ εὔθετον, Μητέρα δὲ θεῶν ἐν Λέοντι καὶ Ταύρῳ καὶ Αἰγοκέρωτι, ἐν δὲ Παρθένῳ καὶ Ταύρῳ Δήμητρα καὶ Κόρην καὶ Πλοῦτον, Ὄσιριν δὲ Ἰχθύσιν, Ὑδροχόῳ, Ταύρῳ, Νίκην δὲ ἐν Παρθένῳ, Καρκίνῳ, τὸν δὲ Σάραπιν Ταύρῳ, Λέοντι, Τοξότῃ, ἐν Τοξότῃ δὲ καὶ Ἰχθύσιν Ἀσκληπιὸν καὶ Ὑγίειαν, ἐν δὲ Παρθένῳ καὶ Αἰγοκέρωτι Διόνυσον, ἐν Διδύμοις καὶ Λέοντι Ἡρακλέα, Ἔρωτα δὲ καὶ Χάριτας ἐν τοῖς τῆς Ἀφροδίτης ζῳδίοις καὶ ὑψώματι, Νέμεσιν δὲ ἐν τοῖς τοῦ Κρόνου. Καὶ ἐπὶ τῶν λοιπῶν θεῶν ὁμοίως δεῖ ποιεῖν τὰ ἀγάλματα ἢ τὰς εἰκόνας ἢ ἐκτυπώματα ἐπὶ σφραγίδων καὶ τελεῖν ἕκαστον καὶ ἀνανεοῦν προσφόρως ἐν τοῖς προλελεγμένοις ζῳδίοις τῆς Σελήνης οὔσης. Αἱ δὲ προσελεύσεις καὶ εὐχαὶ γιγνώσκονται οὕτως· ὁ μὲν ὡροσκόπος ἐστὶν ὁ εὐχόμενος, τὸ δὲ δῦνον τὸ θῦμα ὃ προσφέρει, τὸ δὲ μεσουράνημα ὁ θεός, τὸ δὲ ὑπὸ γῆν κέντρον σημαίνει εἰ ἐπήκοοι τῶν εὐχῶν εἶεν καὶ περὶ τοῦ πράγματος οὗ τις εὔχεται καὶ πυνθάνεται.

η. Πῶς δεῖ ὁρκίζειν

  Μετέρχονται οἱ ὅρκοι τοὺς ἐπιόρκους ἐπὰν ἐπιορκήσῃ τις τῆς Σελήνης οὔσης ἐν Σκορπίῳ, τοῦ Ἄρεως συνόντος αὐτῇ ἢ ὁρῶντος ὑπεναντίον, τοῦ Ἡλίου δύνοντος ἐν Ζυγῷ, καὶ μάλιστα περὶ δικαίου. Ἐν δὲ τοῖς λοιποῖς ζῳδίοις τοῦ Ἡλίου δύνοντος εὔθετον ὁρκίζειν· οἱ γὰρ ἐπιορκοῦντες οὐ ποινηλατοῦνται.

θ. Περὶ γάμου

Περὶ γάμου ἐπισκοπητέον οὕτως·

ἄνδρα μὲν Ἠέλιον καὶ ἀνερχόμενον σκοπὸν ὥρης,
αὐτὴν δ’ ἐκ ζῳδίου θ′ ἱμερόφρονα δυομένοιο
κόρην ἂν φράσσαιο καὶ ἠυκόμου Κυθερείης,
ἐκ δὲ μεσουρανίου τὸ καὶ ἔπλετο τηλόθι γαίης
οἷον ἅμ’ ἀλλήλοις ἄμφω βίον ἐκτελέουσι,
ἀμφὶ δέ τοι προικὸς μέσατον χθονὸς ἐξαγορεύσει.
δερκομένῳ τίνες ἐσθλά, τίνες κακὰ τεκμαίρουσιν,
Ἠέλιος φαυλοῖσι βεβλαμμένος, Ἀφρογενής τε
Ζηνὸς ἐπεσσυμένου ἢ καὶ παρεόντος ἅμ’ αὐτῇ,
ἀνέρι πῆμα φέρουσιν, ἀτὰρ μέγα χάρμα γυναικί
ἔμπαλιν αὖ Παφίην ὁπόταν βροτολοιγὸς ἴδησι
ἢ Φαίνων κρυόεις ὀλοὸν τόδε σῆμα δάμαρτι
ἔσσεται αἰσχύνη τε καὶ οὐκ ἐπὶ δηθὰ μένουσιν,
ἢν δ’ ἔτι καὶ Μήνη στυγερὸν περὶ σῆμα γένηται
ἀμφοτέροις εἴη κεν ἀπαίσιος ἥδε καταρχή.
ἐσθλοὶ δ’ αὖ Μαίης ὠκὺν γόνον εἰσορόωντες
παίδων τέκμαρ ἔχουσιν ἐτήτυμον. ἐν τροπικῷ δέ
ζῴῳ μηδέ νυ Κύπρις ἔοι τότε μηδὲ Σελήνη·
Κύπρις μαχλοτάτην τεύχει ῥυπαρήν τε δάμαρτα
θήσει φωριδίοισιν ἀρεσκομένην λεχέεσσιν,
ἡ δέ κεν οὐ χρονίην εὐνὴν ὀπάσειε Σελήνη.
τοὔνεκεν ἐν Κριῷ μὲν ἀναίνεο πάμπαν ἐούσης
νύμφευσιν· δὴ γάρ κεν ἀπόζυγος αἶψά κεν εἴη.

  Τοῦ δὲ Ταύρου πρῶτος καὶ τρίτος δεκανὸς παραιτεῖται, ὁ δὲ δεύτερος ἐπιτήδειος γαμεῖν. Τῶν δὲ Διδύμων ἀπὸ μιᾶς μοίρας ἕως τῆς πεντεκαιδεκάτης οὐ πεποίηνται, αἱ δὲ λοιπαὶ εὔθετοι. Ὁ Καρκίνος ὅλος ἀπαίσιος. Ὁ δὲ Λέων οὐ κακός, ποιήσει δὲ κακοδάπανον τὸν ἄνδρα. Ἐν δὲ Παρθένῳ χήραν ἄγεσθαι αἴσιον· παρθένον γὰρ οὔ. Ἐν δὲ Ζυγῷ ἀνεπιτήδειον γαμεῖν, μνηστεύεσθαι αἴσιον. Ἐν δὲ τῷ πρώτῳ τμήματι τοῦ Σκορπίου αἴσιον, ἐν δὲ τῷ δευτέρῳ οὐ πάνυ· οὐ γὰρ ἔσονται πολυχρόνιοι. Ἐν δὲ Τοξότῃ πεφυλάχθαι χρὴ δι’ ὀλιγοτεκνίαν, καὶ ἐν Αἰγοκέρωτι δὲ ὁμοίως εἰ μή τις ἐκ δευτέρου ἢ τρίτον βουληθῇ γαμῆσαι (οὕτω γὰρ οὐκ ἀποστρεπτέον), ῥεμβαὶ δὲ καὶ ψεῦσται εὑρίσκονται. Ἐν δὲ Ὑδροχόῳ ἀνεπιτήδειον. Ἐν δὲ Ἰχθύσι καλὸν μὲν γαμεῖν, ποιεῖ δὲ τὴν γυναῖκα μάχιμον καὶ φλύαρον.

  Παρατηρητέον δὲ μάλιστα τὴν Ἀφροδίτην ἐν ταύταις ταῖς σκέψεσι μὴ εἴη μετὰ τῶν κακοποιῶν ἢ ἐν ταῖς τούτων μαρτυρίαις, ἀλλὰ μᾶλλον εἴη ἐν ὁρίοις εὐεργέος ἢ ἐν ζῳδίοις. Τυχοῦσα τοίνυν ἡ Ἀφροδίτη ἐν ὁρίοις ἢ ζῳδίοις ἀγαθοποιοῦ καὶ εἰ ἐπιδεκατεύσει τῇ Σελήνῃ, ὑπὸ δὲ τοῦ Διὸς ἐπιδεκατεύεται (τουτέστι δεκάτη μὲν ἀπὸ Σελήνης, τετάρτη δὲ ἀπὸ Διός), κάλλιστον τὸν γάμον, θυμήρη τε καὶ τεκνοποιὸν ἀποτελέσει, καὶ μάλιστα ὅταν εἷς τῶν ἀγαθοποιῶν ἐπὶ τῶν πολυσπέρμων ζῳδίων τύχῃ· οὕτω γὰρ τάχιστα συλλήψεις ποιήσει. Τὸ δὲ αὐτὸ καὶ τὰ τρίγωνα σχήματα ἀποτελέσει πολυσπέρμων ὄντων τῶν ζῳδίων, καὶ οἱ κακοποιοὶ ἐν τῷ τριγώνῳ σχήματι ἐπὶ τῶν πολυσπέρμων ζῳδίων μαρτυρούμενοι ὑπ’ ἀγαθοποιῶν τεκνοποιίαν δηλοῦσιν.

  Ἐπισκοπεῖν δὲ χρὴ τὰ δύο θέματα τῶν γαμουμένων εἰ καὶ ἐπίπαν οἱ ἀγαθοποιοὶ ἐν τοῖς ἀγαθοποιοῖς τόποις (τουτέστι διπλοῖ) κατὰ τὸν καιρὸν τοῦ γάμου γίνονται ἢ συσχηματίζονται. Εἰ δὲ καὶ κατὰ γένεσιν καὶ κατὰ πάροδον τὸ μεσουράνημα κοσμούμενον ᾖ καὶ ἀγαθοποιῶν τόπος τοῦ θέματος τῆς γυναικὸς ἐμπέσῃ εἰς τὸ τοῦ ἀνδρὸς μεσουράνημα εἰδέναι χρὴ ἐν αὐτῷ τῷ ἔτει τὴν παιδοποιίαν ἔσεσθαι, εὐάρεστόν τε τὴν συμβίωσιν μηκυνθῆναι, καὶ μάλιστα ὅταν οἱ ἐπίκαιροι τόποι τῶν γενέσεων (τουτέστι Σελήνη καὶ Ἥλιος καὶ ὁ κλῆρος καὶ ὁ ὡροσκόπος) σύμφωνοι ὑπάρχωσιν.

   Ἑπὰν δὲ καὶ πολύσπερμον ᾖ τὸ κατὰ κορυφὴν ζῴδιον κατὰ τὴν πρώτην συνέλευσιν τὰ τῆς συλλήψεως ἀσφαλῶς ἔσται. Ἐπὰν δὲ τύχῃ ἐπὶ τοῦ κατὰ κορυφὴν τόπου ἀγαθοποιὸς ὑπὸ τὰς αὐγὰς ὢν κατὰ τὸν καιρὸν τοῦ γάμου σκοτεινὴν τὴν σύλληψιν καὶ τὴν τεκνοποιίαν σημαίνει, καὶ μάλιστα ἐπὶ τῶν γυναικῶν αἷς καὶ τὸ θέμα οὕτω συμβέβηκεν ἔχειν· τῆς γὰρ Ἀφροδίτης ὑπὸ τὰς αὐγὰς οὔσης μετὰ Ἄρεως λαθραίως παρθενεύονται, καὶ Διὸς μαρτυροῦντος οἱ βιασάμενοι ἄξονται πρὸς γάμον. Συμβαίνει δὲ πάλιν ὁμοίως κατὰ τὸν καιρὸν τῆς καταρχῆς καὶ τῆς Ἀφροδίτης ὑπὸ δύσιν τοῦ Ἡλίου.

Εἴ γε μὲν ἢ πόσιός τις ἔχει δάμαρ ἠὲ δάμαρτος
ἀνὴρ ἐν ζῴῳ Μήνην κακοδαιμονέοντι
τούτων ἀμφοτέρων κράτος οἴσεται· ὅς κεν ἔχῃσι
δωδέκατον μετὰ χῶρον ἀφ’ ὡρονόμοιο Σελήνην
εἰν ἑτέρου γενέσει καὶ δεσπότῃ εἴκελος ἔσται.
ἔξοχα δ’ αὖ πάμμηνος ἀνιηρὴ γαμέοντι,

  τουτέστι πανσέληνος. Καὶ αἱ Σελῆναι δὲ τῶν δύο γενέσεων διαμετροῦσαι ἀλλήλας ἀπαίσιοί εἰσιν· διχονοίας γὰρ παραίτιοι. Κρατήσει δὲ ὅμως ἐν ταῖς φιλονεικίαις ὁ ἔχων ὑπὲρ γῆν τὴν Σελήνην. Ἐν δὲ ἀρρενικῷ βεβῶσα Ἀφροδίτη, ὁ δὲ Ζεὺς ἐν θηλυκῷ – τοῖς ἀνδράσι τὸ τοιοῦτον σχῆμα καλὸν ὑπάρχει, ἔμπαλιν δὲ ταῖς θηλείαις ὅταν ἡ μὲν Ἀφροδίτη ἐν θηλυκῷ, ὁ δὲ Ζεὺς ἐν ἀρσενικῷ.

  Ταῦτα μὲν ἐν τοῖς ἔπεσι Δωρόθεος ἐκτίθεται, ἐκ δὲ ἄλλων ἀρχαίων καὶ πείρᾳ κατειλημμένων τὰ ἐφεξῆς. Μάλιστα δὲ προσέχειν χρὴ περὶ συνελεύσεως καὶ ἁρμογῆς γάμου τῷ δὲ κυρίῳ τοῦ κλήρου καὶ τῆς ὥρας, ἔτι δὲ καὶ τῷ τῆς προγενομένης συνόδου καὶ τῇ πρὸς ἀλλήλους τε καὶ τὰ φῶτα καὶ τὸν θανατικὸν ἀστέρα σχηματοθεσίᾳ. Τυχὼν γὰρ ὁ κλῆρος εἰς τὸ δυτικὸν ἢ ὁ τούτου κύριος ἢ ὁ τοῦ δυτικοῦ κέντρου κύριος ἐπ’ αὐτοῦ τυχὼν σὺν τῷ κληρικῷ ἀστέρι ἢ ἐπὶ τοῦ κληρικοῦ ἀστέρος ἢ εἰ ἐπὶ τοῦ κληρικοῦ ζῳδίου ὁμοίως τύχῃ (δηλονότι σὺν τῷ κληρικῷ ἀστέρι) τῆς Σελήνης ἐπιμαρτυρούσης γάμον καὶ συνέλευσιν σημαίνει.

  Ἐπιφυλακτέον οὖν τὴν Ἀφροδίτην ἑῴαν ἀναποδίζουσαν, ἐπί τε τὸν Δία ἐρχομένην· οὕτω γὰρ ἀνάρμοστοι καὶ ἀβέβαιοι γάμοι ἔσονται τῶν συνερχομένων τυγχανόντων κούφων τὰ ἤθη. Καὶ εἰ μὲν ἐν θηλυκῷ ζῳδίῳ τύχῃ  τοιούτους τοὺς ἄνδρας, ἐὰν δὲ ἐν ἀρρενικῷ τὰς γυναῖκας τοιαύτας νομιστέον. Εἰ δὲ οὕτως ἐχούσης τῆς Ἀφροδίτης ἀπόζευξις γένοιτο ἐπανήξει αὖθις ἡ γυνὴ προστιθείσης τῆς Ἀφροδίτης τοῖς ἀριθμοῖς, εἰ δὲ Ἄρης ἀναποδίζοι ἐν τῇ καταρχῇ τοῦ χωρισμοῦ ἐπιστρέψαντος αὐτοῦ καὶ προστιθέντος ὁ ἀνὴρ διαλλαγήσεται καὶ μετελεύσεται τὴν γυναῖκα.

  Ἐὰν δὲ ὁ κύριος τοῦ γάμου ἐν τῇ καταρχῇ μεσουρανῶν τύχῃ ἐν θηλυκῷ ζῳδίῳ πολύγονον δείξει τὴν γυναῖκα, εἰ δὲ ἐν ἀρρενικῷ τὸν ἄνδρα. Τετράγωνος δὲ ὁ Ζεὺς τῷ γαμικῷ ἀστέρι τυχὼν στάσεως τῆς ἐν τῷ γάμῳ δηλωτικός· κακὴ καὶ ἡ Σελήνη ἐν ἀρρενικῷ ζῳδίῳ τυχοῦσα. Ὡροσκοπῶν δὲ ὁ τοῦ γάμου κύριος ἐπίμεμπτον τὸν γάμον δίδωσιν, καὶ μάλιστα ὁ Ζεὺς ἐν θηλυκῷ ζῳδίῳ ἄπροικον ἢ ψευδοπλουσίαν ἢ ὑπόδικον, ἐν δὲ ἀρρενικῷ τὸν ἄνδρα τοιοῦτον.

  Ἐπειδὴ προείρηται ὅτι ὁ μὲν ὡροσκόπος ὁ γαμῶν, τὸ δὲ δῦνον ἡ γαμουμένη, τὸ δὲ μεσουράνημα ἡ ἀμφοτέρων ὁμόνοια καὶ παραμονή, τὸ δὲ ὑπόγειον ἡ προὶξ καὶ τὸ τοῦ γάμου ἀποτέλεσμα, δῆλον οὖν ὅτι τοῦ Κρόνου μὲν ὡροσκοποῦντος ὁ γαμῶν ἔσται πρεσβύτερος καὶ ῥυπαρός, Ἄρεως δὲ νεώτερος καὶ ὀργίλος, τοῦ δὲ Διὸς πλούσιος καὶ ἀγαθός, μέσης ἡλικίας, Ἀφροδίτης δὲ ἱλαρός, καθάριος, ἡδύβιος, κατωφερὴς εἰς γυναῖκας, Ἑρμοῦ δὲ εὐπαίδευτος, συνετὸς καὶ ἐρωτικὸς εἰς παῖδας, Ἡλίου δὲ καὶ Σελήνης εὐγενὴς καὶ ἐπίσημος. Κρόνου δὲ τυχόντος ἐπὶ τοῦ μεσουρανήματος διάλυσις ἔσται τοῦ γάμου διὰ ῥυπαρίαν καὶ σμικρολογίαν, Ἄρεως δὲ δι’ ἀκαταστασίαν καὶ ζηλοτυπίαν (ἐπὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης συνῇ αὐτῷ ἢ μαρτυρῇ διὰ μοιχείαν, ἐὰν δὲ Ἑρμῆς συνῇ διὰ παιδὸς ἔρωτα), Διὸς δὲ καὶ Ἀφροδίτης ὁμόνοια αὐτοῖς ἔσται καὶ τεκνοποιία, Ἡλίου δὲ καὶ Σελήνης ἐπισήμους αὐτοὺς ἔσεσθαι.

  Ἐπὶ δὲ τοῦ δύνοντος τυχόντες ὅμοια ἀποδεικνύουσι περὶ τὴν γυναῖκα οἷα καὶ ἐπὶ τοῦ ἀνδρὸς ἐν τῷ ὡροσκόπῳ. Ἑὰν δὲ καὶ Ἄρης ἢ Κρόνος ἢ ἀμφότεροι ὑπὸ γῆν εὑρεθεῖεν ἰδίων ἀποβολὴν καὶ τέκνων καὶ τῆς προικὸς καὶ προτελευτὴν τοῦ ἀνδρὸς σημαίνουσιν, ἐὰν δὲ Ζεὺς καὶ Ἀφροδίτη ὑπόγειοι ὦσι πολὺν χρόνον σὺν ἀλλήλοις καὶ τέκνα ἔσεσθαι, καὶ ἐὰν μὲν ἐν ἀρσενικῷ ζῳδίῳ ὁ ἀνὴρ ἐπιζήσεται, ἐὰν δὲ ἐν θηλυκῷ ἡ γυνή, ὁ δὲ Ἑρμῆς καθὼς ἂν τὴν τῶν ἄλλων μαρτυρίαν δέξηται ἕκαστα ἐμφαίνει.

  Τοῦ δὲ Ἡλίου κεκακωμένου, τῆς δὲ Ἀφροδίτης ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένης ἐν τῇ καταρχῇ, ἄρχειν τὴν γυναῖκα τοῦ ἀνδρὸς δηλωτέον, ἔμπαλιν δὲ τυχόντων ἔμπαλιν ἔσται. Τῆς δὲ Σελήνης κεκακωμένης ἀμφοτέροις ἀσύμφορον καὶ τῇ προικί. Ὁ ὡροσκόπος καὶ τὸ μεσουράνημα ἔχοντες ἀγαθοποιοὺς σημαίνουσι τεκνοποιίαν ἐπὶ συμφέροντι, κακοποιοὺς δὲ ἀποβολήν. Φυλάσσεσθαι δὲ καὶ τοῦ κυρίου τῆς τύχης κακωθέντος ἄγεσθαι γυναῖκα. Χαλεπὸς δὲ καὶ ὁ κατὰ γένεσιν οὕτως ἔχων γαμικὸς ἀστήρ. Κενοδρομοῦσα δὲ ἡ Σελήνη πολυκοίνους μηνύει, ἀγαθὴ δὲ ὑπόγειος ἐν θηλυκῷ ζῳδίῳ· τοῦ Ἡλίου ὄντος ἐν ἀρρενικῷ ὑποτεταγμένην αὐτὴν ποιήσει.

ι. Περὶ συνελεύσεως

  Μέλλων δὲ συγγενέσθαι ὁ γαμῶν ἔστω ἱλαρὸς καὶ ἀπὸ ἱλαρῶν καὶ ἄλυπος μήτε ἄγαν συμβεβαρημένος τροφῇ καὶ μέθῃ. Φυλασσέσθω δὲ τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν κλῆρον ἐν τῷ η′ ἢ ἐν τῷ τούτου διαμέτρῳ, ἐπιτηρείτω δὲ καὶ τὸν τῆς ὥρας κύριον ἀκάκωτον εἶναι. Ὁ δὲ κλῆρος ἔστω ἐν τῷ περὶ φιλίας ἢ ἐν τῷ περὶ τέκνων ἢ ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ θεῷ (τουτέστιν ἐν τῷ θ′), ἔστω δὲ καὶ ἡ Σελήνη ἀκάκωτος καὶ σύμφωνος τῷ ὡροσκόπῳ. Ὁ δὲ Ἑρμῆς ἐπὶ ἀνατολῆς τυγχάνων ὑπὸ Διὸς καὶ Ἀφροδίτης μαρτυρούμενος ἐν τῇ ὥρᾳ τῆς καταβολῆς ποιήσει τὰ τικτόμενα εὐτυχῆ καὶ εὐπαίδευτα καὶ εὐδαίμονα. Λέγουσι δὲ οἱ περὶ Πετόσιριν ὅτι ἐν ᾧ ζῳδίῳ εὑρίσκεται ἡ Σελήνη ἐν τῇ σπορᾷ τοῦτο ὡροσκοπήσει ἐν τῇ ἐκτέξει, ὅπου δὲ ἐν τῇ ἐκτέξει παροδεύει τοῦτο ὡροσκόπησεν ἐν τῇ σπορᾷ. Περὶ δὲ γάμου καὶ τῶν περὶ αὐτὸν τοσαῦτα εἰρήσθω.

ια. Περὶ χωρισμῶν

  Τοὺς δὲ χωρισμοὺς αὐτῶν καὶ ἐπανελεύσεις ἐπιβλέπειν δεῖ οὕτως. Κατὰ τὴν καταρχὴν ἐν ᾗ γεγένηται ὁ χωρισμὸς ἢ καὶ ἐν ᾗ τις ὥρᾳ πυνθάνεταί σου ὅρα τὴν Ἀφροδίτην καὶ τὸν Ἥλιον· ἐὰν τοίνυν εὕρῃς τὸν μὲν Ἥλιον ἐν τῷ μεσουρανήματι ἢ ἐν τῷ ια′, τὴν δὲ Ἀφροδίτην ἑσπερίαν ἀναποδίζουσαν, λέγε αὐτῷ αὖθις τὴν γυναῖκα ἐπανελεύσεσθαι θυμήρως.

εἰ δέ γε μὴν ἄλοχος δόμον ἀνέρος ἐκλείπησι
πρὶν Μήνην διάμετρον ἐς Ἠελίοιο περῆσαι
οὐ μάλα ῥηιδίως εἰς ἀνέρος ἵξεται οἶκον,
ἂψ δ’ ἀπὸ παμμήνου ὁπότ’ ἔρχεται Ἠέλιόνδε
τηνίκα οἱ νόστον τεκμαιρέμεν εἶναι ὀπίσσω,

  ἐπ’ αὐτῆς δὲ τῆς συνόδου δυσχερῶς. Ἐὰν δὲ ὁ Ἥλιος ἐν ὅσῳ ἡ Σελήνη ἀπαρτίζει τὸν κύκλον μεταβεβηκὼς εὑρεθῇ εἰς ἕτερον ζῴδιον θηλυκὸν Ἀφροδίτης σὺν αὐτῷ οὔσης, ὁ ἀνὴρ διαλυθέντος τοῦ γάμου ἑτέραν γαμήσει. Ἐπιτηρητέον δὲ καὶ τὸν ὡροσκόπον καὶ τὴν Σελήνην ἐπειδὴ τυχόντες οὗτοι ἐπὶ στερεῶν ζῳδίων ἐν τῇ καταρχῇ βέβαια ποιοῦσιν, ἐπὶ δὲ δισώμων τὰ ἐοικότα, ἐπὶ δὲ τροπικῶν τρεπτὰ καὶ ἀβέβαια.

ιβ. Περὶ διαφορᾶς κυουμένων

  Ἐπὰν δὲ κατὰ γαστρὸς αἱ γυναῖκες ἔχοιεν καὶ βουληθεῖεν τὸ κυούμενον ἐκτιτρώσκειν μὴ δυνάμεναι τελεσφορεῖν ἁρμόζει τῆς Σελήνης οὔσης ἐν τοῖς ὀρθοῖς ζῳδίοις καὶ τῷ ὡροσκόπῳ τοῖς φωσὶ ληγούσης καὶ νοτίας τῷ πλάτει, ἐφοράτω δὲ Ἀφροδίτη καὶ Ἄρης ἢ συνόντες ἢ τετράγωνοι ἢ τρίγωνοι ἐπιβλέποντες τὴν Σελήνην ἥτις ἐν θηλυκῷ ζῳδίῳ τυγχανέτω. Ὅσα δὲ δεῖ ἐν τούτοις παρατηρεῖν τὴν Σελήνην τοσαῦτα καὶ τὸν ὡροσκόπον δεῖ ἔχειν κατά τε τὰ ὀρθὰ ζῴδια καὶ κατὰ τὰς μαρτυρίας Ἄρεως καὶ Ἀφροδίτης.

ιγ. Περὶ ἐκτιτρωσκουσῶν

  Φασὶ δὲ ἐπικινδύνως ἐκτιτρώσκειν Κριοῦ μὲν ἀπὸ α′ μοίρας ἕως ια′, Διδύμων δὲ ἀπὸ α′ ἕως λ′, Καρκίνου ἀπὸ α′ ἕως ιε′, Λέοντος ἀπὸ α′ ἕως ια′, Παρθένου τὰς πάσας, ἐν δὲ Ζυγῷ ἀπὸ ιβ′ ἕως λ′, ἐν Σκορπίῳ ἀπὸ ια′ ἕως λ′, ἐν Τοξότῃ ἀπὸ α′ ἕως ια′, ἐν Αἰγοκέρωτι ἀπὸ α′ ἕως ιε′, ἐν Ὑδροχόῳ ἀπὸ κ′ ἕως λ′ τῆς Σελήνης οὔσης ἐν ταύταις ταῖς μοίραις ἢ καὶ τοῦ ὡροσκόπου, καὶ μάλιστα τοῦ Κρόνου συσχηματιζομένου, αἱ δὲ λοιπαὶ εὔκολοι καὶ ἀκίνδυνοι.

ιδ. Περὶ γεωργίας

  Περὶ δὲ γεωργίας ἁρμόζει τῆς Σελήνης οὔσης καθ’ ἑαυτὴν ἐν μὲν Κριῷ γεωργεῖν καὶ θρέμματα καθιστάναι καὶ φυτεύειν καὶ σπείρειν καὶ τόπους ἀγρίους ἐξημεροῦν, ἐν δὲ Ταύρῳ σπείρειν καὶ ἀργὴν γῆν, μισθοῦσθαι δὲ χώραν ἀσύμφορον, ἐν δὲ Διδύμοις γεωργεῖν καὶ φυτεύειν καὶ ἀργὴν γῆν ἐργάζεσθαι καὶ καρπῶν συγκομιδὰς ποιεῖσθαι, ἐν δὲ Καρκίνῳ καλὸν γεωργεῖν καὶ κήπους ποιεῖσθαι καὶ χέρσον γῆν ἡμεροῦν, ἐν δὲ Λέοντι πυροὺς καὶ κριθὰς σπείρειν καὶ γεωργίας ἄρχεσθαι ἀγαθόν, ἐν δὲ Παρθένῳ φυτεύειν ἁρμόζει πάντα πλὴν ἀμπέλου, κατασπείρειν τὸ πάνυ ὑπόφορον, ἐν δὲ Ζυγῷ φυτεύειν καὶ γεωργεῖν συνοίσει, ἐν δὲ Σκορπίῳ ἀμπέλους φυτεύειν, μόνον ἐκ μέρους δὲ γεωργεῖν, ἐν δὲ Τοξότῃ ἱπποτροφεῖόν τε καὶ θρέμματα καθιστᾶν καὶ βουκόλια, ὁμοίως δὲ καὶ ἐν Αἰγοκέρωτι, καὶ μάλιστα θρέμματα, ἐν δὲ Ὑδροχόῳ ἀκρόδρυα φυτεύειν καὶ γῆν γεωργεῖν συνοίσει, ἐν δὲ Ἰχθύσι καλὸν γεωργεῖν καὶ τὴν ἀρχὴν ἀνανεοῦν. Συνούσης οὖν τῆς Σελήνης τοῖς ἀγαθοποιοῖς ἢ μαρτυρουμένης καὶ ἐν τοῖς ἁρμόζουσι ζῳδίοις κάλλιστον γεωργεῖν, καὶ μάλιστα τυγχανούσης ἐν τοῖς ὑπογείοις.

ιε. Περὶ φρεάτων ὀρυγῆς καὶ λάκκων

  Ὀρύττων δὲ λάκκους ἢ καὶ εἰσαγωγὰς ὑδάτων ποιούμενος ἐπιτήρει τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον αὐτοῦ εἴς τινα ζῴδια ὑδατώδη ἐμπεσεῖν, καὶ ἐπικέντρους ποιῆσαι τοῦ τε β′ τόπου καὶ τοῦ η τοὺς οἰκοδεσπότας. Ἁγαθὸν γὰρ τούτους ἐπαναφέρεσθαι τῷ ὑπὲρ γῆν κέντρῳ καὶ τῷ ὑπὸ γῆν· ἀποκλίναντες γὰρ φαῦλοι, καὶ μάλιστα ὅταν πόρρωθεν τὰ ὕδατα ᾖ μεταγόμενα ἢ ἀποστρεφόμενα. Καὶ τὸν τοῦ κλήρου δὲ κύριον δεῖ παραφυλάσσειν, καὶ μάλιστα κατὰ τὸ ὑπόγειον, ἐξαιρέτως μήτε τὸν κύριον μήτε αὐτὸν τὸν κλῆρον εἶναι ἐν τῇ ἐπιδύσει ἢ ἐν τῷ ταύτης διαμέτρῳ, τουτέστι τῇ ἐπαναφορᾷ τοῦ ὡροσκόπου· οὕτω γὰρ ἀσφαλῶς καὶ ἀβλαβῶς διαπραχθείη τὸ ἔργον.

ιϛ. Περὶ ἀγορασίας διαφόρων εἰδῶν

  Ἐπισκόπει τὴν καταρχὴν οὕτως. Καὶ ἀφοριστέον τὸν μὲν ὡροσκόπον τῷ πιπράσκοντι, τὸ δὲ δῦνον τῷ ἀγοράζοντι, τὸ δὲ μεσουράνημα τῷ τιμήματι, τὸ δὲ ὑπόγειον τῷ ἀγοραζομένῳ, ἐκ δὲ τῶν ἐπιμαρτυρούντων τοῖς τόποις καταστοχαστέον περὶ τοῦ ἀποτελέσματος. Ἔστι δὲ καὶ ἄλλως πῆξαι περὶ ἀγορασίας τὴν μὲν Σελήνην τὸ πιπρασκόμενον σῶμα ἢ χωρίον ἤ τι ἕτερον πιπρασκόμενον, τὸν δὲ ἀστέρα ἀφ’ οὗ τὴν ἀπόρροιαν πεποίηται τὸν πιπράσκοντα, ᾧ δὲ συνάπτει τὸν ἀγοράζοντα· καὶ πρόσεχε ἕκαστον τούτων καὶ τὰς μαρτυρίας.

  Ἐπισκοπητέον ἔκ τε τῆς Σελήνης εἰ σεσίνωται ὁ πιπρασκόμενος ἢ οὔ. Καθολικῶς δὲ τῆς Σελήνης καθ’ αὑτὴν οὔσης ἐν μὲν Κριῷ ῥεμβὸς καὶ ἀλήμων ὁ πιπρασκόμενος οἰκέτης, ἐν δὲ Ταύρῳ ἰσχυρὸς καὶ ὑπομονητικός, καλοὶ δὲ οἱ οἰκέται ἀγοραζόμενοι εὑρίσκονται ἐν τῷ τρίτῳ δεκανῷ τῶν Διδύμων, ἐν δὲ Καρκίνῳ νωχελεῖς καὶ δολεροί, ἐν δὲ Λέοντι γενναῖοι καὶ ἅρπαγες καὶ ἀδηφάγοι, κακοστόμαχοι δέ· ἐν Παρθένῳ συνετὸν μηνύει, ἐν δὲ Ζυγῷ φιλεργὸν καὶ δίκαιον, ἐν δὲ Σκορπίῳ ἰσχυρόν, δολερόν τε τὰ ἤθη καὶ βαρύθυμον, ὁμοίως καὶ ἐν Τοξότῃ, ἐν δὲ Αἰγοκέρωτι παλίμβουλον καὶ ψεύστην, ἐν δὲ Ὑδροχόῳ φιλεργόν, ἐν δὲ Ἰχθύσι κακὸν καὶ λοίδορον.

  Ὁπόταν δὲ ὁ κλῆρος τῆς τύχης ἐμπέσῃ εἰς τὸν περὶ φιλίας τόπον, ὁ δὲ τούτου κύριος ἐν τῷ περὶ οἰκετῶν εὑρεθῇ σὺν τῷ δεσπόζοντι τοῦ ὡροσκόπου, περὶ συνωνῆς οἰκέτου σημαίνουσιν. Ἢν δὲ καὶ τῷ κυρίῳ τοῦ γάμου τὴν συναφὴν ποιοῖτο ἡ Σελήνη ἐφεστώσης ἐπὶ τοῦ γαμικοῦ τῆς Ἀφροδίτης καὶ συνελεύσεσθαι καὶ κοινωνῆσαι φιλίας τῷ ἀγορασθέντι ἢ τῇ ἠγορασμένῃ μηνύει, τυχόντος δὲ τοῦ Ἑρμοῦ ἐν τῷ κλήρῳ εὐπαίδευτον παρέχει. Ἀεὶ δὲ ἀφορᾶν χρὴ τὸν τοῦ Ἑρμοῦ ἀκάκωτον ὑπὸ τῶν κακοποιῶν καὶ μὴ ὕπαυγον ἐν ταῖς τῶν οἰκετῶν ἀγορασίαις.

  Ἐπὶ δὲ συνωνῆς χωρίου ἔστω τὸ μὲν ὑπόγειον ἡ γῆ, ὅπερ ἐὰν κάθυγρον περὶ ποταμὸν ἢ θάλασσαν ἢ λίμνην εἶναι τὸ χωρίον λογιστέον, ἐὰν δὲ ἀμφίβιον ἐπίμικτον ἢ διπλοῦν ἔκ τε ὀρεινῶν καὶ πεδινῶν συνεστάναι, τὸ δὲ δῦνον τὰ βοσκήματα καὶ τὴν ἐνθήκην τοῦ κτήματος, τὸ δὲ μεσουράνημα τὰ δένδρα καὶ τὰ φυτὰ καὶ τὰς ἐπαύλεις, ὁ δὲ ὡροσκόπος τὴν οἰκίαν καὶ τὰ ἐν τῷ οἴκῳ καὶ τοὺς ἐργαζομένους, καὶ τὸ ἀκάκωτον τούτων εὑρεθὲν ἢ κεκακωμένον μηνύει ἐκεῖνο τὸ μέρος. Τὰ δὲ διαστήματα μηνύει ἡ ἀναφορὰ τοῦ ὡροσκόπου· τοσαῦτα γὰρ σημεῖα ἢ στάδια μηνύει ὅσας μοίρας ἔχει.

  Πληθούσης δὲ τῆς Σελήνης καὶ τῷ μήκει καὶ τῷ πλάτει προστιθείσης ἐν τῷ Ἀναβιβάζοντι ὁ ἀγοράζων πλείονα τιμὴν παρέξει, λειψιφώτου δὲ οὔσης καὶ τοῖς ἀριθμοῖς ἀφαιρούσης ἐν τῷ Καταβιβάζοντι ὁ ἀγοράζων ἐλάττονα τιμὴν δώσει. Λέγει γὰρ οὕτως Δωρόθεος·

συνδέσμῳ δ’ ἀνάγοντι Σεληναίης παρεούσης
εἰ μὲν πλησιφάεσσα δρόμον τ’ αὔξησιν ἀριθμοῖς
ὅττι κεν ὠνήσει δώσεις πλέον ἢ δόμεναι χρή,
αὐτίκα δ’ ἐν κατάγοντι πορεύμασιν οἷσιν ἔλεξα
ἐρχομένης ἐπὶ μεῖον ἐλαφρὴ ἔσσεται ὠνή.
καὶ δὲ Σεληναίης φάσιν αἱ λεύσσῃς κεν ἰούσης
ἐκ συνόδου πρῶτον μετανισσομένης τετράπλευρον
αἴθοπος Ἠελίοιο δικαιοτέροισιν ἄμεινον·
χρήματα γὰρ δώσεις ὅσου ἄξιον ἦν ἀγοράζειν
καὶ πρῆγμα λῷον καταθήσεαι οὔτε μὲν ἧσσον
οὔτε λίην τι περισσόν. ἕως δέ κεν εἰς διάμετρον
ἔλθῃ πιπράσκοντι καὶ ἐγκαλέοντι συνοίσει.
τὸ τρίτον αὖ τετράγωνον ἐπὴν ἑλικῶπις ὁδεύῃ
ὠνεῖσθαι τότε καλὸν ὃ βούλεται ἢ διακλέψαι.
τετρατίῃ πλευρῇ δὲ θεῆς σύνοδόνδε κιούσης
βαιὸν ἂν ἐκ πολλοῦ δοίης τό τοι ἔσσετ’ ἄμεινον.

ιζ. Περὶ ναυπηγίας

  Περὶ δὲ πλοίου συνωνῆς ἢ ναυπηγίας τὴν μὲν πρύμνην τῇ ἀνατολῇ μεριστέον καὶ τὸν ἱστὸν τῷ μεσουρανήματι καὶ τὰ μέσα τοῦ πλοίου, τὴν δὲ πρῷραν τῇ δύσει, τὴν δὲ τρόπιν καὶ τὰ περὶ αὐτὴν τῷ ὑπὸ γῆν, καθ’ ὃ δὲ εὑρεθεῖεν οἱ κακοποιοὶ τοῦ διαθέματος τεθέντος κατ’ ἐκεῖνο δεῖ τὸ μέρος συλλογίζεσθαι σινωθήσεσθαι τὸ πλοῖον. Ἐπιτηρεῖν δὲ χρὴ τοὺς ἀγαθοποιοὺς ἐν τῷ ὑπογείῳ ἢ μαρτυροῦντας τῷ τόπῳ, ἔστω δὲ τὸ ὑπόγειον ἐν τοῖς ζῳδίοις τοῖς δυναμένοις νήχεσθαι – ἐν Ταύρῳ ἢ Διδύμοις ἢ Καρκίνῳ ἢ Παρθένῳ ἢ Τοξότῃ ἢ Ἰχθύσιν ἢ Αἰγοκέρωτος ταῖς ἐσχάταις μοίραις· ὁ δὲ Ταῦρος κρείττων πάντων, μετ’ αὐτὸν οἱ Ἰχθύες, ἔπειτα οἱ Δίδυμοι. Τὸν δὲ Ἥλιον λάμβανε τρίγωνον τῇ ὥρᾳ, τὴν δὲ Σελήνην αὔξουσαν τοῖς φωσὶν καὶ τοῖς ἀριθμοῖς καὶ τῷ πλάτει καὶ μαρτυρουμένην παρὰ ἀγαθοποιῶν, φυλάττου δὲ τῶν κακοποιῶν πρὸς αὐτήν τε καὶ Ἥλιον παρουσίας ἢ ἀκτινοβολίας.

ιη. Περὶ ἵππων ἀγορασίας

  Περὶ δὲ ἵππων ἀγορασίας λογίζου τὸν μὲν Κριὸν εἶναι κεφαλήν, τὸν δὲ Ζυγὸν τὰ ὀπίσω, τὰ δὲ λοιπὰ ζῴδια τὰ παρ’ ἑκάτερα πλευρά· ὅπου δ’ ἂν εὑρεθῇ κακοποιὸς ἐκεῖ τὴν αἰτίαν καὶ τὸ σίνος τοῦ ἵππου λογιστέον.

ιθ. Περὶ κτήνων ἀγορασίας

  Περὶ δὲ κτήνων τὰ μὲν προδεδαμασμένα ἐν Κριῷ καὶ Ταύρῳ καὶ τῆς Σελήνης καὶ τῆς ὥρας οὔσης καλὸν καὶ ἐπωφελὲς ἀγοράσαι, τὰ δὲ τοῦ δαμασθῆναι καὶ ὑποταγῆς χρῄζοντα ἐν τῷ Λέοντι καὶ τῇ τελευταίᾳ πεντεκαιδεκαμοιρίᾳ τοῦ Τοξότου τῆς ὥρας ἢ τῆς Σελήνης ἑστώτων.

κ. Πῶς δεῖ ἄρχοντι καὶ δυνάστῃ συντυχεῖν

  Ἁρμόζει δὲ ἄρχοντι συντυχεῖν τῆς Σελήνης οὔσης ἐν Κριῷ καὶ Ταύρῳ καὶ Διδύμοις καὶ Καρκίνῳ καὶ Παρθένῳ καὶ Ζυγῷ (μάλιστα ὅταν ἔχῃ τις δίκαιον πρᾶγμα ἢ χρῆμα ἀπαιτῇ) καὶ ἐν Σκορπίῳ καὶ Τοξότῃ καὶ Αἰγοκέρωτι οὔσης, τῶν ἀγαθοποιῶν μέντοι ἐπιβλεπόντων αὐτὴν ἀκάκωτον οὖσαν, παραιτεῖσθαι δὲ τὰ ἐντυχικὰ οὔσης ἐν Λέοντι καὶ Ὑδροχόῳ καὶ Ἰχθύσιν. Διὰ δὲ τὸ ἀμφίβολον τοῦ Τοξότου ἁρμόσει τὰς ἐντυχίας ποιεῖσθαι περὶ τῶν εἰς κατηγορίαν ῥεπόντων, χάριτος δὲ ὅσα καὶ αἰτήσεως ἔχεται ἀνεπιτεύκτως ἔχει.

  Εἰ δὲ ἴδῃς καὶ τὰς γενέσεις τούτων οἷς συντυχεῖν θέλεις,

καὶ δ’ ὅταν ἐξ ὥρης κυκλώμενον ἔν τινι ζῴῳ
κείμενον εἰς ἐνιαυτόν, ἔχῃ δ’ ἐν τῷδε Σελήνην,
ᾧτινι συμβαλέεις μάλα κεν πεφιλήσεαι αὐτῷ.
ἢν ἔτος ἀμφοτέροισιν ὁμοῦ πέσῃ εἰς ἕνα χῶρον
σύμφωνον, τὸ δ’ ὅμοιον ἐπὶ ζῴων ἀκουόντων
ἦν ἢ δερκομένων, ἀριθμὸς δέ κεν ἐν χρόνῳ εὖτε
ζῳδίῳ φιλίης ἐκλειπτικὸς οὐ παροδεύῃ.
εὖτε δέ περ μέλλῃς φιλίας ξυνδήμεναι ἀρχήν
πρῶτα μὲν ἀλλήλοις εὐσύνδετα φῶτά τοι ἔστω
καὶ δ’ ἀγαθοὶ τούτοις ἐπιμάρτυρες, οἱ δ’ ὀλοεργοί
εἶεν ἀπόστροφοι· μᾶλλον γάρ γε μέν ἐστι κακίων
Ἄρης Ἠέλιός τε ἐναντίος ἢ τετράγωνος
εἴη, ἀτὰρ Φαίνων ὁπόταν λευκάντυγα Μήνην
καὶ δ’ αὔτως συνίδησι. ἄμεινον ἐπεί κε πέλοιεν
ἀστέρες ὀρφναῖοι θέσιας λελαχόντες ἀγαυάς
αἱρεσίεσσι γάνυνται.

  Καὶ πρὸς τὰ πρόσωπα τοὺς ἀστέρας ἐφάρμοζε, τὰ μὲν στρατιωτικὰ τῷ Ἄρει, τὰ δὲ ἡγεμονικὰ καὶ βασιλικὰ Διί, τὰ πρεσβυτικὰ τῷ Κρόνῳ, τὰ θηλυκὰ τῇ Ἀφροδίτῃ, τὰ λογικὰ τῷ Ἑρμῇ.

κα. Περὶ ἐλευθερώσεως

  Περὶ δὲ ἐλευθερίας σκεπτόμενος ἀπόνεμε τὸν μὲν ὡροσκόπον τῷ ἐλευθεροῦντι, τὸ δὲ δῦνον τῷ ἐλευθερουμένῳ, τὸ δὲ μεσουράνημα παρ’ ᾧ γίνοιτο ἡ ἐλευθερία, τὸ δὲ ὑπὸ γῆν ὁποία τις ἡ παραμονὴ καὶ εὐχαριστία ἔσται μηνύσει. Βεβαιότερον δὲ ἂν σκέψαιτό τις οὕτω· τὸν μὲν ὡροσκόπον κρίνων τὸν ἐλευθερούμενον, ἐκ δὲ τοῦ κυρίου τοῦ ὡροσκοποῦντος ζῳδίου καὶ τῶν πρὸς αὐτὸν σχηματισμῶν ὁποῖος οὗτος τυγχάνοι καταλήψεται, καὶ ἐὰν μὲν ἀνατολικὸς τύχῃ αὐτεξουσίως ἀφεθήσεται καὶ τὴν ἐλευθερίαν καρπώσεται, ἐὰν δὲ δυτικὸς ἐρεσχελίαν καὶ συκοφαντίαν τινὰ ἕξει. Τὸ δὲ μεσουράνημα τὸν τόπον ἐν ᾧ πηγνύοιτο μηνύσει, τὸ δὲ δῦνον τὸν ἐλευθεροῦντα (ὁποῖος δέ ἐστιν ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου), τὸ δὲ ὑπὸ γῆν τὰς ἐκβάσεις τῆς ἐλευθερίας κατὰ τὰς τῶν ἀστέρων δηλονότι ἐφοράσεις. Τοῦ δὲ κυρίου τοῦ ὡροσκόπου ἐναντιωμένου τῷ δυτικῷ ἐναντίοι καὶ ἐχθροὶ ἔσονται ὁ ἐλευθερώσας καὶ ὁ ἐλευθερωθείς.

  Φυλάσσειν δὲ χρὴ ἐν πρώτοις τὴν Σελήνην ἀκάκωτον καὶ ἀγαθοῖς συνάπτουσαν, ἐπεὶ τὸ ἐναντίον παθούσης ἡ δουλεία πολλῷ ἀμείνων ἔσται τῆς ἐλευθερίας ὥς φησι Δωρόθεος ἐν ἔπεσιν·

δουλοσύνη κρείσσων καὶ ἐλευθερίης κε γένοιτο.

  Καὶ τὸ ἡμισφαίριον δὲ τό τε ὑπὲρ γῆν καὶ τὸ ὑπὸ γῆν ὁρατέον· οἱ γὰρ ὑπὲρ γῆν τὰ μετὰ τὴν ἐλευθερίαν μηνύουσιν, οἱ δὲ ὑπὸ γῆν τὰ ἐν τῇ ἐλευθερίᾳ. Καὶ ἐὰν μέν τις εἰς τὸ ὑπὲρ γῆν ἡμισφαίριον ᾖ τῶν ἀγαθοποιῶν πάντα καλὰ τὰ μετὰ τὴν ἐλευθερίαν προμηνυτέα καὶ χρόνους ζωῆς.

Μήνη δ’ ἐν δυτικῷ σὺν ἑοῖ φθοροποιὸν ἔχουσα
αἶψά κεν ἐξολέσειε πεφευγότα δούλιον ἦμαρ,

  τουτέστιν ἀπολλύει εὐθὺς μετὰ τὴν ἐλευθερίαν οὕτω τυχοῦσα ἡ Σελήνη.

κβ. Περὶ ἀγώνων καὶ θεωριῶν

  Ἐπὶ καταρχῆς ἀγώνων καὶ θεωριῶν μεριστέον τῇ σκηνῇ τὸν ὡροσκόπον, τὸ δὲ μεσουράνημα ᾧ ἐπιτελεῖται θεῷ ἢ ἥρῳ ἢ βασιλεῖ, τὸ δὲ δῦνον τῷ ἐπιτελοῦντι τὸν ἀγῶνα ἢ τὰς θεωρίας, τὸ δὲ ὑπόγειον τοῖς ἀκροάμασιν.

κγ. Περὶ ἐμπράκτων ὡρῶν καὶ ὀνείρων

  Περὶ δὲ ἐμπράκτων ὡρῶν ἐν παντὶ τῷ ἐγχειριζομένῳ, μάλιστα δὲ μαντικῇ, ἐφορᾶν χρὴ τὸν τοῦ θεοῦ οἰκοδεσπότην, στοχαζομένους μὴ τύχῃ κακοδαιμονῶν ἢ ἐπιδύνων μήτε ἐναντιούμενος τῇ Σελήνῃ ἢ τῷ οἰκοδεσπότῃ αὐτῆς· τούτων γὰρ τῶν σχημάτων γινομένων ἐναντίαι καὶ ψευδεῖς καὶ φόβων πλήρεις αἱ μαντεῖαι ἔσονται. Καὶ τοῖς δὲ περὶ κληρονομίας ἢ παρακαταθήκης πυνθανομένοις παραφυλακτέος ὁ οἰκοδεσπότης τοῦ θεοῦ μὴ τύχῃ ἐναντιούμενος τῷ κυρίῳ τοῦ κλήρου μηδὲ αὐτῷ τῷ κλήρῳ· ἐναντία γὰρ ταύτῃ τῇ πεύσει δηλοῖ οὕτω τυχών.

κδ. Ἐν ποίαις ἡμέραις τῆς Σελήνης ἀληθεῖς οἱ ὄνειροι

  Περὶ δὲ πράξεων καὶ τῶν ἐλπίδι τὸ μέλλον θηρωμένων γένοιτο ἂν τὸ τέλος ἐπ’ ἀγαθῷ ἐπὰν τοῦ κλήρου τῆς τύχης καταληφθέντος ὁ κύριος ἐπίκεντρος ἐν ἰδίῳ ζῳδίῳ εὑρεθῇ καὶ τὰ φῶτα εὐχρημάτιστα. Χρηματιστικὰς δὲ ἡμέρας ἐν ὀνείροις οἱ παλαιοὶ Αἰγύπτιοι ἐπετήρησαν· τὴν πρώτην ἡμέραν ἀπὸ συνόδου, τὴν δὲ δευτέραν καὶ τὴν τρίτην οὐκ ἐπιτηδείους (λυπηρὰ γὰρ τὰ θεαθέντα), τῇ δ′ δὲ καὶ ε′ καὶ ϛ′ ἀποβαίνει τὰ ὀφθέντα, τῇ δὲ ζ′ ἐν τέσσαρσιν ἡμέραις ἀποβαίνει, ἐν δὲ τῇ η′ ἐν χρόνῳ, ἐν δὲ τῇ θ′ ἀνεκβάτους τοὺς ὀνείρους εἶναι, ἐν δὲ τῇ δεκάτῃ καὶ ια′ εἴσω τεσσάρων ἡμερῶν, ὁμοίως δωδεκαταίας οὔσης καὶ τρισκαιδεκαταίας μετὰ τοῦ καὶ αἰσίως, ἡ δὲ ιδ′ ἱλαρίας σημαντική, ἡ δὲ ιε′ ἔμπρακτος μέν, ἐπιβλαβὴς δέ, ἡ δὲ ιϛ′ καὶ ιζ′ καὶ ιη′ καὶ ιθ′ ἐπιτελοῦσι τὰ ὀφθέντα εἴσω ἡμέρας ι′, ἡ κ′ καὶ ἡ κα′ κοιναί, ἡ δὲ κβ′ παραχρῆμα ἐπιτελεῖ τὰ τοῦ ὀνείρου, ἡ δὲ κγ′ ἐν ἡμέραις η′, ἡ δὲ κδ′ ἐν ἡμέραις ιβ′, ἡ δὲ κε′ ἐν ἡμέραις κδ′ ἐπιτελεῖ, ἡ δὲ κϛ′ ἀτέλεστα, ἡ δὲ κζ′ τέλος ἐπάξει, ἡ δὲ κη′ καὶ κθ′ ἐν τρισὶν ἡμέραις, ἡ δὲ λ′ ἀνέκβατος.

κε. Περὶ αἰτήσεως χάριτος

  Τοὺς δὲ αἰτοῦντας χάριτας ἐπιτηρεῖν δεῖ τὴν Σελήνην οὖσαν ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ τούτου τριγώνῳ (ἄμεινον δὲ ὅταν τύχῃ αὐτῆς ὁ οἶκος ἐν ᾧ ἐστιν), προστιθεῖσαν τοῖς φωσὶ καὶ τοῖς ἀριθμοῖς καὶ συσχηματιζομένην Ἑρμῇ καὶ Διὶ καὶ Ἀφροδίτῃ καὶ τοῖς καλῶς κειμένοις, ἀπέστω δὲ ἡ τῶν κακοποιῶν μαρτυρία. Καλὸν δὲ ἐπὶ τοῦ αὐτοῦ σχήματος τὰς ἐντεύξεις ποιεῖσθαι γυναικῶν καὶ ἀνδρῶν.

κϛ. Περὶ αἱρέσεως καὶ συνθηκῶν

  Εἴ τις οὖν χρῄζων προσενέγκῃ αἵρεσιν περὶ οἱουδήποτε πράγματος

κεῖνον ἀφ’ ὡρονόμοιο λογίζεο, σὸν δὲ τὸ δῦνον·

ἡ πρᾶξις τὸ μεσουράνημα, τὸ τέλος τὸ ὑπόγειον. Ἐπισκόπει δὲ καὶ τὰ ἀνατέλλοντα ζῴδια εἰ ὀρθὰ εἴη ἢ πλάγια, καὶ ἐκ τούτων διανοεῖς τοῦ προσελθόντος τὸν νοῦν. Ἀγαθοποιοῦ δὲ ὄντος ἐπὶ τοῦ ὡροσκόπου μὴ φοβηθῇς δόλον. Εἰ δὲ τύχῃ κακοποιὸς ἐν τῷ μεσουρανήματι τὸ πρᾶγμα οὐ καλὸν περὶ οὗ τὴν αἵρεσιν προσφέρει καὶ ἀηδίαν προξενεῖ. Ὁμοίως ἀπαναίνου κακοποιοῦ ὄντος ἐν τῷ δύνοντι καὶ ἐν τῷ ὑπογείῳ. Ἐπισκέπτου δὲ καὶ τὴν Σελήνην πῶς κεῖται ἵνα ἐκ πάντων τὸ ἀληθὲς προμάθῃς.

κζ. Περὶ ἐπιστολῶν

  Πέμπων ἐπιστολὰς ἐπιτήρει τὴν Σελήνην συνοῦσαν τῷ Ἑρμῇ ἢ ἐφορῶσαν αὐτὸν ἄνευ τῆς τῶν κακῶν θεωρίας, ἔστω δὲ ὁ Ἑρμῆς ἐλεύθερος ἀπὸ τῶν αὐγῶν τοῦ Ἡλίου καὶ προστιθεὶς τοῖς ἀριθμοῖς· οὕτω γὰρ ἐὰν ἐπιστείλῃς οὐκ ἀποτεύξει τοῦ σκοποῦ. Ἐπιστολῆς δὲ λεγομένης ἐνηνέχθαι γνωσόμεθα ψευδὲς εἶναι τοῦ Τοξότου ὡροσκοποῦντος καὶ Αἰγοκέρωτος καὶ Διδύμων καὶ Ταύρου καὶ Ζυγοῦ ὑπό τινων μετρίων καὶ οἰκετῶν ἢ χάριν τινὸς μετρίου κεκομίσθαι. Δεῖ δὲ καὶ τὴν Σελήνην παραφυλάσσειν ἐν τούτοις τοῖς ζῳδίοις καὶ τοὺς φθοροποιούς· ἀπάτης γὰρ αἴτιοι γίνονται συσχηματιζόμενοι. Ἐὰν δὲ Κριῷ καὶ Καρκίνῳ καὶ Λέοντι καὶ Παρθένῳ καὶ Σκορπίῳ καὶ Ὑδροχόῳ κομισθείη ἀληθῆ καὶ βέβαια μηνύσει, καὶ μάλιστα ἐφορώντων τῶν ἀγαθοποιῶν. Καὶ ταῦτα καθὼς γέγραπται παρὰ τοῖς ἀρχαίοις ἐκτιθέσθω, περὶ δὲ φήμης καὶ ἀγγελίας ὁμοίως σκέπτου.

κη. Περὶ δανείων

  Ἀκολούθως τοῖς προτέροις ἔστω ὁ μὲν δανείζων ὁ ὡροσκόπος, ὁ δὲ δανειζόμενος τὸ δῦνον, τὸ δὲ μεσουράνημα τὸ διδόμενον ἀργύριον, τὸ δὲ ὑπὸ γῆν μηνύσει τὴν ἔκβασιν τοῦ χρέους. Καὶ ἡ τῆς Σελήνης ἀπόρροια ληφθήσεται εἰς πρόσωπον τοῦ δανείζοντος, ἡ δὲ συναφὴ τοῦ δανειζομένου, ἐκ δὲ τῶν ὠφελούντων ἢ βλαπτόντων ἀστέρων αἱ προαγορεύσεις ἀκολούθως ἕπονται. Τινὲς δὲ ἐπισκέπτουσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, τὴν μὲν Σελήνην εἰς τὸν δανείζοντα, τὸν δὲ Ἥλιον εἰς τὸν χρεώστην, ἐὰν δὲ ᾖ λειψίφως ἡ Σελήνη ἐναντίως.

  Κακὴ δὲ ἡ Σελήνη ἐν τοῖς συνδέσμοις ἢ ἐν τῷ νοτίῳ ταύτης πλάτει. Φυλάττου δὲ δανείζων τὴν τοῦ Ἑρμοῦ μετὰ Κρόνου στάσιν, καὶ ἔτι τῆς Σελήνης ἐν ἀρχῇ τοῦ Λέοντος καὶ τῶν Διδύμων καὶ τοῦ Τοξότου, καὶ ὅτε τούτων αἱ ἀρχαὶ τῶν ζῳδίων

γαίης ὑπεραντέλλουσιν.
εἰ δὲ λαβεῖν ἐθέλεις αὐτὸς χρέος ὧδέ τοι ἔστω
λώιον· Ὑδροχόῳ καὶ Σκορπίῳ ἠδὲ Λέοντι
δῖα Σεληναίη καὶ Ἰχθύσιν ἀμφὶς ἐοῦσα
ἢ ἐνὶ Τοξευτῇ καί οἱ φάος ἐνδεὲς ἔστω,
ὡς δ’ αὔτως καὶ ἀριθμός,

  ἡ δὲ Ἀφροδίτη καὶ ὁ Ζεὺς καὶ ὁ Ἑρμῆς ἐπιμαρτυρήσωσι τῇ Σελήνῃ, πολὺ βέλτιον ἐὰν καὶ τῷ ὡρονόμῳ.

κθ. Περὶ ἐγγύης

  Εἰ δὲ βουληθῇς τινα μὴ ἐγγυήσασθαι δυσωποῦντα ἐπιτήρει τὴν Σελήνην μετὰ Κρόνου καὶ Ἄρεως ἢ καὶ τούτων ὡροσκοπούντων· ἐπιτηρήσας τότε σύντυχε τῷ δυσωποῦντί σε, καὶ τότε ἀσυντέλευτα ἔσται τὰ τῆς ἐγγύης. Κατὰ τὰ αὐτὰ δὲ σχήματα τοῦ δανειστοῦ τὴν ἐνόχλησιν διαφύγῃς.

λ. Περὶ ἀποδημίας

Εἰ δέ νύ τις πάτρηθεν ἐπ’ ἀλλοδαπὴν χθόνα βαίνοι
αὐτὸν ἀφ’ ὡρονόμου, χῶρόν γε μὲν εἰς ὃν ἄπεισιν
ἐκ δυτικοῦ κέντρου, πρῆξιν δέ τοι ἐκ μεσάτοιο
ὕψεος εὖ φράσσαιο, τί δ’ αὖ τέλος ἔσσεται αὐτῷ
ζῴῳ ὑποχθονίῳ σάφα κεν μάλα τεκμήραιο.

  Ἐπιζήτει, φησίν, τοὺς ἀγαθοποιοὺς τῶν ἀστέρων ὁποίαν στάσιν ἔχουσι καὶ σχήματα· ἀγαθὸν γὰρ καθολικῶς μηδενὸς τῶν ἀστέρων στηρίζοντος καὶ συσχηματιζομένου τῇ Σελήνῃ τὰς ἐκδημίας ποιεῖν, συμφορώτατον δὲ ἀποδημεῖν τῆς Σελήνης αὐξούσης τῷ φωτὶ καὶ προστιθείσης τοῖς τε κατὰ μῆκος ἀριθμοῖς καὶ τῷ πλάτει.

  Παραφυλάττειν δὲ τὰ κέντρα χρή. Καὶ ἐν μὲν τῷ ὡροσκόπῳ ἀγαθοποιῶν ἀστέρων τυχόντων ἢ καὶ μαρτυρούντων αὐτῷ ἥδιστα τὰ τῆς ὁδοῦ ἢ τὰ τοῦ πλοῦ ἔσται, συνόντος δὲ τοῦ Ἑρμοῦ αὐτοῖς καὶ ἐπὶ ἑῴας ἀνατολῆς ταχέως καὶ εὐθύμως πράξει τις ὑπὲρ ὧν τὴν ἐκδημίαν ποιεῖται, ἐν δὲ τῷ δύνοντι τυχόντος τοῦ Ἑρμοῦ, μαρτυρουμένου τε ὑπὸ Διὸς καὶ Ἀφροδίτης, βελτίω καὶ ἐπικερδῆ ταῦτα ἔσται καὶ ἀξιόλογα. Καθόλου ἐπὶ ἀποδημίας δεῖ Ἑρμῆν σκοπεῖν μὴ ἀφαιρῇ ἢ ὕπαυγος ᾖ καὶ ὑπὸ κακοποιῶν βλάπτηται καθ’ οἱονδήποτε σχῆμα, καὶ ὅτε δὲ μέλλῃς εἰς πόλιν εἰσιέναι ἢ ἀπὸ πλοίου ἐξιέναι τοῦτο παραφυλάττου.

  Παρετηρήθησαν γὰρ Ἄρεως δὲ καὶ Κρόνου ἐπόντων τῷ δύνοντι ἢ καὶ θεωρούντων ἀσθένειαι σωματικαί, καὶ ζημίαι καὶ ἐποχαὶ γενήσονται. Ἐκ δὲ τῶν θεωρούντων ἀστέρων τὸ μεσουράνημα ἢ καὶ ἐπόντων τὸ πρᾶγμα οὗ χάριν ἡ ἐκδημία γίνεται γνωσθήσεται, τὸ δὲ τέλος ἐκ τοῦ ὑποχθονίου, τὸ κῦρος δὲ πάντων ἐκ τῶν συσχηματισμῶν, μάλιστα τῆς Σελήνης, τελειοῦται, ἣν ἀπαγορευτέον πρὸς τὰς ἐξόδους κακοδαιμονοῦσαν ἢ κακοτυχοῦσαν· οὐ μόνον γὰρ δυσπραξίας αἰτία, ἀλλὰ καὶ πημάτων ὑπουργός.

  Ταῦτα δὲ καὶ Δωρόθεος ἐν τοῖς ἔπεσιν ἀναδιδάσκει οὕτως·

ἐσθλὸς ἐν ὡρονόμῳ βεβαὼς ἐν πᾶσιν ἄριστος,
ἐσθλὸς καὶ δύνοντι βεβώς, ἐπικερδέα χῶρον
κεῖνον ἐφ’ ὅν τις ἄπεισι λέγει κἢν εἵνεκα δόξης
εἰς αὐτὸν στέλλοιτο, παρὼν δ’ ἐν τῷδε πυραυγής
Ἄρης ἢ Φαίνων κρυόεις ὅτε μέν γε βαρείας
νούσους, ἄλλοτε δ’ αὖτε μάχας, ὅτε δ’ ὕβριας αἰνάς.
μηδὲ Σεληναίης ἐπὶ δαίμονος οὐλομένοιο
ἠὲ τύχης, ὅπερ ἕκτον ἀφ’ ὡρονόμοιο, βεβώσης
ἄρχοιο ξενίης· ἢ γὰρ τόδε πῆμα φυτεύει
ἠὲ δυσεργείην ἢ καὶ βιότῳ τινὰ λώβην.
ναὶ μὲν δὴ καὶ ἀνάκτωρας τεκμαίρεο Μήνης
ἠδὲ καὶ ὡρονόμου μή που κεκρυμμένοι εἶεν,
φέγγεϊ μαρμαρυγῇ τε δεδασμένοι Ἠελίοιο,
εἰ δὲ στηρίζει τις ἀπ’ ἀμφοτέρων κρατεόντων
βραδεῖς τάς κεν ὁδοὺς ἢ πρήξιας ἐκτελέσειεν.

  Καθολικῶς ἐκ παρατηρήσεως ἐν τῷ δυτικῷ κέντρῳ τυχοῦσα ἢ ἐν τῷ τούτου ἀποκλίματι μακρὰς τὰς ἀποδημίας παρέχει, τοῖς τε ἀπὸ ξένης εἰς τὰ οἰκεῖα ἐρχομένοις τὸ αὐτὸ σχῆμα ταχείας τὰς ἀναστροφὰς δηλοῖ. Τὸν οὖν τῆς Σελήνης, φησίν, οἰκοδεσπότην καὶ τοῦ ὡροσκόπου ὁρατέον μὴ ὕπαυγοι εἶεν ἢ στηρίζοντες· παρολκὴν γὰρ ἢ ἀπραξίαν ἐργάζονται. Παραφυλάσσεσθαι δὲ δεῖ καὶ τετραγωνίζοντας ἢ διαμετροῦντας τοὺς κακοποιοὺς αὐτήν, τῶν δὲ ἀγαθοποιῶν ἀνακραθέντων αὐτοῖς ἀνώμαλον τὴν ὑποστροφὴν ἐπὶ τὰ οἰκεῖα ὑπονοητέον.

  Ἐπισκοπήσαντα δὲ τὰ κέντρα ἐφορᾶν δεῖ τοὺς μέλλοντας τῶν ἀστέρων ἐκβαίνειν ἐν οἷς ἐστι ζῳδίοις· οὕτω γὰρ αἵ τε ἔξοδοι καὶ ἀποδημίαι μηνυθήσονται, καὶ αἱ ἐπανελεύσεις ἐκ τοῦ ἐπισκοπεῖν πότερον ἐξ ἀλλοτρίου εἰς ἴδιον οἶκον ἢ ὕψωμα ἢ ἔμπαλιν γίνοιτο ἡ μετάβασις· ἐκ τούτου γὰρ καταφανὲς ἔσται τὸ τῆς ἀποδημίας καὶ τῆς ἐπανελεύσεως. Καὶ οἱ μὲν στηριγμοὶ τὰς ἐπιμονὰς δηλοῦσι καὶ ὑποστροφὰς ὥσπερ αἱ δύσεις θανάτους ἢ πάντως ἀπραγίας, αἱ δὲ ἀνατολαὶ ταχίστας ἀποδημίας ποιοῦσιν, δηλαδὴ τῶν τῆς Σελήνης σχηματισμῶν καὶ τῶν κέντρων τῆς καταρχῆς ἐχόντων μαρτυρίαν καὶ λόγον πρὸς τοὺς προειρημένους.

  Ἐπιτηρητέον δὲ μάλιστα τὴν Σελήνην διαμετροῦσαν τὰ κάθυγρα τῶν ζῳδίων ἢ καὶ ἐποῦσαν τῶν κακοποιῶν αὐτὴν θεωρούντων κατὰ τὰ κραταιὰ σχήματα, τουτέστι διάμετρα καὶ τετράγωνα· χαλεπώταται γὰρ αἱ τοιαῦται καταρχαὶ ταῖς ναυσὶ καὶ τοῖς πλέουσιν. Ἐπὰν δὲ ἡ Σελήνη μὲν κακωθῇ, τὰ δὲ κάθυγρα τῶν ζῳδίων ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρῶνται, αὔτανδρον μὲν τὸ σκάφος οὐ φθαρήσεται, τινὲς δὲ δύνανται σωθῆναι, καὶ οἱ πλεῖστοι δὲ διαλυθέντος τοῦ σκάφους, καὶ τακτοῖς ἕκαστος ἐπανελεύσεται χρόνοις εἰς τὰ οἰκεῖα κατὰ τὴν τῆς ἐπιβάσεως εἰς τὴν ναῦν σύγκρισιν.

  Ἡ μὲν γὰρ ἀναγωγὴ τὰ κατὰ τὴν θάλασσαν καὶ τὸν πλοῦν σημαίνει, ἡ δὲ ἐπίβασις ἡ εἰς τὴν ναῦν τὰ κατὰ ἕνα ἕκαστον τῷ τάχει τῆς μεταπτώσεως τῶν κέντρων ἀλλοιοῦσα τὰ πράγματα· ἐπὶ δὲ τῶν ὁδευόντων ὁμοίως τὰ χερσαῖα καὶ τὰ τετράποδα τῶν ζῳδίων ἐπισκοπεῖν χρή. Ἐπίμονα δὲ ἔσται πολλῷ μᾶλλον τὰ κακὰ ὁπόταν οἱ κακοποιοὶ ἐν αὐτοῖς στηρίζωσι μετὰ τοῦ καὶ παλινδρομιῶν τινων ἢ νόσων ποιῆσαι πειρασθῆναι.

  Κυρίως δὲ τοῖς πλέουσι κοινωνοῦσιν ὅ τε ὡροσκόπος καὶ ἡ Σελήνη χωρὶς τῶν ε′ πλανητῶν, οὕτω τυχοῦσα σύμφορος. Ἐν Διδύμοις συνοίσει (εἰ καὶ βραδέα τὰ κατὰ τὸν πλοῦν) καὶ Καρκίνῳ καὶ Αἰγοκέρωτι καὶ Ὑδροχόῳ καὶ Ἰχθύσιν. Ἁσύμφορον δὲ ἐν Κριῷ· οὐ μόνον γὰρ πλοῦ, ἀλλὰ καὶ ἐμπορίας κατάρχεσθαι ἀηδές (ὁ δὲ Δωρόθεος οὐ δέχεται τοῦτο), παρατηρητέον δὲ καὶ ἐν Ταύρῳ καὶ Λέοντι τοῖς μὴ ἐκ τῆς ἰδίας ἐκδημοῦσιν. Μὴ ἔστω δὲ ἡ Σελήνη λειψίφως μηδὲ ἐν συνόδῳ μετὰ Κρόνου ἢ ἐν πανσελήνῳ μετὰ Ἄρεως.

  Τὰς δὲ πορείας ποιεῖσθαι αὐτῆς οὔσης ἐν Κριῷ σύμφορον (ταχεῖα γὰρ αἱ ὑποστροφαὶ γίνονται), συνοίσει δὲ καὶ ἐξ ἀποδημίας εἰς τὰ οἰκεῖα ἐπανιέναι. Καλὸν δὲ ἐν Ταύρῳ ὁδοῦ κατάρχεσθαι καὶ ἐπανιέναι οἴκοι. Ἑν Διδύμοις χρόνιος ἡ ἀποδημία ἔσται. Ἀπὸ δὲ τῆς ξένης ἄρχεσθαι εἰς τὰ οἰκεῖα ἐπανιέναι συνοίσει ἐν Καρκίνῳ ὁμοίως τοῖς Διδύμοις. Φυλάσσεσθαι δὲ ἐν Λέοντι τὸ ἀποδημεῖν εἴσω ιε′ μοιρῶν, ἀπὸ δὲ ιε′ μοίρας ἕως λ′ ἧσσον τὸ κακόν. Ἑν Παρθένῳ καλὸν εἰς τὰ οἰκεῖα ἐπανιέναι. Ἑν Ζυγῷ μετὰ τὴν α′ μοῖραν καλόν. Ἐν Σκορπίῳ τὸ ὁδοιπορεῖν καὶ εἰς τὰ ἴδια ἐπανιέναι σύμφορον. Ἀνάρμοστον δὲ ἐν Τοξότῃ (πλάνη γάρ τις ἔσται), ἐπανελθεῖν δὲ εἰς τὰ οἰκεῖα καλόν, ὁμοίως δὲ καὶ ἐν Αἰγοκέρωτι καὶ Ὑδροχόῳ. Ἐν δὲ Ἰχθύσι σύμφορον τοῖς εἰς πόλεμον ἐξιοῦσιν. Χρὴ δὲ ἐπιλεξάμενον τὸ ἁρμόζον ζῴδιον τῇ ἀποδημίᾳ ἐφαρμόζειν αὐτὸ τῇ τῶν ἀγαθοποιῶν μαρτυρίᾳ πρὸς αὐτό τε καὶ τὰ κέντρα καὶ οὕτω κατάρξεσθαι.

  Ἐπετήρησαν δὲ οἱ … μερικῶς τὰ κατὰ τὸν πλοῦν ἢ τὴν ὁδὸν καὶ ἐπέγνωσαν οὕτως· συναγαγόντες γὰρ τὰ σημεῖα τῆς πορείας ἢ τοῦ πλοῦ τὰ στάδια καὶ μερίσαντες εἰς ἓξ μερίδας, ὡς ἑκάστῳ τῶν ζῳδίων ἀπὸ τοῦ ἀνατέλλοντος ἄχρι τοῦ δύνοντος ἐπιβάλλειν μερίδα μίαν, τὴν α′ ἀπονέμουσι τῷ ὡροσκόπῳ τῷ σημαίνοντι τὸ πρῶτον ἑκτημόριον τοῦ διαστήματος τῆς ὁδοῦ καὶ τὴν β′ τῷ ιβ′ καὶ ἑξῆς, καὶ τὴν τελευταίαν τῷ δύνοντι τῷ δηλοῦντι τὸ  κατάλυμα τῆς ὁδοῦ. Ἔπειτα τὴν τῶν ἀστέρων κοινωνίαν πρὸς ἕκαστον ζῴδιον διαιροῦσιν· δηλαδὴ τῶν ἀγαθοποιῶν μὲν μαρτυρούντων ἀγαθὰ καὶ εὐοδίαν μηνυτέον, τῶν δὲ κακοποιῶν ὁμοίως τὸ ἐναντίον, τῶν στηριγμῶν δηλούντων κατοχὴν καὶ ἀναποδισμοὺς καὶ δυσχερείας ἐν τοῖς τόποις ἐν οἷς ἀναλόγως καὶ τὰ ἑκτημόρια συμβαίνει τοῦ πλοῦ ἢ τῆς ὁδοῦ ἀπὸ τῆς τῶν ζῳδίων διαστάσεως, τοῦ τε Ἄρεως ναυαγίου αἰτίου τυγχάνοντος, καὶ μάλιστα τοῦ κατὰ κορυφὴν τόπου βλαπτομένου παρ’ αὐτοῦ.

  Καὶ ταῦτα μὲν ὁ Νικαεὺς Πρωταγόρας, ὁ δὲ Δωρόθεος ἐν τοῖς ἔπεσι περὶ ἀναγωγῆς ταῦτα·

πλωέμεναι χατέουσιν ἀληθέα ταῦτά κεν εἴποις.
εὖτε Σεληναίῃ μή τις κακὸς ἠέπερ ἐσθλός
μαρτυρέοι καὶ δ’ αὐτὴ ὑπερχθονίη φορέοιτο
τῶν πρώτων Κριοῖο παρερχομένη μοιράων
εἰς δεκάτην οὕτω κεν ἐΰπλους τεκμαίροιο.
Ταύρῳ δὲ μέγα χεῖμα, κακὸς δέ ἑ μή τις ὁράτω,
λυγρὸν ἐπεὶ τούτοις ἔργου τέλος αἰὲν ὁμαρτεῖ.
ἐν Διδύμοις εὖτ’ ἄν τις ἀπ’ ὀγδοάτης ἀνάγηται
νόστος μὲν χρόνιος τότε ἔσται, ἀλλ’ ἐπιτερπής.
Καρκίνος αὖ πολλαῖς κεν ἀνιήσειε γαλήναις,
ἀλλ’ οὐδὲν βλαφθεὶς ἀφίκοιτό κεν ἧχι θελήσει.
αἴ κε κατὰ βλοσυροῖο τύχῃ καθιεῖσα Λέοντος
ἔσται τις κίνδυνος ὕπερθ’ ἁλὸς ἀνέρι τούτῳ,
μαρτυρέων δ’ ὀλοός τις ἐπ’ ἄλγεσιν ἄλγεα θήσει.
ναὶ μὴν Παρθενικὴ σταχυηφόρος οὔτι περ ὠκύν
οἴσει σινομένοις πλόον ἀνδράσιν. ἀμφὶ Ζυγῷ δέ
ἐκ μοίρης δεκάτης οὐ μέμψεται οὐδὲ κέλευθον
ὑγρὴν οὐδέ περ ἄλλο καὶ ἢν εἰς οἶκον ἴῃσι.
Σκορπίῳ ἀμφὶς ἐοῦσα τὰ μὲν κατὰ πόντον ἐκείνοις
ἀσφαλέως θήσει, ψυχὴν δ’ εἴωθε ταράσσειν.
Τοξευτὴς χειμῶνα φόβους τ’ ἐπισύρεται ἄλλους.
εὔπλοος Αἰγόκερως ὅτ’ ἀμείψεται ἐννέα μοίρας,
ἔμπης δ’ αὖτε καὶ αὐτὸς ἄγει ταραχήν τινα θυμῷ.
νωθὴς Ὑδροχόος, τὸ δέ τοι τέλος οὐκ ἐπίμεμπτον.
Ἰχθύσι δ’ αὖ κίνδυνα, νόσον τ’ ἐπὶ τοῖσιν ἔσεσθαι
σημαίνει, Θούροιο μάλιστα δὲ δερκομένοιο
λυγρῇ μαρτυρίῃ, πεφύλαξο δὲ νήϊον ἱστόν.

  Φησὶ γὰρ ἐν τοῖς ἑξῆς· μὴ ἔστω ἡ Σελήνη συνάπτουσα τῷ Κρόνῳ στηρίζοντι μήτε τετράγωνος. Λέγει γὰρ ὅτι ἐὰν καὶ τριγωνίζῃ καὶ οὕτω μόγις σωθήσονται ἐκβαλόντες τὰ φορτία, συνδιατιθέντος δὲ μετ’ αὐτῶν στηρίζοντος καὶ τοῦ Ἑρμοῦ πλείονα καὶ χείρονα τὰ κακὰ ἔσται, ἀγαθοποιοῦ δὲ ὁρῶντος ἐλαφρὰ τὰ κακά.

εἴκελα δ’ αὖ τούτοις ῥέζει Κρόνος ὡρονομεύων
καὶ χωρὶς Μήνης ἑλικώπιδος, εἰ δ’ ἐν ζῴῳ
εἴη ὅπῃ καὶ πρόσθεν ὅτ’ ἔκπεσε μητέρος ἀνήρ
ἠὲ τρίγωνος ἐὼν ἢ καὶ τετράγωνος ἐκείνῳ
ἠὲ καὶ ἀντικρὺ τότε κεν μήκιστα γένοιτο.
εἰ δὲ θέσιν τοίην οἵην Φαίνοντος ἔλεξα
σχοίη Ἄρης Μήνης καθ’ ὑπέρτερον

  ἡμισφαίριον ἐρχομένης (τουτέστιν εἰς τὸ δέκατον ἀπ’ αὐτοῦ ἐρχομένης) μάλιστα κακὰ σημαίνει καὶ μίση καὶ στάσεις καὶ ἐν αὐτῇ τῇ νηῒ καὶ ἕως αἱμαγμοῦ. Ἑὰν δὲ καὶ ὁ Ἑρμῆς συγκακώσῃ χείρονα γίνεται, ἐὰν δὲ ἀγαθοποιοὶ ὁρῶσιν ἐλαττοῦνται τὰ κακά.

εὖτε δέ κεν Πυρόεις Φαίνων θ’ ἅμα καὶ τρίτος Ἑρμῆς
τοίην ἄλλοθεν ἄλλος ἐπισκοπέῃσι Σελήνην        
ἤπερ καὶ ἐξ ὁμόθεν στυγερὸς καὶ ἄφυκτος ὄλεθρος,
ἶσα δὲ καὶ Στίλβοντι μιγεὶς ὀλοφώιος Ἄρης.
ἣν δὲ Κρόνος καὶ Ἄρης ὁ μὲν Ἥλιον, ὃς δὲ Σελήνην
δέρκηται, καὶ τοῖσιν ἀεικέα λυγρὰ πιφαύσκει.
Ζεὺς δ’ ὅτε τετράπλευρος ἄνω χθονὸς εἴδετ’ ἰοῦσαν
ἠύκερον Μήνην τότε κεν πλόος ἔσσεται ἐσθλός,
καὶ πρῆξις τούτοις καὶ ἐλπίδες αἱ κατὰ θυμόν
ἕψονται, μάλα δ’ αὖ κεν ἐπὴν ἐρόεσσα Κυθήρη         
Αἰγιόχῳ λεύσσῃσιν ὁμοῦ, κἢν ἄλλοθεν αὐτή
ὀσσομένη τότε πολλὰ χαρίσσεται οἷα λέλεκται.
καλὰ δὲ καὶ μουνὰξ κραιπνὴν ὁρόωσα Σελήνην
δώσει Κύπρις ἄνασσα καὶ ὠφελίας τινὰς ὠκεῖς
καὶ πλόον ἠρεμέοντα γυναικείους τ’ ὀαρισμούς,

  ἀλλὰ χωρὶς Διὸς ἧττον ὠφελεῖ, μετὰ δὲ Διὸς καὶ μᾶλλον ὠφελεῖ. Ἀφροδίτη ὕπαυγος ὑπὸ γῆν οὖσα μετὰ Σελήνης

εὐδίας τε καὶ νηνεμίας

  παρέχει, καὶ χρονίζουσιν οἱ ἀναγόμενοι ἐν τῷ πλῷ.

εὖτέ γε μὴν φάεσσι δυσὶν νωμήτορες ἐσθλῶν,
Ἠελίῳ Μήνῃ τε, σὺν Ἑρμάωνι γένωνται
μάρτυρες οὐκ ἔσται τούτου πλόος ἄλλος ἀμείνων.
ἡνίκα δ’ ὡρονόμῳ κακομήτιες ἐγγεγάωσιν
ἀστέρες, εὐέρκται δὲ θοῇ συνέωσι Σελήνῃ,
ἢ καὶ ἐναλλάγδην, σκαιὴν ποιοῦσι θάλασσαν.

  Σελήνη ἀμαρτύρητος οὖσα ὑπὸ πάντων τῶν ἀστέρων καὶ κενοδρομοῦσα, ὁ δὲ ὡροσκόπος ἔχων τι ζῴδιον τῶν πρὸς τὸ πλεῖν ἐπιτηδείων (οἷον Ταῦρον, Διδύμους, Ἰχθύας, Αἰγοκέρωτα, Καρκίνον, Παρθένον, Τοξότην) μετά τινος τῶν ἀγαθοποιῶν, ἀγαθὸν τοῖς ἀναγομένοις· Σελήνη καὶ ὡροσκόπος ἀμαρτύρητοι ὑπὸ πάντων τῶν ἀστέρων κενοδρομοῦντες ἐὰν ἐπέχωσιν ἐκ τῶν πρὸς τὸ πλεῖν ἐπιτηδείων ζῳδίων τῶν προλελεγμένων οὐκ ἔστι κακὸν τοῖς ἀναχθεῖσιν. Ἐξαιρέτως δὲ χρὴ τὴν Σελήνην ὁρᾶν ἵνα μὴ βλάπτηται καθ’ οἱονδήποτε τῶν ἐκκειμένων τρόπων ἐν τῷ β′ κεφαλαίῳ τούτου τοῦ βιβλίου. Τότε δὲ λογίζου τὴν τοῦ πλοῦ καταρχὴν ὅταν οἱ ναῦται τὴν ἄγκυραν ἐκ τῆς ψάμμου ἑλκύσωσιν, τοῦ δὲ πλέοντος ἐν τῇ νηῒ ἑκάστου ἡ καταρχὴ τότε ἐστὶν ἡνίκα τὸν πόδα εἴσω τῆς νηὸς θήσει.

  Εἰ δὲ βούλει μαθεῖν εἰ βραδύνει ἐπὶ τῆς ξένης ἢ οὐ ὅταν ἐπιβῇ τῆς πόλεως ἐκείνης πρὸς ἣν ὁδεύσει σκόπει τὸν β′ τόπον τοῦ ὡροσκόπου τῆς εἰς τὴν πόλιν εἰσόδου καὶ τὸν τούτου κύριον, καὶ εἰ μὲν οὗτος ἀναποδίζει ταχέως ἐξελεύσεται κενὸς καὶ ἄπρακτος, εἰ δὲ στηρίζει καὶ οὕτω πάλιν μετὰ τοῦ ἄπρακτος εἶναι καὶ χρονοτριβήσει ἐν τῇ πόλει. Καὶ τούτων ὄντων ἐὰν μὲν ὁ αὐτὸς οἰκοδεσπότης τύχῃ δύνων νόσων καὶ ἀηδίας αἴτιος γίνεται τῷ εἰσιόντι· εἰ τύχῃ ἐν τῷ ὑπογείῳ σκέπτου μὴ καὶ θανάτου αἴτιος γένηται, ἐὰν δὲ εὑρεθῇ προσθετικὸς καὶ ὢν ἐπὶ τοῦ ὡροσκόπου ἢ ἐπὶ τοῦ μεσουρανήματος εὖ πράξας ταχέως ἐξελεύσεται.

  Σκέπτου δὲ καὶ τὸν Ἥλιον τῆς ἐξόδου καὶ τὰ τούτου τετράγωνα καὶ διάμετρα, καὶ εἰ μὲν ἀγαθοποιοὶ εἶεν ἐν τούτοις ἡ ἐπάνοδος καλὴ καὶ ταχεῖα ἔσται, εἰ δὲ κακοποιοὶ σκόπει πότε ἀλλάξουσι τοὺς τόπους καὶ ἀντ’ αὐτῶν ἀγαθοποιοὶ εἰσελεύσονται, καὶ τότε τὴν ἐπάνοδον ὑπονοητέον ἢ ὅτε ἀποκαθίσταται ὁ Ἥλιος ἢ ἔλθῃ εἰς τὰ ἴδια τετράγωνα καὶ διάμετρα· καὶ τὴν Σελήνην δὲ ὁμοίως τῷ Ἡλίῳ σκέπτου. Δεῖ δὲ καὶ τοῦτο παρατηρεῖν· ὅταν τις εἰς πόλιν εἰσέλθῃ σκόπει τὰ δ′ κέντρα ὑπὸ τίνων ὁρᾶται καὶ ἡ Σελήνη πρὸς τίνας φέρεται. Παρετηρήθη γὰρ ὁ Καρκίνος οὐκ ἀγαθὸς ὡροσκοπῶν ἐν τῇ εἰσόδῳ τῆς πόλεως· οἱ γὰρ συντυγχάνοντες αὐτῷ ἔσονται κνιποί, καὶ οὐδὲν κερδανεῖ, εἰ δὲ καὶ δοῦναί τι μέλλει πλέον δώσει τοῦ ὀφειλομένου. Ἴσθι δὲ καὶ τοῦτο καθόλου ὅτι ὁ Ἄρης ἀπὸ τοῦ Τοξότου τὴν Σελήνην ὁρῶν φαύλῳ σχήματι πληγὰς ἐπάγει κατὰ τὴν ὁδὸν ἢ ἑτέρας περιστάσεις.

λα. Περὶ νοσοῦντος

  Ἰστέον ὅτι οἱ ἀρξάμενοι νοσεῖν τῆς Σελήνης φερομένης πρὸς ἀγαθοποιούς, ἐν τῷ α′ τετραγώνῳ (τουτέστιν ἐν ἡμέραις ζ′) κριθείσης τῆς νόσου, ὑγιανοῦσιν, καὶ μάλιστα ὅταν καλῶς ἐρχομένη ἐπὶ τὸ τετράγωνον συνάπτῃ πάλιν ἀγαθοποιοῖς. Πρὸς κακοποιοὺς γὰρ φερομένη ἐπίτασιν τοῦ κακοῦ ποιήσει μέχρι τῆς διαμέτρου, εἰ δ’ ἅμα κακοποιῷ ἀγαθοποιὸς εὑρεθείη ἄνεσις ἔσται καὶ ἐπίτασις ἔσται ἀναμίξ. Αἱ δ’ ἀπὸ πανσελήνου γινόμεναι νόσοι ἐλαφρότεραί εἰσιν ὡς πρὸς τὰς ἀπὸ συνόδου· ἐπικουφίζει γὰρ λειψιφωτοῦσα ἡ Σελήνη τὰ πάθη. Ἐὰν δὲ συμβῇ μὴ κρίσιμον ἡμέραν γενέσθαι ἐν ὅλῳ τῷ μηνὶ ἀνάγκη παρατεῖναι ὡς ἐπίπαν τὴν νόσον ἕως τοῦ τετραγώνου τῆς τοῦ Ἡλίου ἐπιπορεύσεως.

  Ἐπὶ δὲ τῶν ἐν ὀλίγαις ἡμέραις κρινομένων καὶ ἀνισταμένων εὑρίσκεται ἡ Σελήνη ἀπὸ πανσελήνου διελθοῦσα τὸ α′ τετράγωνον καὶ τὴν β′ διχότομον ὡς συμβαίνειν ἐπὶ τὴν σύνοδον ἢ τὸ συνοδικὸν ζῴδιον ἕξ που ἡμέρας ἢ ε′ ἢ δ′ ἢ τοὐλάχιστον γ′ ὑπολείπεσθαι τῆς πορείας ταύτης ἐν αἷς τὰ τῆς ὑγείας ἀποκαθίσταται. Τὸ δ’ αὐτὸ καὶ ἀπὸ τῆς α′ διχοτόμου συμβαίνει μέχρι πανσελήνου· τοσοῦτος γὰρ ἀριθμὸς συνάγεται ἡμερῶν ἐν ᾧ χρόνῳ τοῦ προτέρου διαστήματος ἀπαλλαγεῖσα ἡ Σελήνη ἐφ’ ἑτέραν τρέπεται σχήματος εὐκρασίαν.

  Παραφυλακτέον δ’ ὅτι ὁπόταν κατακλίσεως γενομένης Σελήνη ἀπέχῃ ἓν ζῴδιον ἀπὸ τῆς συνόδου ὁ κατακλιθεὶς οὐ παύσεται τῆς νόσου, ἀλλ’ ἀρξαμένης αὐτῆς φωτίζεσθαι καὶ αὐξανομένης ἐπίτασιν καὶ ἡ νόσος λαμβάνει. Αἱ τοιαῦται οὖν νόσοι ἢ θανάσιμοί εἰσιν ἢ δυσθεράπευτοι, καὶ ἐπισημασίαι δὲ γίνονται καὶ ἀνέσεις κατὰ τοὺς τῆς Σελήνης σχηματισμούς· μόνοι μὲν γὰρ τριταῖοι κρίνονται ἐκ ζῳδίου εἰς ζῴδιον μεθισταμένης αὐτῆς, οἱ δὲ τεταρταῖοι κατὰ ἑξάγωνον, ἐναταῖοι δὲ εἰς τὸ τρίγωνον, τεσσαρεσκαιδεκαταῖοι δὲ εἰς τὸ διάμετρον, μιᾶς δὲ καὶ κ′ ἐν τῷ δεξιῷ τετραγώνῳ γενομένης αὐτῆς ὡς συμβαίνειν διὰ τοσούτων σχημάτων τὰς κρίσεις γίνεσθαι. Καὶ τῶν μὲν φθοροποιῶν ἐπιθεωρούντων ἐπιτάσεις γίνονται τοῦ κακοῦ, τῶν δὲ ἀγαθοποιῶν ἀνέσεις. Συμβαίνει δὲ τὴν ἑβδομαίαν προλαμβάνειν μὲν εἰς τὴν ϛ′, ὑστερίζειν δὲ εἰς τὴν η′ τῆς Σελήνης ποτὲ μὲν ἐλάχιστα κινουμένης, ποτὲ δὲ μέγιστα· ὅθεν καὶ συμβαίνει ἀκριβῶς μὴ εἰδέναι τινὰς τῶν ἰατρῶν τῷ μὴ προσέχειν τῇ τῆς Σελήνης κινήσει.

  Δεῖ δὲ γινώσκειν καὶ ποῖον τῶν τοῦ ἀνθρώπου μελῶν ὑφ’ ἑκάστου τῶν ζῳδίων κυριεύεται· ἡ μὲν γὰρ κεφαλὴ ὑπὸ τοῦ Κριοῦ, ὁ δὲ αὐχὴν ὑπὸ τοῦ Ταύρου, οἱ δὲ ὦμοι καὶ οἱ βραχίονες ὑπὸ τῶν Διδύμων, αἱ δὲ πλευραὶ καὶ τὸ στέρνον ὑπὸ τοῦ Καρκίνου, ὁ θώραξ ὑπὸ τοῦ Λέοντος, ἡ κοιλία καὶ τὰ σπλάγχνα ὑπὸ τῆς Παρθένου, οἱ γλουτοὶ ὑπὸ τοῦ Ζυγοῦ, τὰ αἰδοῖα καὶ ἡ ἕδρα ὑπὸ τοῦ Σκορπίου, οἱ μηροὶ ὑπὸ τοῦ Τοξότου, τὰ δὲ γόνατα ὑπὸ τοῦ Αἰγοκέρωτος, αἱ δὲ κνῆμαι ὑπὸ τοῦ Ὑδροχόου, οἱ δὲ ἄκροι πόδες ὑπὸ τῶν Ἰχθύων. Σκέπτου οὖν ποῖον τῶν ιβ′ ζῳδίων κατὰ τὴν πῆξιν τῆς γενέσεως ἐκακοῦτο ὑπό τινος τῶν κακοποιῶν ἀστέρων.

  Καὶ ἐὰν συμβῇ γενέσθαι καὶ τὴν καταρχὴν τοῦ νοσήματος ἐν τῷ κεκακωμένῳ ἐξ ἀρχῆς ζῳδίῳ τῆς Σελήνης οὔσης, οἱ δὲ χρόνοι οἱ ἀπὸ τοῦ ὡροσκόπου ἐκβαλλόμενοι καταντήσωσιν εἴς τι ζῴδιον τοιοῦτον ὁποίῳ ἦν κατὰ τὴν πῆξιν ὁ Κρόνος ἢ ὁ Ἄρης ἢ αἱ τῶν φωστήρων ἢ τῶν κέντρων ἢ τῶν κλήρων ἀφέσεις ἐκβαλλόμεναι εἰς τὰς φθαρτικὰς τῶν κακοποιῶν ἀκτῖνας ἐμπέσωσιν, χαλεπωτάτη γίνεται ἡ νόσος. Εἰ μὲν γὰρ ἀπὸ Ἄρεως ἀπορρέοι ἢ ἀπὸ Κρόνου ῥευματισμοὶ ἔσονται ἢ νεύρων ἀλγηδών. Ἐὰν δὲ οἱ κατὰ τὴν γένεσιν κακοποιοὶ ἐν δισώμοις ὄντες ζῳδίοις, καὶ μάλιστα ἐν Διδύμοις καὶ Ἰχθύσι διὰ τὸ ταῦτα τὰ ζῴδια τετμῆσθαι ἀπ’ ἀλλήλων – ἐὰν οὖν οὕτως ἔχοντες οἱ κακοποιοὶ ὡς εἴρηται ἐξ ἀρχῆς μέσην περιέχωσι τὴν Σελήνην ἐν μὲν Διδύμοις ὄντες χειράγραν ἐπιφέρουσιν, ἐν δὲ Ἰχθύσι ποδάγραν.

λβ. Περὶ χειρουργίας

  Τὰς δὲ χειρουργίας τῶν μελῶν ποιεῖσθαι χρὴ τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς φερομένης ἢ συνούσης αὐτοῖς. Παρατηρητέον δὲ αὐτὴν οὖσαν ἐν Ταύρῳ καὶ Παρθένῳ καὶ Αἰγοκέρωτι καὶ Ἰχθύσιν· ταῦτα γὰρ τὰ ζῴδια σπασμῶν αἴτια γίνονται. Ἔτι δὲ παρατηρητέον αὐτὴν οὖσαν ἐν τοῖς τροπικοῖς καὶ ἐν συνόδῳ τοῦ Ἡλίου καὶ ἐν τοῖς ἐκλειπτικοῖς συνδέσμοις. Καὶ ἔτι ἐκεῖνο τὸ μέλος οὐ δεῖ χειρουργεῖν ὅπερ οἰκειοῦται κατὰ φύσιν τῷ ζῳδίῳ ἐκείνῳ ἔνθα ἐστὶν ἡ Σελήνη· ἕκαστον δὲ τῶν τοῦ ἀνθρώπου μελῶν τίνι τῶν ιβ′ ζῳδίων ᾠκείωται ἀνωτέρω δεδηλώκαμεν. Τοὺς δὲ ὀφθαλμοὺς χρὴ χειρουργεῖν καὶ θεραπεύειν τῆς Σελήνης πληθούσης τῷ τε φωτὶ καὶ τοῖς ἀριθμοῖς καὶ συναπτούσης τοῖς ἀγαθοποιοῖς χωρὶς τῆς τῶν κακοποιῶν μαρτυρίας.

  Ὁ δὲ Δωρόθεος ἐν τοῖς περὶ χειρουργίας τὰ αὐτὰ λέγει, πρὸς τούτοις δὲ καὶ τάδε φησίν. Οὐ μόνον δεῖ τὴν Σελήνην ἀλλὰ καὶ τὸν ὡροσκόπον ἀκάκωτον εἶναι φυλάσσειν, ἔτι δὲ καὶ ἐὰν κακοποιὸς ἐπίκεντρος ὢν ἀναποδίζῃ ἀποδοκιμάζειν καὶ τοῦτο. Σελήνης δέ, φησίν, οὔσης ἐν τροπικῷ ζῳδίῳ ἢ δισώμῳ εἰ μὲν συνάπτει αὐτῇ ἀγαθοποιὸς δεῖ χειρουργεῖν, ἄνευ δὲ ἀγαθοποιοῦ οὐ δεῖ· ὑποτροπιασμὸς γὰρ γίνεται καὶ πάλιν ἐκ δευτέρου χειρουργία ἐν τοῖς τοιούτοις ζῳδίοις ἄνευ τῶν ἀγαθοποιῶν.

λγ. Περὶ νόσων

......................... κρύψας ἐνέθηκεν
φαρμακόεν λύσεις. ἀτὰρ οὔτι γε Καρκίνος αἴθων
οὔτε Λέων τούτοισιν ἐπάρκιος. ἡ δέ νυ Κούρη
ἐσθλὴ καὶ Ζυγὸς ἶσον. ἀτὰρ χθόνα ποσσὶν ἀμύσσων
Σκορπίος οὐκέτι τοῖος. Ὀιστευτῆρι τε ῥέξειν
ἠδὲ καὶ Αἰγοκερῆι. καθ’ Ὑδροχόου δὲ βεβώσης
ὥρης ἢ Μήνης ἀνεμώλια πάντα τελέσσεις.
ἐν δέ τοι Ἰχθύσιν ἔστιν ἀπὸ ἕο λυγρὰ διώκειν.
Ζεὺς δὲ καὶ Ἀφρογενὴς ὥρῃ Μήνῃ τε παρέστων
ἠέ νυ λευσσόντων· σκεδάσουσι γὰρ αὐτίκα πῆμα.

λδ. Περὶ ἐμέτου καὶ καθάρσεως

  Τοὺς δὲ ἐμέτους καὶ τὰς καθάρσεις συνοίσει ποιεῖσθαι τῆς Σελήνης ληγούσης καὶ πρὸς τοὺς ἀγαθοποιοὺς συσχηματιζομένης ἢ συναπτούσης. Παραφυλάσσεσθαι δὲ δεῖ μήτε ἐν Κριῷ μήτε ἐν Ταύρῳ τὴν στάσιν ἐχούσης παραλαμβάνειν τι τῶν τοιούτων· βλαβερὸν γὰρ διότι μαρυκᾶται ταῦτα. Ἁρμόζει δὲ ἐμεῖν αὐτῆς οὔσης ἐν τῷ Ἀναβιβάζοντι, καθαίρειν δὲ τὴν κοιλίαν ἐπὶ τοῦ Καταβιβάζοντος.

λε. Περὶ καινῶν σκευῶν χρήσεως

  Σκεύεσι δὲ ἢ ἱματίοις πρῶτον χρηστέον τῆς Σελήνης ἔν τε Κριῷ καὶ Ταύρῳ καὶ Καρκίνῳ καὶ Παρθένῳ καὶ Σκορπίῳ καὶ Ἰχθύσι τῷ τε φωτὶ αὐξανομένης καὶ μετὰ τῶν ἀγαθοποιῶν φερομένης ἢ καὶ ὡροσκοπούντων τούτων ἄνευ τῆς τῶν φθοροποιῶν κοινωνίας καὶ συνόδου.

λϛ. Περὶ δείπνου

  Ἤδη δέ τινες ἐξέθεντο πῶς χρὴ εἰδέναι τὰ περὶ δείπνου καὶ πῶς ἀποβήσονται οὕτως. Διαπήξαντα τὰ κέντρα δεῖ ἀπονεῖμαι μὲν τῷ ὡροσκόπῳ τοῦ δείπνου τὴν ἀρχήν, τῷ μεσουρανήματι τὸν δειπνοποιὸν καὶ τοὺς ὑπηρέτας. Ἐστόχασται δὲ καὶ περὶ τῶν λοιπῶν ζῳδίων ὥστε τὸ μὲν τρίτον ζῴδιον τάξαι τοῖς σκεύεσιν, τὸ δὲ δ′ τῷ ἐν ᾧ τόπῳ τὸ δειπνητήριον, τὸ ε′ τοῖς κεκλημένοις, τὸ ϛ′ τῷ οἴνῳ, τὸ ζ′ ταῖς κύλιξιν, τὸ η′ τοῖς ἀπαντῶσιν, τὸ θ′ τῷ μαγείρῳ, τὸ δέκατον παραληπτέον καὶ ἐπὶ τοῦ ὀψωνοῦντος, τὸ ια′ τῇ παρασκευῇ, τὸ ιβ′ τῇ τῆς οἰκίας δεσποίνῃ. Πεπηγμένων δὲ τούτων ἐπιθεωρητέον τὰ ζῴδια ὅπως ἕκαστον ἔχῃ καὶ σχηματίζοιτο πρὸς τοὺς ἀστέρας καὶ τίνες αὐτῶν ἰδιοτοποῖεν. Ἐκ δὲ τῆς θεωρίας καὶ συγκράσεως καθ’ ἕκαστον εἶδος λαμβάνειν χρὴ ποῖον εἴη τοῦ δείπνου θυμῆρες καὶ πολυτελείας ἐχόμενον, ποῖον δὲ μέτριον· οὐ γὰρ ἀποτυγχάνει τις ἐπιμελέστερον παρακολουθήσας ταῖς τῶν τόπων διακρίσεσιν.

λζ. Περὶ κριτηρίων καὶ ἐκκλήτου καὶ νίκης καὶ ἥττης

  Ἐπισκεπτέον δὲ περὶ τὰ κριτήρια καὶ τὰς τῶν ἐγκλημάτων ἐπιφορὰς οὕτως, τὸν μὲν ὡροσκόπον τῷ κατηγοροῦντι νέμοντας, τὸ δὲ μεσουράνημα τῷ κριτῇ, τὸ δὲ δῦνον τῷ κατηγορουμένῳ, τὸ δὲ ὑπόγειον τῇ κρίσει καὶ τῇ ἀποβάσει τοῦ πράγματος. Καὶ ἢν μὲν ὡροσκοπῇ τροπικὸν ζῴδιον τέλους οὐ τεύξεται τὸ πρᾶγμα, εἰ δὲ δίσωμον ἐν μετανοίᾳ ἔσται ὁ κατηγορῶν, εἰ δὲ στερεὸν εἴη ἐπίμονος καὶ ἀπαραίτητος ὁ ἐνάγων. Ἐπὰν δὲ καὶ ὑπὸ Ἄρεως βλέπηται θρασὺς καὶ ὑβριστὴς καὶ ἀπότομος, ἐπὰν δὲ ὁ τόπος μαρτυρῆται ὑπὸ Κρόνου δηλοῖ δόλιον καὶ πονηρὸν πρεσβύτην, συνόντος δὲ τοῦ Ἑρμοῦ σημαίνει δι’ ἀργυρίου δόσιν τὴν κατηγορίαν ἐνίστασθαι καὶ πλαστογραφίαν, ὁμοίως δὲ καὶ μετὰ Ἄρεως ὁ τοῦ Ἑρμοῦ. Ζεὺς δὲ ἔνδοξον δηλοῖ καὶ Ἀφροδίτη εὐγενῆ, καὶ Ἄρης δὲ τολμηρὸν καὶ εὐγενῆ, Ἑρμῆς δὲ γοργὸν καὶ πολυπράγμονα.

  Ταὐτὰ δὲ ὑπονοητέον περὶ τῶν κριτῶν ἀναλόγως τοῖς ἐποῦσιν ἐν τῷ μεσουρανήματι ζῳδίοις τε καὶ ἄστρασιν· ἀγαθοποιῶν μὲν γὰρ ὄντων ἐν τῷ τόπῳ δίκαια ποιήσειν τὸν δικαστήν, κακοποιῶν δὲ ἄδικα. Τροπικοῦ δὲ ὁμοίως ὄντος τοῦ ζῳδίου αὖθις λεχθήσεσθαι τὴν δίκην καὶ ἔκκλητον προχωρήσει, Ἡλίου τε καὶ Σελήνης ἐπόντων πάντα φανερὰ ποιήσειν, μετὰ δὲ τοῦ ἔνδοξον καὶ εὐγενῆ εἶναι τὸν δικαστήν. Ἐν δὲ τῷ δύνοντι τυγχανόντων τῶν ἀγαθοποιῶν νίκην προαγορευτέον τῷ κατηγορουμένῳ. Ὁ δὲ τόπος ὁ ὑπόγειος τὴν ἔκβασιν προμηνύει· τῶν κακοποιῶν μὲν ὑπὸ γῆν ὄντων ἀδίκως ὁ κατηγορούμενος κατακριθήσεται, τῶν ἀγαθοποιῶν δὲ δικαίως.

λη. Ἄλλος τρόπος ἐπισκέψεως

  Ἔστι δὲ καὶ ἕτερος τρόπος λαμβανόμενος ἐπὶ τοῖς κριτηρίοις χωρὶς τῶν δ′ κέντρων οὕτως. Σελήνη γὰρ αὐξανομένη λαμβάνεται εἰς τὸν διώκοντα, ὁ δὲ Ἥλιος εἰς τὸν κατηγορούμενον καὶ ὑπόχρεων· μειουμένη ἔμπαλιν, τουτέστιν αὐτὴ μέν ἐστιν ὑπόχρεως, ὁ δὲ Ἥλιος τοῦ διώκοντος τάξιν ἀναλαμβάνει. Ἐπισκεψάμενοι οὖν τίς μᾶλλον καλῶς κεῖται τόπῳ, ὁρίοις, μαρτυρίαις ἀγαθαῖς καὶ τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, οὕτω προαιροῦμεν ἀπὸ τῆς τῶν πλειόνων ψήφου καὶ ῥοπῆς τὸν νικήσοντα τῆς πανσελήνου λαμβανομένης εἰς μεγάλην στάσιν καὶ ἔριν καὶ ἀπώλειαν.

  Ἐπιτήρησις δέ ἐστιν ἑτέρα περὶ τῶν αὐτῶν οὕτως. Χρὴ τὸν τὸ πρᾶγμα καταγγέλλοντα τῆς Σελήνης ἀπόρροιαν εἶναι, τὸ δὲ πρᾶγμα αὐτὴν τὴν Σελήνην, τὴν δὲ συναφὴν τὸν κατηγορούμενον, ἐκ δὲ τῶν ὁρίων καὶ τῶν ἀστέρων δηλοῦνται τὰ περὶ τοῦ πράγματος. Ἡ δὲ αὐτὴ αἵρεσις καὶ τρόπος περὶ ὁδοιπορίας καὶ μετοικισμοῦ χρήσιμος ἔσται. Ἀσφαλέστερον δὲ καὶ φανερώτερον ἐπὶ τῶν κριτηρίων μάθοιμεν ποδαπῶς τε εἴη ὅ τε κατήγορος καὶ ὁ κατηγορούμενος, ἔτι γε ὁ κριτὴς καὶ ἡ ἔκβασίς γε τοῦ πράγματος ἐκ τῶν δ′ κέντρων ὡς προλέλεκται τοῦ Ἑρμοῦ ἀεὶ παραλαμβανομένου, ὑπαύγου μὲν ὄντος χρησίμου τοῖς ἐγκαλουμένοις καὶ τοῖς λαθραῖόν τι πράττουσιν, ἀνατολικοῦ δὲ ὄντος τοῖς τε ἐγκαλοῦσι καὶ φανερῶς ποιεῖν τι βουλομένοις. Τὴν δὲ Σελήνην ἐπιτηρεῖν χρὴ ἐν τῇ κρισίμῳ ἡμέρᾳ, καὶ ἐὰν τύχῃ οὖσα ἐν Ζυγῷ, καὶ μάλιστα δύνουσα, ἀσύμφορος τῷ ἄδικα εἰσφέροντι (ἡττηθήσεται γάρ), ὁ δὲ δικαίως ἐγκαλῶν νικήσει.

  Ἐκτεθείσθω δὲ καὶ τὰ παρὰ Δωροθέῳ περὶ τούτων εὐεπείας χάριν καὶ μνήμης.

ναὶ μὴν εἰς κρίσιας περινεικέας ὀρνυμένοισι
ὧδε σύ κεν χατέουσιν ἀληθείην ἀγορεύσεις.
λάμβανε δ’ ἐκ ζῴοιο κατήγορον ὡρονομοῦντος,
κἢν μὲν ἔοι στερεὸν γνώμην ἣν ἔσχε φυλάξει,
ἐκ δέ νυ τῶν ἃ δίσωμα φατίζεται ἐκ μετανοίης
τρέψεται ἐξ ἑτέροιο καὶ εἰς ὁδὸν ἵξεται ἄλλην,
ζῴοις δ’ ἐν τροπικοῖς ἀτελὴς τοῦδ’ ἔσσεται ὁρμή.

  Ἐὰν δὲ τὸν ὡροσκόπον ὁ Ἄρης βλάπτῃ καταισχυνθήσεται ὁ ἐνάγων, ἐὰν δὲ Ἑρμῆς μετά τινος ἀγαθοποιοῦ ὡροσκοπῇ χρήματα λαβὼν ὁ ἐνάγων σιγήσεται, ἐὰν δὲ τὸν ὡροσκόπον ὁ Κρόνος βλάπτῃ ζημιωθήσεται ὁ κατήγορος. Τὸ δὲ μεσουράνημα ἔστω ὁ κριτής, καὶ ἐὰν τὸ μεσουράνημα βλάπτηται ὑπὸ κακοποιοῦ τότε οἱ κριταὶ μὴ συμφωνήσαντες ἀλλήλοις διαστήσονται καὶ ἔσται ἀναβολὴ τῆς δίκης, εἰ δὲ καὶ συμφωνήσουσιν οἱ κριταὶ ὅμως ἀβέβαιος αὐτῶν ἡ κρίσις καὶ ἡ συμφωνία καὶ ἐκστραφήσεται. Ὁ δὲ Κρόνος μεσουρανῶν αἴτιός ἐστιν ἀδικοκρισίας, οἱ δὲ ἀγαθοποιοὶ μεσουρανοῦντες ποιοῦσι δικαιοκρισίαν. Τὸ δὲ δῦνον ἔστω ὁ ἐναγόμενος, καὶ ἐκ τῶν εἰρημένων ἐπὶ τοῦ ὡροσκόπου σχηματισμῶν τῶν ἀστέρων σκέπτου ἀναλόγως τὸ αὐτὸ καὶ ἐπὶ τοῦ δύνοντος καὶ κατηγορουμένου. Ἐὰν δὲ ὁ Ἑρμῆς μετά τινος τῶν κακοποιῶν βλάψῃ τὸ δῦνον ἔσται ὁ ἐναγόμενος ἐπὶ διαβολῇ ἢ καί τις μάρτυς ἐλθὼν καταμαρτυρήσει αὐτοῦ. Τὸ δὲ τέλος τῆς δίκης ἔσται ἐκ τοῦ ὑπογείου.

  Σκοπεῖν δὲ δεῖ τοὺς οἰκοδεσπότας τοῦ τε ὡροσκόπου καὶ τοῦ δύνοντος ὁποῖος αὐτῶν ὕπαυγος τοῦ ἑτέρου ἀνατολικοῦ ὄντος· κακὰ γὰρ σημαίνει τῷ οἰκείῳ αὐτοῦ προσώπῳ. Ἐὰν δὲ ἄμφω ὦσιν ὕπαυγοι ἔσται ἀνακωχὴ τῆς δίκης πρὸς χρόνον καὶ πάλιν ὕστερον δικασθήσεται, ἐὰν δὲ ἄμφω ἀνατολικοὶ ὦσι διαλλαγήσονται οἱ μαχόμενοι. Οἱ δὲ ἀγαθοποιοὶ τῶν ἀστέρων οἷστισιν ἂν συνοικειωθῶσι δικαίαν νίκην παρέχουσιν, οἱ δὲ κακοποιοὶ τῶν ἀστέρων κἂν ἔξαυγοι ὦσιν, ἐν ἀλλοτρίοις δὲ καὶ ἀνοικείοις τόποις ὄντες, αἴτιοι γίνονται ἥττης. Οἱ δὲ κακοποιοὶ ἰδιοτοποῦντες καὶ ἐπίκεντροι καὶ ἀνατολικοὶ ὄντες ἄδικον νίκην παρέχουσι τῷ οἰκείῳ αὐτῶν προσώπῳ.

  Σκοπεῖν δὲ χρὴ τόν τε δεύτερον τόπον καὶ τὸν ὄγδοον καὶ τὰς τῶν ἀστέρων πρὸς αὐτοὺς μαρτυρίας ἵνα γνῶμεν τοὺς βοηθοῦντας ἑκατέρῳ προσώπῳ· ὁ μὲν γὰρ δεύτερος τοῦ διώκοντος ἐμφαίνει τοὺς συμμάχους, ὁ δὲ ὄγδοος τοῦ φεύγοντος. Οἱ δὲ ἀγαθοποιοὶ οἷς ἂν ἐπαναφέρωνται ἐκεῖνοι κρειττόνως ἀπαλλάξουσιν, οἱ δὲ κακοποιοὶ χειρόνως. Σκοπεῖν δὲ χρὴ καὶ τὸν τοῦ μεσουρανήματος δεσπότην· οὗτος γὰρ ᾧτινι συνοικειωθῇ προσώπῳ ἤτοι τῷ διώκοντι ἢ τῷ φεύγοντι ἢ μαρτυρηθῇ ὑπ’ αὐτοῦ ἢ τοὺς τόπους καταλλάξῃ μετ’ αὐτοῦ ἢ ὑπὸ ἑνὸς ἀστέρος οἰκοδεσποτηθῇ ἢ εἰς τοὺς τόπους ᾖ αὐτοῦ τοῦτον μᾶλλον τοῦ ἑτέρου ἐν εὐελπιστίᾳ εἶναι ποιεῖ.

  Οὐ χρὴ δὲ ἐκ μόνων τῶν τεσσάρων κέντρων περὶ τῶν τοιούτων καταστοχάζεσθαι, ἀλλὰ δεῖ καὶ τὴν Σελήνην ὁρᾶν πῶς διάκειται καὶ ἔτι τὰς ἀπορροίας καὶ τὰς συναφὰς αὐτῆς. Ἑὰν δὲ σινωθείσης τῆς Σελήνης οἱ κακοποιοὶ αὐτὴν ἐφορῶσι κακὸν σημεῖον τῷ διώκοντι· οὐ γὰρ μόνον ἡττηθήσεται, ἀλλὰ καὶ ὑβρισθήσεται καὶ βλαβήσεται. Ἡ Σελήνη ὅταν ᾖ συνοδικὴ ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τότε ὁ ἰσχυρότερος νικήσει τὸν ταπεινότερον. Ἐὰν δὲ χρηματικὴ ᾖ ἡ δίκη οὕτω δεῖ σκοπεῖν. Σελήνη αὐξιφωτοῦσα ἔστω ὁ δανειστής, ὁ δὲ Ἥλιος ὁ ὀφειλέτης, ἐὰν δὲ ἡ Σελήνη λήγῃ ἀνάπαλιν ὁ μὲν Ἥλιος ἔστω ὁ δανειστής, ἡ δὲ Σελήνη ὁ χρεώστης. Ὅστις οὖν ἐκ τῶν δύο κεῖται ἐν κρείττονι τόπῳ καὶ οἰκειοτοπεῖ μᾶλλον τοῦ ἑτέρου καὶ ἀγαθύνεται μᾶλλον ἐκεῖνος τὸ οἰκεῖον πρόσωπον ἀπεργάζεται ἰσχυρότερον τοῦ ἑτέρου.

  Δεῖ δὲ καὶ τὸν τῆς τύχης κλῆρον σκοπεῖν καὶ τὸν οἰκοδεσπότην τοῦ κλήρου· εἰ μὲν γὰρ τῷ ὡροσκόπῳ προσνεύσει ὁ διώκων ἰσχυρότερος ἔσται, εἰ δὲ τῇ δύσει ὁ φεύγων. Ἐὰν δὲ ὁ κλῆρος τετραγωνίζῃ τόν τε ὡροσκόπον καὶ τὸ δῦνον, εἰ μὲν ὑπὸ γῆν εἴη διαλλαγήσονται αὐτοὶ καθ’ αὑτοὺς οἱ μαχόμενοι, εἰ δὲ μεσουρανοίη οἱ κριταὶ αὐτοὺς διαλλάξουσιν.

Εὖτε δ’ ἂν ἄμφω
ὥρης καὶ δύσιος γίνοιντό κεν ἐνὶ ἑνὶ ζῴῳ
ἐρχόμενοι βασιλῆες ἐν οἰκείοισι προσώποις
φράζεο νείκεα ταῦτα. καὶ Ἑρμείαο μὲν ὄντος
ζῳδίου πρὸς τέκνον ἢ ἐν τέκνοιό γε τάξει
κείμενον, εἰ Παφίης δὲ τύχῃ κατέναντα γυναικῶν
ἢ καὶ ἀδελφειῆς προσκηδέος ἠὲ θυγατρός
ἠέ νυ θηλυτέρης ξυνὸν λέχος ἥτε λέλογχεν,
εἰ δ’ ἄρ’ Ἐνυαλίου οἴκους …

  Ἡ μάχη ἢ ἀδελφῶν πρὸς ἀλλήλους ἢ ἀνεψιῶν ἢ τῶν τοιούτων,

ὅτε δ’ αὖτε πέλει τόπος Αἰγιόχοιο
ἤτοι πρεσβυτέροισιν ὁμαίμοσι δηριόωσιν
ἢ θείοις, ἐν δ’ αὖτε Κρόνου γενέτας κεν ἐφεύρῃς
ἢ πάππους ἢ τοῖσιν ἐοικότας ἔκ τε χρόνοιο
ἔκ τε γένους, τὰ δ’ ὅμοια καὶ Ἠελίου ἐν χώρῳ,
ἔν τε Σεληναίης ἢ μητέρας ἢ μητρυιάς.

λθ. Περὶ ἐξοριζομένων καὶ φευγόντων τῆς πατρίδος καὶ βρεφῶν ἐκθέσεως

  Περὶ δὲ τῶν ἐξοριζομένων καὶ ἀπαλλοτριουμένων τῆς πατρίδος ληψόμεθα τὴν γνῶσιν ἀπὸ τῶν ἀστέρων οἷς διαφέρει τὰ κέντρα κατὰ τὴν οἰκοδεσποτείαν αὐτῶν· οὗτοι γὰρ ἐν τοῖς αὑτῶν ταπεινώμασιν εὑρεθέντες καὶ ἐπιθεωρούμενοι ὑπὸ τῶν κακοποιῶν τοὺς ἐξορισμοὺς ἐργάζονται. Κατὰ μὲν τὴν τῆς γενέσεως πῆξιν ὁπόταν ἔχωσι τὰ χρονικὰ ἢ καὶ αἱ ἀναφοραὶ τῶν ζῳδίων κατὰ τὸν αὐτὸν χρόνον συμπληρούμενοι τύχοιεν. Τὸ δ’ αὐτὸ ἐπὰν ὁ οἰκοδεσπότης πάθῃ τοῦ γεννωμένου ἐκθέσεως αἴτιον γίνεσθαι, καὶ ἐὰν μὲν ἀνατολικὸς ᾖ ὁ ἀστὴρ τὸ ἐκτεθὲν ζήσεται, ἐὰν δὲ δυτικὸς ἀποθνῄσκει. Ἰδίως δὲ ἐν τοῖς ἰδίοις ταπεινώμασιν ἔχοντες ἀστέρας κατὰ τὸ δυτικὸν κέντρον ἢ τὸ ὑπὸ γῆν ἐξορίζονται ἢ ὑποπίπτουσι φυγαδείαις ἑκουσίοις.

  Ἐπὰν δὲ ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι εὑρεθῶσιν οἱ κακοποιοὶ ἐν τοῖς ἰδίοις ταπεινώμασι δεσμοὺς καὶ συνοχὰς παρέχουσιν, ἀγαθοποιῶν δὲ συμφώνως ἐπιβλεπόντων αὐτοὺς ἀποκαθίστανται τοῖς οἰκείοις τόποις. Καὶ τὸν ὡροσκόπον ἢ τὴν Σελήνην ὁρῶντες οἱ ἀγαθοποιοὶ ἐν τῇ ὥρᾳ τῆς κρίσεως τὴν ἐπάνοδον δηλοῦσιν.

μ. Περὶ τῶν εἰργομένων

  Περὶ δὲ τῶν εἰργομένων ἐπιτηρητέον τὴν Σελήνην καθ’ αὑτὴν ἐν ποίῳ ζῳδίῳ τυγχάνῃ τῇ ὥρᾳ τοῦ εἴργεσθαι. Καὶ ἐὰν μὲν τύχῃ ἐν Κριῷ

λύσιν τέκμαιρε ταχεῖαν.
ἐν Ταύρῳ μενέει δὲ πολὺν χρόνον, εἵνεκα δ’ αὖτε
κτήσιος ἢν ἄρα τοῦτο πάθῃ, ταύτην μὲν ὀλέσσει·
ὕστερον αὖ φυλακὴν καὶ ἄλγεα φεύξεται αὐτός.
ἐν δὲ Κασιγνήτοις εἰ μὴ λύσιν ἐν τρισὶν ἕξει
ἤμασι τοῖς πρώτοις τετρύσεται ἐν κακότητι.
Καρκίνος αὖτ’ ἐπὶ δηρὸν ἀεικείῃ μιν ἐρύξει.
εὖτε δὲ βρυχητῆρος ὑπερφορέοιτο Λέοντος
ἀνδρὸς ἐρισθενέος καὶ μείζονος ἄλγε’ ἕκητι
ἕψεται οὐδὲ μίνυνθα συνέσσεται ἀλλ’ ἐπὶ δηρόν.
ἀμφὶ δὲ Παρθενικῇ μάλα κεν ῥέποι ἔνθα καὶ ἔνθα
ὅττι κε τεκμαίροιο, τὸ δὲ πλέον ἔστ’ ἐπ’ ἀρωγῇ.
ἐν Ζυγῷ ἔπλετο φύξις. ἐν ὀκταπόδῳ δὲ Σελήνη
Σκορπίῳ εἰ βεβάῃσιν ἀεικείῃ μιν ἐρύξει
οὐδ’ ὀλίγον μίμνοι κεν ἐπὶ χρόνον, ἔμπα δὲ λύει.
Τοξευτὴρ ἐπὶ μακρὸν ἐν ἄλγεσιν ἀνέρα θήσει.
Αἰγόκερως τάδε πλὴν ἄνεσιν δεσμοῖο παρέξει.
αὐτὰρ ἐν Ὑδροχόῳ καὶ Ἰχθύσι δὴν μενέουσι
τειρόμενοι, χαλεπῇ δὲ κακηπελίῃ μογέοντες.
ταῦτα Σεληναίης μούνης τούτοισιν ἐπούσης 
οἷς προέφην· θέσιες γὰρ ἐναλλάσσουσί μιν ἄστρων,

  τουτέστιν οἱ μὲν ἀγαθοποιοὶ συνόντες ἢ ὁρῶντες ταχεῖαν τὴν ἄφεσιν ποιοῦσιν, οἱ δὲ κακοποιοὶ οὐκέτι. Ὁ δὲ Ἑρμῆς μετὰ τοῦ Διὸς συσχηματισθεὶς αὐτῇ ταχέως τὰ ἀγαθὰ παρέχει καὶ τὴν τῶν κακῶν λύσιν. Ὁ δὲ Ἄρης κακώσας τὴν Σελήνην αἴτιος γίνεται μαστίγων, αἱμαγμοῦ τε καὶ κακώσεως. Ὁ δὲ Κρόνος τοῦτο ποιήσας πολυχρονιώτερα καὶ δυσέκλυτα ποιεῖ τὰ κακά.

εἰ δ’ ἄρ’ ὁμοῦ Μαίης τε πάις Φαίνων τε καὶ Ἄρης
τῇδέ μιν ἐν δεσμοῖς φθισίβροτος αἶσα κίχησι.
καὶ δ’ ὥρην φράζοιο τίνες τ’ ἐπιμάρτυροι αὐτῇ
κείνην ἥ ῥ’ ἐφύτευσε καὶ ἤγαγεν ἀνέρ’ ἐς ἦμαρ.
κρέσσων αὖ τούτοισι Σεληναίη μινύθουσα
ἔσσεται, αὐξομένη δὲ χερειότερ’ ἔργα τελέσσει.
καὶ Μήνη σύνδεσμον ἐπὴν μέλλῃσιν ἄνασσα
λυέμεναι τόδε σῆμα κακῶν τεκμήρατο φύξιν.
κἢν συναφὴν ἀκτῖσιν ὑπ’ Ἠελίοιο τυχούσῃ
Κύπριδι ποιῆται τότε δ’ ἂρ βροτὸν αἰνὰ παθόντα
ἐκ συνοχῆς λύσειεν ἀεικελίων τ’ ὀδυνάων.
ὣς δὲ καὶ Ἑρμείῃ συναφὴν δυτικῷ γεγαῶτι
ἑσπερίῳ τεύξασα κακῶν ἀπότευξιν ἔδωκεν.
μέσσοις δ’ ἐν ζῴοισιν ἀφ’ ὕψεος οὐρανίοιο
εἵως δυομένου ἵνα τε κλίσις εἰς νότον ἐστίν,
Κύπριδι συμμίσγουσα καὶ Ἑρμάωνι συνοῦσα
ῥύεται ἐκ δεσμοῖο. καὶ ἢν ἑλικῶπιν ἄνασσαν
Αἰγίοχός τε Κρόνος τε τριγωνίζωσιν ὁρῶντες
οὔ φιν ἄνευ τιμῆς καὶ δόξης ἐλευθεροῖ.

  Σελήνη ἐν τοῖς αὐτοῖς οὖσα ζῳδίοις καὶ ὑπὸ Ἄρεως μαρτυρουμένη ταχέως λύει ἐκ τῶν δεσμῶν τὸν εἱρχθέντα ἢ ζῶντα ἢ τελευτήσαντα.

  Τὸ ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὑπογείου κέντρου ἡμικύκλιον προηγούμενον κατωφερές τε καὶ λιβυκὸν καλεῖται, τὸ δὲ ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὑπογείου κέντρου ἡμικύκλιον ἑπόμενον ἀνωφερές τε καὶ ἀπηλιωτικὸν καλεῖται. Σελήνη οὖν τυχοῦσα ἐν τῷ λιβυκῷ ἡμικυκλίῳ ὑπὸ Ἄρεως βλαπτομένη σημαίνει ἀδίκως κρατούμενον τὸν δεσμώτην καὶ πολυχρονήσοντα ἐν τοῖς δεσμοῖς, ἐν δὲ τῷ ἀπηλιωτικῷ ἡμικυκλίῳ οὖσα λύσιν ἐπαγγέλλεται. Σελήνη ἐν τοῖς λιβυκοῖς μέρεσιν ὑπὸ μὲν Ἄρεως τριγωνιζομένη, ὑπὸ δὲ Διὸς τετραγωνιζομένη λύσιν τῶν δεσμῶν σημαίνει.

  Σελήνη συνοδεύουσα Κρόνῳ καὶ ὑπὸ Διὸς τετραγωνιζομένη ἐξ ὁποτερουοῦν μέρους καὶ οὕτως ἐκ τῶν δεσμῶν λύει. Ἄρης τετραγωνίζων τὴν Σελήνην, ὁ δὲ Κρόνος διαμετρῶν αὐτήν, ἅμα βλάπτοντες ἐπὶ πολὺ κατέχουσιν ἐν τοῖς κακοῖς τὸν δεσμώτην. Ἐὰν δὲ ὁ μὲν Ἄρης τριγωνίζῃ τὴν Σελήνην, ὁ δὲ Κρόνος τετραγωνίζῃ, ἢ τὰ δεσμὰ συντρίψουσιν οἱ δεσμῶται ἢ τὸν τοῖχον τοῦ δεσμωτηρίου διορύξουσιν ἢ ἄλλο τι τοιοῦτον νεωτερίσουσι πρὸς τὸ ἐκφυγεῖν. Ἐξαιρέτως δὲ δεῖ ὁρᾶσθαι τὸ ὑπόγειον· τὸ γὰρ τέλος ἐκ τούτου δηλοῦται.

μα. Περὶ βίου καὶ κτήσεως

  Σκοπεῖν δεῖ τὸν β′ τόπον (τουτέστι τὴν ἐπαναφορὰν τοῦ ὡροσκόπου) καὶ κατὰ τὰς τῶν χρόνων διαιρέσεις ὁρᾶν εἰς ποῖον κατέληξε ζῴδιον. Καὶ ἐὰν κατά τε τὴν ἐξ ἀρχῆς πῆξιν καὶ κατὰ τὴν τῶν χρόνων ἐπέμβασιν οἱ κακοποιοὶ συνῶσιν ἢ διαμετρῶσιν ἢ τετραγωνίζωσιν ἑκάτερον τόπον τόν τε κατὰ τὴν πῆξιν καὶ τὸν κατὰ τὴν τῶν χρόνων ἐπέμβασιν τῶν ἀγαθοποιῶν μὴ βοηθούντων μήτε κατὰ τὴν πῆξιν μήτε κατὰ τὴν πάροδον ἐλαττωθήσεται ὁ βίος καὶ ἡ περίκτησις τοῦ ἀνθρώπου ἐκείνου, ἐὰν δὲ ἔμπαλιν γένηται (τουτέστιν ἐὰν ὅ τε κατὰ πῆξιν καὶ ὁ κατὰ ἄφεσιν τῶν χρόνων ἐκπεσὼν β′ τόπος ὑπὸ ἀγαθοποιῶν συμπαρουσίας ἢ τετραγωνισμοῦ ἢ διαμετρήσεως κατά τε τὴν πῆξιν καὶ κατὰ τὴν τῶν χρόνων ἐπέμβασιν τῶν ἀστέρων μαρτυρούμενος ὠφελῆται) ἐπαύξησις ἔσται τῷ βίῳ καὶ τῇ περικτήσει τοῦ ἀνθρώπου, ἐὰν δὲ μεμιγμένα ᾖ μίξις ἔσται (τουτέστιν αὐξομείωσις τοῦ βίου).

  Δεῖ οὖν παρατηρεῖν ἐν ταῖς καταρχαῖς ταῖς τῶν καθ’ ἡμέραν πράξεων τὴν Σελήνην. Εἰ γὰρ τύχοι παροδεύουσα ἐν τόποις τοιούτοις ἐν οἷς οἱ κατὰ πῆξιν κακοποιοὶ ἦσαν ἢ καὶ τετράγωνοι ἢ καὶ διάμετροι αὐτοῖς, μηδενὸς μὲν τῶν ἀγαθοποιῶν μήτε κατὰ τὴν πῆξιν μήτε κατὰ τὴν πάροδον βοηθοῦντος, τῶν δὲ κακοποιῶν κατὰ τὴν πάροδον βλαπτόντων ἤτοι κατὰ σῶμα ἢ κατὰ σχῆμα, καὶ μάλιστα τετράγωνον ἢ διάμετρον, κακίστη γίνεται ἡ καταρχὴ ἐκείνη καὶ κλιμακτηριώδης, ἐὰν δὲ ἔμπαλιν ᾖ (τουτέστιν ἐὰν ἡ Σελήνη τύχῃ ἐν τῇ καταρχῇ παροδεύουσα ἐν τοῖς τῶν ἀγαθοποιῶν κατὰ τὴν πῆξιν τόποις ἢ ἐν τοῖς τετραγώνοις ἢ ἐν τοῖς διαμέτροις αὐτῶν, μηδενὸς μὲν τῶν κακοποιῶν μήτε κατὰ τὴν πῆξιν μήτε κατὰ τὴν πάροδον βλάπτοντος, τῶν δὲ ἀγαθοποιῶν κατὰ τὴν πάροδον ὠφελούντων ἤτοι κατὰ συμπαρουσίαν ἢ κατὰ σχῆμα, καὶ μάλιστα τὸ τετράγωνον) καλλίστη γίνεται ἡ καταρχὴ ἐκείνη καὶ ἐπιτευκτική, ἐὰν δὲ μεμιγμένα ᾖ ἐν τούτοις τὰ προειρημένα σχήματα ἐκ τῶν ὠφελούντων καὶ βλαπτόντων μίξις ἔσται καὶ τῶν δηλουμένων ὑπὸ τῆς καταρχῆς ἔκ τε ἀγαθοῦ καὶ κακοῦ κατὰ τὴν ἔκβασιν.

  Χρὴ δὲ γινώσκειν ὅτι ἀδύνατόν ἐστι μέγα γενέσθαι τι ἀγαθὸν ἢ φαῦλον ἐν ταῖς καταρχαῖς τῶν ἀνθρωπίνων πράξεων εἰ μὴ τύχοι ἡ τῆς Σελήνης ἐποχὴ ἐν τοιούτῳ οὖσα τόπῳ ἐν ᾧ ἀγαθοποιὸς ἢ κακοποιὸς ἤτοι κατὰ τὴν γένεσιν ἢ κατὰ τὴν πάροδον τετράγωνον σχῆμα ἔχει πρὸς αὐτόν· τὰ μὲν γὰρ διάμετρα σχήματα ἀντιζηλίας καὶ ἀντιπαθείας ἔχουσιν, τὰ δὲ τρίγωνα σύμφωνα μὲν καὶ συμπαθῆ ἀλλ’ οὐ τοιαῦτα ἰσχυρὰ οἷα τὰ τετράγωνα, πολὺ δὲ τὰ ἑξάγωνα ἡττόνως τε καὶ ἀμυδρῶς ὠφελοῦσιν ἢ βλάπτουσιν.

μβ. Περὶ ἀπωλείας πράγματος καὶ εἰ εὑρεθήσεται τὸ ἀπολωλός

  Καὶ ἐνταῦθα τὰ τοῦ Δωροθέου ἔπη περὶ τούτων μεταφράσαντα δεῖ ἐκθεῖναι ἐπειδὴ βέλτιον τῶν ἄλλων εἰσὶν ἐκκείμενα. Ἥλιος, φησίν, καὶ Σελήνη ἀλλήλους τριγωνίζοντες ῥᾳδίαν εὕρεσιν τοῦ ἀπολομένου δηλοῦσιν. Ἐὰν δὲ τετράγωνοι ὦσιν ἀλλήλοις δύσκολον τὴν εὕρεσιν τοῦ ἀπολομένου μηνύουσιν, καὶ ἐξ ἄλλου εἰς ἄλλον μετακομισθήσεται τὸ ἀπολωλός. Εἰ δὲ διαμετροῦσιν ἀλλήλους Ἥλιος καὶ Σελήνη μηνυθήσεται μὲν τὸ ἀπολωλός, οὐκ εὐκόλως δὲ ἀνακομισθήσεται. Ἐὰν δὲ κενοδρομῇ ἡ Σελήνη (τουτέστιν εἴσω τῶν ρκ′ μοιρῶν οὖσα μὴ συνάπτῃ τινὶ τῶν ἀστέρων σωματικῶς) βραδεῖαν τὴν εὕρεσιν ὑποφαίνει. Σελήνη τῷ ἰδίῳ οἰκοδεσπότῃ συνοδεύουσα εὕρεσιν ὑποφαίνει, καὶ μάλιστα τοῦ Ἡλίου ἢ τοῦ Διὸς ὁρῶντος αὐτήν. Τὸ δωδεκατημόριον τῆς Σελήνης ὅταν ἐκπέσῃ εἰς τὸν ὡροσκόπον ἢ εἰς τὸ μεσουράνημα ἢ εἰς τὸν Ἥλιον ἢ εἰς τὸν τῆς Σελήνης οἰκοδέκτορα ἢ εἰς τὸν ποιοῦντα φάσιν ἀνατολικὴν ἔγγιστα εὑρεθήσεται τὸ ἀπολωλός.

  Σελήνη ἐν τῷ ϛ′ τόπῳ ἢ τῷ δύνοντι οὖσα ἀνεύρετον ποιεῖ τὸ ἀπολωλὸς εἰ μὴ ὁ Ἥλιος μαρτυρήσῃ αὐτῇ. Σελήνη ἐν τοῖς ἐκλειπτικοῖς οὖσα συνδέσμοις δυσεύρετον ποιεῖ τὸ κλέμμα. Ἥλιος καὶ Σελήνη ὑπὸ γῆν τυχόντες ἀφανίζουσι τὸ ἀπολωλός. Ἥλιος σὺν τῷ κλήρῳ τῆς τύχης ὢν ἢ ἐπιβλέπων αὐτὸν ταχέως τὸ ἀπολωλὸς φανερὸν ποιεῖ. Σελήνη ἄνευ τοῦ Ἡλίου τὸν κλῆρον τῆς τύχης ὁρῶσα οὐ ταχεῖαν μηνύει τὴν εὕρεσιν. Ἐὰν δὲ μήτε ὁ Ἥλιος μήτε ἡ Σελήνη τὸν τῆς τύχης κλῆρον βλέπῃ οὐδέποτε εὑρεθήσεται τὸ κλέμμα. Σελήνη ὡροσκοποῦσα ταχεῖαν εὕρεσιν δηλοῖ. Σελήνη ὑπὸ τὰς τοῦ Ἡλίου αὐγὰς οὖσα καὶ ἀφώτιστος παντελῶς ἀφανίζει τὸ κλέμμα. Ἥλιος καὶ Σελήνη ἅμα ὡροσκοποῦντες οὐ μόνον τὸ κλέμμα μηνύουσιν ἀλλὰ καὶ τὸν κλέπτην. Ἥλιος καὶ Σελήνη τὸν ὡροσκόπον τετραγωνίζοντες δυσεύρετον τὸ ἀπολωλὸς ποιοῦσιν· ἢ γὰρ μάχη τις γίνεται ἢ παρολκή. Ἡλίου ὡροσκοποῦντος μὴ ἐν τῷ ἐναντίῳ ἑαυτοῦ τριγώνῳ (τουτέστι Ζυγῷ, Ὑδροχόῳ, Διδύμοις) εὑρετικὸς γίνεται, ἐὰν δὲ ἐν τούτοις ὡροσκοπῇ ἀνεύρετον δηλοῖ τὸ κλέμμα.

  Ἐφ’ ὧν δὲ οἴδαμεν τὰς γενέσεις οὕτω δεῖ στοχάζεσθαι. Ἐὰν δὲ ἡ Σελήνη τύχῃ ἐν τόπῳ τοιούτῳ οὖσα ἐν ᾧ τις κακοποιὸς κατὰ τὴν ἐξ ἀρχῆς πῆξιν τῆς γενέσεως ἦν οὐχ εὑρεθήσεται τὸ κλέμμα, ἐὰν δὲ ἐν ἀγαθοποιοῦ τόπῳ τῷ κατὰ τὴν πῆξιν εὑρεθῇ ἡ Σελήνη εὕρεσιν ἐμφαίνει. Ἐὰν δὲ ἡ καταρχὴ ἐμφαίνῃ εὕρεσιν δεῖ σκέψασθαι καὶ πότε εὑρεθήσεται οὕτως. Λαβὼν ἀπὸ τοῦ ὡροσκόπου ἕως τοῦ Ἡλίου τὴν τῶν ζῳδίων ποσότητα, καὶ πάλιν ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς Σελήνης τὴν τῶν ζῳδίων ποσότητα, μίξον τὸν ἀριθμόν, καὶ ὁπόσος ἂν εὑρεθῇ ἐκ τῶν δύο ἀριθμῶν λέγε ὅτι μετὰ τοσαύτας ἡμέρας ἢ μετὰ τοσούτους μῆνας ἢ μετὰ τοσαῦτα ἔτη εὑρεθήσεται τὸ ἀπολωλός– καὶ τότε δὲ ἐὰν ἀγαθοποιὸς μαρτυρῇ, ἐὰν δὲ κακοποιὸς οὐκέτι εὑρίσκεται.

  Καὶ οὕτω δὲ δεῖ σκέπτεσθαι περὶ τῶν τοιούτων. Ἔστω ὁ μὲν ὡροσκόπος τὸ κλαπέν, τὸ δὲ μεσουράνημα ὁ ζητῶν, τὸ δὲ δῦνον ὁ κλέψας, τὸ δὲ ὑπόγειον ὁ τόπος ἔνθα τὸ κλαπὲν ἀπεκόμισεν ὁ κλέπτης. Ἑὰν οὖν ἀγαθοποιοὶ τὸν ὡροσκόπον ὁρῶσιν ἢ συνῶσιν εὑρεθήσεται τὸ ἀπολωλός. Ἐκ δὲ τοῦ δύνοντος ζῳδίου ἢ ἀστέρος ἢ τοῦ οἰκοδεσπότου αὐτοῦ ἢ τῶν μαρτυρούντων αὐτῷ στοχάζου τὸ εἶδος καὶ τὸν τρόπον τοῦ κλέπτου. Τὸν δὲ μεσουρανοῦντα ἀστέρα σκέπτου, καὶ ἐὰν μὲν ᾖ ἐν ἰδίοις τόποις ἴδιον αὐτοῦ ἐστιν ὅπερ ζητεῖ κτῆμα καὶ οὐκ ἀλλότριον, ἐὰν δὲ ἐν ἀλλοτρίοις τόποις ᾖ οὐ ζητεῖ οἰκεῖον κτῆμα ἀλλὰ ἀλλότριον. Τὸ δὲ ὑπόγειον ἐὰν μὲν ᾖ δίσωμον γίνωσκε ὅτι ἐξετέθη τὸ κλαπὲν ἤτοι εἰς ἀδελφοὺς ἤ τινας συγγενεῖς, εἰ δὲ οὐκ ἔστι δίσωμον εἰς ἕνα μόνον ἐξετέθη τὸ κλαπέν, καὶ ἐὰν μὲν ἀρσενικὸν ᾖ τὸ ὑπόγειον ζῴδιον εἰς ἀρσενικὸν πρόσωπον κεῖται, ἐὰν δὲ θηλυκὸν εἰς θηλυκόν, καὶ ἐπὶ τῶν δισώμων ὡσαύτως. Ἀλλὰ καὶ τὸ δῦνον οὕτω δεῖ σκέπτεσθαι εἴτ’ ἄρρεν ἢ θῆλυ ἢ δίσωμον ἢ οὔ.

  Ἥλιος καὶ Σελήνη τῷ ὑπὸ γῆν μαρτυροῦντες εἰς συγγενεῖς λέγουσι κεῖσθαι τὸ ἀπολωλός. Ἐὰν δὲ τὸ ὑπόγειον ζῴδιον κάθυγρον ᾖ παρὰ λίμνην ἢ παρὰ ποταμὸν ἢ παρὰ φρέαρ ἐξετέθη, ἐὰν δὲ τετράπουν ᾖ τὸ ὑπόγειον εἰς ἐπαύλεις ἢ σηκοὺς ἐξετέθη τὸ κλέμμα, ἐὰν δὲ ἀνθρωπόμορφον ᾖ τῶν μὲν ἀγαθοποιῶν ὁρώντων ἐν καθαρῷ καὶ ἁγνῷ τόπῳ κεῖται, τῶν δὲ κακοποιῶν Ἄρεως μὲν παρὰ χαλκείῳ ἢ μαγειρείῳ, Κρόνου δὲ παρὰ δουλικῷ προσώπῳ ἢ ἐν σκοτεινῷ τόπῳ ἢ ὑγρῷ ἢ ῥυπαρῷ ἢ ὑψηλῷ. Ἑὰν δ’ ὁ Ζεὺς ᾖ ὑπὸ γῆν παρὰ εὐγενικῷ κεῖται προσώπῳ, ἐὰν δ’ ὁ Ἄρης ὑπὸ γῆν ᾖ ἀπελεύθερός ἐστιν ὁ τὸ κλέμμα φυλάσσων, ἐὰν δὲ ἡ Ἀφροδίτη ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, εἰ μὲν ἕως τῶν εἴκοσι μοιρῶν ἀπέχει τοῦ κέντρου γνῶθι ὅτι εἰς γυναῖκα ἐλευθέραν καὶ ἔνδοξον ἐξετέθη, εἰ δὲ ἀπὸ μοιρῶν εἴκοσιν ἕως τριάκοντα εἰς δούλην γυναῖκα ἢ ἀπελευθέραν, ἐὰν δ’ ὁ Ἑρμῆς ᾖ ἐν τῷ ὑπὸ γῆν κέντρῳ, εἰ μὲν ἕως τῆς πρώτης δεκαμοιρίας ἀφίσταται τοῦ κέντρου λέγε ὅτι εἰς εὐγενῆ καὶ πλούσιον ἐξετέθη, εἰ δὲ ἕως τῆς δευτέρας δεκαμοιρίας εἰς ἐλεύθερον μέν, ἀλλὰ πένητα, εἰ δὲ ἕως τῆς τρίτης εἰς δοῦλον ἢ εἰς μισθωτόν.

  Ὁ Ἥλιος ὁρῶν τὸν τῆς τύχης κλῆρον εὔκολον τὴν εὕρεσιν ἐμφαίνει, ἡ δὲ Σελήνη μόνη ἄνευ τοῦ Ἡλίου τὸν κλῆρον ὁρῶσα δύσκολον μηνύει τὴν εὕρεσιν, ἐὰν δὲ μηδέτερος τῶν φωστήρων ὁρᾷ τὸν τῆς τύχης κλῆρον οὔτε τὸ ἀπολωλὸς κτῆμα εὑρεθήσεται οὔτε ὁ δοῦλος εἴπερ φεύγει. Σελήνη ἐν ταῖς ἐσχάταις οὖσα μοίραις τοῦ ζῳδίου τὸ κλαπὲν ἐξ ἄλλου τόπου εἰς ἄλλον μετατίθησι. Ἥλιος πρὸς τὴν Σελήνην τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος τὸν κλέπτην φανερὸν ποιεῖ. Ἐὰν δὲ τῶν μὲν ἀπὸ τοῦ Ἡλίου σημείων εὕρεσιν φαινόντων ἐξ ἄλλων δὲ σημείων ἀνεύρετον στοχάζηται, παρολκήν τινα χρόνου λαβὸν τὸ κλαπὲν ὕστερον εὑρεθήσεται· ἡ γὰρ τοῦ Ἡλίου δύναμις ἰσχυροτάτη οὖσα καὶ τὰ ἐξ αὐτοῦ σημεῖα βεβαιότερα παρέχει. Ἥλιος πρὸς τὸν ὡροσκόπον τρίγωνος ἢ τετράγωνος ἢ διάμετρος τὰ αὐτὰ σημαίνει ὅσα καὶ σὺν τῇ Σελήνῃ ὢν ἐσήμανεν (τουτέστι τετράγωνος, τρίγωνος, διάμετρος). Ὅσα δὲ περὶ τῶν κλεπτόντων εἴρηται τοσαῦτα καὶ περὶ τῶν δραπετευόντων δούλων δεῖ σκοπεῖν.

μγ. Τί τὸ ἀπολεσθέν

  Σελήνη ἐν ὁρίοις Κρόνου οὖσα τοῦ Κρόνου ὄντος εἴτε ἐν Ζυγῷ ἢ ἐν τῷ μεσουρανήματι, τίμιον οὐκ ἔσται τὸ ἀπολωλὸς ἀλλὰ παλαιὸν ἢ ῥυπαρόν, τοῦ δὲ Κρόνου ὄντος εἰς ἓν τῶν ἀποκλιμάτων ἢ ἐν Κριῷ ἄτιμον καὶ εὐτελὲς καὶ ῥυπαρὸν καὶ παλαιὸν ἀπώλετο, ἐὰν δὲ πρὸς τούτοις καὶ αὐτὸς ὁ Κρόνος μαρτυρῇ τῇ Σελήνῃ ἔσται τὸ κλαπὲν τραχὺ καὶ ἁρμόζον ἔργοις σκληροῖς οἷον δίκελλα, σάκκος, σχοινίον, δρέπανον. Σελήνη ἐν ὁρίοις Διὸς τὸ κλέμμα δηλοῖ χρυσὸν ἢ ἄργυρον ἢ ἐσθῆτα πολυτελῆ ἢ κειμήλιόν τι ἔνδοξον. Σελήνη ἐν ὁρίοις Ἄρεως δηλοῖ τὸ κλαπὲν εἶναι τὸ συντεῖνον εἰς ἐργασίαν διὰ πυρὸς ἢ σιδήρου ἤ τινος τοιούτου, ἐὰν δὲ τούτων ὄντων καὶ ὁ Ἄρης ἢ ὁ Ἑρμῆς βλέψῃ ἔσται τὸ κλαπὲν εὔμορφον, ἐράσμιον, ποικίλως καὶ εὐτέχνως εἰργασμένον, ἐὰν δὲ ἄνευ τοῦ Ἄρεως ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη ἴδωσι τὴν Σελήνην τερπνόν τι καὶ καλὸν καὶ εὔχρουν ἀπώλετο.

  Σελήνης ἐν ὁρίοις Ἀφροδίτης οὔσης ἔσται τὸ ἀπολωλὸς χρυσὸς ἢ ἄργυρος ἢ λίθοι τίμιοι ἢ ἱμάτια ποικίλα καὶ πολύτιμα ἢ ἐνώτια ἢ περιτραχήλια ἢ ψέλλια καὶ ἁπλῶς γυναικεῖα κόσμια εὐωδιάζοντα ἢ μύρα καὶ ἀλείμματα, ἐὰν δὲ πρὸς τούτοις καὶ ἡ Ἀφροδίτη καὶ ἡ Σελήνη ἐν θηλυκοῖς ὦσι ζῳδίοις κτήματα γυναικὸς ἀπώλοντο, ἐὰν δὲ καὶ ὁ Ἄρης μαρτυρῇ τῇ Ἀφροδίτῃ ὑέλινα ἔργα τορευτά, ποικίλα, εὔμορφα δηλοῦται. Σελήνη ἐν ὁρίοις Ἑρμοῦ, γραμματεῖα, βίβλοι, νομίσματα, τόμοι ἢ χρήσιμόν τι τοῖς ὁδοιποροῦσιν ἐκλάπη.

  Ἵνα δὲ βεβαιότερον δυνώμεθα περὶ τούτων καταστοχάζεσθαι δεῖ καὶ τὰς τῶν ζῳδίων φύσεις ὁρᾶν οὕτως. Σελήνης ἐν Κριῷ ἱμάτια, νήματα, ἔρια, τάπητας, κεφαλοδέσμια λέγε τὰ ἀπολωλότα, Σελήνης ἐν Ταύρῳ χρυσός, ἄργυρος, ἐσθής, μαφόριον, περιτραχήλιον ἀπώλετο ἢ πρόβατα ἢ καὶ κτήνη τετράποδα, Σελήνης ἐν Διδύμοις νομίσματα, συμβόλαια, χάρται, εἰκόνες καὶ ὅσα χρήσιμα εἰς εὐωχίαν, Σελήνης ἐν Καρκίνῳ καὶ Αἰγοκέρωτι τὰ τοῖς ἀνθρώποις ἐφήμερα οἷον τρόφαιον ἢ ὑγρόν τι εὐτελὲς καὶ ὀλίγον, Σελήνης ἐν Λέοντι καὶ Ὑδροχόῳ χρυσᾶ ἔργα ἢ ἀργυρᾶ ἢ χαλκᾶ, Σελήνης ἐν Παρθένῳ κόσμια καὶ νομίσματα ἀπώλοντο, Σελήνης ἐν Ζυγῷ ἀρώματα, ἀλείμματα, μύρα καὶ ὅσα σταθμῷ πιπράσκεται καὶ ὅσα σύνθετα, χειρόπλαστα οἷον τροχίσκοι, θυμιάματα ἢ τορευτά τινα ἀπώλοντο, Σελήνης ἐν Σκορπίῳ χρυσός, ἄργυρος, χαλκός, λίθοι τίμιοι καὶ ὅσα τούτοις ὅμοια ἀπώλοντο, Σελήνης ἐν Τοξότῃ καὶ Ἰχθύσι ποικίλα, πολυειδῆ, εὐμεγέθη, εὐκατασκεύαστα.

  Σελήνης αὐξιφωτούσης καὶ τοῖς ἀριθμοῖς προστιθείσης νεοκατασκεύαστα δηλοῖ καὶ καινά, εἰ δὲ λήγει καὶ τοῖς ἀριθμοῖς ἀφαιρεῖ παλαιὰ δηλοῖ τὰ ἀπολεσθέντα. Ἐὰν ζῴδιον δίσωμον ὡροσκοπῇ ἢ διπλοῦν τι καὶ συνεζευγμένον ἀπώλετο ἢ δύο τινά. Ἀλλὰ καὶ ἡ Σελήνη ἐν δισώμῳ οὖσα τὸ αὐτὸ θεσπίζει. Ἀπὸ τῆς ἐποχῆς τῆς Σελήνης ἕως τῆς τοῦ Ἑρμοῦ ἐποχῆς λαβὼν τὸ τῶν μοιρῶν διάστημα σκέπτου πόσων ζῳδίων ἐστὶν ὁ τῶν μοιρῶν ἀριθμός, καὶ εἰ μὲν ἄρτια ὦσι τὰ ζῴδια οὐχ ἓν μόνον ἀπόλλυται ἀλλὰ πλείω, εἰ δὲ περισσὰ ἓν μόνον ἀπόλλυται.

μδ. Τίς ὁ κλέπτης

  Ἐὰν τὸν ὡροσκόπον ὅ τε Ἥλιος καὶ ἡ Σελήνη βλέπωσιν ἐκ τοῦ οἴκου τὸν κλέπτην εἶναι θεσπίζουσιν, ἐὰν δὲ μόνος ὁ εἷς φωστὴρ βλέπῃ τὸν ὡροσκόπον ἔξωθεν μὲν τὸν κλέπτην εἶναι καὶ οὐχὶ τοῦ οἴκου τινὰ ἀλλ’ ὅμως τῶν ἐπιμισγομένων συχνῶς τῷ οἴκῳ, ἐὰν δὲ μηδέτερος τῶν φωστήρων βλέπῃ τὸν ὡροσκόπον ξένον καὶ ἀλλοδαπῆ λέγε τὸν κλέπτην.

  Τὴν δὲ τοῦ κλέπτου μορφὴν καὶ ἰδέαν ἐκ τῶν ἀστέρων γνωσόμεθα καὶ πρῶτον μὲν καὶ προηγουμένως ἐκ τοῦ ὄντος ἐν τῇ δύσει ἀστέρος, εἰ δὲ μηδένα ἔχει τὸ δῦνον ἐκ τοῦ ὄντος ἐν τῷ θ′ τόπῳ ἀστέρος, εἰ δὲ μηδ’ ἐνταῦθα εἴη τις ὁ ἐν τῷ ιβ′ τόπῳ ὢν ἀστὴρ δηλώσει, εἰ δὲ μὴ ἐνταῦθα εἴη τις ὁ ἐπέχων τῇ Σελήνῃ σωματικῶς ἤγουν συνάπτων αὐτῇ, εἰ δὲ μηδεὶς κολλᾷ τῇ Σελήνῃ σκέπτου τίς πρὸ ἐπτὰ ἡμερῶν τῆς κλοπῆς φάσιν τινὰ ἢ στηριγμὸν ἐποίησεν ἢ ἀπὸ ζῳδίου εἰς ζῴδιον μετῆλθε καὶ ἐξ ἐκείνου τοῦ ἀστέρος γνώσῃ τὴν τοῦ κλέπτου μορφήν τε καὶ ἰδέαν.

με. Περὶ τῆς ἰδέας τῶν κλεπτῶν

  Ἐὰν ὁ τοῦ Διὸς ἀστὴρ δηλοῖ τὸν κλέπτην ἔσται λευκόξρους, εὐέκτης, μεγαλόφθαλμος, μικρὰς τὰς κόρας ἔχων, οὐκ ὀξυδορκῶν, ἀγαθογνώμων, εὔσαρκος, εὐτραφής, δασυγένειος. Ἐὰν δὲ ὁ τοῦ Κρόνου δυσειδὴς ἔσται ὁ κλέπτης, μέλας, μυωπάζων, μικρόφθαλμος, ῥυτίδας ἐν τῷ σώματι ἔχων, χλωρός, ψεύστης, κρυψίνους, σκολιόφρων, δασύς, στυγνοπρόσωπος, ὀζόχρωτος. Ἐὰν δὲ ὁ τοῦ Ἄρεως ἔσται ξανθός, τετανόθριξ, γοργόμματος, στρογγυλοπρόσωπος, ὦτα ἔχων μικρά, χαροπός, νουνεχής, ἀλλοπρόσαλλος, ὀξυόρμητος, ἕτοιμος εἰς τὸ ἐξορμᾶν. Ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης ἔσται εὔμορφος ὁ κλέπτης, εὔκομος, εὐόφθαλμος, μελανόμματος, λευκόχρους καὶ ἠρέμα ὑπό τι μελάγχρους, εὔσαρκος, ἀγαθογνώμων. Ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ ἔσται ἰσχνὸς ὁ κλέπτης, ὑπόξηρος, σύμμετρος, οὐλόθριξ, εὐγένειος, ποικιλογνώμων, ὑπόχλωρος. Ἐὰν δὲ ὁ Ἥλιος ἢ ἡ Σελήνη εὑρεθῇ τὸν κλέπτην δηλῶν τοιοῦτον δηλώσει αὐτὸν εἶναι κατὰ τὴν μορφὴν ὁποίῳ ἂν τῶν ἀστέρων συγκραθῶσιν. Ἐὰν δὲ μηδενὶ τῶν ἀστέρων συνοικειωθῶσιν ἀλλὰ μόνοι καθ’ ἑαυτοὺς ὦσιν ὁ μὲν Ἥλιος δηλοῖ τὸν κλέπτην εὐτραφῆ, πυκνὸν καὶ ἠρέμα ὕπωχρον, ἡ δὲ Σελήνη μόνη εὔκρατον, εὐόφθαλμον, εὔσαρκον, στρογγυλοπρόσωπον.

  Ἀκριβέστερον δὲ μαθήσῃ περὶ τῶν αὐτῶν οὐ μόνον τοὺς ἀστέρας σκοπῶν ἀλλὰ καὶ τὰ ζῴδια ἐν οἷς εὑρίσκονται οἱ δηλοῦντες ἀστέρες. Ὁ μὲν γὰρ Κριὸς δασεῖς, εὐμήκεις δηλοῖ τοὺς κλέπτας, τῷ προσώπῳ νεύοντας κάτω, οὐλότριχας, δειλούς, παιγνιώδεις, αἰσχρολόγους, ὁ δὲ Ταῦρος σιμούς, δασεῖς τῷ σώματι, προκεφάλους, εὐρυμετώπους, τρίχας ἔχοντας ἀνεσταλμένας, κρυψίφρονας, ὑποκρίσει ἐξαπατῶντας, ἐπίπλαστον ἐπιείκειαν ἔχοντας, τοὺς δὲ μυκτῆρας πλατεῖς, παχυαύχενας, μελανοφθάλμους, λεπτοχείλους, ὀφρύας μεγάλας ἔχοντας, οἱ δὲ Δίδυμοι συμμέτρους δηλοῦσιν, ἐπίρρινας, τρυφερούς, ἀγαθογνώμονας, τοὺς δὲ ὤμους ἔχοντας εὐτυπώτους, τινὰς δὲ καὶ γράμματα γινώσκοντας καὶ πιστευομένους,

  ὁ δὲ Καρκίνος δηλοῖ ὀστώδεις, δασύτριχας, πλατυπροσώπους, μελανόξροας (τινῶν δὲ καὶ οἱ ὀδόντες διεστραμμένοι εἰσίν), συμμέτρους τῷ μήκει, τὰ δὲ κάτω μέρη μείζονα ἔχοντας, ὁ δὲ Λέων γλαυκούς, πυρρούς, εὐμόρφους, τὰ ἐπάνω μέρη μείζονα ἔχοντας, λεπτὰς κνήμας ἔχοντας, ἀγριογνώμονας, ἀγριοπροσώπους, γαστριμάργους, τινὰς δὲ καὶ παλαίειν εἰδότας, ἡ δὲ Παρθένος συμμέτρους τῇ ἡλικίᾳ, εὐπλάστους τῷ σώματι, ὀρθίους τὴν ἰδέαν, κοσμίους τὸ ἦθος καὶ ἢ πιστοὺς διὰ γραμμάτων ἤ τινα τέχνην διὰ γραμμάτων μαθόντας,

  ὁ δὲ Ζυγὸς εὐοφθάλμους, λευκόχροας, εὐχρήστους εἰς διακονίαν, εὐπλάστους τοῖς μέλεσιν, εὐρύθμους, εὐτραπέλους, κατωφερεῖς πρὸς γυναῖκας, ὁ δὲ Σκορπίος ἀνεσταλμένους ταῖς θριξίν, ὑπογλαύκους, μεσοφθάλμους, στρογγυλοπροσώπους, τὴν φάρυγγα προπετῆ ἔχοντας, μακροκνήμους, εὔποδας, πλατυθώρακας, ἅρπαγας, θρασεῖς, βασκάνους, τολμηρούς, ῥιψοκινδύνους, ὁ δὲ Τοξότης μεγαλοσκελεῖς, εὐκνήμους, εὐπλάστους, τινὰς δὲ καὶ φαλακρούς, ὀξυγενείους, ἐρυθρόχροας, προγάστορας, ὠκύποδας, κολυμβητάς, φιλοπροβάτους, εὐπορίστους, δαπάνους, ὀργίλους,

  ὁ δὲ Αἰγόκερως δασεῖς, λεπτοσκελεῖς, ὀστώδεις, κάτω νενευκότας, αἰγοφθάλμους, ὀξυγενείους, ἀμφιβόλους, ἀβεβαίους, γελωτοποιούς, ὑπομώρους, ὁ δὲ Ὑδροχόος μεσήλικας, σεμνοπροσώπους, εὐγενείους, φιλοπαίγμονας, δαπανηρούς, τρυφητάς, τὴν ἑτέραν δὲ κνήμην τῆς ἑτέρας παχυτέραν ἔχοντας, ἐν οἷς ἐπιτηδεύουσι δυστυχοῦντας, οἱ δὲ Ἰχθύες πλατυώμους, εὔτριχας, μικροκεφάλους, στενομετώπους, μελανοφθάλμους, ἀπαθεῖς, διγνώμους, πολυτρόπους, ἄλλα μὲν μεταχειριζομένους ἐν διανοίᾳ, ἄλλα δὲ διώκοντας.

  Καὶ οὗτοι μὲν οἱ στοχασμοὶ ἔκ τε τῶν ἀστέρων καὶ ἐκ τῶν ζῳδίων ἔστωσαν εὑρίσκεσθαι, ἀλλ’ οὐ δεῖ πάντα τὰ σημεῖα ἀνελλιπῶς ἐφ’ ἑκάστου εὑρίσκεσθαι νομίζειν ἀλλ’ ὅσα ἐνδέχεται ἐντέχνως ἐπεξιέναι ἔκ τε τῶν συσχηματιζομένων ἀστέρων συνεπικρίνειν τὸν στοχασμόν. Ἐὰν δὲ τῷ σημαίνοντι τὸν κλέπτην ἀστέρι ἀγαθοποιὸς μαρτυρῇ ἐλεύθερος ἔσται ὁ κλέπτης, ἐὰν δὲ κακοποιὸς δοῦλος ἢ πένης ἢ μισθωτός. Ἐὰν δὲ Ἀφροδίτη σημαίνῃ τὸν κλέπτην αἰτία τῆς κλοπῆς ἔσται γυνή, ἐὰν δὲ Ἑρμῆς παῖς, ἐὰν δὲ Ἄρης ἀκμαῖος, ἐὰν δὲ Ζεὺς μεσῆλιξ, ἐὰν δὲ Κρόνος γέρων.

  Πάλιν ἐὰν ὁ τὸν κλέπτην σημαίνων ἀστὴρ ἐπὶ Κρόνου, Διός, Ἄρεως ἑῷος ᾖ ἀνατολικὸς παῖδα τὸν κλέπτην θεσπίζει, ἐὰν δὲ τὸν πρῶτον στηριγμὸν ποιῇ ἀκμαῖον, ἐὰν δὲ ἀκρόνυχος ᾖ μεσήλικα, ἐὰν δὲ τὸν δεύτερον στηριγμὸν ποιῇ μεσαιπόλιον, ἐὰν δὲ τὴν ἑσπερίαν κρύψιν γέροντα. Ἔστω οὖν τὸν Κρόνον σημαίνοντα τὸν κλέπτην ἐπὶ ἑῴας ὄντα ἀνατολῆς· οὔτε οὖν παῖς ἐστιν ὁ κλέπτης διὰ τὸ ἑῷον οὔτε γέρων διὰ τὸν Κρόνον, ἀλλὰ μεσῆλιξ μεμιγμένου τοῦ στοχασμοῦ ἔκ τε τοῦ παιδὸς καὶ τοῦ γέροντος.

  Ἐπὶ δὲ Ἀφροδίτης καὶ Ἑρμοῦ εἰ μέν εἰσιν ἑσπέριοι ἀνατολικοὶ νέους ἢ νέας δηλοῦσι τοὺς κλέπτας, εἰ δὲ μετὰ τὸν πρῶτον στηριγμὸν ἑσπέριοι δυτικοὶ μεσήλικας, εἰ δὲ ἑῷοι ἀνατολικοὶ πρεσβυτέρους· τινὲς δὲ λέγουσιν ὅτι ἐὰν ἡ Ἀφροδίτη καὶ ὁ Ἑρμῆς ὦσιν ἑῷοι ἀνατολικοὶ δηλοῦσι τὸν κλέπτην νέον ἢ νέαν, ἐὰν δὲ δυτικοὶ γέροντας ἢ γηραιάς. Πάλιν ἐὰν ὁ τὸν κλέπτην σημαίνων ἀστὴρ εἰς τὸ ἴδιον ὕψωμα ᾖ μέγαν τῷ σώματι καὶ εὐμεγέθη μηνύει τὸν κλέπτην, ἐὰν δὲ ἐν τοιούτῳ ζῳδίῳ ᾖ ἔνθα ταπεινοῦται μικρόν, σὺ δὲ κατὰ τὸ τῆς ἀποστάσεως ἀνάλογον συλλογίζου περὶ τῆς τοῦ μεγέθους πηλικότητος.

  Οἷον ἔστω ὁ τὸν κλέπτην δηλῶν Ἄρης ἐπέχων τοῦ Κριοῦ τὸν τρίτον δεκανόν· λέγομεν ὅτι τῷ μεγέθει μέσος ἐστὶν ὁ κλέπτης (ἀπὸ γὰρ Αἰγοκέρωτος τοῦ τρίτου δεκανοῦ τὸ μέσον ἐστὶ διάστημα τοῦ ἡμικυκλίου). Ἑὰν δὲ ἦν ἐν Ἰχθύσιν ἢ ἐν Σκορπίῳ μεῖζον τοῦ μέσου τὸ μέγεθος ἐλέγομεν ἄν, ἐὰν δὲ ἐν Ταύρῳ ἢ Παρθένῳ ἔλασσον τοῦ μέσου. Ἐὰν δὲ ὁ τὸν κλέπτην ὑποφαίνων ἀστὴρ τύχῃ μετὰ τὸ γενέσθαι τὴν κλοπὴν εἴσω ἡμερῶν ἑπτὰ ὑπὸ τὰς τοῦ Ἡλίου αὐγὰς πεσὼν γίνωσκε ὅτι ἐν κακῷ τινι ὁ κλέπτης ἐμπέπτωκεν, ἐὰν δὲ πρὸς τούτῳ καὶ ὑπὸ Ἄρεως μαρτυρῆται τραύμασιν ἢ βασάνοις ἢ κινδύνοις χαλεποῖς περιπετὴς ἐγένετο. Ἐὰν δὲ τὸν τῆς τύχης κλῆρον μὴ βλέπῃ κακοποιὸς οὐ γέγονε κλοπὴ ἀλλὰ μόνον παρέπεσέ που τὸ ζητούμενον καὶ κρύπτεται, καὶ ἐὰν μόνος ὁ Ἥλιος τὴν τύχην ὁρᾷ οὐδὲ ἐκλάπη ἀλλὰ κρύπτεται.

μϛ. Τίνι τρόπῳ ἀπώλετο

  Ἐὰν ὁ Κρόνος μαρτυρῇ τῷ τε ὡροσκόπῳ καὶ τῇ Σελήνῃ δηλοῖ διά τινος δόλου καὶ ἐνέδρας γεγονέναι τὴν κλοπήν, ἐὰν δὲ ὁ Ζεὺς δηλοῖ τὸν κλέπτην διά τινος ἐπιπλάστου ἤθους ἀγαθοῦ καὶ ὑποκρίσει ἐπιεικείας πιστευθέντα κλέψαι ἃ ἔκλεψεν, ἐὰν δὲ ὁ Ἄρης δυνάμει καὶ βίᾳ ἢ τοιχωρυχίᾳ ἢ ὑποβολῇ κλειδίου ἑτέρου ἢ θύρας μετοχλήσει δηλοῖ γενέσθαι τὸ κλέμμα, ἐὰν δὲ ἡ Ἀφροδίτη διὰ φιλικὰς προφάσεις ἢ ἑταιρείας ἢ εὐφροσύνας ἢ γυναῖκας, ἐὰν δὲ ὁ Ἑρμῆς διὰ πανουργίας.

μζ. Περὶ δραπετῶν

  Γνωσόμεθα τὸν μὲν δραπέτην ἐκ τῶν τῇ Σελήνῃ καὶ τῷ ὡροσκόπῳ συμβεβηκότων, τὸν δὲ δεσπότην ἐκ τῶν τῷ Ἡλίῳ καὶ τῷ μεσουρανήματι. Ἐὰν οὖν ἡ Σελήνη ἢ ὁ ὡροσκόπος ἤτοι ἐν τροπικοῖς ἢ ἰσημερινοῖς τύχωσι ζῳδίοις ἐμποδισμοὶ συμβήσονται τῷ φυγόντι καὶ οὐ μὴ δυνηθῇ πόρρω που ἀφικέσθαι οὔτε διὰ γῆς οὔτε διὰ θαλάσσης, ἐὰν δὲ ἐν δισώμοις οὐκ ἔφυγε μόνος ἀλλ’ ἔχει στερεότητα καὶ καρτερίαν. Ἐὰν δὲ ὡροσκοπῇ ζῴδιον πλάγιον, κακὸν τῷ φυγόντι (πλανηθῆναι γὰρ ἔχει κατὰ τὴν ὁδόν), ἐὰν δὲ ὀρθὸν ἐκεῖ ἀπελεύσεται ὅπου ἂν βουληθῇ. Σελήνη ἐν δισώμῳ οὖσα ζῳδίῳ ἕως τῶν ιε′ μοιρῶν δηλοῖ ὅτι ὁ δραπέτης τότε πρῶτον ἔφυγεν ἀλλὰ καὶ ἐκ δευτέρου πάλιν φεύξεται, ἡνίκα δὲ μετὰ τὰς ις′ μοίρας ἕως τῆς τριακοστῆς δηλοῖ ὅτι καὶ πρότερον ἀπέδρα καὶ οὐ μόνον τότε.

  Σελήνη ὡροσκοποῦσα μὲν τὸν δραπέτην ἐπ’ ἀνατολὰς ὁρμῆσαι λέγει, μεσουρανοῦσα δὲ ἐπὶ νότον, δύνουσα δὲ ἐπὶ δυσμάς, ἐν τῷ ὑπογείῳ δὲ κέντρῳ οὖσα ἐπὶ βορρᾶν. Ἐν δὲ τοῖς μεταξὺ διαστήμασιν ἀναλόγως, οἷον ἐν μὲν τῷ ἐννάτῳ ἐπὶ νότον δυτικώτερον, ἐν δὲ τῷ η′ πρὸς δυσμὰς νοτιώτερον, καὶ ἐπὶ τῶν ἄλλων τόπων ὁμοίως. Ἐὰν ὁ Ἄρης στηρίζων εἴτε κατὰ σῶμα εἴτε κατὰ ἀκτῖνα συνάπτῃ τῇ Σελήνῃ ὁ φυγὼν ἢ τεθνήξεται ἢ δεθήσεται κρατηθεὶς ἢ ἐν εἱρκτῇ ἐμπεσεῖται, καὶ μάλιστα ἐὰν καὶ ὁ Κρόνος αὐτὴν θεωρήσας βλάψῃ· τότε γὰρ ἢ κρύφα ἢ φανερῶς ἐπιβουλευθεὶς ἀπολεῖται. Ἐὰν δὲ Κρόνος στηρίζων τὴν Σελήνην ἴδῃ ἢ συναφὴν αὐτῆς ἐπέχῃ αὐτοχειρίᾳ ὁ φυγὼν ἀπάγξεται ἐὰν μή τις ἀγαθοποιὸς ἰδὼν τὴν Σελήνην λύσῃ τὴν κάκωσιν. Ἐὰν δὲ ὁ Κρόνος μὴ στηρίζων δέχηται τὴν Σελήνην ὁ φυγὼν ὅσα μὲν βαστάζει ἀπολέσει, αὐτὸς δὲ κακῶς ἔχων τῷ ἰδίῳ δεσπότῃ ἀχθήσεται ἢ ἐν τῇ ξένῃ δεσμώτης ἔσται.

  Ὅταν δὲ ἀγαθοποιοὶ ὁρῶσι τὴν Σελήνην ἢ συνάπτωσιν αὐτῇ ἢ ὡροσκοπῶσι καλόν ἐστι τῷ φυγόντι· ἢ γὰρ ἐπιθαρσύνουσιν αὐτὸν ἢ τελέως ἐλευθεροῦσιν. Κρείσσων δέ ἐστιν ἡ Ἀφροδίτη ἐν τοῖς τοιούτοις τῷ φεύγοντι καὶ τῷ κλέπτῃ διότι κἂν ζωγρηθῶσιν οὐδὲν κακὸν πείσονται ὑπὸ τῶν δεσποτῶν ἕνεκα τῆς Ἀφροδίτης ἀλλὰ τιμιώτεροι πάλιν γενήσονται. Σελήνης αὐξιφωτούσης ὁ φυγὼν δυσκόλως εὑρεθήσεται (οὐδὲ γὰρ φοβούμενος τὸν ἑαυτοῦ δεσπότην κρύπτεται), Σελήνης ληγούσης ὁ φυγὼν οὔτε μακρὰν δύναται ἀπελθεῖν οὔτε ἐπὶ πολὺν χρόνον λαθεῖν (εἵμαρται γὰρ αὐτὸν ἁλῶναι). Ἡλίου δύνοντος, Κρόνου ἐν τῷ η′ ἐπιδύνοντος ἐάν τινος δοῦλος ἀποδρᾷ πρὶν εὑρήκωσι τὸν δοῦλον ὁ δεσπότης αὐτοῦ τελευτήσει.

  Τῶν κακοποιῶν ἤτοι μεσουρανούντων ἢ μετὰ τοῦ Ἡλίου ὄντων ἐάν τινος δοῦλος φύγῃ συμφέρει τῷ δεσπότῃ μὴ ζητεῖν αὐτόν· οὐχ εὑρήσει γὰρ αὐτόν, ἀλλ’ εἰ καὶ εὑρέθη οὐ τοσοῦτον ὠφεληθήσεται ὅσον βλαβήσεται. Σελήνης δυνούσης, Ἄρεως ἐπιδυομένου, μηδενὸς ἀγαθοποιοῦ μαρτυροῦντος τῇ Σελήνῃ κάκιστον θάνατον τῷ φυγόντι δηλοῖ. Σελήνης δυνούσης, Ἑρμοῦ ἐπιδυομένου, Ἄρεως δὲ ἐκ τῶν δεξιῶν τὸν Ἑρμῆν τριγωνίζοντος ἀπὸ τοῦ ὑπογείου, χαλεπὸς θάνατος τῷ φυγόντι δηλοῦται. Σελήνης ὑπὸ τὰς αὐγὰς οὔσης τοῦ Ἡλίου καὶ ὑπὸ Ἄρεως ὁρωμένης ὁ φυγὼν ἢ ἀπὸ πυρὸς ἢ ἀπὸ σιδήρου ἀπόλλυται.

  Εἰ δὲ θέλεις καὶ τὴν ποιότητα τοῦ ὀλέθρου καὶ ὑπὸ τίνων γίνεται σκέπτου οὕτως· σκόπει γὰρ τὸ ζῴδιον ὅπερ ἐπέχει ἡ Σελήνη καὶ τὸν ὡροσκόπον τῆς καταρχῆς. Ἐὰν μὲν οὖν ὦσιν ἀνθρωπόμορφα ὑπὸ λῃστῶν καὶ ἁπλῶς ἀνθρώπων τὰ κακὰ γίνεται, ἐὰν δὲ τετράποδα ὑπὸ θηρίων, εἰ δὲ ἀναμίξ (τουτέστι τὸ μὲν ἀνθρωπόμορφον, τὸ δὲ τετράπουν) ὑπὸ πολεμίων ἱππέων, ἐὰν δὲ γεώδη ὑπὸ κρημνισμῶν ἢ συμπτωμάτων. Ἐὰν δὲ τὴν Σελήνην ὡς εἴρηται ὕπαυγον οὖσαν ὁ Κρόνος ἐκ ζῳδίου καθύγρου ἴδῃ Λέοντος ὡροσκοποῦντος βεβαιότερον τὸ κακὸν δηλοῦται· οὔτε γὰρ ὁ φυγὼν εὑρεθήσεται, ἀλλὰ διαφθαρήσεται, οὔτε τὸ ἀπολωλὸς εἶδος. Ἐὰν δὲ τῇ τοιαύτῃ τῆς Σελήνης κακώσει καὶ ὁ Ἑρμῆς συμπνεύσῃ οἱ δραπέται αὐτόχειρες ἀποθνῄσκουσιν. Τὰς δὲ προειρημένας κακώσεις οἱ ἀγαθοποιοὶ ἀναλύουσιν ἐπιθεωρήσαντες, καὶ μάλιστα ἔξαυγοι ὄντες.

  Σελήνης πρὸς Ἄρεα μὴ στηρίζοντα φερομένης ἀλλὰ προσθετικῆς ὁ φυγὼν μαστίγων καὶ βασάνων πεῖραν λήψεται. Ἄρεως δύνοντος, Σελήνης ἐπιδυομένης, τοῦ Διὸς ἐπιθεωροῦντος αὐτήν, ὁ φυγὼν διὰ μὲν τὸν Ἄρεα φόβους καὶ κινδύνους ὑποστήσεται, διὰ δὲ τὸν Δία ῥυσθήσεται ἐκ τῶν κακῶν. Κἂν οἱ κακοποιοὶ τὸ ὑπόγειον κέντρον ἢ τὸ μεσουράνημα ἢ τὸ δῦνον περιέχωσιν ὁ φυγὼν δεσμώτης γενόμενος ἐν εἱρκτῇ ἀποθνῄσκει. Σελήνης μεσουρανούσης καὶ ὑπὸ τῶν κακοποιῶν περιεχομένης, τοῦ μὲν Ἄρεως ἐκ τῶν δεξιῶν, τοῦ δὲ Κρόνου ἐκ τῶν εὐωνύμων, ὁ φυγὼν ἀγχόνῃ διαφθαρήσεται, ἐὰν δὲ ὁ μὲν Ἄρης ἐκ τῶν εὐωνύμων, ὁ δὲ Κρόνος ἐκ τῶν δεξιῶν αὐτὴν περιέχωσιν, ὁ φυγὼν ἀνασταυρωθήσεται. Σελήνης μεσουρανούσης ἢ δυνούσης ἢ ἐν τῷ ὑπογείῳ κέντρῳ οὔσης ὑπὸ Ἡλίου καὶ Ἄρεως περιεχομένης ὁπόθεν ἑκάτερος τύχῃ ἢ δεξιὸς ἢ εὐώνυμος ὁ φυγὼν ζῶν πυρὶ παραδοθήσεται.

  Ὁ τῆς Σελήνης οἰκοδεσπότης ὕπαυγος ὢν καὶ μὴ θεωρῶν τὴν Σελήνην τοῦ φυγόντος τὸν δεσπότην δηλοῖ ταχέως ἀποθνῄσκειν. Τῆς Σελήνης καὶ τοῦ οἰκοδεσπότου αὐτῆς καὶ τοῦ ὡροσκόπου ἐν τροπικοῖς ζῳδίοις ὄντων ὁ φυγὼν ἐν μετανοίᾳ γενόμενος ἑκουσίως πρὸς τὸν δεσπότην ὑποστρέψει. Ἐὰν δὲ ἡ Σελήνη ὁρᾶται ὑπό τε ἀγαθοποιοῦ καὶ κακοποιοῦ οὐ διαφεύξεται ὁ φυγὼν τὸν δεσπότην, καὶ μάλιστα ὅταν ὁ κακοποιὸς τετράγωνος ἢ διάμετρος ᾖ πρὸς τὴν Σελήνην, καὶ ἐν ἐκείναις σχεδὸν ταῖς ἡμέραις ἐν αἷς ἡ Σελήνη διέρχεται κατὰ περίπατον εἰς τὰς τοῦ κακοποιοῦ μοίρας τῆς ἐποχῆς ἤτοι ἀγρευθήσεται ὁ φυγὼν ἢ κακῷ τινι περιπεσεῖται.

  Τῆς Σελήνης καὶ τοῦ ὡροσκόπου ἀμφοτέρων κεκακωμένων καὶ ὑπὸ μηδενὸς τῶν ἀγαθοποιῶν βοηθουμένων ὁ φυγὼν κινδυνεύσει καὶ βλαβήσεται· τῆς Σελήνης καὶ τοῦ ὡροσκόπου ἀμφοτέρων βοηθουμένων ὑπὸ τῶν ἀγαθοποιῶν καὶ ἀκακώτων ὄντων ὑπὸ Κρόνου καὶ Ἄρεως ἐὰν ἐν στερεοῖς ζῳδίοις ὦσιν οἱ ἀγαθοποιοὶ ὁ φυγὼν οὐδέποτε εὑρεθήσεται, εἰ δὲ ἐν δισώμοις ἢ τροπικοῖς ζῳδίοις ἤτοι αὐτὸς ὁ φυγὼν μετανοήσας ὑποστρέψει ἢ καὶ ἄκων κρατηθήσεται μηδέν τι κακὸν ὑποστάς· δυσωπηθήσεται γὰρ ὁ δεσπότης καὶ οἶκτον αὐτοῦ λήψεται.

  Ὁ Ἥλιος τὴν Σελήνην καὶ τὸν ὡροσκόπον θεωρῶν πάντα τὰ λαθραῖα φανερὰ ποιεῖ. Ἐπὶ δὲ τῶν ὑποφαινουσῶν εὕρεσιν καταρχῶν ὁ μὲν Ἄρης ταχέως δηλοῖ τὴν εὕρεσιν, ὁ δὲ Κρόνος βραδέως. Διὸς δύνοντος ὁ φυγὼν ἐὰν καὶ κρατηθῇ οὐδὲν κακὸν πείσεται· ὁ γὰρ δεσπότης πραΰνεται. Ἡ Ἀφροδίτη εὕρεσιν ὑποφαίνουσα ἐν τόπῳ ἱερῷ τὸν φυγάδα δείκνυσιν εἶναι. Ἐάν τις ἀστὴρ ἐν οἴκῳ ἰδίῳ ὢν καὶ βλέπων τὸν ὡροσκόπον καὶ τὴν Σελήνην ᾖ δηλοῖ μὴ γεγονέναι φυγήν, ἀλλ’ εἴ τί που πλησίον πλανᾶται ὃν δοκεῖς πεφευγέναι, μακρὰν δὲ οὐκ ἀπῆλθεν. Πᾶς γὰρ ἀστὴρ ἀναποδίζων καὶ τὴν Σελήνην ὁρῶν καὶ τὸν ἴδιον οἶκον οὐ πεφευγέναι λέγει τὸν ζητούμενον ἀλλ’ ἐγγύς που πλανᾶσθαι.

  Ἡ Σελήνη καὶ ὁ ὡροσκόπος ἄνευ τινὸς ἀστέρος μαρτυρίας ὅταν ὦσιν ἐν ἑκάστῳ τῶν ζῳδίων καθ’ αὑτοὺς περὶ τοῦ προκειμένου κεφαλαίου ταῦτα μηνύουσιν ὡς ὑποτέτακται. Ὁ Κριὸς ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ταχέως πάλιν ἀνακομίζει, τινὲς δὲ καὶ ἑκουσίως ὑποστρέφουσιν, ἐὰν δὲ τῆς Σελήνης ἐν Κριῷ οὔσης ὡροσκοπῇ Λέων ἢ Τοξότης ἢ Ἰχθύες ἢ Δίδυμοι οὐχ εὑρεθήσεται ὁ φυγών. Ταῦρος ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον τὸν φυγόντα κομίζει εἰς οἶκον ἀνδρὸς δυνάστου διὸ καὶ δυσκόλως εὑρίσκεται. Δίδυμοι ἔχοντες τὴν Σελήνην ἢ τὸν ὡροσκόπον εἰ μὲν ἕως τῆς α′ πεντεκαιδεκαμοιρίας εἰσὶν ἢ εἴσω ἡμερῶν β′ ὁ φυγὼν εὑρεθήσεται ἢ μετὰ τὸν γ′ μῆνα ἢ ὄψεται αὐτὸν ὁ δεσπότης ἢ ἀκούσει παρ’ αὐτοῦ μήνυμα, εἰ δὲ μετὰ τὴν α′ πεντεκαιδεκαμοιρίαν ταχέως τὸν φυγόντα εὑρίσκει.

  Καρκίνος ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον τὸν φυγόντα εἰ μὴ εἴσω β′ ἡμερῶν εὑρεθείη σημαίνει ἐν ἱερῷ τόπῳ κρυπτόμενον βραδέως πάνυ εὑρεθήσεσθαι. Λέων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἔχων ἕως μοιρῶν ιε′ ἐπανάγει τὸν δραπέτην, ὑπὲρ δὲ τὰς ιε′ μοίρας ἀφανίζει αὐτὸν καὶ εἰς οἶκον πλουσίου τινὸς δυνάστου ἀποκομίζει διὸ καὶ δυσχερῶς εὑρεθήσεται. Παρθένος τὴν Σελήνην ἔχουσα ἢ τὸν ὡροσκόπον δυσχερῆ τὴν εὕρεσιν ἐμφαίνει τοῦ φυγόντος· διὰ γὰρ τὸ πτερωτὸν τοῦ ζῳδίου ἀφανῆ τὸν δραπέτην ἔσεσθαι ὑποσημαίνεται.

  Ζυγὸς τὴν Σελήνην ἔχων ἢ τὸν ὡροσκόπον ἐπανάγει μὲν τὸν δραπέτην ἀλλὰ προφασιζόμενόν τι καὶ δικαιολογούμενον ὑπὲρ τοῦ εὐλόγως πεφευγέναι. Σκορπίος τὴν Σελήνην ἔχων ἢ τὸν ὡροσκόπον εἰς ἱερὸν ἀποκομίζει τὸν δραπέτην, πολλάκις δὲ καὶ ἑκουσίως αὐτὸν ὑποστρέψαι ποιεῖ. Τοξότης ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ποιεῖ τὸν δραπέτην πλανᾶσθαι εἰς τόπους διαφόρους καὶ χρονίαν τὴν εὕρεσιν παρέχεται. Αἰγόκερως ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον τὸν δραπέτην ἐὰν εἴσω πέντε ἡμερῶν μὴ εὑρεθῇ ἀποθανεῖσθαι δηλοῖ καὶ τὸν τόπον αὐτοῦ μὴ γνωσθήσεσθαι. Ὑδροχόος ἔχων τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἐν μὲν ταῖς πρώταις ιε′ μοίραις ἐπανάγει τὸν δραπέτην, ἐν δὲ ταῖς ὑστέραις ἀφανίζει αὐτόν. Ἰχθύες ἔχοντες τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἐν μὲν ταῖς πρώταις μοίραις ιε′ ἀφανίζουσι τὸν φυγόντα, κατὰ δὲ τὰς λοιπὰς μοίρας φανερὸν ποιοῦσιν αὐτόν. Καὶ ταῦτα μὲν καθ’ αὑτὰ τὰ ιβ′ ζῴδια μηνύουσιν ἄνευ μαρτυρίας τινὸς ἀστέρος, ἐπεὶ δὲ ἡ ὡροσκόπησις τῆς καταρχῆς τοῦ φυγόντος ἄδηλός ἐστι, δεῖ τιθέναι ἐκεῖνον ὡροσκόπον ὁπότε ἤκουσεν ὁ τοῦ φυγόντος δεσπότης τὴν ἀγγελίαν τῆς φυγῆς.

  Καὶ ταῦτα μὲν ἐν τοῖς ἔπεσι Δωρόθεος, ἐκκείσθω δὲ καὶ τὰ παρὰ τῶν ἄλλων εἰρημένα καὶ ἐκ τῶν Συναγωγῶν τοῦ Νικαέως Πρωταγόρου· φησὶ δὲ οὕτως. Ἐὰν εὑρεθῇ ὁ οἰκοδεσπότης τοῦ ὡροσκόπου τῆς φυγῆς ἀναποδίζων ὁ φυγὰς αὐτομάτως ἐπανελεύσεται πρὸς τὸν δεσπότην, ἐὰν δὲ ἐν ἰδίῳ οἴκῳ εὑρεθῇ ἢ ὁρίοις καὶ μὴ ἀναποδίζων ὁ ἀποδρὰς ἔνδον τοῦ οἴκου ἐστὶν ἢ ἐν τῇ πόλει ἢ ἐν τῇ περιχώρῳ εὑρεθήσεται, καὶ θᾶττον ἐὰν ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ τύχῃ ὥσπερ βραδύτερον εἰ ἐν τῷ ὑπὸ γῆν εἴη.

  Τῆς δὲ Σελήνης οὔσης ἐν τῷ δεξιῷ τετραγώνῳ (τουτέστιν ἐν τῷ μεσουρανήματι) διὰ τῶν δεξιῶν μερῶν τῆς οἰκίας ἀφ’ ἧς πέφευγεν ὁ φυγὰς τὴν τῆς ἀποφυγῆς πάροδον πεποίηται, ἐν δὲ τῷ εὐωνύμῳ τετραγώνῳ ὁμοίως διὰ τῶν ἀριστερῶν μερῶν· ὁ γὰρ ὡροσκόπος ἀντὶ τῶν πυλῶν τῆς οἰκίας νοεῖται. Ἡ δὲ Σελήνη ἀπὸ τοῦ βορείου πέρατος βορρᾶν κατερχομένη μηνύει τὸν φυγάδα κατὰ μεσημβρίαν πεπορεῦσθαι καὶ εὑρεθήσεσθαι ἐν ἡμέραις κε′, νότον δὲ κατερχομένη ἐν τοῖς κατὰ δύσιν τόποις ἐν ἡμέραις μβ′ ἐν καθύγροις τόποις καὶ ἀνημέροις ἢ δυσχειμέροις, νότον δὲ ἀνερχομένη ἐν τοῖς ἀνατολικοῖς καὶ δυσκόλως μηνυθήσεσθαι ἐν ἡμέραις ξδ′, βορρᾶν δὲ ἀνερχομένη ἐν τοῖς ἀρκτῴοις τόποις καὶ δυσκόλως εὑρεθήσεσθαι μηνύει.

  Καὶ ἐκ τῆς τῶν ζῳδίων φύσεως καταστοχαστέον τὸν τόπον εἰς ὃν ἀπελεύσεται ὁ φυγών· οἷον Ἰχθύες μὲν λιμνώδεις καὶ ἑλώδεις σημαίνουσιν, ὁμοίως Ὑδροχόος, Αἰγόκερως ὑδρηλὰ χωρία καὶ παραθαλάσσια, ὁ δὲ Τοξότης τραχεῖς, ἀμπελῶνας, Κριὸς δὲ νομαίους καὶ πεδινούς, ὁ δὲ Ταῦρος ἐπιπέδους καὶ πεπονημένους τόπους, οἱ δὲ Δίδυμοι …, Καρκίνος δὲ ἐνύδρους καὶ χερσαίους, ὑψηλούς, Λέων δὲ προσάντεις καὶ τραχεῖς καὶ ἐρήμους, ἡ δὲ Παρθένος σιτοσπόρους, ὁ δὲ Ζυγὸς πεδινούς, ὁ Σκορπίος τραχεῖς καὶ λῃστρικούς, ἔχοντας καὶ ἀμπελῶνας, ὁ δὲ Ὑδροχόος παραποταμίους καὶ ἑλώδεις. Τινὲς δὲ καὶ τὰ κέντρα ἐμέρισαν οὕτως· τὸ μὲν δῦνον τῷ φεύγοντι, τὸ δὲ μεσουράνημα τῷ δεσπότῃ, τὸν δὲ ὡροσκόπον τοῖς βασταχθεῖσιν, τὸ δὲ ἀντιμεσουράνημα τῷ ἀπαντήσαντι. Τινὲς δὲ πάλιν καὶ οὕτως ἀπονέμουσιν· τὴν μὲν Σελήνην καὶ τὸν ὡροσκόπον τῷ φεύγοντι, τὸν δὲ Ἥλιον καὶ τὸ μεσουράνημα τῷ κυρίῳ.

  Ἐπιμελέστερον δὲ χρὴ προσέχειν τῇ Σελήνῃ· ἐμφαίνει γὰρ αὕτη πάντα. Καὶ πρῶτον τὸ ὑπὲρ γῆν ἡμισφαίριον διοδεύουσα εὔκολον τὴν εὕρεσιν ποιεῖται, τὸ δὲ ὑπὸ γῆν δύσκολον καθὼς καὶ λέγει … καταληφθεῖσα δὲ ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τοῖς ἀκολούθοις τούτου ζῳδίοις πρὸς ἀνατολὰς τὴν φυγὴν ἀποφαίνει γεγονέναι, ἐν δὲ τῷ μεσουρανήματι πρὸς ἄρκτον, ἐν δὲ τῇ δύσει πρὸς δύσιν, ἐν δὲ τῷ ὑπὸ γῆν κέντρῳ πρὸς μεσημβρίαν. Δηλοῦσι δὲ καὶ  τὰ κέντρα τὴν ἔξοδον δι’ ἧς ἀναχωρήσουσι πύλης οἱ φεύγοντες, καὶ τὸ μῆκος τῆς ὁδοῦ τὸ διάστημα τῶν ὡρῶν ἀπὸ τοῦ ὁρίζοντος ἢ τοῦ δύνοντος δι’ αὐτῆς τῆς Σελήνης. Εὑρεθεῖσα γὰρ ἐν τροπικῷ βραχεῖαν τὴν ὁδὸν τῆς φυγῆς καὶ βραδέως ὁδεύσαντα καὶ οὐ μακρὰν ἀπὸ τοῦ τόπου οὗ ἀπέδρα ἐσόμενον σημαίνει, ἢν δὲ ἐν χερσαίοις καὶ λοξοῖς ἢ δισώμοις οὐκ ὀρθὰς τὰς πορείας ποιήσεσθαι οὐδὲ μόνον ἀποδεδρακέναι.

  Κατὰ δὲ τὰς ἀνατολὰς ἢ δύσεις τοῦ ζῳδίου τήν τε ὀρθότητα καὶ τὴν σκολιότητα τῆς πορείας αὐτοῦ γνωστέον, τάς τε ἀρχὰς ἀπὸ τῶν ἀνατολῶν καὶ τὰ τέλη ἀπὸ τῶν δύσεων. Τὰ δὲ ὕπτια τῶν ζῳδίων καὶ κίνδυνον τῷ φυγόντι ποιοῦσιν, καὶ μάλιστα ὅταν οἱ χαλεποὶ τῶν ἀστέρων προσγένωνται· βεβαιότερα γὰρ τὰ κακὰ αὐτοῖς μηνύει, καὶ μάλιστα ὅταν ὑπὸ γῆν ὁ Ἄρης σὺν αὐτῇ γένηται ἢ καὶ στηρίζῃ, Κρόνου δὲ μερίζοντος ἀπάγχονται ἢ κατακρημνίζουσιν ἑαυτούς.

  Συναπτούσης δὲ αὐτῆς τοῖς ἀγαθοποιοῖς ἢ κατεχόντων αὐτῶν τὴν ὥραν, τῶν κακοποιῶν συσχηματιζομένων, ἐκ μετανοίας ἀνακάμπτουσιν, ἀπεστραμμένων δὲ αὐτῶν σχεδὸν ἐν ἐλευθερίᾳ ἔσονται. Ἢν δὲ Ἀφροδίτη παρῇ ἐπίκεντρος ἢ ἰδιοτοποῦσα οὐ μόνον ἀνύβριστοι γενήσονται ἀλλὰ καὶ παρακληθήσονται. Μέσης δὲ εὑρεθείσης τῆς Σελήνης Ἄρεως καὶ Κρόνου ἐν δεσμοῖς ἔσονται πολὺν χρόνον, ἔσθ’ ὅτε καὶ ἐν εἱρκταῖς ἀποθνῄσκουσιν, καὶ μάλιστα ἀλλοτριωθέντων τῶν ἀγαθοποιῶν. Συναπτούσης δὲ Ἄρει σφαγήσονται.

  Φυλακτέον δὲ καὶ ταῦτα. Ἐπὰν γὰρ ἐν τῇ προαναφορᾷ τοῦ ὡροσκόπου ἀστὴρ ἐπῇ καὶ πρότερον πεφευγέναι αὐτὸν μηνύει, ἐν δὲ τῇ ἐπαναφορᾷ ληφθεὶς καὶ πάλιν φεύξεται, καὶ τῆς Σελήνης ἐν τῷ ὡροσκόπῳ οὔσης ἄλλης οἰκίας καὶ οὐ τοῦ σκεπτομένου ἔσται πλὴν ἀναχθήσεται, ἢν δὲ ἀστήρ τις δύνῃ παραυτίκα εὑρεθήσεται καὶ πλησίον τοῦ οἴκου. Ἀσύμφορον τοῖς φεύγουσι τὸ τὴν Σελήνην τοῖς ἀριθμοῖς αὐξομένην ὑπάρχειν, ληγούσης δὲ αὐτῆς τοῖς ἀριθμοῖς σύμφορον. Ἥλιος δὲ δύνων ἢ μεσουρανῶν σύν τινι τῶν κακοποιῶν ἢ ἐπιθεωρούμενος σχήματι δραστικῷ (τουτέστι τετραγώνῳ ἢ διαμέτρῳ) πρὸ τῆς ἀνευρέσεως τοῦ δραπέτου τεθνήξεσθαι σημαίνει τὸν δεσπότην ἢ πολλαῖς ζημίαις καὶ βλάβαις περιπεσεῖν.

  Ἥλιος ὁρῶν τὴν Σελήνην ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ταχέως τὴν μήνυσιν ποιεῖται διὰ τῶν συνιστορούντων, Κρόνος δὲ ὁμοίως ἐπὶ τῷ ἄνω κέντρῳ σὺν τῇ Σελήνῃ ταχέως τὴν παράδοσιν διὰ γυναικὸς ῥυπαρᾶς ἢ δούλης, ὑπὸ δὲ ἐλευθέρας γυναικὸς μηνυθήσεται Ἀφροδίτης ὁμοίως ἐν τῷ ἄνω κέντρῳ οὔσης σὺν τῇ Σελήνῃ μαρτυρούσης … ἐὰν ὁ ὡροσκόπος ἐν τετράποσι ζῳδίοις ὁμοίως. Καθ’ ἑαυτὴν δὲ μεσουρανοῦσα καθεύδοντες εὑρίσκονται, Ἑρμοῦ δὲ ἐπιδύνοντος αὐτῇ ἀναπεπεῖσθαι ὑπὸ τῶν ἐν γειτνιάσει τινὸς ἢ συνεζηκότων αὐτῷ γνωστέον.

  Ἀφροδίτης δὲ καὶ Διὸς ἢ καὶ Ἡλίου ἐπιδύνοντος συγγενὴς ἔσται ὁ πείσας καὶ φανήσεται ἐλεύθερος ὤν. Ὡροσκοπούντων δὲ Ταύρου, Διδύμων, Καρκίνου, Λέοντος, Παρθένου, Σκορπίου, Ἰχθύων, ἐπιθεωροῦντος Διὸς καὶ Ἀφροδίτης, ἐν ἱερῷ τόπῳ φανήσεσθαι καὶ εὑρεθήσεσθαι πρόδηλον, τοῦ δὲ Ἄρεως σὺν τῇ Σελήνῃ ὁ φυγὼν τομὰς ἕξει εἰς τὴν ὄψιν ἀπὸ σιδήρου. Ἢν τύχῃ δὲ Κρόνος καὶ Ζεὺς καὶ Σελήνη ὡροσκοποῦντες ἀργύρια βεβαστάχθαι μηνύουσι καὶ εὑρεθήσεσθαι τὸν φυγόντα· οἱ ἀγαθοποιοὶ ὡροσκοποῦντες σὺν τῇ Σελήνῃ ἀμεριμνίαν τῷ φεύγοντι παρέχουσι μετὰ τὸ βεβαστάχθαι καὶ ἱκανὰ χρήματα. Ἄρεως δὲ καὶ Κρόνου ἐπιδυνόντων σὺν τῇ Σελήνῃ εἴσω ρξ′ ἡμερῶν ἢ καὶ ρο′ εἰς τὴν τοῦ δεσπότου ἐξουσίαν ἐπανήξουσιν.

  Ἑρμῆς δὲ σὺν τῇ Σελήνῃ καὶ Ἀφροδίτῃ ὡροσκοπήσας ἢ μεσουρανήσας μηνύει παῖδα ἢ παρθένον ἢ νεανίσκον, τοῦτον δὲ εὑρεθήσεσθαι ἐπιδόντων τῶν κακοποιῶν περὶ ἡμέρας ν′, ἐὰν δὲ Ἑρμῆς καὶ Ἄρης μεσῆλίξ τις ἔσται ὁ ζητούμενος, ἐὰν δὲ Κρόνος καὶ Ἑρμῆς καὶ Ἀφροδίτη ἀνὴρ καὶ γυνὴ καὶ υἱός, ἐὰν δὲ Κρόνος, Ζεύς, Ἑρμῆς, Σελήνη, εὐνοῦχος ὁ δραπέτης. Ἐπὶ δὲ τοῦ ὡροσκόπου Ἄρης καὶ Ἀφροδίτη καὶ Ἑρμῆς ἑρμαφρόδιτον μηνύει, Ζεὺς δὲ καὶ Ἀφροδίτη καὶ Ἥλιος καὶ Σελήνη ἐλευθέρους δραπέτας, Ἄρεως δὲ ἐπιθεωροῦντος Δία κατεχομένους ὑπὸ ἐξουσίας τινὸς καὶ φρουρᾶς. Ἄρεως δὲ καὶ Κρόνου ὡροσκοπούντων ἑαυτοὺς παραδώσουσιν ἐξουσίαις τισίν. Ἄρης δὲ καὶ Ἀφροδίτη ὡροσκοποῦντες πολλὰ ἀναλώσειν εἰς ἀφροδίσια μηνύουσι καὶ διὰ τοῦτο τὴν φυγὴν ᾑρῆσθαι.

  Τῆς δὲ Σελήνης ἀκριβοῦν τὰ σχήματα χρὴ καὶ τὰς συναφὰς καὶ τοὺς συνδέσμους εἰδέναι καθὼς προείπομεν, σκοπεῖν δὲ ἐν ποίῳ ἀποκλίματι ἀπὸ τῶν κέντρων εὑρίσκοιντο· ἐκ τούτου γὰρ εὔδηλον ἔσται οὐ μόνον περὶ τῶν ἀποδιδρασκόντων, ἀλλὰ καὶ τῶν τὰς μακρὰς ἀποδημίας ποιουμένων διά τε γῆς καὶ θαλάσσης. Ἐν τοῖς περὶ τὸ δυτικὸν γὰρ κέντρον ζῳδίοις τυχοῦσα καὶ τοῖς ἀπὸ τοῦ μεσουρανοῦντος ἀποκλίμασι καταληφθεῖσα οὐκ  ἐνόριον τὴν μετάστασιν ποιεῖται, ἐνόριον δὲ ἐν τῷ ὡροσκόπῳ καὶ τῷ μεσουρανήματι· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἐν τῇ πόλει εὑρίσκονται ἀλύοντες καὶ παρά τισι καταγόμενοι.

  Τῆς δὲ Σελήνης ἀσυνδέτου οὔσης τῷ Ἡλίῳ τε καὶ τῷ ὡροσκόπῳ κατὰ τὸν καιρὸν τῆς φυγῆς ἀνεύρετοι τυγχάνουσιν, συσχηματιζομένης δὲ καὶ ἐπὶ φάσεως καὶ τῇ ὥρᾳ συμφωνούσης ἄνευ βλάβης τινὸς τὴν εὕρεσιν ποιεῖσθαι δηλοῖ. Οὔσης δὲ ἐν τῷ συνοδικῷ ζῳδίῳ λειψιφώτου καὶ μηδέπω τὰς τοῦ Ἡλίου συνεκδραμούσης αὐγάς, ἀσυνδέτου τε τῇ ὥρᾳ, ἀνεπάνοδον τὸν δρασμὸν ἐργάζεται, ὁμοίως καὶ ἔκλειψιν ποιουμένης, ἐν δὲ τοῖς συνδέσμοις ὡς ἐπὶ τὸ πλεῖστον ἐν δεσμοῖς τοὺς φυγάδας ἔσεσθαι μηνύσει. Καὶ τὰ ἀκούοντα δὲ ζῴδια καὶ βλέποντα προσπαραληπτέον· ἐν αὐτοῖς γὰρ γινομένη καὶ παροδεύουσα ἢ βλέπειν ἢ ἀκούειν τι περὶ αὐτῶν ποιεῖ.

  Κἂν μηδὲν ἐνδεὲς ᾖ τῶν προδιδομένων σχημάτων εἴσω τοῦ πρώτου τετραγώνου λαμβάνονται, ἐὰν δέ τι ἐλάχιστον ἐνδεὲς ᾖ εἴσω τοῦ δευτέρου (τουτέστιν εἴσω τῆς διαμέτρου τῆς καταρχῆς), ἢν δὲ μᾶλλον ἐλλείπῃ περὶ τὸ γ′ τετράγωνον ἢ καὶ τὴν τούτων ἀποκατάστασιν τὴν τελείαν τοῦ κύκλου. Ὁ δὲ Ἥλιος τούτων τὴν ἐμφάνειαν παρέξεται τετράγωνος ὢν ἐν τοῖς τετραγώνοις τῆς πανσελήνου, τρίγωνος δὲ ἐν τοῖς τριγώνοις τῆς συνόδου. Ἐπὶ δὲ τῶν τὴν βραδεῖαν εὕρεσιν ὑποφαινουσῶν καταρχῶν εἰς μῆνας ὁρίζειν χρὴ κατὰ τὴν τοῦ Ἡλίου κίνησιν τὴν γινομένην ἐν τοῖς τριγώνοις.

  Καταλαμβάνεται δὲ καὶ ἐπὶ τῶν γενέσεων τῶν δουλικῶν ἀπὸ τοῦ τοῦ Ἑρμοῦ ἀστέρος τὰ τῶν δρασμῶν, κακῶς κειμένου ἢ ὑπὸ κακοποιῶν θεωρουμένου ἢ καὶ λαχόντος τὰ ζῴδια ἢ καὶ τὰ ὅρια αὐτῶν, μάλιστα δὲ μετὰ Ἄρεως, ἔν τε τοῖς δυτικοῖς καὶ τῷ ὑπὸ γῆν κέντρῳ εὑρισκόμενος ὁ θεὸς οὗτος καὶ χωρὶς κακοποιῶν δρασμοὺς ἀπεργάζεται. Ὅθεν προσεκτέον τῇ πρὸς Ἥλιον αὐτοῦ κινήσει· ὑπὸ γὰρ τὰς αὐγὰς τυγχάνοντος ὁ φυγὼν παραυτὰ κρυβήσεται, φυγόντος δὲ τὰς αὐγὰς καὶ ἀνατείλαντος φανήσεται, καὶ προσθετικοῦ γενομένου ἐπανήξει. Ἄρεως δὲ ὄντος ἐν τῷ ζῳδίῳ ἐν ᾧ τὴν ἀνατολὴν ποιεῖται καὶ συνοδεύσας πονηρῷ προσώπῳ ἀποσφαγήσεται, εἰ δὲ ἀγαθοποιοὶ ἐπιθεωρήσουσι τοῦ μὲν θανάτου ῥύονται, δεσμοῖς δὲ καὶ κακοῖς αὐτὸν περιβάλλουσιν.

  Τῶν δὲ κρατούντων ἀστέρων παραφυλάσσειν χρὴ τὰ δωδεκατημόρια· ἐπὰν γὰρ συνεκπέσῃ εἰς τὸν ὡροσκόπον ῥᾳδίως τέλους τυγχάνει τὰ πράγματα ἐπὶ πάσης καταρχῆς. Λέγουσι δέ τινες ὅτι τῆς Σελήνης σὺν τῷ Ἡλίῳ ὑπαρχούσης ὁ φυγὼν πρὸς καιρὸν κρυβήσεται, διὸ ὁ τοιοῦτος ζητηθεὶς παραυτίκα εὑρίσκεται, εἰ δὲ μὴ παραυτίκα ζητηθείη δυσεύρετος γίνεται. Καὶ περὶ μὲν δρασμοῦ καὶ φυγῆς καὶ κλοπῆς τοσαῦτα.

I. Περὶ εὐτοκίας καὶ δυστοκίας

  Ὁ Ἥλιος, ὁ ὡροσκόπος καὶ ἡ Σελήνη ἐν ἀρσενικοῖς ὄντες ζῳδίοις ἐν τῷ καιρῷ τοῦ τόκου εὐτοκίαν παρέχουσιν ἀρσενικῶν ὄντων τῶν κυοφορουμένων· ῥᾳδία γὰρ ἡ ἀπότεξις τούτων. Καὶ θηλυκῶν δὲ ὄντων τῶν κυοφορουμένων εἴπερ ἐν θηλυκοῖς ζῳδίοις τύχοιεν ὅ τε Ἥλιος καὶ ὁ ὡροσκόπος, ἀλλὰ δὴ καὶ ἡ Σελήνη, εὔδρομος καὶ ἀβλαβὴς προβαίνει ὁ τόκος ὁμοίως. Ἔμπαλιν δ’ αὖ σκολιὸς καὶ ἀνάρμοστος προβαίνει ὁ τόκος τοῦ Κρόνου ἐγκέντρου τυχόντος, καὶ μάλιστα εἰ καὶ ὁ τόπος ἐν ᾧ πάρεστι θηλυκὸν περιέχει ζῴδιον· κίνδυνον γὰρ ἐπάγει ταῖς τικτούσαις.

  Ὁμοίως δὲ καὶ ὁ Ἄρης ἐπίκεντρος ὤν, καὶ μάλιστα εἰ τὸ ζῴδιον ὃ ἐπέχει θηλυκὸν ὑπάρχει, ῥᾳδίαν τὴν ἀπότεξιν παρέχει ὡς καὶ ἐν ὁδοῖς ἢ λουτροῖς ἐξαίφνης τὴν ἐγκυμονοῦσαν τίκτειν. Δεῖ δὲ παρατηρεῖν καὶ τὰ ζῴδια εἴτε ὀρθά εἰσιν εἴτε πλάγια· καὶ ὀρθὰ μέν εἰσι τὰ ἀπὸ Καρκίνου ἄχρι Τοξότου, πλάγια δὲ τὰ ἀπὸ Αἰγοκέρωτος ἄχρι Διδύμων. Καὶ ἐν μὲν ὀρθοῖς ζῳδίοις τυχούσης τῆς Σελήνης ῥᾴδιος ὁ τόκος γίνεται τοῦ ἐμβρύου ὀρθίαν τὴν ἔξοδον ποιοῦντος, ἐν δὲ πλαγίοις δύσκολος πλαγίας τῆς ἐξόδου γινομένης.

  Καὶ ὁ Μανέθων δέ φησιν· Σελήνη ἐμπερισχεθεῖσα ὑπὸ Κρόνου καὶ Ἄρεως ἀργαλέα ἐστὶ ταῖς τικτούσαις, καὶ  μάλιστα εἰ ἐν πλαγίοις ζῳδίοις καὶ οὗτοι οἱ ἀστέρες (ὅ τε Κρόνος καὶ ὁ Ἄρης) τύχοιεν, ἡ δὲ Σελήνη ἐπίκεντρος εἴη, ὁμοίως δὲ καὶ εἴπερ καὶ οὗτοι ἐπίκεντροι εἶεν.

II. Περὶ διαθηκῶν καὶ ἄλλως

  Ὅταν τις θελήσῃ τὴν ἤδη γεγραμμένην αὐτοῦ διαθήκην σφραγίσαι πρὸς ἀξιοπιστίαν παρατηρείσθω τόν τε ὡροσκόπον καὶ τὴν Σελήνην ἐν τροπικοῖς εἶναι ζῳδίοις· τούτου γὰρ γενομένου παλιντροπία ἔσται τῆς καταρχῆς ὕστερον, διὸ καὶ πάλιν ἄλλως διαθήσεται καὶ οὐ μὴ δηλονότι τελευτήσει ἐπὶ τῇ πρώτῃ διαθήκῃ. Ἔστω δὲ πρὸς τούτοις ἡ Σελήνη καὶ αὐξιφωτοῦσα καὶ τῷ πλάτει ὑψουμένη καὶ τοῖς κατὰ μῆκος ἀριθμοῖς ἀφαιροῦσα καί τινι ἀστέρι συνάπτουσα στηριγμὸν ἔχοντι καὶ μηδὲ ὕπαυγος ἔστω· καὶ γὰρ ὑπαύγου αὐτῆς οὔσης ὁ διαθέμενος ταχέως τελευτήσει.

  Τὸν δὲ Ἄρεα δεῖ παραφυλάττεσθαι ἀναγκαίως ἵνα μήτε ὡροσκοπῇ μήτε σὺν τῇ Σελήνῃ μήτε τετραγωνίζῃ αὐτὴν μήτε διαμετρῇ· οὕτω γὰρ οὐ μόνον ὁ διαθέμενος τελευτήσει, ἀλλὰ καὶ ἡ διαθήκη ἀφανισθήσεται ἤτοι κλαπεῖσα ἢ ἑτέρας ψευδοῦς ἀντ’ αὐτῆς ὑποληφθείσης. Ὁ δὲ Ἑρμῆς κακωθεὶς ἤτοι συνὼν τοῖς κακοποιοῖς ἢ σχηματιζόμενος ὑπ’ αὐτῶν δόλων αἴτιος γίνεται καὶ ἀμφισβητήσεων. Ἐὰν δὲ Κρόνος ὡροσκοπῇ ὁ μὲν θάνατος μετὰ χρόνον συμβήσεται, ἡ δὲ διαθήκη κυρωθήσεται. Ἐὰν δὲ Ζεὺς ἢ Ἀφροδίτη ὡροσκοπῇ ποιήσει τὸν διαθέμενον μὴ τελευτήσαντα διαθέσθαι πάλιν.

  Σημαίνει δὲ ὁ μὲν ὡροσκόπος τὴν δύναμιν τῆς γραφῆς τῆς διαθήκης καὶ τὸν διαθέμενον, τὸ δὲ μεσουράνημα τὸ ἀποτέλεσμα αὐτῆς, τὸ δὲ δῦνον πότερον ἔνδοξος ἢ ἄδοξος, ἀληθὴς ἢ ὑπόβλητος, τὸ δὲ ὑπόγειον ὁποῖοί τινες οἳ τὰς κληρονομίας παραλήψονται. Ἐὰν οὖν ὡροσκοπῇ Κρόνος τῇ καταρχῇ ὁ διαθέμενος γέρων ἔσται, κακοῦργος καὶ [ὁ διαθέμενος] ἄδικος καὶ ἐνέδραν ἕξει καὶ ψεύσματα, ὅ τε ποιῶν ἀγενής τις ἔσται καὶ ῥυπαρὸς ἢ ἀπελεύθερος. Ἐὰν δὲ Ἄρης ἐξ ὀργῆς ἔσται ἡ διαθήκη προπετῶς ἄνευ λογισμοῦ ὡς ἀπὸ κληρονομίας ποιῆσαι τοὺς προσήκοντας, ὅ τε ποιῶν νέος, ὀργίλος, στρατιωτικός. Ἐὰν δὲ Ζεὺς δικαίαν καὶ πλουσίαν δηλοῖ τὴν διαθήκην καὶ τὸν διαθέμενον τοιοῦτον.

  Ἐὰν δὲ Ἀφροδίτη, καὶ μάλιστα ἐν τροπικοῖς οὖσα, ἔσται ἡ διαθήκη ἀγαθὴ καὶ ποικίλη, ὅ τε ποιῶν ὁμοίως ἀγαθὸς καὶ ποικίλος τὸ ἦθος. Ἐὰν δὲ οἱ πλείονες τῶν ἀστέρων ὦσιν ἐν θηλυκοῖς ζῳδίοις γυνὴ ἔσται ἡ διατιθεμένη. Ἐὰν δὲ Ἑρμῆς ποικίλη ἡ διαθήκη ἔσται καὶ πολύλογος καὶ κούφη, ὅ τε ποιῶν ἐν λόγοις ἔσται ἢ διοικήσεσιν. Ἐὰν δὲ Ἥλιος ἢ Σελήνη μεγίστη καὶ ἐπίσημος καθ’ ὃν ἂν τρόπον μαρτυρούμενοι τύχωσιν. Ἐν δὲ τῷ μεσουρανήματι Κρόνος τυχὼν παλαιὰν τὴν διαθήκην σημαίνει, τὸ δὲ τέλος τοῦ διατιθεμένου ὁποῖαι αἱ μαρτυρίαι τῶν ἐπιθεωρούντων τὸ μεσουράνημα.

  Ἄρης δὲ κενὴν τὴν διαθήκην καὶ ὀξεῖαν [τὴν διαθήκην] δηλοῖ. Ζεὺς δὲ ἀλλαγῆναι πάλιν αὐτὴν μηνύσει ἐπ’ ἀγαθῶν προσθήκαις καὶ ζήσεσθαι τὸν διαθέμενον, ὁμοίως δὲ καὶ Ἀφροδίτη. Ἑρμῆς δὲ ταχεῖαν τὴν ἄνοιξιν προαγορεύει καὶ πρόθεσιν πολυλογίας, κατὰ ταὐτὸν δὲ τὰς μαρτυρίας χρὴ σκοπεῖν τὸν αὐτὸν τρόπον. Ἥλιος δὲ καὶ Σελήνη μετὰ τοῦ σημαίνειν εὐγενῆ καὶ μεγάλα τὰ πρόσωπα δηλοῖ. Κρόνος δὲ δύνων ἐπηρείας καὶ κατηγορίας καὶ κακουργίας μεστὴν δείκνυσι τὴν διαθήκην. Ἄρης δὲ οὐ βεβαιωθήσεσθαι δηλοῖ καὶ μετὰ βίας ἁρπαγήσεσθαι τὴν οὐσίαν. Ζεὺς δὲ μετὰ καλῆς πίστεως ἐνδόξως διατηρηθήσεσθαι, ὁμοίως δὲ καὶ Ἀφροδίτη. Ἑρμῆς δέ, ὑποβολιμαία καὶ πλαστὴ ἡ διαθήκη ἀναφανεῖται καὶ ἀγαθῶν μὲν μαρτυρούντων λαθοῦσα διαμένει, κακοποιῶν δὲ σὺν κινδύνῳ φανερωθήσεται καὶ ἄκυρος ἔσται.

  Τὸ δ’ αὐτὸ Ἥλιος καὶ Σελήνη ἀπεργάζεται κατὰ τὴν τῶν σχημάτων σύγκρασιν. Ἐν δὲ τῷ ὑπογείῳ Κρόνος εὑρεθεὶς δούλοις καὶ ἀπελευθέροις ἢ ἐγγόνοις αὐτῶν τὴν κατάληψιν σημαίνει, Ἄρης δὲ ἀπελευθέρων υἱοῖς, στρατιώταις, Ζεὺς δὲ φίλοις καὶ συγγενέσιν, Ἀφροδίτη δὲ γυναικὶ ἢ παλλακῇ ἢ φίλῳ μετέχοντι μυστηρίων, Ἑρμῆς δὲ τέκνοις, ἐγγόνοις, τροφοῖς, ἀξίοις λόγου, Ἥλιος δὲ ἢ Σελήνη ἐπισήμοις καὶ μεγίστοις. Καὶ ἐὰν μὲν ὑπὸ ἀγαθοποιῶν μαρτυρῆται ἐπικερδεῖς ἔσονται αἱ κληρονομίαι, ἐὰν δὲ ὑπὸ κακοποιῶν ἐπιζήμιοι.

III. Περὶ παραδόσεως τεχνῶν

  Εἰσόμεθα δὲ εἰ εὐμαθεῖς ἔσονται οἱ παραδιδόμενοι εἰς μάθησιν τέχνης ἢ ἀμελεῖς ἀποβαίνουσι καὶ περὶ τίνα δὲ ἥ τε ἐπιμέλεια καὶ ἡ κατόρθωσις γένοιτο ἂν ἢ ἡ ῥαθυμία. Ὁ μὲν ὡροσκόπος τὰ κατὰ τὸν διδάσκαλον σημαίνει, τὸ δὲ μεσουράνημα τὸν συνιστάντα οἷον δεσπότην ἢ πατέρα ἢ ἐπίτροπον, τὸ δὲ δῦνον τὸν μαθησόμενον, τὸ δὲ ὑπὸ γῆν τὴν τοῦ μαθήματος ἢ ἐπιστήμης ἀπόβασιν, τῆς θεωρίας κατὰ τὸν συγκριτικὸν λόγον ληφθησομένης ὁμοιοτρόπως τοῖς ἐπάνω προλελεγμένοις. Εἰδότες οὖν τὸν τρόπον τοῦτον ἐπὶ τῶν παραδιδομένων εἰς μάθησιν τεχνῶν ἐπιτηρήσωμεν τὴν Σελήνην πλήθουσαν καὶ καλῶς κειμένην μετὰ τοῦ Ἑρμοῦ καὶ αὐτοῦ καλῶς κειμένου καὶ ἀνατολικοῦ καὶ ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις ὄντων καὶ ἀμφοτέρων ἢ καὶ πρὸς αὐτὰ ἐσχηματισμένων, καὶ τότε παραδώσομεν εἰς μαθήσεις.