goldenbar

ΤΙΜΑΙΟΣ, ΜΕΡΟΣ Γ′

ἑλληνικὸ πρωτότυπο ἐκ τοῦ TLG (Τhesaurus Lingua Graeca)
νεοελληνικὴ ἀπόδοση καὶ σχόλια: Παῦλος Γρατσιάτος, ἐκδ. Φέξη, 1911

Βιογραφία Πλάτωνος

❧ 
 

ΠΕΡΙΕΧΟΜΕΝΑ

 

ιε. Τὰ εἴδη τῶν ἐμβίων: οἱ ὁρατοὶ θεοί, τὰ πτηνά, τὰ ὑδρόβια καὶ τὰ χερσαῖα

     Καὶ τὰ μὲν ἄλλα ἤδη μέχρι χρόνου γενέσεως ἀπείργαστο εἰς ὁμοιότητα ᾧπερ ἀπεικάζετο, τὸ δὲ μήπω τὰ πάντα ζῷα ἐντὸς αὑτοῦ γεγενημένα περιειληφέναι, ταύτῃ ἔτι εἶχεν ἀνομοίως. Τοῦτο δὴ τὸ κατάλοιπον ἀπηργάζετο αὐτοῦ πρὸς τὴν τοῦ παραδείγματος ἀποτυπούμενος φύσιν. ᾟπερ οὖν νοῦς ἐνούσας ἰδέας τῷ ὃ ἔστιν ζῷον, οἷαί τε ἔνεισι καὶ ὅσαι, καθορᾷ, τοιαύτας καὶ τοσαύτας διενοήθη δεῖν καὶ τόδε σχεῖν. Εἰσὶν δὴ τέτταρες, μία μὲν οὐράνιον θεῶν γένος, ἄλλη δὲ πτηνὸν καὶ ἀεροπόρον, τρίτη δὲ ἔνυδρον εἶδος, πεζὸν δὲ καὶ χερσαῖον τέταρτον.

     Τοῦ μὲν οὖν θείου τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἀπηργάζετο, ὅπως ὅτι λαμπρότατον ἰδεῖν τε κάλλιστον εἴη, τῷ δὲ παντὶ προσεικάζων εὔκυκλον ἐποίει, τίθησίν τε εἰς τὴν τοῦ κρατίστου φρόνησιν ἐκείνῳ συνεπόμενον, νείμας περὶ πάντα κύκλῳ τὸν οὐρανόν, κόσμον ἀληθινὸν αὐτῷ πεποικιλμένον εἶναι καθ’ ὅλον. Κινήσεις δὲ δύο προσῆψεν ἑκάστῳ, τὴν μὲν ἐν ταὐτῷ κατὰ ταὐτά, περὶ τῶν αὐτῶν ἀεὶ τὰ αὐτὰ ἑαυτῷ διανοουμένῳ, τὴν δὲ εἰς τὸ πρόσθεν, ὑπὸ τῆς ταὐτοῦ καὶ ὁμοίου περιφορᾶς κρατουμένῳ· τὰς δὲ πέντε κινήσεις ἀκίνητον καὶ ἑστός, ἵνα ὅτι μάλιστα αὐτῶν ἕκαστον γένοιτο ὡς ἄριστον. Ἐξ ἧς δὴ τῆς αἰτίας γέγονεν ὅσ’ ἀπλανῆ τῶν ἄστρων ζῷα θεῖα ὄντα καὶ ἀίδια καὶ κατὰ ταὐτὰ ἐν ταὐτῷ στρεφόμενα ἀεὶ μένει· τὰ δὲ τρεπόμενα καὶ πλάνην τοιαύτην ἴσχοντα, καθάπερ ἐν τοῖς πρόσθεν ἐρρήθη, κατ’ ἐκεῖνα γέγονεν.

     Γῆν δὲ τροφὸν μὲν ἡμετέραν, ἰλλομένην δὲ τὴν περὶ τὸν διὰ παντὸς πόλον τεταμένον, φύλακα καὶ δημιουργὸν νυκτός τε καὶ ἡμέρας ἐμηχανήσατο, πρώτην καὶ πρεσβυτάτην θεῶν ὅσοι ἐντὸς οὐρανοῦ γεγόνασιν. Χορείας δὲ τούτων αὐτῶν καὶ παραβολὰς ἀλλήλων, καὶ [περὶ] τὰς τῶν κύκλων πρὸς ἑαυτοὺς ἐπανακυκλήσεις καὶ προχωρήσεις, ἔν τε ταῖς συνάψεσιν ὁποῖοι τῶν θεῶν κατ’ ἀλλήλους γιγνόμενοι καὶ ὅσοι καταντικρύ, μεθ’ οὕστινάς τε ἐπίπροσθεν ἀλλήλοις ἡμῖν τε κατὰ χρόνους οὕστινας ἕκαστοι κατακαλύπτονται καὶ πάλιν ἀναφαινόμενοι φόβους καὶ σημεῖα τῶν μετὰ ταῦτα γενησομένων τοῖς οὐ δυναμένοις λογίζεσθαι πέμπουσιν, τὸ λέγειν ἄνευ δι’ ὄψεως τούτων αὖ τῶν μιμημάτων μάταιος ἂν εἴη πόνος· ἀλλὰ ταῦτά τε ἱκανῶς ἡμῖν ταύτῃ καὶ τὰ περὶ θεῶν ὁρατῶν καὶ γεννητῶν εἰρημένα φύσεως ἐχέτω τέλος.


     Καὶ τὰ μὲν ἄλλα ὄντα μέχρι τῆς τοῦ χρόνου γεννήσεως εἶχον πλασθῆ καθ’ ὁμοιότητα τοῦ προτύπου αὐτῶν. Ἀλλὰ καθ’ ὅσον δὲν εἶχον περιληφθῆ εἰς τὸ σύμπαν πάντα τὰ γεννηθέντα ζῶα, κατὰ τοῦτο ἦτο ἀκόμη ἀνόμοιον (πρὸς τὸ παράδειγμα). Τώρα λοιπὸν καὶ τοῦτο τὸ ὑπόλοιπον αὐτοῦ (τοῦ κόσμου) ὁ θεὸς τὸ ἔπλασεν, ἐντυπώνων εἰς αὐτὸ τὴν φύσιν τοῦ παραδείγματος 88  . Καθὼς λοιπὸν ὁ νοῦς βλέπει τὰς μορφὰς (ἰδέας) αἵτινες περιλαμβάνονται εἰς τὸ ζῶον ὅπερ ὑπάρχει, ὁπόσαι δήλ. καὶ ποῖαι εἶναι, ἐσκέφθη ὅτι τόσας καὶ τοιαύτας πρέπει νὰ ἔχη καὶ τοῦτο. Εἶναι δὲ τέσσαρες αὐταί, μία μὲν τὸ οὐράνιον γένος τῶν θεῶν, ἄλλη δὲ εἶναι τὰ πτερωτὰ καὶ ἀεροπορούντα, τρίτη τὸ γένος τῶν ἐν τῷ ὕδατι ζώντων καὶ τετάρτη τὸ πεζὸν καὶ χερσαῖον 89.

     Τοῦ θείου λοιπὸν εἴδους ζώων τὸ περισσότερον μέρος ἔκαμεν ἐκ πυρός, διὰ νὰ εἶναι ὅσον τὸ δυνατὸν λαμπρότατον καὶ κατὰ τὴν ὄψιν ὡραιότατον. Καὶ δίδων εἰς αὐτὸ τὸ σχῆμα τοῦ παντὸς τὸ ἔκαμε τελείως κυκλικὸν καὶ τὸ ἔθεσεν εἰς τὸν νοῦν τοῦ κύκλου ὅστις δεσπόζει πάντων 90, ἵνα συνακολουθῇ αὐτὸν καὶ τὸ διένειμεν εἰς ὅλον τὸν οὐρανὸν πέριξ, διὰ νὰ εἶναι ἀληθινὸν καὶ ποικίλον κόσμημα αὐτοῦ καθ’ ὅλην τὴν ἔκτασίν του. Δύο δὲ κινήσεις ἔδωκεν εἰς ἕκαστον (τῶν ἄστρων), τὴν μίαν ἐν τῷ αὐτῷ τόπω καὶ κατὰ τὸν αὐτὸν τρόπον, καθ’ ὅσον ἐν ἐαυτῷ πᾶν τότε διανοεῖται τὰ αὐτὰ περὶ τῶν αὐτῶν 91, τὴν ἄλλην δὲ κίνησιν πρὸς τὰ ἐμπρὸς 92, καθ’ ὅσον ἕκαστον δεσπόζεται (ἑλκόμενον) ὑπὸ τῆς περιφορᾶς τοῦ ταυτοῦ καὶ ὁμοίου. Κατὰ τὰς ἄλλας δὲ πέντε κινήσεις 93 τὰ ἔκαμεν ἀκίνητα καὶ στάσιμα, διὰ νὰ γίνῃ ἕκαστον αὐτῶν ὅσον ἦτο δυνατὸν ἄριστον. Καὶ ἐκ ταύτης τῆς αἰτίας ἐγεννήθησαν ὅσα ἐκ τῶν ἄστρων εἶναι ἀπλανῆ, ζῶα θεία καὶ αἰώνια, τὰ ὁποία κατὰ τὸν αὐτὸν τρόπον καὶ εἰς τὸν αὐτὸν τόπον στρεφόμενα μένουσι πάντοτε στάσιμα· ὅσα δὲ περιφέρονται καὶ περιπλανῶνται οὕτως, ὡς προείπομεν, τοιουτοτρόπως ἐγεννήθησαν 94.

     Τὴν γῆν τέλος, τὴν τροφὸν ἡμῶν, συσπειρουμένην περὶ τὸν ἄξονα, ὅστις ἐκτείνεται δι’ ὄλου τοῦ κόσμου, ὁ θεὸς ἔκαμε φύλακα καὶ αἰτίαν τῆς νυκτὸς καὶ τῆς ἡμέρας, πρώτην καὶ πρεσβυτάτην τῶν θεῶν, ὅσοι ἐγεννήθησαν ἐντὸς τοῦ οὐρανοῦ 95. Ὡς πρὸς τοὺς χοροὺς ὅμως αὐτῶν, τὰς ἀμοιβαίας αὐτῶν συνοδείας, τὰς προσεγγίσεις καὶ ἀπομακρύνσεις τῶν κύκλων αὐτῶν, ὡς καὶ ποῖοι τῶν θεῶν τούτων εἰς τὰς μεταξὺ των συζυγίας πλησιάζουσα, καὶ ποῖοι ἔρχονται εἰς ἀντίθεσιν, μετὰ ποῖους καὶ εἰς ποῖους χρόνους τινὲς αὐτῶν ὁ εἷς κατόπιν τοῦ ἄλλου γίνονται ἀφανεῖς εἰς ἡμᾶς καὶ πάλιν ἀναφαινόμενοι προξενούσι φόβους, καὶ σημεῖα τῶν μελλόντων νὰ γίνωσι μετὰ ταῦτα εἰς ἐκείνους, οἵτινες δὲν δύνανται νὰ ὑπολογίζωσιν αὐτά, τὸ νὰ γίνηται λόγος περὶ τούτων χωρὶς νὰ εἶναι πρὸ τῶν ὀφθαλμῶν μιμήματα (οὐράνιοι χάρται) αὐτῶν θὰ ἦτο μάταιος κόπος 96. Ἀλλὰ ταῦτα εἶναι ἀρκετὰ εἰς ἡμᾶς καὶ ὅσα εἴπομεν περὶ τῆς φύσεως τῶν ὁρατῶν καὶ γενητῶν θεῶν, ἂς ἔχωσι τέλος ἐδῶ.

ιϛ. Περὶ δαιμόνων καὶ προγόνων

     Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τούς γε αὑτῶν προγόνους εἰδόσιν· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ τε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. Οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω.

     Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους· ἐπεὶ δ’ οὖν πάντες ὅσοι τε περιπολοῦσιν φανερῶς καὶ ὅσοι φαίνονται καθ’ ὅσον ἂν ἐθέλωσιν θεοὶ γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε–


     Περὶ δὲ τῶν ἄλλων δαιμόνων 97 νὰ εἴπωμεν καὶ νὰ γνωρίσωμεν τὴν γένεσιν αὐτῶν εἶναι ἔργον ὑπερβαῖνον τὰς δυνάμεις ἡμῶν. Ἀλλὰ πρέπει νὰ ἐμπιστευώμεθα εἰς ἐκείνους οἵτινες ὡμίλησαν πρῶτοι, οἱ ὁποῖοι ἦσαν ἀπόγονοι τῶν θεῶν, ὡς ἔλεγον, καὶ θὰ ἐγνώριζον καλά τους προγόνους των. Ἀδύνατον λοιπὸν νὰ μὴ πιστεύωμεν εἰς τὰ τέκνα τῶν θεῶν, εἰ καὶ ἄνευ ἀποδείξεων πιθανῶν ἢ ἀναγκαίων ὁμιλούσιν. Ἀλλ’ ἐπειδὴ λέγουσιν ὅτι τὰ διηγοῦνται ὡς οἰκογενειακὰ πράγματα, ἡμεῖς ὑπακούοντες εἰς τὸν νόμον πρέπει νὰ τὰ πιστεύωμεν. Οὕτω λοιπὸν καὶ ἡ γένεσις τῶν θεῶν τούτων ἂς εἶναι καὶ δι’ ἡμᾶς ὅπως οὗτοι λέγουσι, καὶ ἂς λέγηται ὅτι:

     Ἐκ τῆς Γῆς καὶ τοῦ Οὐρανοῦ ἐγεννήθησαν παῖδες ὁ Ὠκεανὸς καὶ ἡ Τηθύς· ἐκ τούτων δὲ ὁ Φόρκυς καὶ ὁ Κρόνος καὶ ἡ Ῥέα καὶ ὅσοι μετ’ αὐτῶν· ἐκ τοῦ Κρόνου δὲ καὶ τῆς Ῥέας ἐγεννήθησαν ὁ Ζεὺς καὶ ἡ Ἥρα καὶ πάντες, ὅσους γνωρίζομεν ὅτι λέγονται ἀδελφοὶ αὐτῶν, καὶ ἀκόμη ἄλλοι ἀπόγονοι τούτων. Ὄτε λοιπὸν ὅλοι οἱ θεοί, ὅσοι περιφέρονται φανερά, καὶ ὅσοι φανερώνονται καθ’ ὅσον θέλουσιν 98, ἔλαβον γένεσιν, ἐκεῖνος, ὅστις ἐγέννησε τὸ σύμπαν τοῦτο, λέγει εἰς αὐτοὺς ταῦτα:

ιζ. Τὸ ἔργον τῶν Θεῶν καὶ ἡ ἀθανασία τῆς Ψυχῆς

     “Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε μὴ ἐθέλοντος. Τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ· δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ’ ἄλυτοι τὸ πάμπαν, οὔτι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἷς ὅτ’ ἐγίγνεσθε συνεδεῖσθε. Νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε. Θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγέννητα· τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ ἅπαντ’ ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλει τέλεος ἱκανῶς εἶναι.

     Δι’ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτ’ ἄν· ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. Καὶ καθ’ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω· τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες, ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφήν τε διδόντες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε.”

     Ταῦτ’ εἶπε, καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατῆρα, ἐν ᾧ τὴν τοῦ παντὸς ψυχὴν κεραννὺς ἔμισγεν, τὰ τῶν πρόσθεν ὑπόλοιπα κατεχεῖτο μίσγων τρόπον μέν τινα τὸν αὐτόν, ἀκήρατα δὲ οὐκέτι κατὰ ταὐτὰ ὡσαύτως, ἀλλὰ δεύτερα καὶ τρίτα. Συστήσας δὲ τὸ πᾶν διεῖλεν ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις, ἔνειμέν θ’ ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς ἐς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξεν, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς, ὅτι γένεσις πρώτη μὲν ἔσοιτο τεταγμένη μία πᾶσιν, ἵνα μήτις ἐλαττοῖτο ὑπ’ αὐτοῦ, δέοι δὲ σπαρείσας αὐτὰς εἰς τὰ προσήκοντα ἑκάσταις ἕκαστα ὄργανα χρόνων φῦναι ζῴων τὸ θεοσεβέστατον, διπλῆς δὲ οὔσης τῆς ἀνθρωπίνης φύσεως, τὸ κρεῖττον τοιοῦτον εἴη γένος ὃ καὶ ἔπειτα κεκλήσοιτο ἀνήρ.


     “Θεοὶ (τέκνα) θεῶν, τῶν ὁποίων ἐγὼ εἶμαι ὁ δημιουργὸς καὶ πατήρ, ἔργων, τὰ ὁποῖα γεννηθέντα δι’ ἐμοῦ εἶναι ἀδιάλυτα ὅταν ἐγὼ δὲν θέλω 99. Ἀληθῶς πᾶν ὅτι ἐδέθῃ δύναται νὰ λυθῇ, ἀλλ’ ἐκεῖνο τὸ ὁποῖον καλῶς συνηρμόσθη καὶ ἔχει καλῶς νὰ θέλῃ νὰ λύσῃ τίς, πράττει ἔργον κακοῦ 100. Διὰ τοῦτο, καὶ ἐπειδὴ ἔχετε γεννηθῆ, δὲν εἶσθε μὲν ἀθάνατοι οὐδὲ ἀδιάλυτοι τὸ παράπαν, ἀλλ’ ὅμως δὲν θέλετε διαλυθῆ, οὔτε θὰ ὑποκύψητε εἰς τὴν μοίραν τοῦ θανάτου, διότι ἔχετε ὑπὲρ ὑμῶν τὴν θέλησίν μου, ἤτις εἶναι δεσμὸς πολὺ μεγαλύτερος καὶ στερεώτερος παρὰ ἐκείνους, διὰ τῶν ὁποίων συνεδέθητε, ὄτε ἐγεννάσθε. Τώρα λοιπὸν ταῦτα τὰ ὁποῖα λέγω καὶ δηλώνω εἰς ὑμᾶς, ἀκούσατε. Γένη θνητὰ τρία ἀκόμη ὑπολείπονται νὰ γεννηθῶσι, καὶ λοιπὸν ἐὰν ταῦτα δὲν γεννηθῶσιν, ὁ κόσμος θὰ εἶναι ἀτελής, διότι δὲν θὰ ἔχη ἐντὸς ἑαυτοῦ ὅλα τὰ γένη τῶν ζώων· καὶ ὅμως πρέπει νὰ τὰ ἔχῃ, ἐὰν μέλλῃ νὰ εἶναι ὅσον πρέπει τέλειος.

     Ἀλλ’ ἐὰν ταῦτα δι’ ἐμοῦ γεννηθῶσι καὶ λάβωσι ζωήν, θὰ εἶναι ἴσα μὲ θεούς. Διὰ νὰ εἶναι λοιπὸν ταῦτα θνητά, τοῦτο δὲ τὸ Πᾶν πραγματικῶς Ἅπαν (σύμπαν), ἀναλάβετε ὑμεῖς κατὰ τὴν φύσιν ὑμῶν τὴν δημιουργίαν τῶν ζώων, μιμούμενοι τὴν ἐνέργειάν μου εἰς τὴν γένεσιν ὑμῶν. Καὶ ὡς πρὸς τὸ μέρος αὐτῶν ἐκεῖνο, τὸ ὁποῖον πρέπει νὰ ἔχῃ τὸ ὄνομα τῶν ἀθανάτων, λεγόμενον θεῖον καὶ διευθῦνον ἐν αὐτοῖς τὸ μέρος, ὅπερ θέλει νὰ ὑπακούῃ εἰς τὴν δικαιοσύνην καὶ εἰς ὑμᾶς, τοῦτο ἐγὼ θὰ σπείρω καὶ θὰ προνοήσω νὰ παραδώσω εἰς ὑμᾶς. Ὡς πρὸς δὲ τὸ λοιπὸν ὑμεῖς συνυφαίνοντες τὸ θνητὸν μὲ τὸ ἀθάνατον δημιουργεῖτε καὶ γεννᾶτε τὰ ζῶα, καὶ δίδοντες τροφὴν αὐξάνετε αὐτὰ καὶ ὅταν ἀποθνήσκωσι, δέχεστε αὐτὰ πάλιν.”

     Ταῦτα εἶπε, καὶ πάλιν εἰς τὸν αὐτὸν κρατήρα, ἐντὸς τοῦ ὁποίου πρότερον ἀναμιγνύων ἔκαμνε μὲ τὸ κράμα τὴν ψυχήν, ἔχυσεν ὅ,τι εἶχε πρότερον ὑπολειφθῆ 101 ἀναμιγνύων αὐτὸ ἐν μέρει μὲν κατὰ τὸν αὐτὸν τρόπον, ἀλλ’ ὄχι πλέον οὕτω καθαρὸν καὶ ἀμετάβλητον, ἀλλὰ δεύτερον καὶ τρίτον (ὡς πρὸς ταύτας τὰς ἰδιότητας). Ὄτε δὲ ἐσύστησεν αὐτὸ εἰς ἓν ὅλον, τὸ διήρεσεν εἰς ψυχὰς ἰσαρίθμους μὲ τὰ ἄστρα, ἔδωκεν ἑκάστην ψυχὴν εἰς ἕκαστον ἄστρον, καὶ ἐπιβιβάσας αὐτὰς οὕτως ὡς εἰς ἓν ὄχημα ἔδειξεν εἰς αὐτὰς τὴν φύσιν τοῦ παντὸς καὶ εἶπεν εἰς αὐτὰς τοὺς μοιραίους νόμους του: – ὅτι ἡ πρώτη γένεσις 102 θὰ εἶναι διατεταγμένη ἡ αὐτὴ εἰς ὅλας, ἵνα μὴ τὶς στερηθῇ τί ὑπ’ αὐτοῦ· ὅτι πρέπει αὐταὶ διασπαρεῖσαι εἰς ἕκαστον ὄργανον τοῦ χρόνου 103 τὸ κατάλληλον εἰς ἑκάστην, νὰ γεννήσωσι τὸ θεοσεβέστατον ζῶον· καὶ ὅτι, ἐπειδὴ εἶναι διπλὴ ἡ ἀνθρωπίνη φύσις, τὸ καλύτερον φύλον θὰ εἶναι ἐκεῖνο, ὅπερ καὶ ἔπειτα θὰ καλῆται ἀνήρ.


     Ὁπότε δὴ σώμασιν ἐμφυτευθεῖεν ἐξ ἀνάγκης, καὶ τὸ μὲν προσίοι, τὸ δ’ ἀπίοι τοῦ σώματος αὐτῶν, πρῶτον μὲν αἴσθησιν ἀναγκαῖον εἴη μίαν πᾶσιν ἐκ βιαίων παθημάτων σύμφυτον γίγνεσθαι, δεύτερον δὲ ἡδονῇ καὶ λύπῃ μεμειγμένον ἔρωτα, πρὸς δὲ τούτοις φόβον καὶ θυμὸν ὅσα τε ἑπόμενα αὐτοῖς καὶ ὁπόσα ἐναντίως πέφυκε διεστηκότα· ὧν εἰ μὲν κρατήσοιεν, δίκῃ βιώσοιντο, κρατηθέντες δὲ ἀδικίᾳ. Καὶ ὁ μὲν εὖ τὸν προσήκοντα χρόνον βιούς, πάλιν εἰς τὴν τοῦ συννόμου πορευθεὶς οἴκησιν ἄστρου, βίον εὐδαίμονα καὶ συνήθη ἕξοι, σφαλεὶς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβαλοῖ· μὴ παυόμενός τε ἐν τούτοις ἔτι κακίας, τρόπον ὃν κακύνοιτο, κατὰ τὴν ὁμοιότητα τῆς τοῦ τρόπου γενέσεως εἴς τινα τοιαύτην ἀεὶ μεταβαλοῖ θήρειον φύσιν, ἀλλάττων τε οὐ πρότερον πόνων λήξοι, πρὶν τῇ ταὐτοῦ καὶ ὁμοίου περιόδῳ τῇ ἐν αὑτῷ συνεπισπώμενος τὸν πολὺν ὄχλον καὶ ὕστερον προσφύντα ἐκ πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς, θορυβώδη καὶ ἄλογον ὄντα, λόγῳ κρατήσας εἰς τὸ τῆς πρώτης καὶ ἀρίστης ἀφίκοιτο εἶδος ἕξεως.

     Διαθεσμοθετήσας δὲ πάντα αὐτοῖς ταῦτα, ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος, ἔσπειρεν τοὺς μὲν εἰς γῆν, τοὺς δ’ εἰς σελήνην, τοὺς δ’ εἰς τἆλλα ὅσα ὄργανα χρόνου· τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκεν θεοῖς σώματα πλάττειν θνητά, τό τ’ ἐπίλοιπον, ὅσον ἔτι ἦν ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθ’ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν, καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅτι μὴ κακῶν αὐτὸ ἑαυτῷ γίγνοιτο αἴτιον.


     Ὅτι, ὄτε ἔπειτα ἐξ ἀνάγκης θὰ φυτευθώσιν εἰς (ἐνωθώσι μέ) τὰ σώματα, καὶ μέρος μὲν θὰ προστίθηται, μέρος δὲ θὰ ἀφαιρῆται ἀπὸ τοῦ σώματος αὐτῶν, πρῶτον μὲν θὰ εἶναι ἀνάγκη, ὅπως ἐκ τῶν βιαίων τούτων παθημάτων γεννᾶται αἴσθημα εἰς ὅλας ἔμφυτον, δεύτερον δὲ ἔρως μεμιγμένος μὲ ἡδονὴν καὶ λύπην, καὶ πρὸς τούτοις φόβος καὶ θυμός, καὶ ὅσα ἄλλα πάθη ἀκολουθούσιν εἰς ταῦτα καὶ ὅσα ἀντιστρόφως εἶναι φύσει ἐναντία πρὸς αὐτά· καὶ ἂν αὕται δεσπόσωσι τῶν παθῶν τούτων, θὰ ζήσωσιν ἐν δικαιοσύνῃ, ἂν δὲ δουλωθώσιν εἰς αὐτά, ἐν ἀδικίᾳ. Καὶ ὅστις ζήση καλῶς κατὰ τὸν δοθέντα εἰς αὐτὸν χρόνον, πάλιν ἐπανελθὼν εἰς τὴν κατοικίαν τοῦ οἰκείου εἰς αὐτὸν ἄστρου, θὰ ζῆ ζωὴν εὐδαίμονα καὶ εἰθισμένην 104, ὅστις ὅμως ἁμαρτήση, οὗτος κατὰ τὴν δευτέραν γέννησιν θὰ μεταβληθῆ εἰς γυναῖκα 105, καὶ ἂν ἀκόμη καὶ τότε δὲν παύση ἀπὸ τοῦ νὰ πράττη τὸ κακόν, συμφώνως μὲ τὸ εἶδος τῆς κακίας του θὰ μεταβάλληται ἑκάστοτε, καθ’ ὁμοιότητα τῶν ἠθῶν τὰ ὁποία ἀπέκτησεν, εἰς τοιαύτην φύσιν θηρίου, καὶ δὲν θὰ εὕρη τὴν λῆξιν τῶν μεταμορφώσεων καὶ τῶν βασάνων τούτων, πρὶν ἢ ἀκολουθῶν τὴν περιφορὰν ἐκείνου, ὅπερ ἐν ἐαυτῷ εἶναι ταυτὸν καὶ ὅμοιον, καὶ διὰ τοῦ λόγου καθυποτάξας τὸν πολὺν ὄχλον, ὅστις καὶ ὕστερον ἔχει προσκολληθῆ εἰς αὐτὸν ἐκ μερῶν πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς, ὄγκον θορυβώδη καὶ παράλογον, ἐπανέλθη εἰς τὴν μορφὴν τῆς πρώτης καὶ ἀρίστης καταστάσεώς του.

     Ὄτε δὲ πάντα ταῦτα ἐνομοθέτησεν εἰς αὐτοὺς 106 τότε διὰ νὰ εἶναι ἀθῶος ἀπὸ πάσης μετὰ ταῦτα κακίας ἑκάστου αὐτῶν, ἔσπειρεν ἄλλους μὲν εἰς τὸν Ἥλιον, ἄλλους δὲ εἰς τὴν Σελήνην, ἄλλους εἰς ἄλλα, ὅσα ὑπάρχουσιν ὄργανα χρόνου, καὶ μετὰ τὴν σπορὰν ταύτην ἀνέθηκεν εἰς τοὺς νέους θεοὺς νὰ πλάσωσι τὰ θνητὰ σώματα, καὶ πλάττοντες οὗτοι ὅσον ἔλειπεν ἀκόμη ἐκ τῆς ἀνθρωπίνης ψυχῆς καὶ τὸ ὁποῖον ἔπρεπε νὰ προστεθῇ, τοῦτο καὶ ἀκόμη ἀφοῦ πάντα ὅσα εἶναι ἀκόλουθα εἰς ταῦτα δημιουργήσωσι, νὰ ἄρχωσι καὶ νὰ κυβερνῶσιν ὅσον τὸ δυνατὸν κάλλιστα καὶ ἄριστα τὸ θνητὸν ζῶον, ἐκτὸς ἐὰν αὐτὸ τοῦτο γίνηται αἴτιον συμφορῶν εἰς ἑαυτό.

ιη. Ἡ συναρμογὴ τοῦ σώματος καὶ τῆς Ψυχῆς: ἡ γένεσις τῶν Αἰσθήσεων

     Καὶ ὁ μὲν δὴ ἅπαντα ταῦτα διατάξας ἔμενεν ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει· μένοντος δὲ νοήσαντες οἱ παῖδες τὴν τοῦ πατρὸς τάξιν ἐπείθοντο αὐτῇ, καὶ λαβόντες ἀθάνατον ἀρχὴν θνητοῦ ζῴου, μιμούμενοι τὸν σφέτερον δημιουργόν, πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος ἀπὸ τοῦ κόσμου δανειζόμενοι μόρια ὡς ἀποδοθησόμενα πάλιν, εἰς ταὐτὸν τὰ λαμβανόμενα συνεκόλλων, οὐ τοῖς ἀλύτοις οἷς αὐτοὶ συνείχοντο δεσμοῖς, ἀλλὰ διὰ σμικρότητα ἀοράτοις πυκνοῖς γόμφοις συντήκοντες, ἓν ἐξ ἁπάντων ἀπεργαζόμενοι σῶμα ἕκαστον, τὰς τῆς ἀθανάτου ψυχῆς περιόδους ἐνέδουν εἰς ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον.

     Αἱ δ’ εἰς ποταμὸν ἐνδεθεῖσαι πολὺν οὔτ’ ἐκράτουν οὔτ’ ἐκρατοῦντο, βίᾳ δὲ ἐφέροντο καὶ ἔφερον, ὥστε τὸ μὲν ὅλον κινεῖσθαι ζῷον, ἀτάκτως μὴν ὅπῃ τύχοι προϊέναι καὶ ἀλόγως, τὰς ἓξ ἁπάσας κινήσεις ἔχον· εἴς τε γὰρ τὸ πρόσθε καὶ ὄπισθεν καὶ πάλιν εἰς δεξιὰ καὶ ἀριστερὰ κάτω τε καὶ ἄνω καὶ πάντῃ κατὰ τοὺς ἓξ τόπους πλανώμενα προῄειν. Πολλοῦ γὰρ ὄντος τοῦ κατακλύζοντος καὶ ἀπορρέοντος κύματος ὃ τὴν τροφὴν παρεῖχεν, ἔτι μείζω θόρυβον ἀπηργάζετο τὰ τῶν προσπιπτόντων παθήματα ἑκάστοις, ὅτε πυρὶ προσκρούσειε τὸ σῶμά τινος ἔξωθεν ἀλλοτρίῳ περιτυχὸν ἢ καὶ στερεῷ γῆς πάγῳ ὑγροῖς τε ὀλισθήμασιν ὑδάτων, εἴτε ζάλῃ πνευμάτων ὑπὸ ἀέρος φερομένων καταληφθείη, καὶ ὑπὸ πάντων τούτων διὰ τοῦ σώματος αἱ κινήσεις ἐπὶ τὴν ψυχὴν φερόμεναι προσπίπτοιεν· αἳ δὴ καὶ ἔπειτα διὰ ταῦτα ἐκλήθησάν τε καὶ νῦν ἔτι αἰσθήσεις συνάπασαι κέκληνται.

     Καὶ δὴ καὶ τότε ἐν τῷ παρόντι πλείστην καὶ μεγίστην παρεχόμεναι κίνησιν, μετὰ τοῦ ῥέοντος ἐνδελεχῶς ὀχετοῦ κινοῦσαι καὶ σφοδρῶς σείουσαι τὰς τῆς ψυχῆς περιόδους, τὴν μὲν ταὐτοῦ παντάπασιν ἐπέδησαν ἐναντία αὐτῇ ῥέουσαι καὶ ἐπέσχον ἄρχουσαν καὶ ἰοῦσαν, τὴν δ’ αὖ θατέρου διέσεισαν, ὥστε τὰς τοῦ διπλασίου καὶ τριπλασίου τρεῖς ἑκατέρας ἀποστάσεις καὶ τὰς τῶν ἡμιολίων καὶ ἐπιτρίτων καὶ ἐπογδόων μεσότητας καὶ συνδέσεις, ἐπειδὴ παντελῶς λυταὶ οὐκ ἦσαν πλὴν ὑπὸ τοῦ συνδήσαντος, πάσας μὲν στρέψαι στροφάς, πάσας δὲ κλάσεις καὶ διαφθορὰς τῶν κύκλων ἐμποιεῖν, ὁσαχῇπερ ἦν δυνατόν, ὥστε μετ’ ἀλλήλων μόγις συνεχομένας φέρεσθαι μέν, ἀλόγως δὲ φέρεσθαι, τοτὲ μὲν ἀντίας, ἄλλοτε δὲ πλαγίας, τοτὲ δὲ ὑπτίας· οἷον ὅταν τις ὕπτιος ἐρείσας τὴν κεφαλὴν μὲν ἐπὶ γῆς, τοὺς δὲ πόδας ἄνω προσβαλὼν ἔχῃ πρός τινι, τότε ἐν τούτῳ τῷ πάθει τοῦ τε πάσχοντος καὶ τῶν ὁρώντων τά τε δεξιὰ ἀριστερὰ καὶ τὰ ἀριστερὰ δεξιὰ ἑκατέροις τὰ ἑκατέρων φαντάζεται. Ταὐτὸν δὴ τοῦτο καὶ τοιαῦτα ἕτερα αἱ περιφοραὶ πάσχουσαι σφοδρῶς, ὅταν τέ τῳ τῶν ἔξωθεν τοῦ ταὐτοῦ γένους ἢ τοῦ θατέρου περιτύχωσιν, τότε ταὐτόν τῳ καὶ θάτερόν του τἀναντία τῶν ἀληθῶν προσαγορεύουσαι ψευδεῖς καὶ ἀνόητοι γεγόνασιν, οὐδεμία τε ἐν αὐταῖς τότε περίοδος ἄρχουσα οὐδ’ ἡγεμών ἐστιν· αἷς δ’ ἂν ἔξωθεν αἰσθήσεις τινὲς φερόμεναι καὶ προσπεσοῦσαι συνεπισπάσωνται καὶ τὸ τῆς ψυχῆς ἅπαν κύτος, τόθ’ αὗται κρατούμεναι κρατεῖν δοκοῦσι.


     Καὶ ὄτε ταῦτα πάντα διέταξεν ὁ δημιουργός, ἔμενε κατὰ τὴν φύσιν αὐτοῦ εἰς τὸ οἰκεῖον ἦθος 107. Καὶ ἐνῷ ἔμενεν οὕτω, τὰ τέκνα νοήσαντα τὴν διάταξιν τοῦ πατρός, ὑπήκουον εἰς αὐτήν, καὶ λαβόντες τὴν ἀθάνατον ἀρχὴν τοῦ θνητοῦ ζώου, μιμούμενοι τὸν πατέρα αὐτῶν, ἐδανείζοντο ἐκ τοῦ κόσμου, μὲ τὸν σκοπὸν νὰ τὰ ἀποδώσωσι πάλιν 108, μόρια πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος, καὶ ὅσα ἐλάμβανον τὰ συνεκόλλων ὄχι μὲ ἐκείνους τοὺς ἀδιαλύτους δεσμοὺς μὲ τοὺς ὁποίους αὐτοὶ συνεδέοντο, ἀλλὰ τὰ συνέδεον μὲ πυκνοὺς γόμφους, ἀοράτους ἕνεκα τῆς σμικρότητός των, καὶ πλάττοντες ἐξ ὅλων τούτων τῶν στοιχείων ἕκαστον σῶμα, ἓν ὅλον, τὰς περιφορὰς (κύκλους) τῆς ἀθανάτου ψυχῆς συνέδεον εἰς σῶμα πάσχον εἰσροὰς καὶ ἀπορροὰς (μορίων).

     Αἱ περιφοραὶ δέ, εἰς ποταμὸν ἐξωγκωμένον βυθισθεῖσαι, οὔτε ἑνίκων αὐτὸν οὔτε ἐνικῶντο, ἀλλὰ βιαίως ἐσύροντο καὶ ἔσυρον ὥστε τὸ ὅλον ζῶον ἐκινεῖτο, ἀτάκτως ὅμως καὶ ὅπως ἔτυχε προχωροῦν καὶ ἀλόγως, ἔχον ὄλας τὰς ἓξ κινήσεις· διότι ἔβαινε καὶ ἐμπρὸς καὶ ὄπισθεν, καὶ πάλιν δεξιὰ καὶ ἀριστερά, καὶ ἄνω καὶ κάτω, καὶ πανταχοῦ πλανώμενον κατὰ τοὺς ἓξ τούτους τρόπους. Τῷ ὄντι, εἰ καὶ ἦτο πολὺ τὸ ρεῦμα τὸ ὁποῖον καὶ ἐπλημμύρει καὶ ἔρρεεν ἔξω τοῦ σώματος καὶ τὸ ὁποῖον ἔδιδε τὴν τροφήν, ἀκόμη περισσότερον θόρυβον παρῆγεν ἐκεῖνο τὸ ὁποῖον ἕκαστος ἔπασχεν ἀπὸ τὰ ἐξωτερικὰ συμβάντα, ὄτε τὸ σῶμα αὐτοῦ ἤθελε τύχει νὰ προσκρούσῃ εἰς πῦρ ξένον ἢ ἤθελε καταληφθῆ ὑπὸ τῆς στερεότητος τῆς γῆς ἢ ὑπὸ ὑγρᾶς ὀλισθήσεως τοῦ ὕδατος, ἢ ὑπὸ θυέλλης τῶν ἄνεμων συρομένων ὑπὸ τοῦ ἀέρος, καὶ ὄτε ὑπὸ πάντων τούτων ὠθούμεναι αἱ κινήσεις ἤθελον διὰ τοῦ σώματος ἐμπέσει εἰς τὴν ψυχήν. Αἱ κινήσεις δὲ αὕται καὶ ἔπειτα ὠνομάσθησαν διὰ ταῦτα καὶ ἀκόμη καὶ τώρα καλοῦνται αἰσθήσεις ὅλαι.

     Καὶ τῷ ὄντι πάραυτα καὶ τότε αὕται παράγουσαι πλείστην καὶ μεγίστην κίνησιν, καὶ μετὰ τοῦ ἀπαύστως ρέοντος ποταμοῦ κινοῦσαι καὶ σείουσαι σφοδρῶς τοὺς κύκλους τῆς ψυχῆς, τὸν μὲν τοῦ ταυτοῦ ἐντελῶς ἔδεσαν, ῥέουσαι ἐναντίον αὐτοῦ, καὶ τὸν ἠμπόδισαν νὰ ἐξουσιάζῃ καὶ νὰ προχωρῇ, καὶ τὸν κύκλον πάλιν τοῦ ἑτέρου διετάραξαν οὕτως, ὥστε καὶ τὰς τρεῖς ἀποστάσεις τοῦ διπλασίου καὶ τὰς τρεῖς του τριπλασίου καὶ τὰ διαστήματα (μεσότητας) καὶ τοὺς δεσμοὺς τοῦ ἑνὸς καὶ ἡμίσεος (1 1 2 ), τοῦ ἑνὸς καὶ ἑνὸς τρίτου (1 1 3 ) καὶ τοῦ ἑνὸς καὶ ἑνὸς ὀγδόου (1 1 8 ), ἐπειδὴ οὗτοι καὶ πρότερον δὲν ἦσαν ἐντελῶς ἄλυτοι, εἰμὴ ὑπὸ τοῦ συνδέσαντος αὐτούς, ἔστρεψαν κατὰ πάσας τὰς στροφὰς, ἐπέφερον δὲ πᾶν εἶδος θλάσεως καὶ φθορᾶς τῶν κύκλων, καθ’ ὅσους ἐδύναντο τρόπους. Οὕτως αἱ περιφοραὶ αὕται (τῆς ψυχῆς), μόλις συνεχόμεναι μεταξὺ των, ἐκινοῦντο μέν, ἀλλ’ ἐκινοῦντο ἀλόγως, ἄλλοτε ἐναντίαι, ἄλλοτε πλάγιαι καὶ ἄλλοτε ὕπτιαι. Οὕτω, καὶ ὅταν τὶς ἀνάποδα στηρίξας τὴν κεφαλήν του, ἐπὶ τῆς γῆς, τοὺς δὲ πόδας ὑψώσας πρὸς τὰ ἄνω, εὑρίσκηται ἀπέναντι ἄλλου, τότε εἰς τοιαύτην κατάστασιν τοῦ πάσχοντος καὶ τοῦ βλέποντος αὐτὸν τὰ δεξιὰ μέρη τοῦ ἑνὸς φαίνονται ἀριστερὰ εἰς τὸν ἄλλον, καὶ τὰ ἀριστερὰ δεξιὰ ἀμοιβαίως. Τὸ αὐτὸ λοιπὸν πάθος καὶ ἄλλα τοιαῦτα πάσχουσαι σφοδρῶς αἱ περιφοραί, ὅταν τύχῃ νὰ συναντήσωσι πράγμα τί ἐξωτερικὸν ἀνῆκον εἰς τὴν τάξιν τοῦ ταυτοῦ ἢ τοῦ ἑτέρου, τότε, λέγουσαι ὅτι αὐτὸ εἶναι ταυτὸν πρὸς τί καὶ διάφορον ἄλλου 109 ἐναντίον τῆς ἀληθείας, γίνονται ψευδεῖς καὶ ἀνόητοι, καὶ οὐδεμία ὑπάρχει πλέον μεταξὺ αὐτῶν περιστροφὴ ἄρχουσα καὶ κυβερνώσα τὰς ἄλλας. Ἂν δὲ πάλιν αἰσθήσεις τινές, ὠθούμεναι ἔξωθεν, εἰσέλθωσι καὶ παρασύρωσι μεθ’ ἑαυτῶν ὅλην τὴν ψυχήν, τότε αἱ περιφοραί, ἐνῷ ἐξουσιάζονται 110, φαίνονται ὅτι ἐξουσιάζουσι.


     Καὶ διὰ δὴ ταῦτα πάντα τὰ παθήματα νῦν κατ’ ἀρχάς τε ἄνους ψυχὴ γίγνεται τὸ πρῶτον, ὅταν εἰς σῶμα ἐνδεθῇ θνητόν. Ὅταν δὲ τὸ τῆς αὔξης καὶ τροφῆς ἔλαττον ἐπίῃ ῥεῦμα, πάλιν δὲ αἱ περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἑαυτῶν ὁδὸν ἴωσι καὶ καθιστῶνται μᾶλλον ἐπιόντος τοῦ χρόνου, τότε ἤδη πρὸς τὸ κατὰ φύσιν ἰόντων σχῆμα ἑκάστων τῶν κύκλων αἱ περιφοραὶ κατευθυνόμεναι, τό τε θάτερον καὶ τὸ ταὐτὸν προσαγορεύουσαι κατ’ ὀρθόν, ἔμφρονα τὸν ἔχοντα αὐτὰς γιγνόμενον ἀποτελοῦσιν.

     Ἂν μὲν οὖν δὴ καὶ συνεπιλαμβάνηταί τις ὀρθὴ τροφὴ παιδεύσεως, ὁλόκληρος ὑγιής τε παντελῶς, τὴν μεγίστην ἀποφυγὼν νόσον, γίγνεται· καταμελήσας δέ, χωλὴν τοῦ βίου διαπορευθεὶς ζωήν, ἀτελὴς καὶ ἀνόητος εἰς Ἅιδου πάλιν ἔρχεται. Ταῦτα μὲν οὖν ὕστερά ποτε γίγνεται· περὶ δὲ τῶν νῦν προτεθέντων δεῖ διελθεῖν ἀκριβέστερον, τὰ δὲ πρὸ τούτων, περὶ σωμάτων κατὰ μέρη τῆς γενέσεως καὶ περὶ ψυχῆς, δι’ ἅς τε αἰτίας καὶ προνοίας γέγονε θεῶν, τοῦ μάλιστα εἰκότος ἀντεχομένοις, οὕτω καὶ κατὰ ταῦτα πορευομένοις διεξιτέον.

     Τὰς μὲν δὴ θείας περιόδους δύο οὔσας, τὸ τοῦ παντὸς σχῆμα ἀπομιμησάμενοι περιφερὲς ὄν, εἰς σφαιροειδὲς σῶμα ἐνέδησαν, τοῦτο ὃ νῦν κεφαλὴν ἐπονομάζομεν, ὃ θειότατόν τέ ἐστιν καὶ τῶν ἐν ἡμῖν πάντων δεσποτοῦν· ᾧ καὶ πᾶν τὸ σῶμα παρέδοσαν ὑπηρεσίαν αὐτῷ συναθροίσαντες θεοί, κατανοήσαντες ὅτι πασῶν ὅσαι κινήσεις ἔσοιντο μετέχοι. Ἵν’ οὖν μὴ κυλινδούμενον ἐπὶ γῆς ὕψη τε καὶ βάθη παντοδαπὰ ἐχούσης ἀποροῖ τὰ μὲν ὑπερβαίνειν, ἔνθεν δὲ ἐκβαίνειν, ὄχημα αὐτῷ τοῦτο καὶ εὐπορίαν ἔδοσαν· ὅθεν δὴ μῆκος τὸ σῶμα ἔσχεν, ἐκτατά τε κῶλα καὶ καμπτὰ ἔφυσεν τέτταρα θεοῦ μηχανησαμένου πορείαν, οἷς ἀντιλαμβανόμενον καὶ ἀπερειδόμενον διὰ πάντων τόπων πορεύεσθαι δυνατὸν γέγονε, τὴν τοῦ θειοτάτου καὶ ἱερωτάτου φέρον οἴκησιν ἐπάνωθεν ἡμῶν.

     Σκέλη μὲν οὖν χεῖρές τε ταύτῃ καὶ διὰ ταῦτα προσέφυ πᾶσιν· τοῦ δ’ ὄπισθεν τὸ πρόσθεν τιμιώτερον καὶ ἀρχικώτερον νομίζοντες θεοὶ ταύτῃ τὸ πολὺ τῆς πορείας ἡμῖν ἔδοσαν. Ἔδει δὴ διωρισμένον ἔχειν καὶ ἀνόμοιον τοῦ σώματος τὸ πρόσθεν ἄνθρωπον. Διὸ πρῶτον μὲν περὶ τὸ τῆς κεφαλῆς κύτος, ὑποθέντες αὐτόσε τὸ πρόσωπον, ὄργανα ἐνέδησαν τούτῳ πάσῃ τῇ τῆς ψυχῆς προνοίᾳ, καὶ διέταξαν τὸ μετέχον ἡγεμονίας τοῦτ’ εἶναι, τὸ κατὰ φύσιν πρόσθεν·


     Καὶ δι’ ὅλα ταῦτα τὰ παθήματά της ἡ ψυχὴ καὶ τώρα, ὅπως ἀπ’ ἀρχῆς, γένεται ἀνόητος εὐθὺς ἅμα δεθῇ εἰς θνητὸν σῶμα. Ὅταν ὅμως τὸ ρεῦμα τῆς αὐξήσεως καὶ τῆς θρέψεως καταντᾷ βαθμηδὸν ὀλιγώτερον, καὶ οἱ κύκλοι πάλιν ἐπιτυχόντες γαλήνην πορεύωνται τὴν ὁδὸν αὐτῶν, καὶ γίνωνται κανονικώτεροι μὲ τὴν πρόοδον τοῦ χρόνου, τότε πλέον αἱ τροχιαὶ κατευθυνόμεναι κατὰ τὴν τάξιν (τὸ σχῆμα) τῶν κατ’ ἰδίαν κύκλων οἵτινες κινοῦνται κατὰ φύσιν, τότε λέγουσαι ὀρθῶς τὰ κατηγορήματα τοῦ ταυτοῦ καὶ τοῦ ἑτέρου κατορθοῦσιν ὥστε νὰ γίνῃ συνετὸς ὁ ἔχων αὐτάς.

     Ἂν δὲ καὶ ὀρθὴ ἀνατροφὴ καὶ παίδευσις ἐπέλθῃ βοηθὸς εἰς τίνα, οὗτος ἀποφυγὼν τὴν μεγίστην νόσον γίνεται ἀκέραιος καὶ ὑγιὴς ἐντελῶς. Ἐὰν ὅμως ἀμελήσῃ, πορευθεὶς τὴν ὁδὸν τῆς ζωῆς μὲ χωλὸν τὸν πόδα, ἐπιστρέφει εἰς τὸν Ἅδην χωρὶς οὐδὲν νὰ κατορθώσῃ καὶ νὰ κερδήσῃ. Τοῦτο δὲ συμβαίνει ὕστερον κατὰ τίνα χρόνον. Τώρα ὅμως πρέπει νὰ ἐξετάσωμεν ἀκριβέστερον τὰ προταθέντα (ζητήματα) καὶ πρὸ πάντων περὶ τῆς γενέσεως τῶν σωμάτων καθ’ ἕκαστον μέλος αὐτῶν, καὶ περὶ τῆς ψυχῆς, διὰ ποίας αἰτίας καὶ προνοίας τῶν θεῶν ἐγεννήθησαν, προσέχοντες εἰς τὸ πιθανώτατον· οὕτω καὶ κατὰ ταῦτα προχωροῦντες πρέπει νὰ ἐξετάσωμεν 111.

     Οἱ θεοὶ λοιπὸν ἀπομιμηθέντες τὸ σχῆμα τοῦ παντός, τὸ ὁποῖον εἶναι στρογγύλον, συνέδεσαν τοὺς θείους κύκλους, οἵτινες εἶναι δυό, εἰς ἓν σφαιροειδὲς σῶμα, τοῦτο ὅπερ τώρα καλοῦμεν κεφαλὴν καὶ εἶναι τὸ θειότατον πάντων τῶν ἐν ἡμῖν πραγμάτων καὶ ἐξουσιάζει πάντα. Εἰς αὐτὸ παρέδοσαν οἱ θεοὶ πρὸς ὑπηρεσίαν καὶ ὅλον τὸ σῶμα, συνενώσαντες τοῦτο, διότι κατενόησαν ὅτι ἔμελλε νὰ μετέχῃ ὅλων τῶν κινήσεων, αἵτινες θὰ γίνωνται. Ἵνα λοιπὸν ἡ κεφαλὴ κυλιομένη ἐπὶ τῆς γῆς, ἤτις ἔχει ὕψη καὶ βάθη παντὸς εἴδους, μὴ δυσκολεύηται ἐκεῖνα μὲν νὰ ὑπερβαίνῃ, ἐκ τούτων δὲ νὰ ἐξέρχηται, ἔδοσαν εἰς αὐτὴν τὸ σῶμα ὡς ὄχημα καὶ πρὸς εὐκολίαν. Διὰ τοῦτο ἀκριβῶς τὸ σῶμα ἔλαβε μῆκος καὶ ἐγέννησε τέσσαρα ἄκρα μέλη δυνάμενα νὰ ἐκτείνωνται καὶ νὰ κάμπτωνται, τὰ ὁπο[iα ἐπρομήθευσεν ὁ θεὸς 112 καὶ διὰ τούτων συλλαμβάνον καὶ στηριζόμενον ἔγινεν ἱκανὸν νὰ πορεύηται διὰ παντὸς τόπου, φέρον ἐπάνωθεν ἡμῶν τὴν κατοικίαν τοῦ θειοτάτου καὶ ἱερωτάτου.

     Σκέλη λοιπὸν καὶ χεῖρες τοιουτοτρόπως καὶ διὰ τὰς αἰτίας ταύτας προσετέθησαν εἰς πάντας. Ἐπειδὴ δὲ οἱ θεοὶ ἐνόμιζον, ὅτι τὸ ἔμπροσθεν μέρος εἶναι περισσότερον ἄξιον τιμῆς καὶ ἐξουσίας παρὰ τὸ ὄπισθεν, κατὰ τὴν διεύθυνσιν ταύτην μας ἔδοσαν τὸν συνηθέστερον τρόπον τοῦ βαδίζειν. Ἔπρεπε δὲ ὁ ἄνθρωπος νὰ ἔχῃ τὸ ἔμπροσθεν τοῦ σώματος ἀνόμοιον μὲ τὸ ὄπισθεν. Διὰ τοῦτο πρῶτον μὲν πέριξ τοῦ δοχείου τῆς κεφαλῆς, ἀφοῦ ἔθεσαν εἰς τοῦτο τὸ μέρος τὸ πρόσωπον, συνέδεσαν μετ’ αὐτοῦ ὄργανα κατάλληλα πρὸς πάσαν πρόνοιαν τῆς ψυχῆς, καὶ διέταξαν τοῦτο, τὸ ὁποῖον εἶναι φύσει ἔμπροσθεν, νὰ εἶναι μέτοχον της κυβερνήσεως.

ιθ. Ἡ ὅρασις

     Τῶν δὲ ὀργάνων πρῶτον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα, τοιᾷδε ἐνδήσαντες αἰτίᾳ. τοῦ πυρὸς ὅσον τὸ μὲν κάειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥμερον, οἰκεῖον ἑκάστης ἡμέρας, σῶμα ἐμηχανήσαντο γίγνεσθαι. Τὸ γὰρ ἐντὸς ἡμῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων ῥεῖν λεῖον καὶ πυκνὸν ὅλον μέν, μάλιστα δὲ τὸ μέσον συμπιλήσαντες τῶν ὀμμάτων, ὥστε τὸ μὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, τὸ τοιοῦτον δὲ μόνον αὐτὸ καθαρὸν διηθεῖν. Ὅταν οὖν μεθημερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦμα, τότε ἐκπῖπτον ὅμοιον πρὸς ὅμοιον, συμπαγὲς γενόμενον, ἓν σῶμα οἰκειωθὲν συνέστη κατὰ τὴν τῶν ὀμμάτων εὐθυωρίαν, ὅπῃπερ ἂν ἀντερείδῃ τὸ προσπῖπτον ἔνδοθεν πρὸς ὃ τῶν ἔξω συνέπεσεν.

     Ὁμοιοπαθὲς δὴ δι’ ὁμοιότητα πᾶν γενόμενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶμα μέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην ᾗ δὴ ὁρᾶν φαμεν. Ἀπελθόντος δὲ εἰς νύκτα τοῦ συγγενοῦς πυρὸς ἀποτέτμηται· πρὸς γὰρ ἀνόμοιον ἐξιὸν ἀλλοιοῦταί τε αὐτὸ καὶ κατασβέννυται, συμφυὲς οὐκέτι τῷ πλησίον ἀέρι γιγνόμενον, ἅτε πῦρ οὐκ ἔχοντι. Παύεταί τε οὖν ὁρῶν, ἔτι τε ἐπαγωγὸν ὕπνου γίγνεται· σωτηρίαν γὰρ ἣν οἱ θεοὶ τῆς ὄψεως ἐμηχανήσαντο, τὴν τῶν βλεφάρων φύσιν, ὅταν ταῦτα συμμύσῃ, καθείργνυσι τὴν τοῦ πυρὸς ἐντὸς δύναμιν, ἡ δὲ διαχεῖ τε καὶ ὁμαλύνει τὰς ἐντὸς κινήσεις, ὁμαλυνθεισῶν δὲ ἡσυχία γίγνεται, γενομένης δὲ πολλῆς μὲν ἡσυχίας βραχυόνειρος ὕπνος ἐμπίπτει, καταλειφθεισῶν δέ τινων κινήσεων μειζόνων, οἷαι καὶ ἐν οἵοις ἂν τόποις λείπωνται, τοιαῦτα καὶ τοσαῦτα παρέσχοντο ἀφομοιωθέντα ἐντὸς ἔξω τε ἐγερθεῖσιν ἀπομνημονευόμενα φαντάσματα.

     Τὸ δὲ περὶ τὴν τῶν κατόπτρων εἰδωλοποιίαν καὶ πάντα ὅσα ἐμφανῆ καὶ λεῖα, κατιδεῖν οὐδὲν ἔτι χαλεπόν. Ἐκ γὰρ τῆς ἐντὸς ἐκτός τε τοῦ πυρὸς ἑκατέρου κοινωνίας ἀλλήλοις, ἑνός τε αὖ περὶ τὴν λειότητα ἑκάστοτε γενομένου καὶ πολλαχῇ μεταρρυθμισθέντος, πάντα τὰ τοιαῦτα ἐξ ἀνάγκης ἐμφαίνεται, τοῦ περὶ τὸ πρόσωπον πυρὸς τῷ περὶ τὴν ὄψιν πυρὶ περὶ τὸ λεῖον καὶ λαμπρὸν συμπαγοῦς γιγνομένου. Δεξιὰ δὲ φαντάζεται τὰ ἀριστερά, ὅτι τοῖς ἐναντίοις μέρεσιν τῆς ὄψεως περὶ τἀναντία μέρη γίγνεται ἐπαφὴ παρὰ τὸ καθεστὸς ἔθος τῆς προσβολῆς· δεξιὰ δὲ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἀριστερὰ τοὐναντίον, ὅταν μεταπέσῃ συμπηγνύμενον ᾧ συμπήγνυται φῶς, τοῦτο δέ, ὅταν ἡ τῶν κατόπτρων λειότης, ἔνθεν καὶ ἔνθεν ὕψη λαβοῦσα, τὸ δεξιὸν εἰς τὸ ἀριστερὸν μέρος ἀπώσῃ τῆς ὄψεως καὶ θάτερον ἐπὶ θάτερον. Κατὰ δὲ τὸ μῆκος στραφὲν τοῦ προσώπου ταὐτὸν τοῦτο ὕπτιον ἐποίησεν πᾶν φαίνεσθαι, τὸ κάτω πρὸς τὸ ἄνω τῆς αὐγῆς τό τ’ ἄνω πρὸς τὸ κάτω πάλιν ἀπῶσαν.


     Καὶ ἐκ τῶν ὀργάνων τούτων πρῶτα ἔπλασαν τὰ φέροντα τὸ φῶς, τὰ ὄμματα, καὶ τὰ συνέδεσαν (εἰς τὸ πρόσωπον) κατὰ τὸν ἑξῆς τρόπον: Ὅσον μέρος τοῦ πυρὸς δὲν ἔχει τὴν ἰδιότητα νὰ καίῃ, ἀλλὰ νὰ μᾶς δίδῃ τὸ ἥμερον φῶς, τὸ ἀνῆκον εἰς τὴν ἡμέραν, ἐμηχανεύθησαν νὰ τὸ κάμωσιν ἐν σῶμᾳ. Τῷ ὄντι τὸ ἐντὸς ἡμῶν καθαρὸν πῦρ, τὸ ὁποῖον εἶναι ἀδελφὸν ἐκείνου, τὸ ἔκαμον νὰ ῥέῃ διὰ μέσου τῶν ὀμμάτων λεῖον καὶ πυκνόν, ἀφοῦ συνέσφιγξαν ὅλον τὸ ὄμμα, ἀλλὰ περισσότερον τὸ μέσον αὐτοῦ, οὕτως ὥστε νὰ ἐμποδίζῃ τὸ λοιπὸν μέρος τοῦ πυρός, ὅσον ἦτο πυκνότερον, καὶ νὰ ἀφήνῃ νὰ διέρχηται τὸ λεπτὸν μόνον καθαρόν. Ὅταν λοιπὸν ὑπάρχῃ φῶς τῆς ἡμέρας πέριξ τοῦ ῥεύματος τούτου τῆς ὄψεως, τότε πίπτει ὅμοιον εἰς ὅμοιον 113 καὶ συνενούμενα στερεῶς ἀποτελούσιν ἓν μόνον σῶμα ὁμοίας φύσεως κατὰ τὴν διεύθυνσιν τῶν ὀμμάτων ἐκεῖ, ὅπου τὸ προστιθέμενον ἔσωθεν συγκρούεται πρὸς ἐκεῖνο, ὅπερ ἔρχεται εἰς συνάντησίν του ἔξωθεν.

     Ὅθεν διὰ τὴν ὁμοιότητα ταύτην ὅλον τοῦτο γινόμενον ὁμοιοπαθὲς οἱονδήποτε πράγμα ἤθελε πότε ἐγγίσει αὐτό, ἢ ἐγγιχθῆ τοῦτο ὑπ’ ἄλλου, καὶ διαδίδον τὰς κινήσεις αὐτῶν καθ’ ὅλον τὸ σῶμα μέχρι τῆς ψυχῆς παράγει τὴν αἴσθησιν ἐκείνην, διὰ τῆς ὁποίας ἀκριβῶς λέγομεν ὅτι βλέπομεν 114. Ἀλλ’ ὅταν τὸ συγγενὲς πῦρ ἀπέρχηται, ὄτε γίνεται νύξ, τὸ ἄλλο μένει ἀποκεκομμένον, διότι ἐξερχόμενον πρὸς ἐκεῖνο, ὅπερ εἶναι ἀνόμοιον, μεταβάλλεται αὐτὸ τοῦτο καὶ σβύνεται, μὴ ὂν πλέον (συμφυές) τῆς αὐτῆς φύσεως μὲ τὸν πλησίον ἀέρα, διότι οὗτος δὲν ἔχει πῦρ. Παύει λοιπὸν νὰ βλέπῃ καὶ προσέτι προκαλεῖ τὸν ὕπνον. Διότι ἐκεῖνο τὸ μέσον τῆς σωτηρίας, ὅπερ οἱ θεοὶ ἐπενόησαν χάριν τῆς ὄψεως, τὰ βλέφαρα, ὅταν συγκλείωνται κατακλείουσιν ἐντὸς τὴν δύναμιν τοῦ πυρός, αὕτη δὲ διαλύει καὶ ἐξομαλύνει τὰς ἐσωτερικὰς κινήσεις καί, ὅταν αὕται ἐξομαλυνθώσιν, ἐπέρχεται ἡσυχία. Καὶ ὅταν μὲν ἡ ἡσυχία εἶναι πολλή, τότε μας ἔρχεται ὕπνος μὲ μικρὰ ὄνειρα· ἀλλ’ ἐὰν ἀπομείνωσι κινήσεις τινὲς ὀλίγον μεγάλαι, ὁποῖαι εἶναι αὕται καὶ ὁποῖοι εἶναι οἱ τόποι εἰς τοὺς ὁποίους ἀπέμειναν, τοιαῦτα καὶ τοσαύτα φαντάσματα παράγουσι κατ’ ἀφομοίωσιν τῶν ἐντὸς καὶ τῶν ἔξωθεν, καὶ ταῦτα ἔπειτα, ὅταν ἐγερθῶμεν, μᾶς ἐπανέρχονται εἰς τὴν μνήμην.

     Ὡς πρὸς δὲ τὰς εἰκόνας, αἱ ὁποῖαι παράγονται εἰς τὰ κάτοπτρα καὶ εἰς ὅλα τὰ πράγματα, τὰ ὁποῖα εἶναι στιλπνὰ καὶ λεῖα, δὲν εἶναι δύσκολον νὰ τὰς ἐννοήσωμεν. Διότι ἐκ τῆς πρὸς ἄλληλα συνενώσεως καὶ τῶν δυὸ πυρῶν, τοῦ ἐσωτερικοῦ καὶ τοῦ ἐξωτερικοῦ, ἐκ τῶν ὁποίων πάλιν γίνεται ἑκάστοτε ἐπὶ τῆς λείας ἐπιφανείας ἓν μόνον, ὅπερ κατὰ πολλοὺς τρόπους ἀνακλᾶται, ὅλα τὰ τοιαῦτα ἐξ ἀνάγκης ἐμφανίζονται, κὰθ’ ὅσον συνενοῦνται εἰς ἓν στερεῶς ἐπὶ τῆς λείας καὶ λαμπρᾶς ἐπιφανείας τὸ πῦρ, τὸ ὁποῖον εἶναι πέριξ τοῦ προσώπου, καὶ ἐκεῖνο τὸ ὁποῖον ἐξέρχεται ἐκ τῆς ὄψεως. Ἐκεῖνο δὲ τὸ ὁποῖον εἶναι δεξιὰ φαίνεται ἀριστερά, διότι ἡ ἐπαφὴ συμβαίνει εἰς μέρη ἀντίθετα τῆς ὄψεως μὲ μέρη ἀντίθετα (τοῦ λείου κατόπτρου), ἐναντίον τοῦ συνήθους τρόπου τῆς ὀπτικῆς ἐπαφῆς. Ἀπεναντίας τὰ δεξιὰ φαίνονται δεξιὰ καὶ τὰ ἀριστερὰ φαίνονται ἀριστερὰ (τοῦ κοίλου κατόπτρου), ὅταν τὸ φῶς συνδυαζόμενον μὲ ἐκεῖνο, μὲ τὸ ὁποῖον συνδυάζεται, μεταβάλλει τὴν θέσιν του. Τοῦτο δὲ συμβαίνει, ὅταν ἡ λειότης τῶν κατόπτρων, ὑψουμένη ἀπὸ τὴν μίαν καὶ ἀπὸ τὴν ἄλλην πλευράν, ἀπωθήσῃ τὸ δεξιὸν μέρος τῆς ὄψεως εἰς τὸ ἀριστερὸν καὶ ἀντιστρόφως. Ἐὰν δὲ τὸ κάτοπτρον στραφῇ οὕτως ὥστε ἡ καμπύλη νὰ διατίθεται κατὰ τὸ μῆκος τοῦ προσώπου, τοῦτο κάμνει τὰ πάντα νὰ φαίνωνται ἀνεστραμμένα, ἀπωθοῦν τὸ κάτω μέρος εἰς τὸ ἄνω τοῦ προσώπου καὶ τὸ ἄνω εἰς τὸ κάτω.

κ. Τὸ αἴτιον τῆς ἀριστότητος. Ὅρασις, Θεωρία καὶ φιλοσοφεῖν

     Ταῦτ’ οὖν πάντα ἔστιν τῶν συναιτίων οἷς θεὸς ὑπηρετοῦσιν χρῆται τὴν τοῦ ἀρίστου κατὰ τὸ δυνατὸν ἰδέαν ἀποτελῶν· δοξάζεται δὲ ὑπὸ τῶν πλείστων οὐ συναίτια ἀλλὰ αἴτια εἶναι τῶν πάντων, ψύχοντα καὶ θερμαίνοντα πηγνύντα τε καὶ διαχέοντα καὶ ὅσα τοιαῦτα ἀπεργαζόμενα. Λόγον δὲ οὐδένα οὐδὲ νοῦν εἰς οὐδὲν δυνατὰ ἔχειν ἐστίν. Τῶν γὰρ ὄντων ᾧ νοῦν μόνῳ κτᾶσθαι προσήκει, λεκτέον ψυχήν –τοῦτο δὲ ἀόρατον, πῦρ δὲ καὶ ὕδωρ καὶ γῆ καὶ ἀὴρ σώματα πάντα ὁρατὰ γέγονεν– τὸν δὲ νοῦ καὶ ἐπιστήμης ἐραστὴν ἀνάγκη τὰς τῆς ἔμφρονος φύσεως αἰτίας πρώτας μεταδιώκειν, ὅσαι δὲ ὑπ’ ἄλλων μὲν κινουμένων, ἕτερα δὲ κατὰ ἀνάγκης κινούντων γίγνονται, δευτέρας. Ποιητέον δὴ κατὰ ταῦτα καὶ ἡμῖν· λεκτέα μὲν ἀμφότερα τὰ τῶν αἰτιῶν γένη, χωρὶς δὲ ὅσαι μετὰ νοῦ καλῶν καὶ ἀγαθῶν δημιουργοὶ καὶ ὅσαι μονωθεῖσαι φρονήσεως τὸ τυχὸν ἄτακτον ἑκάστοτε ἐξεργάζονται.

     Τὰ μὲν οὖν τῶν ὀμμάτων συμμεταίτια πρὸς τὸ σχεῖν τὴν δύναμιν ἣν νῦν εἴληχεν εἰρήσθω· τὸ δὲ μέγιστον αὐτῶν εἰς ὠφελίαν ἔργον, δι’ ὃ θεὸς αὔθ’ ἡμῖν δεδώρηται, μετὰ τοῦτο ῥητέον. Ὄψις δὴ κατὰ τὸν ἐμὸν λόγον αἰτία τῆς μεγίστης ὠφελίας γέγονεν ἡμῖν, ὅτι τῶν νῦν λόγων περὶ τοῦ παντὸς λεγομένων οὐδεὶς ἄν ποτε ἐρρήθη μήτε ἄστρα μήτε ἥλιον μήτε οὐρανὸν ἰδόντων. Νῦν δ’ ἡμέρα τε καὶ νὺξ ὀφθεῖσαι μῆνές τε καὶ ἐνιαυτῶν περίοδοι καὶ ἰσημερίαι καὶ τροπαὶ μεμηχάνηνται μὲν ἀριθμόν, χρόνου δὲ ἔννοιαν περί τε τῆς τοῦ παντὸς φύσεως ζήτησιν ἔδοσαν· ἐξ ὧν ἐπορισάμεθα φιλοσοφίας γένος, οὗ μεῖζον ἀγαθὸν οὔτ’ ἦλθεν οὔτε ἥξει ποτὲ τῷ θνητῷ γένει δωρηθὲν ἐκ θεῶν.

     Λέγω δὴ τοῦτο ὀμμάτων μέγιστον ἀγαθόν· τἆλλα δὲ ὅσα ἐλάττω τί ἂν ὑμνοῖμεν, ὧν ὁ μὴ φιλόσοφος τυφλωθεὶς ὀδυρόμενος ἂν θρηνοῖ μάτην; Ἀλλὰ τούτου λεγέσθω παρ’ ἡμῶν αὕτη ἐπὶ ταῦτα αἰτία, θεὸν ἡμῖν ἀνευρεῖν δωρήσασθαί τε ὄψιν, ἵνα τὰς ἐν οὐρανῷ τοῦ νοῦ κατιδόντες περιόδους χρησαίμεθα ἐπὶ τὰς περιφορὰς τὰς τῆς παρ’ ἡμῖν διανοήσεως, συγγενεῖς ἐκείναις οὔσας, ἀταράκτοις τεταραγμένας, ἐκμαθόντες δὲ καὶ λογισμῶν κατὰ φύσιν ὀρθότητος μετασχόντες, μιμούμενοι τὰς τοῦ θεοῦ πάντως ἀπλανεῖς οὔσας, τὰς ἐν ἡμῖν πεπλανημένας καταστησαίμεθα.


     Ταῦτα λοιπὸν πάντα εἶναι ἀπὸ τὰ συνεργὰ αἴτια (συναίτια), τὰ ὁποῖα μεταχειρίζεται ὁ θεὸς ως ὑπηρέτας, ἵνα πραγματοποιήση κατὰ τὸ δυνατὸν τὴν ἰδέαν τοῦ ἀρίστου. Καὶ πιστεύεται μὲν ὑπὸ τῶν πλείστων, ὅτι ταῦτα εἶναι οὐχὶ συναίτια ἀλλὰ αἴτια πάντων τῶν πραγμάτων, ὅτι ταῦτα ψύχουσι καὶ θερμαίνουσι, συστέλλουσι καὶ διαστέλλουσι, καὶ παράγουσιν ὅσα εἶναι τοιαῦτα, ἐνῶ δὲν εἶναι ἱκανὰ νὰ ἔχωσι λόγον οὔτε νοῦν πρὸς οὐδὲν πράγμα. Διότι ἐκ τῶν ὄντων, ἐκεῖνο εἰς τὸ ὁποῖον μόνον ἀνήκει νὰ ἔχῃ τὸν νοῦν, πρέπει νὰ εἴπωμεν ὅτι εἶναι ἡ ψυχή· αὕτη δὲ εἶναι ἀόρατος, ἐνῶ τὸ πῦρ καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ καὶ ἡ γῆ εἶναι πάντα σώματα ὁρατά. Ὁ δὲ ἐραστὴς τοῦ νοῦ καὶ τῆς ἐπιστήμης ἀνάγκη νὰ ἐπιδιώκῃ τὰς πρώτας αἰτίας τὰς ἀναφερομένας εἰς τὴν νοοῦσαν φύσιν, ὄσαι δὲ γεννῶνται ἀπὸ ἄλλας, αἴτινες κινοῦνται καὶ ἐξ ἀνάγκης κινοῦσιν ἄλλα, πρέπει νὰ θεωρῇ ταύτας δευτέρας. Λοιπὸν καὶ ἡμεῖς πρέπει κατὰ ταῦτα νὰ ἐξετάζωμεν καὶ τὰ δυὸ εἴδη τῶν αἰτίων, ἀλλὰ χωριστὰ ἐκεῖνα τὰ ὁποῖα μετὰ νοῦ εἶναι δημιουργὰ πραγμάτων καλῶν καὶ ἀγαθῶν, καὶ ἐκεῖνα ὅσα ἐστερημένα φρονήσεως ποιούσιν ἑκάστοτε ὅ,τι τύχῃ ἄνευ τάξεως.

     Ἀρκοῦσι λοιπὸν ταῦτα ὡς πρὸς τὰ συναίτια του νὰ λάβωσι τὰ ὄμματα τὴν δύναμιν ἐκείνην, τὴν ὁποίαν ἔχουσιν. Ἀλλὰ ποῖον εἶναι τὸ μέγιστον ἔργον αὐτῶν πρὸς ὠφέλειαν, διὰ τὸ ὁποῖον ὁ θεός μᾶς ἐδώρησεν αὐτούς, πρέπει νὰ εἴπωμεν τώρα. Ἡ ὄψις τῷ ὄντι κατ’ ἐμέ μᾶς εἶναι αἰτία μεγίστης ὠφελείας, διότι ἐκ τῶν λόγων, ὅσοι τώρα λέγονται περὶ τοῦ παντός, οὐδεὶς ἤθελε πότε λεχθῆ ὑπὸ τῶν μὴ ἰδόντων μήτε ἄστρα μήτε ἥλιον μήτε οὐρανόν, ἀλλὰ νῦν ἡ ἡμέρα καὶ ἡ νύξ, τὰς ὁποίας εἴδομεν, καὶ οἱ μῆνες καὶ αἱ περίοδοι τῶν ἐνιαυτῶν παρήγαγον τὸν ἀριθμὸν καὶ μᾶς ἔδοσαν τὴν ἔννοιαν τοῦ χρόνου καὶ τὴν ἔρευναν περὶ τῆς φύσεως τοῦ παντός. Ἐκ τούτων ἐπορίσθημεν τὴν ἀρχὴν τῆς φιλοσοφίας, τῆς ὁποίας οὐδὲν μεγαλύτερον ἀγαθὸν οὔτε ἦλθεν οὔτε θὰ ἔλθη ποτὲ εἰς τὸ θνητὸν γένος ὡς δῶρον τῶν θεῶν.

     Λέγω λοιπὸν ὅτι τοῦτο εἶναι τὸ μέγιστον ἀγαθὸν τῶν ὀφθαλμῶν. Τὰ δὲ ἄλλα ὅσα εἶναι μικρότερα, πρὸς τί νὰ τὰ ὑμνῶμεν; διὰ ταῦτα μόνος ὁ μὴ ὢν φιλόσοφος τυφλωθεῖς, ὅταν ὀδύρηται, ματαίως θρηνεῖ. Ἀλλὰ τοῦτο ἂς λέγωμεν ἡμεῖς, ὅτι διὰ τὴν αἰτίαν ταύτην ὁ θεὸς ἀνεῦρε καὶ μᾶς ἐδώρησε τὴν ὄψιν, ἵνα βλέποντες τὰς περιόδους τοῦ Νοῦ ἐν τῷ οὐρανῷ μεταχειριζώμεθα εἰς τὰς περιφορὰς τῆς ἐν ἡμῖν διανοήσεως, αἵτινες εἶναι συγγενεῖς μὲ ἐκείνας, καίτοι αὕται μὲν εἶναι τεταραγμέναι, ἐκεῖναι δὲ ἀδιατάρακτοι· καὶ ἵνα οὕτω λαμβάνοντες μαθήματα καὶ μετέχοντες τῆς ὀρθότητος τῶν κατὰ φύσιν συλλογισμῶν, μιμούμενοι τὰς περιφορὰς τῶν Θεῶν, αἵτινες εἶναι ὅλως σταθεραί, θέσωμεν εἰς τάξιν τὰς ἐν ἡμῖν πεπλανημένας κινήσεις.

κα. Περὶ φωνῆς καὶ ἀκοῆς

     Φωνῆς τε δὴ καὶ ἀκοῆς πέρι πάλιν ὁ αὐτὸς λόγος, ἐπὶ ταὐτὰ τῶν αὐτῶν ἕνεκα παρὰ θεῶν δεδωρῆσθαι. Λόγος τε γὰρ ἐπ’ αὐτὰ ταῦτα τέτακται, τὴν μεγίστην συμβαλλόμενος εἰς αὐτὰ μοῖραν, ὅσον τ’ αὖ μουσικῆς φωνῇ χρήσιμον πρὸς ἀκοὴν ἕνεκα ἁρμονίας ἐστὶ δοθέν. Ἡ δὲ ἁρμονία, συγγενεῖς ἔχουσα φορὰς ταῖς ἐν ἡμῖν τῆς ψυχῆς περιόδοις, τῷ μετὰ νοῦ προσχρωμένῳ Μούσαις οὐκ ἐφ’ ἡδονὴν ἄλογον καθάπερ νῦν εἶναι δοκεῖ χρήσιμος, ἀλλ’ ἐπὶ τὴν γεγονυῖαν ἐν ἡμῖν ἀνάρμοστον ψυχῆς περίοδον εἰς κατακόσμησιν καὶ συμφωνίαν ἑαυτῇ σύμμαχος ὑπὸ Μουσῶν δέδοται· καὶ ῥυθμὸς αὖ διὰ τὴν ἄμετρον ἐν ἡμῖν καὶ χαρίτων ἐπιδεᾶ γιγνομένην ἐν τοῖς πλείστοις ἕξιν ἐπίκουρος ἐπὶ ταὐτὰ ὑπὸ τῶν αὐτῶν ἐδόθη.


     Ὡς πρὸς τὴν φωνὴν δὲ καὶ τὴν ἀκοὴν ἰσχύει πάλιν ὁ αὐτὸς λόγος, ὅτι δήλ. μᾶς ἐδωρήθησαν παρὰ τῶν θεῶν πρὸς τὸν αὐτὸν σκοπὸν διὰ τὰς αὐτὰς αἰτίας. Διότι καὶ ὁ λόγος ἐτάχθη πρὸς τὸν αὐτὸν σκοπὸν καὶ εἰς τοῦτον συνεισφέρει μεγίστην μερίδα. Καὶ πάλιν ὅ,τι ὑπάρχει χρήσιμον πρὸς ἀκοὴν εἰς τὸν μουσικὸν ἦχον μας ἐδόθη ἕνεκα τῆς ἁρμονίας. Ἡ δὲ ἁρμονία, ἐπειδὴ ἔχει κινήσεις ὁμοίας μὲ τὰς περιόδους τῆς ψυχῆς, αἵτινες εἶναι ἐντὸς ἡμῶν, ἐδόθη ὑπὸ τῶν μουσῶν εἰς τὸν μετὰ φρονήσεως μεταχειριζόμενον ταύτας· οὐχὶ πρὸς ἡδονὴν ἄλογον, καθὼς τώρα νομίζεται ὅτι εἶναι χρήσιμος, ἀλλὰ ὡς σύμμαχος, ἵνα φέρη εἰς τάξιν καὶ συμφωνίαν πρὸς ἑαυτὴν τὴν περιόδον τῆς ψυχῆς, ἤτις ἔγινεν ἐντὸς ἠμῶν ἄνευ ἁρμονίας. Καὶ ὁ ῥυθμὸς ὁμοίως μᾶς ἐδόθη ὑπὸ τῶν αὐτῶν πρὸς τὸν αὐτὸν σκοπὸν ὡς ἐπίκουρος διὰ τὴν ἄνευ μέτρου καὶ ἄνευ χάριτος διάθεσιν, ἤτις εἶναι εἰς τοὺς πλείστους ἡμῶν.

κβ. Ἡ ἀνάγκη ὠς αἴτιον γενέσεως τῶν Ἀρχῶν

     Τὰ μὲν οὖν παρεληλυθότα τῶν εἰρημένων πλὴν βραχέων ἐπιδέδεικται τὰ διὰ νοῦ δεδημιουργημένα· δεῖ δὲ καὶ τὰ δι’ ἀνάγκης γιγνόμενα τῷ λόγῳ παραθέσθαι. Μεμειγμένη γὰρ οὖν ἡ τοῦδε τοῦ κόσμου γένεσις ἐξ ἀνάγκης τε καὶ νοῦ συστάσεως ἐγεννήθη· νοῦ δὲ ἀνάγκης ἄρχοντος τῷ πείθειν αὐτὴν τῶν γιγνομένων τὰ πλεῖστα ἐπὶ τὸ βέλτιστον ἄγειν, ταύτῃ κατὰ ταῦτά τε δι’ ἀνάγκης ἡττωμένης ὑπὸ πειθοῦς ἔμφρονος οὕτω κατ’ ἀρχὰς συνίστατο τόδε τὸ πᾶν. Εἴ τις οὖν ᾗ γέγονεν κατὰ ταῦτα ὄντως ἐρεῖ, μεικτέον καὶ τὸ τῆς πλανωμένης εἶδος αἰτίας, ᾗ φέρειν πέφυκεν· ὧδε οὖν πάλιν ἀναχωρητέον, καὶ λαβοῦσιν αὐτῶν τούτων προσήκουσαν ἑτέραν ἀρχὴν αὖθις αὖ, καθάπερ περὶ τῶν τότε νῦν οὕτω περὶ τούτων πάλιν ἀρκτέον ἀπ’ ἀρχῆς.

     Τὴν δὴ πρὸ τῆς οὐρανοῦ γενέσεως πυρὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς φύσιν θεατέον αὐτὴν καὶ τὰ πρὸ τούτου πάθη· νῦν γὰρ οὐδείς πω γένεσιν αὐτῶν μεμήνυκεν, ἀλλ’ ὡς εἰδόσιν πῦρ ὅτι ποτέ ἐστιν καὶ ἕκαστον αὐτῶν λέγομεν ἀρχὰς αὐτὰ τιθέμενοι στοιχεῖα τοῦ παντός, προσῆκον αὐτοῖς οὐδ’ ἂν ὡς ἐν συλλαβῆς εἴδεσιν μόνον εἰκότως ὑπὸ τοῦ καὶ βραχὺ φρονοῦντος ἀπεικασθῆναι. Νῦν δὲ οὖν τό γε παρ’ ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ ἁπάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπῃ δοκεῖ τούτων πέρι τὸ νῦν οὐ ῥητέον, δι’ ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα, μήτ’ οὖν ὑμεῖς οἴεσθε δεῖν ἐμὲ λέγειν, οὔτ’ αὐτὸς αὖ πείθειν ἐμαυτὸν εἴην ἂν δυνατὸς ὡς ὀρθῶς ἐγχειροῖμ’ ἂν τοσοῦτον ἐπιβαλλόμενος ἔργον· τὸ δὲ κατ’ ἀρχὰς ῥηθὲν διαφυλάττων, τὴν τῶν εἰκότων λόγων δύναμιν, πειράσομαι μηδενὸς ἧττον εἰκότα, μᾶλλον δέ, καὶ ἔμπροσθεν ἀπ’ ἀρχῆς περὶ ἑκάστων καὶ συμπάντων λέγειν. Θεὸν δὴ καὶ νῦν ἐπ’ ἀρχῇ τῶν λεγομένων σωτῆρα ἐξ ἀτόπου καὶ ἀήθους διηγήσεως πρὸς τὸ τῶν εἰκότων δόγμα διασῴζειν ἡμᾶς ἐπικαλεσάμενοι πάλιν ἀρχώμεθα λέγειν.


     Ὅσα εἴπομεν ἕως ἐδῶ, πλὴν ὀλίγων, ἔχουσι δείξει ὅ,τι ἐδημιουργήθη ὑπὸ τοῦ νοῦ. Τώρα πρέπει νὰ προσθέσωμεν εἰς τὸν λόγον καὶ τὰ ὑπὸ τῆς ἀνάγκης γινόμενα. Διότι ἡ γένεσις τούτου τοῦ κόσμου ὑπῆρξε μικτή, ἐκ συνδυασμοῦ ἀνάγκης καὶ νοῦ. Ἐπειδὴ δὲ ὁ νοῦς ἐδέσποζε τῆς ἀνάγκης, πείθων αὐτὴν νὰ φέρωσιν εἰς τὸ βέλτιστον τὰ πλεῖστα τῶν γινομένων, κατὰ ταῦτα διὰ τῆς ἀνάγκης νικωμένης ὑπὸ ἔμφρονος πειθοῦς, οὕτω κατ’ ἀρχὰς ἔλαβε σύστασιν τοῦτο τὸ σύμπαν. Ἐὰν τὶς λοιπόν, ὅπως ἔγινε τὸ σύμπαν, οὕτω καὶ πράγματι θέλη νὰ ὁμιλήσῃ, πρέπει νὰ ἀναμίξῃ (εἰς τὸν λόγον) καὶ τὸ εἶδος τῆς μεταβαλλομένης αἰτίας, καὶ νὰ τὴν ἀκολουθῇ ὅπου κατὰ τὴν φύσιν της φέρει. Πρέπει λοιπὸν νὰ ἐπανέλθωμεν ὀπίσω καὶ λαβόντες αὔθις ἄλλην ἀρχὴν αὐτῶν τούτων, ἁρμόζουσαν εἰς αὐτά, καθὼς ἐπράξαμεν τότε περὶ αὐτῶν, οὕτω τώρα περὶ τούτων πρέπει νὰ ἀρχίσωμεν ἀπ’ ἀρχῆς.

     Καὶ πρέπει τὴν φύσιν τοῦ πυρὸς καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος καὶ τῆς γῆς, ὁποία ἦτο πρὸ τῆς γενέσεως τοῦ οὐρανοῦ, νὰ ἐξετάσωμεν αὐτὴν καθ’ ἑαυτὴν καὶ τὰ πρότερα πάθη αὐτῆς. Διότι μέχρι τοῦ νῦν οὐδεὶς ἀκόμη ἐξέθεσε τὴν γένεσιν αὐτῶν, ἀλλ’ ὡς ἐὰν ἐγνωρίζομεν τί εἶναι τὸ πῦρ καὶ ἕκαστον αὐτῶν, λέγομεν ὅτι εἶναι ἀρχαί, ὑποθέτοντες αὐτὰ ὡς στοιχεῖα 115 (τοῦ ἀλφαβήτου) τοῦ παντός, ἐνῷ δὲν ἔπρεπεν οὔτε μὲ τὰς συλλαβὰς λογικῶς νὰ παρομοιάζωνται ταῦτα ὑπὸ ἀνθρώπου καὶ ὀλίγην ἔχοντος φρόνησιν. Τώρα λοιπὸν ὅ,τι ἠμεῖς διανοούμεθα ἔχει ὡς ἑξῆς: Περὶ τῆς ἀρχῆς πάντων τῶν πραγμάτων, ἢ περὶ τῶν ἀρχῶν, ἢ ὅπως θέλει τὶς νὰ ἐκφρασθῇ περὶ τούτων, τώρα δὲν θὰ εἴπωμεν οὐχὶ δι’ ἄλλην αἰτίαν παρὰ διότι εἶναι δύσκολον κατὰ τὸν παρόντα τρόπον τοῦ ἐκθέτειν τὰ πράγματα νὰ δηλώσω τὴν γνώμην μου. Μὴ νομίζετε λοιπὸν μήτε ὑμεῖς ὅτι πρέπει ἐγὼ νὰ εἴπω αὐτήν, (διότι) οὔτε ἐγὼ αὐτὸς θὰ ἤμην ἱκανὸς νὰ πείσω τὸν ἑαυτόν μου ὅτι ὀρθῶς θὰ ἐπεχείρουν, ἂν ἀνελάμβανον τοιοῦτον ἔργον. Ἀλλὰ διατηρῶν ὅ,τι κατ’ ἀρχὰς εἶπον, δήλ. ἀποβλέπων εἰς τὴν δύναμιν τῶν πιθανῶν συλλογισμῶν, θὰ προσπαθήσω νὰ εἴπω πράγματα οὐχὶ ὀλιγώτερον ἀλλὰ περισσότερον ἄλλων πιθανά, ὡς πρότερον εἶπον ἀπ’ ἀρχῆς περὶ ἑκάστου καὶ περὶ ὅλων ὁμοῦ τῶν πραγμάτων. Καὶ τώρα πάλιν εἰς τὴν ἀρχὴν τοῦ λόγου τούτου τὸν θεὸν ἐπικαλούμενος σωτήρα, ὅπως μᾶς ὁδηγήση σώους ἐκ διηγήσεως παραδόξου καὶ ἀσυνήθους εἰς δοξασίας πιθανάς, ἂς ἀρχίσωμεν ἐκ νέου νὰ λέγωμεν.

κγ. Περὶ τῆς Ὑποδοχῆς ἐννοίας

     Ἡ δ’ οὖν αὖθις ἀρχὴ περὶ τοῦ παντὸς ἔστω μειζόνως τῆς πρόσθεν διῃρημένη· τότε μὲν γὰρ δύο εἴδη διειλόμεθα, νῦν δὲ τρίτον ἄλλο γένος ἡμῖν δηλωτέον. Τὰ μὲν γὰρ δύο ἱκανὰ ἦν ἐπὶ τοῖς ἔμπροσθεν λεχθεῖσιν, ἓν μὲν ὡς παραδείγματος εἶδος ὑποτεθέν, νοητὸν καὶ ἀεὶ κατὰ ταὐτὰ ὄν, μίμημα δὲ παραδείγματος δεύτερον, γένεσιν ἔχον καὶ ὁρατόν. Τρίτον δὲ τότε μὲν οὐ διειλόμεθα, νομίσαντες τὰ δύο ἕξειν ἱκανῶς· νῦν δὲ ὁ λόγος ἔοικεν εἰσαναγκάζειν χαλεπὸν καὶ ἀμυδρὸν εἶδος ἐπιχειρεῖν λόγοις ἐμφανίσαι. Τίν’ οὖν ἔχον δύναμιν καὶ φύσιν αὐτὸ ὑποληπτέον; Τοιάνδε μάλιστα· πάσης εἶναι γενέσεως ὑποδοχὴν αὐτὴν οἷον τιθήνην. Εἴρηται μὲν οὖν τἀληθές, δεῖ δὲ ἐναργέστερον εἰπεῖν περὶ αὐτοῦ, χαλεπὸν δὲ ἄλλως τε καὶ διότι προαπορηθῆναι περὶ πυρὸς καὶ τῶν μετὰ πυρὸς ἀναγκαῖον τούτου χάριν· τούτων γὰρ εἰπεῖν ἕκαστον ὁποῖον ὄντως ὕδωρ χρὴ λέγειν μᾶλλον ἢ πῦρ, καὶ ὁποῖον ὁτιοῦν μᾶλλον ἢ καὶ ἅπαντα καθ’ ἕκαστόν τε, οὕτως ὥστε τινὶ πιστῷ καὶ βεβαίῳ χρήσασθαι λόγῳ, χαλεπόν.

     Πῶς οὖν δὴ τοῦτ’ αὐτὸ καὶ πῇ καὶ τί περὶ αὐτῶν εἰκότως διαπορηθέντες ἂν λέγοιμεν; Πρῶτον μέν, ὃ δὴ νῦν ὕδωρ ὠνομάκαμεν, πηγνύμενον ὡς δοκοῦμεν λίθους καὶ γῆν γιγνόμενον ὁρῶμεν, τηκόμενον δὲ καὶ διακρινόμενον αὖ ταὐτὸν τοῦτο πνεῦμα καὶ ἀέρα, συγκαυθέντα δὲ ἀέρα πῦρ, ἀνάπαλιν δὲ συγκριθὲν καὶ κατασβεσθὲν εἰς ἰδέαν τε ἀπιὸν αὖθις ἀέρος πῦρ, καὶ πάλιν ἀέρα συνιόντα καὶ πυκνούμενον νέφος καὶ ὁμίχλην, ἐκ δὲ τούτων ἔτι μᾶλλον συμπιλουμένων ῥέον ὕδωρ, ἐξ ὕδατος δὲ γῆν καὶ λίθους αὖθις, κύκλον τε οὕτω διαδιδόντα εἰς ἄλληλα, ὡς φαίνεται, τὴν γένεσιν.

     Οὕτω δὴ τούτων οὐδέποτε τῶν αὐτῶν ἑκάστων φανταζομένων, ποῖον αὐτῶν ὡς ὂν ὁτιοῦν τοῦτο καὶ οὐκ ἄλλο παγίως διισχυριζόμενος οὐκ αἰσχυνεῖταί τις ἑαυτόν; Οὐκ ἔστιν, ἀλλ’ ἀσφαλέστατα μακρῷ περὶ τούτων τιθεμένους ὧδε λέγειν· ἀεὶ ὃ καθορῶμεν ἄλλοτε ἄλλῃ γιγνόμενον, ὡς πῦρ, μὴ τοῦτο ἀλλὰ τὸ τοιοῦτον ἑκάστοτε προσαγορεύειν πῦρ, μηδὲ ὕδωρ τοῦτο ἀλλὰ τὸ τοιοῦτον ἀεί, μηδὲ ἄλλο ποτὲ μηδὲν ὥς τινα ἔχον βεβαιότητα, ὅσα δεικνύντες τῷ ῥήματι τῷ τόδε καὶ τοῦτο προσχρώμενοι δηλοῦν ἡγούμεθά τι· φεύγει γὰρ οὐχ ὑπομένον τὴν τοῦ τόδε καὶ τοῦτο καὶ τὴν τῷδε καὶ πᾶσαν ὅση μόνιμα ὡς ὄντα αὐτὰ ἐνδείκνυται φάσις.

     Ἀλλὰ ταῦτα μὲν ἕκαστα μὴ λέγειν, τὸ δὲ τοιοῦτον ἀεὶ περιφερόμενον ὅμοιον ἑκάστου πέρι καὶ συμπάντων οὕτω καλεῖν, καὶ δὴ καὶ πῦρ τὸ διὰ παντὸς τοιοῦτον, καὶ ἅπαν ὅσονπερ ἂν ἔχῃ γένεσιν· ἐν ᾧ δὲ ἐγγιγνόμενα ἀεὶ ἕκαστα αὐτῶν φαντάζεται καὶ πάλιν ἐκεῖθεν ἀπόλλυται, μόνον ἐκεῖνο αὖ προσαγορεύειν τῷ τε τοῦτο καὶ τῷ τόδε προσχρωμένους ὀνόματι, τὸ δὲ ὁποιονοῦν τι, θερμὸν ἢ λευκὸν ἢ καὶ ὁτιοῦν τῶν ἐναντίων, καὶ πάνθ’ ὅσα ἐκ τούτων, μηδὲν ἐκεῖνο αὖ τούτων καλεῖν.


     Ἡ νέα λοιπὸν ἀρχὴ περὶ τοῦ παντὸς ἂς λάβῃ διαιρέσεις περισσοτέρας τῆς πρώτης. Δηλαδὴ τότε μὲν διεκρίναμεν δύο εἴδη, τώρα δὲ πρέπει νὰ δηλώσωμεν καὶ τρίτον ἄλλο εἶδος. Διότι τὰ δυὸ ἦσαν ἐπαρκῆ, πρὸς ὅσα εἴπομεν πρότερον, ἓν μὲν ὑπετέθη ὡς παράδειγμα, νοητὸν καὶ αἰωνίως ὑπάρχον κατὰ τὸν αὐτὸν τρόπον, δεύτερον δὲ ὡς μίμημα τοῦ παραδείγματος, ἔχον γέννησιν καὶ ὂν ὁρατόν. Τρίτον δὲ τότε δὲν διεκρίναμεν, ἐπειδὴ ἐνομίσαμεν ὅτι τὰ δύο ἦσαν ἀρκετά. Ἀλλὰ τώρα φαίνεται ὅτι ὁ λόγος μᾶς ἀναγκάζει καὶ τρίτον εἶδος, δύσκολον καὶ σκοτεινόν, νὰ ἐπιχειρήσωμεν νὰ διασαφήσωμεν διὰ λόγων. Ποίαν λοιπὸν φύσιν, ποίαν δύναμιν πρέπει νὰ ὑπολάβωμεν ὅτι ἔχει αὐτό; Τοιαύτην ἀκριβῶς, ὅτι δήλ. εἶναι τὸ ὑποδεχόμενον πᾶν ὅ,τι γεννᾶται, ὡς μία τροφός. Εἴπομεν οὕτω τὴν ἀλήθειαν ἀλλὰ πρέπει νὰ εἴπωμεν σαφέστερα περὶ αὐτοῦ· τοῦτο ὅμως εἶναι δύσκολον, καὶ δι’ ἄλλους λόγους καὶ διότι χάριν αὐτοῦ εἶναι ἀναγκαῖον νὰ προβάλωμεν ἀπορίας περὶ τοῦ πυρὸς καὶ τῶν ἄλλων τριῶν εἰδῶν. Διότι εἶναι δύσκολον νὰ εἴπωμεν περὶ ἑκάστου αὐτῶν, ποῖον πραγματικῶς πρέπει νὰ λέγωμεν ὕδωρ μᾶλλον παρὰ πῦρ, καὶ ποῖον ὁτιδήποτε ἄλλο, εἴτε ὅλα ὁμοῦ (λαμβάνοντες) εἴτε καὶ ἓν ἕκαστον, οὕτως ὥστε νὰ λέγωμεν ἀξιόπιστα καὶ ἀσφαλή.

     Πῶς λοιπὸν θὰ λέγωμεν εὐλόγως τὸ πράγμα αὐτὸ καθ’ ἑαυτό, καὶ τίνι τρόπῳ, καὶ τί, ὅταν εὐρισκώμεθα εἰς ἀπορίαν; Καὶ πρῶτον ἐκεῖνο τὸ ὁποῖον ὠνομάσαμεν ὕδωρ, ὅταν πηγνύηται, ὡς φαίνεται βλέπομεν ὅτι γίνεται λίθοι καὶ γῆ, ἔπειτα δὲ ὅταν διαλύηται καὶ διαστέλληται, αὐτὸ τοῦτο γίνεται ἀὴρ καὶ ἄνεμος. Καὶ ὁ ἀήρ, ὅταν καῇ, γίνεται πῦρ· τανάπαλιν δὲ τὸ πῦρ, ὅταν πυκνωθῇ καὶ σβεσθῇ, μεταβαίνει πάλιν εἰς μορφὴν ἀέρος. Καὶ πάλιν ὁ ἀήρ, ὅταν συσταλῇ καὶ πυκνωθῇ, γίνεται νέφος καὶ ὁμίχλη· καὶ ἐκ τούτων, ὅταν ἐπὶ μᾶλλον συμπυκνωθώσι, ῥέει ὕδωρ· ἐξ ὕδατος δὲ πάλιν γίνονται γῆ καὶ λίθοι. Καὶ τοιουτοτρόπως ταῦτα ἀποτελούσι κύκλον μεταδίδοντα εἰς ἄλληλα τὴν γέννησιν, ὡς εἴδομεν.

     Ἀλλ’ οὕτως, ἐπειδὴ ταῦτα οὐδέποτε φαίνονται ἕκαστον τὰ αὐτά, ποῖον ἐξ αὐτῶν εἶναι ἐκεῖνο, ὅπερ ἐὰν τὶς διισχυρισθῇ ὅτι εἶναι μονίμως τοῦτο καὶ οὐχὶ ἄλλο, δὲν θὰ καταισχύνη ἑαυτόν; Δὲν εἶναι (κανέν)· διὸ πολὺ ἀσφαλέστερον περὶ τοιούτων πραγμάτων εἶναι νὰ ὁμιλῶμεν, ὅταν θέτωμεν ὡς βάσιν τοῦτο: ὅτι ἐκεῖνο τὸ ὁποῖον βλέπομεν, ὅτι πάντοτε γίνεται ἄλλο, π. χ. τὸ πῦρ, νὰ μὴ λέγωμεν τοῦτο πῦρ, ἀλλ’ ἐκεῖνο ὅπερ σταθερῶς εἶναι τοιοῦτον 116 μήτε νὰ λέγωμεν ὕδωρ τοῦτο ἐδῶ, ἀλλ’ ἐκεῖνο ὅπερ πάντοτε εἶναι τοιοῦτον, μήτε ἄλλο οὐδὲν πότε ὡς νὰ εἶχε σταθερότητα τινά, ἀπὸ ἐκεῖνα, ὅσα δηλοῦμεν μεταχειριζόμενοι τὴν λέξιν τοῦτο καὶ ἐκεῖνο καὶ νομίζομεν ὅτι λέγομεν τί (ὀρθόν). Διότι ταῦτα μὴ μένοντα πάντοτε ἀποφεύγουσι τὸν προσδιορισμὸν τοῦ τούτου καὶ ἐκείνου καὶ τοῦ κατὰ τοῦτον τὸν τρόπον καὶ οἱονδήποτε ἄλλον, ὅστις δεικνύει ὅτι ταῦτα εἶναι μόνιμα.

     Ταῦτα λοιπὸν δὲν πρέπει νὰ λέγωνται οὕτω καθέν, ἀλλ’ ἐκεῖνο ὅπερ εἶναι πάντοτε τοιοῦτον καὶ μεταβαίνει σταθερῶς (ἐξ ἑνὸς εἰς ἄλλο, μένον) ὅμοιον, εἴτε περὶ ἑκάστου εἴτε περὶ πάντων τῶν πραγμάτων πρέπει νὰ λέγωμεν οὕτω, καὶ ἑπομένως πῦρ ἐκεῖνο ὅπερ εἶναι πάντοτε τοιοῦτον, καὶ ὁμοίως πᾶν ἄλλο πράγμα ὅπερ ἔχει γέννησιν. Καὶ οὕτως ἐκεῖνο, εἰς τὸ ὁποῖον ἕκαστον ἐκ τῶν πραγμάτων τούτων, ὅταν γεννᾶται, ἐμφανίζεται, καὶ πάλιν ἐκεῖθεν ἀφανίζεται, ἐκεῖνο μόνον δυνάμεθα νὰ ὀνομάζωμεν μεταχειριζόμενοι τὰς λέξεις τοῦτο καὶ ἐκεῖνο, τὸ δὲ ἄλλο, ὁποιονδήποτε εἶναι, ἢ θερμὸν ἢ λευκόν, ἢ ὁτιδήποτε ἐκ τῶν ἐναντίων, καὶ πᾶν ὅ,τι γεννᾶται ἐκ τούτων, κανὲν ἀπὸ ταῦτα δὲν πρέπει νὰ καλῆται οὕτως.

κδ. Ἡ ἔννοια τῆς ὑποδοχῆς ὡς ἐκμαγεῖον καὶ μήτρα τοῦ γίγνεσθαι

     Ἔτι δὲ σαφέστερον αὐτοῦ πέρι προθυμητέον αὖθις εἰπεῖν. Εἰ γὰρ πάντα τις σχήματα πλάσας ἐκ χρυσοῦ μηδὲν μεταπλάττων παύοιτο ἕκαστα εἰς ἅπαντα, δεικνύντος δή τινος αὐτῶν ἓν καὶ ἐρομένου τί ποτ’ ἐστί, μακρῷ πρὸς ἀλήθειαν ἀσφαλέστατον εἰπεῖν ὅτι χρυσός, τὸ δὲ τρίγωνον ὅσα τε ἄλλα σχήματα ἐνεγίγνετο, μηδέποτε λέγειν ταῦτα ὡς ὄντα, ἅ γε μεταξὺ τιθεμένου μεταπίπτει, ἀλλ’ ἐὰν ἄρα καὶ τὸ τοιοῦτον μετ’ ἀσφαλείας ἐθέλῃ δέχεσθαί τινος, ἀγαπᾶν.

     Ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τῆς τὰ πάντα δεχομένης σώματα φύσεως. Ταὐτὸν αὐτὴν ἀεὶ προσρητέον· ἐκ γὰρ τῆς ἑαυτῆς τὸ παράπαν οὐκ ἐξίσταται δυνάμεως –δέχεταί τε γὰρ ἀεὶ τὰ πάντα, καὶ μορφὴν οὐδεμίαν ποτὲ οὐδενὶ τῶν εἰσιόντων ὁμοίαν εἴληφεν οὐδαμῇ οὐδαμῶς· ἐκμαγεῖον γὰρ φύσει παντὶ κεῖται, κινούμενόν τε καὶ διασχηματιζόμενον ὑπὸ τῶν εἰσιόντων, φαίνεται δὲ δι’ ἐκεῖνα ἄλλοτε ἀλλοῖον– τὰ δὲ εἰσιόντα καὶ ἐξιόντα τῶν ὄντων ἀεὶ μιμήματα, τυπωθέντα ἀπ’ αὐτῶν τρόπον τινὰ δύσφραστον καὶ θαυμαστόν, ὃν εἰς αὖθις μέτιμεν.

     Ἐν δ’ οὖν τῷ παρόντι χρὴ γένη διανοηθῆναι τριττά, τὸ μὲν γιγνόμενον, τὸ δ’ ἐν ᾧ γίγνεται, τὸ δ’ ὅθεν ἀφομοιούμενον φύεται τὸ γιγνόμενον. Καὶ δὴ καὶ προσεικάσαι πρέπει τὸ μὲν δεχόμενον μητρί, τὸ δ’ ὅθεν πατρί, τὴν δὲ μεταξὺ τούτων φύσιν ἐκγόνῳ, νοῆσαί τε ὡς οὐκ ἂν ἄλλως, ἐκτυπώματος ἔσεσθαι μέλλοντος ἰδεῖν ποικίλου πάσας ποικιλίας, τοῦτ’ αὐτὸ ἐν ᾧ ἐκτυπούμενον ἐνίσταται γένοιτ’ ἂν παρεσκευασμένον εὖ, πλὴν ἄμορφον ὂν ἐκείνων ἁπασῶν τῶν ἰδεῶν ὅσας μέλλοι δέχεσθαί ποθεν. Ὅμοιον γὰρ ὂν τῶν ἐπεισιόντων τινὶ τὰ τῆς ἐναντίας τά τε τῆς τὸ παράπαν ἄλλης φύσεως ὁπότ’ ἔλθοι δεχόμενον κακῶς ἂν ἀφομοιοῖ, τὴν αὑτοῦ παρεμφαῖνον ὄψιν.

     Διὸ καὶ πάντων ἐκτὸς εἰδῶν εἶναι χρεὼν τὸ τὰ πάντα ἐκδεξόμενον ἐν αὑτῷ γένη, καθάπερ περὶ τὰ ἀλείμματα ὁπόσα εὐώδη τέχνῃ μηχανῶνται πρῶτον τοῦτ’ αὐτὸ ὑπάρχον, ποιοῦσιν ὅτι μάλιστα ἀώδη τὰ δεξόμενα ὑγρὰ τὰς ὀσμάς· ὅσοι τε ἔν τισιν τῶν μαλακῶν σχήματα ἀπομάττειν ἐπιχειροῦσι, τὸ παράπαν σχῆμα οὐδὲν ἔνδηλον ὑπάρχειν ἐῶσι, προομαλύναντες δὲ ὅτι λειότατον ἀπεργάζονται. Ταὐτὸν οὖν καὶ τῷ τὰ τῶν πάντων ἀεί τε ὄντων κατὰ πᾶν ἑαυτοῦ πολλάκις ἀφομοιώματα καλῶς μέλλοντι δέχεσθαι πάντων ἐκτὸς αὐτῷ προσήκει πεφυκέναι τῶν εἰδῶν.

     Διὸ δὴ τὴν τοῦ γεγονότος ὁρατοῦ καὶ πάντως αἰσθητοῦ μητέρα καὶ ὑποδοχὴν μήτε γῆν μήτε ἀέρα μήτε πῦρ μήτε ὕδωρ λέγωμεν, μήτε ὅσα ἐκ τούτων μήτε ἐξ ὧν ταῦτα γέγονεν· ἀλλ’ ἀνόρατον εἶδός τι καὶ ἄμορφον, πανδεχές, μεταλαμβάνον δὲ ἀπορώτατά πῃ τοῦ νοητοῦ καὶ δυσαλωτότατον αὐτὸ λέγοντες οὐ ψευσόμεθα. Καθ’ ὅσον δ’ ἐκ τῶν προειρημένων δυνατὸν ἐφικνεῖσθαι τῆς φύσεως αὐτοῦ, τῇδ’ ἄν τις ὀρθότατα λέγοι· πῦρ μὲν ἑκάστοτε αὐτοῦ τὸ πεπυρωμένον μέρος φαίνεσθαι, τὸ δὲ ὑγρανθὲν ὕδωρ, γῆν τε καὶ ἀέρα καθ’ ὅσον ἂν μιμήματα τούτων δέχηται. Λόγῳ δὲ δὴ μᾶλλον τὸ τοιόνδε διοριζομένους περὶ αὐτῶν διασκεπτέον·


     Ἀλλὰ περὶ τούτων πρέπει νὰ προσπαθήσωμεν νὰ εἴπωμεν πάλιν σαφέστερα. Ἐὰν δηλαδὴ πλάσας τὶς ἐκ χρυσοῦ πάντα τὰ εἴδη τῶν σχημάτων δὲν ἔπαυε νὰ μεταπλάττῃ αὐτὰ οὕτως, ὥστε καθὲν νὰ μετασχηματίζηται εἰς ὅλα τὰ ἄλλα, ὄτε ἕτερος ἤθελε δείξει ἓν αὐτῶν καὶ ἐρωτήσει τί εἶναι, πολὺ ἀσφαλέστερον ὡς πρὸς τὴν ἀλήθειαν θὰ ἦτο νὰ εἴπῃ ὅτι εἶναι χρυσός, καὶ τὸ τρίγωνον λ.χ., καὶ ὅσα ἄλλα σχήματα γίνονται εἰς αὐτὸν (τὸν χρυσόν), δὲν πρέπει νὰ λέγῃ ταῦτα ὅτι εἶναι, διότι μεταβάλλονται, ἅμα (ὁ τεχνίτης) τὰ σχηματίσῃ, ἀλλὰ νὰ ἀρκῆται ἂν μόλις δύνανται μετὰ τίνος ἀσφαλείας νὰ δέχωνται τὸ τοιοῦτον.

     Ὁ αὐτὸς δὲ λόγος δύναται νὰ λεχθῇ καὶ περὶ τῆς φύσεως, ἤτις δέχεται ἐν ἐαυτῇ πάντα τὰ σώματα· πρέπει πάντοτε νὰ τὴν ὀνομάζωμεν μὲ τὸ αὐτὸ ὄνομα, διότι δὲν ἐξέρχεται ποτὲ ἐκ τῆς ἰδιότητος αὐτῆς. Διότι δέχεται πάντοτε τὰ πάντα, καὶ οὐδέποτε κατ’ οὐδένα τρόπον οὐδεμίαν ἔλαβε πότε μορφὴν ὁμοίαν μὲ τὴν τῶν πραγμάτων, τὰ ὁποία εἰσέρχονται εἰς αὐτήν. Διότι αὕτη πρόκειται εἰς πᾶν πράγμα ἐν τῇ φύσει ὡς ἐκμαγεῖον, τὸ ὁποῖον κινεῖται καὶ λαμβάνει σχῆμα ὑπ’ ἐκείνων τὰ ὁποία εἰσέρχονται εἰς αὐτό, καὶ διὰ ταῦτα φαίνεται ἄλλοτε μὲν κατὰ τοῦτον, ἄλλοτε δὲ κατ’ ἄλλον τρόπον. Τὰ δὲ ἐξερχόμενα καὶ εἰσερχόμενα 117 εἶναι μιμήματα πάντοτε τῶν ὄντων (τῶν ἰδεῶν), τυπωθέντα ἐπ’ αὐτῶν κατὰ τρόπον ὅστις δυσκόλως δύναται νὰ ἐκφρασθῇ καὶ εἶναι ἄξιος θαυμασμοῦ, καὶ τὸν ὁποῖον μετὰ ταῦτα θὰ ἐξετάσωμεν.

     Κατὰ τὸ παρὸν λοιπὸν πρέπει νὰ διανοηθῶμεν τρία γένη, τ.ἔ. ἐκεῖνο τὸ ὁποῖον γεννᾶται, ἐκεῖνο ἐν τῷ ὁποίῳ γεννᾶται, καὶ ἐκεῖνο κατὰ μίμησιν τοῦ ὁποίου γεννᾶται τὸ γεννώμενον. Καὶ ἀκριβῶς τὸ μὲν δεχόμενον (τὴν γέννησιν) πρέπει νὰ παρομοιώσωμεν μὲ τὴν μητέρα, ἐκεῖνο ἐξ οὗ (ἔρχεται ἡ γέννησις) μὲ τὸν πατέρα, καὶ τὸ μεταξὺ αὐτῶν μὲ τὸν υἱόν. Καὶ πρέπει νὰ ἐννοήσωμεν ὅτι, ἐπειδὴ τὸ ἐκτύπωμα μέλλει νὰ εἶναι κατὰ τὴν ὄψιν ποικίλον, ἔχον πάσας τὰς ποικιλίας, κατ’ οὐδένα ἄλλον τρόπον ἐκεῖνο, εἰς τὸ ὁποῖον γίνεται ἡ ἐκτύπωσις, δύναται νὰ εἶναι καλῶς παρεσκευασμένον, πλὴν ἐὰν εἶναι ἄμορφον, ἐστερημένον ὄλας ἐκείνας τὰς μορφάς, τᾶς ὁποίας μέλλει νὰ δεχθῇ ὀθενδήποτε.

     Διότι, ἂν εἶναι ὅμοιον μὲ κανὲν ἐκ τῶν πραγμάτων τὰ ὁποῖα δέχεται ἔχοντα ἐναντίαν ἢ καὶ ὅλως διάφορον φύσιν, ὅποτε ταῦτα ἤθελον ἔλθει, θὰ τὰ ἐδέχετο κακῶς καὶ κακῶς θὰ τὰ παρίστανε, διότι θὰ παρουσίαζε τὴν ἰδικὴν του ὄψιν. Διὰ τοῦτο καὶ εἶναι ἀναγκαῖον νὰ εἶναι ἔξω (ἄνευ) οἱασδήποτε μορφῆς τὸ μέλλον νὰ δεχθῇ πάσας εἰς ἑαυτό, ὅπως διὰ τὰς εὐώδεις ἀλοιφὰς πρῶτον μηχανεύονται μὲ τέχνην νὰ ὑπάρχῃ τοῦτο, τ. ἔ. κάμνουν ἄοσμα τὰ ὑγρά, τὰ ὁποῖα θὰ δεχθώσι τὰς ὀσμάς· ὁμοίως καὶ ὅσοι ἐπιχειρούσι νὰ ἀποτυπώσωσι σχήματα εἰς μαλακὰς ὕλας, δὲν ἀφίνουσι νὰ ὑπάρχῃ φανερὸν κανὲν σχῆμα εἰς αὐτάς, καὶ πρότερον ἐξομαλύνοντες τὰς κάμνουσιν ὅσον τὸ δυνατὸν λειοτέρας. Οὕτω λοιπὸν καὶ ἐκεῖνο, ὅπερ μέλλει νὰ δεχθῇ πολλάκις εἰς ὅλον τὸν ἑαυτὸν του τὰ ὁμοιώματα πάντων τῶν ὄντων, τὰ ὁποία εἶναι αἰώνια, πρέπει φύσει νὰ εἶναι ἄνευ ὅλων τούτων τῶν μορφῶν.

     Διὰ τοῦτο τὴν μητέρα ταύτην καὶ ὑποδοχὴν (δοχεῖον) παντός, ὅπερ γεννᾶται ὁρατὸν καὶ αἰσθητόν, ἂς μὴ λέγωμεν μήτε γῆν, μήτε ἀέρα, μήτε πῦρ, μήτε ὕδωρ, μήτε ἄλλο τί ὅπερ γεννᾶται ἐκ τούτων, ἢ ἐκ τοῦ ὁποίου γεννῶνται ταῦτα. Ἀλλὰ δὲν θὰ ἀπατηθῶμεν ὀνομάζοντες αὐτὴν εἶδος τί (ἰδέαν) ἀόρατον καὶ ἄμορφον, ἱκανὸν νὰ δεχθῇ πάντα (πανδεχές), μετέχον τοῦ νοῦ κατὰ τρόπον ἀνεξήγητον, καὶ ὅπερ δύσκολον εἶναι νὰ συλληφθῇ. Καθόσον δὲ ἐκ τῶν ἤδη ῥηθέντων εἶναι δυνατὸν νὰ φθάσωμεν νὰ ἐννοήσωμεν τὴν φύσιν αὐτοῦ, δύναται τὶς νὰ εἴπῃ ὀρθότατα τὰ ἑξῆς: τ. ἔ. πῦρ φαίνεται ἑκάστοτε τὸ πυρωθὲν μέρος αὐτοῦ, ὕδωρ δὲ τὸ ὑγρανθὲν μέρος, γῆ δὲ καὶ ἀήρ, καθόσον δέχεται εἰκόνας τούτων 118. Ἀλλὰ περὶ τούτων ἀνάγκη νὰ ἐξετάσωμεν προσδιορίζοντες περισσότερον τὰ τοιαῦτα.

κε. Τεκμηρίωσις περὶ τοῦ νοητοῦ κόσμου τῶν Ἰδεῶν

     Ἆρα ἔστιν τι πῦρ αὐτὸ ἐφ’ ἑαυτοῦ καὶ πάντα περὶ ὧν ἀεὶ λέγομεν οὕτως αὐτὰ καθ’ αὑτὰ ὄντα ἕκαστα, ἢ ταῦτα ἅπερ καὶ βλέπομεν, ὅσα τε ἄλλα διὰ τοῦ σώματος αἰσθανόμεθα, μόνα ἐστὶν τοιαύτην ἔχοντα ἀλήθειαν, ἄλλα δὲ οὐκ ἔστι παρὰ ταῦτα οὐδαμῇ οὐδαμῶς, ἀλλὰ μάτην ἑκάστοτε εἶναί τί φαμεν εἶδος ἑκάστου νοητόν, τὸ δ’ οὐδὲν ἄρ’ ἦν πλὴν λόγος; Οὔτε οὖν δὴ τὸ παρὸν ἄκριτον καὶ ἀδίκαστον ἀφέντα ἄξιον φάναι διισχυριζόμενον ἔχειν οὕτως, οὔτ’ ἐπὶ λόγου μήκει πάρεργον ἄλλο μῆκος ἐπεμβλητέον· εἰ δέ τις ὅρος ὁρισθεὶς μέγας διὰ βραχέων φανείη, τοῦτο μάλιστα ἐγκαιριώτατον γένοιτ’ ἄν.

     Ὧδε οὖν τήν γ’ ἐμὴν αὐτὸς τίθεμαι ψῆφον. Εἰ μὲν νοῦς καὶ δόξα ἀληθής ἐστον δύο γένη, παντάπασιν εἶναι καθ’ αὑτὰ ταῦτα, ἀναίσθητα ὑφ’ ἡμῶν εἴδη, νοούμενα μόνον· εἰ δ’, ὥς τισιν φαίνεται, δόξα ἀληθὴς νοῦ διαφέρει τὸ μηδέν, πάνθ’ ὁπόσ’ αὖ διὰ τοῦ σώματος αἰσθανόμεθα θετέον βεβαιότατα. Δύο δὴ λεκτέον ἐκείνω, διότι χωρὶς γεγόνατον ἀνομοίως τε ἔχετον. Τὸ μὲν γὰρ αὐτῶν διὰ διδαχῆς, τὸ δ’ ὑπὸ πειθοῦς ἡμῖν ἐγγίγνεται· καὶ τὸ μὲν ἀεὶ μετ’ ἀληθοῦς λόγου, τὸ δὲ ἄλογον· καὶ τὸ μὲν ἀκίνητον πειθοῖ, τὸ δὲ μεταπειστόν· καὶ τοῦ μὲν πάντα ἄνδρα μετέχειν φατέον, νοῦ δὲ θεούς, ἀνθρώπων δὲ γένος βραχύ τι.


     Ἄραγε ὑπάρχει, πῦρ, τὸ ὁποῖον εἶναι πῦρ αὐτὸ ἀφ’ ἑαυτοῦ; καὶ ὅλα τὰ ἄλλα, τὰ ὁποῖα πάντοτε ὀνομάζομεν οὕτως, ὑπάρχουσιν αὐτὰ κὰθ ἑαυτὰ ἕκαστον; Ἢ τὰ πράγματα, τὰ ὁποῖα καὶ βλέπομεν καὶ ὅσα ἄλλα διὰ τοῦ σώματος αἰσθανόμεθα, μόνα αὐτὰ κατέχουσι τὴν τοιαύτην ἀλήθειαν, ἄλλα δὲ δὲν ὑπάρχουσιν ἐκτὸς αὐτῶν οὐδαμοῦ καὶ κατ’ οὐδένα τρόπον, καὶ ματαίως ἑκάστοτε λέγομεν ὅτι ὑπάρχει νοητὴ μορφὴ (ἰδέα) ἑκάστου πράγματος, ἐνῷ αὕτη οὐδὲν ἄλλο εἶναι εἰμὴ (κενός) λόγος; Δὲν εἶναι βέβαια ὀρθὸν ἀφίνοντες τὸ παρὸν ζήτημα ἄνευ ἐξετάσεως καὶ κρίσεως νὰ διισχυρισθῶμεν λέγοντες ὅτι οὕτως ἔχει, καὶ οὔτε εἰς λόγον μακρὸν νὰ παρεμβάλωμεν πάρεργον ἄλλον μακρόν. Ἀλλ’ ἐὰν μὲ ὀλίγας λέξεις ἤθελε φανῆ μέγα ὅριον προσδιωρισμένον, τοῦτο θὰ ἦτο τὸ σπουδαιότερον πάντων.

     Ἰδοὺ λοιπὸν ἡ γνώμη τὴν ὁποίαν ἐγὼ προβάλλω. Ἐὰν ὁ νοῦς καὶ ἡ ἀληθὴς γνώμη (δόξα) εἶναι δυὸ διάφορα πράγματα, τὰ εἴδη ταῦτα, τὰ ὁποῖα ὑφ’ ἡμῶν δὲν εἶναι αἰσθητά, ἀλλὰ μόνον νοητά, ὑπάρχουσι καὶ ἀπολύτως καθ’ ἑαυτά. Ἐὰν ὅμως, καθὼς εἰς μερικοὺς φαίνεται, ἡ ἀληθὴς δόξα οὐδόλως διαφέρει τοῦ νοῦ, τότε πρέπει νὰ παραδεχθώμεν ὡς βεβαιότατα πάντων πάντα ὅσα αἰσθανόμεθα διὰ τοῦ σώματος 119. Πρέπει λοιπὸν νὰ εἴπωμεν, ὅτι ταῦτα εἶναι δυὸ διάφορα πράγματα, διότι ἐγεννήθησαν χωριστὰ καὶ εἶναι πρὸς ἄλληλα ἀνόμοια. Διότι τὸ μὲν (ὁ νοῦς) διὰ τῆς διδασκαλίας, τὸ δὲ ἄλλο διὰ τῆς πίστεως γεννᾶται εἰς ἠμᾶς· τὸ μὲν συνοδεύεται πάντοτε ὑπὸ τοῦ ἀληθοῦς συλλογισμοῦ, τὸ δὲ εἶναι χωρὶς λόγον· καὶ τὸ μὲν εἶναι ἀμετακίνητον ὑπὸ τῆς πειθοῦς, τὸ δὲ δύναται νὰ μεταπείθηται 120. Καὶ τῆς μὲν δόξης, πρέπει νὰ τὸ εἴπωμεν, μετέχουσι πάντες οἱ ἄνθρωποι, τοῦ δὲ νοῦ μόνοι οἱ θεοὶ καὶ ὀλίγον μέρος τοῦ ἀνθρωπίνου γένους 121.

κϛ. Εἶναι, γίγνεσθαι καὶ χώρα

     Τούτων δὲ οὕτως ἐχόντων ὁμολογητέον ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον, ἀγέννητον καὶ ἀνώλεθρον, οὔτε εἰς ἑαυτὸ εἰσδεχόμενον ἄλλο ἄλλοθεν οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον, τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν· τὸ δὲ ὁμώνυμον ὅμοιόν τε ἐκείνῳ δεύτερον, αἰσθητόν, γεννητόν, πεφορημένον ἀεί, γιγνόμενόν τε ἔν τινι τόπῳ καὶ πάλιν ἐκεῖθεν ἀπολλύμενον, δόξῃ μετ’ αἰσθήσεως περιληπτόν· τρίτον δὲ αὖ γένος ὂν τὸ τῆς χώρας ἀεί, φθορὰν οὐ προσδεχόμενον, ἕδραν δὲ παρέχον ὅσα ἔχει γένεσιν πᾶσιν, αὐτὸ δὲ μετ’ ἀναισθησίας ἁπτὸν λογισμῷ τινι νόθῳ, μόγις πιστόν, πρὸς ὃ δὴ καὶ ὀνειροπολοῦμεν βλέποντες καί φαμεν ἀναγκαῖον εἶναί που τὸ ὂν ἅπαν ἔν τινι τόπῳ καὶ κατέχον χώραν τινά, τὸ δὲ μήτ’ ἐν γῇ μήτε που κατ’ οὐρανὸν οὐδὲν εἶναι.

     Ταῦτα δὴ πάντα καὶ τούτων ἄλλα ἀδελφὰ καὶ περὶ τὴν ἄυπνον καὶ ἀληθῶς φύσιν ὑπάρχουσαν ὑπὸ ταύτης τῆς ὀνειρώξεως οὐ δυνατοὶ γιγνόμεθα ἐγερθέντες διοριζόμενοι τἀληθὲς λέγειν, ὡς εἰκόνι μέν, ἐπείπερ οὐδ’ αὐτὸ τοῦτο ἐφ’ ᾧ γέγονεν ἑαυτῆς ἐστιν, ἑτέρου δέ τινος ἀεὶ φέρεται φάντασμα, διὰ ταῦτα ἐν ἑτέρῳ προσήκει τινὶ γίγνεσθαι, οὐσίας ἁμωσγέπως ἀντεχομένην, ἢ μηδὲν τὸ παράπαν αὐτὴν εἶναι, τῷ δὲ ὄντως ὄντι βοηθὸς ὁ δι’ ἀκριβείας ἀληθὴς λόγος, ὡς ἕως ἄν τι τὸ μὲν ἄλλο ᾖ, τὸ δὲ ἄλλο, οὐδέτερον ἐν οὐδετέρῳ ποτὲ γενόμενον ἓν ἅμα ταὐτὸν καὶ δύο γενήσεσθον.


     Ἐπειδὴ λοιπὸν ταῦτα οὕτως ἔχουσι, πρέπει νὰ ὁμολογήσωμεν 
– ὅτι ἓν εἶναι τὸ εἶδος, τὸ ὁποῖον εἶναι πάντοτε κατὰ τὸν αὐτὸν τρόπον, ἀγέννητον καὶ ἄφθαρτον, ὅπερ οὔτε εἰς ἑαυτὸ δέχεται ἄλλο τὶ ἔξωθεν, οὔτε αὐτὸ μεταβαίνει εἰς ἄλλο 122, ἀόρατον καὶ μὲ καμμίαν αἴσθησιν αἰσθητόν, ἐκεῖνο ἀκριβῶς τὸ ὁποῖον ἔλαχεν εἰς τὴν νόησιν νὰ θεωρῇ, 
– ὅτι τὸ αὐτὸ ἔχον ὄνομα καὶ ὅμοιον μὲ τοῦτο εἶναι ἓν δεύτερον, αἰσθητόν, γεννημένον, ὅπερ διαρκῶς ταράττεται, γεννᾶται εἰς τινὰ τόπον, καὶ πάλιν ἐκεῖθεν καταστρέφεται, δύναται δὲ νὰ συλλαμβάνηται ὑπὸ τῆς δόξης διὰ τῆς αἰσθήσεως ,
– καὶ ὅτι πάλιν τρίτον εἶδος, τὸ τοῦ χώρου, ὅστις ὑπάρχει πάντοτε, δὲν ἐπιδέχεται φθοράν, καὶ παρέχει τόπον (ἕδραν) εἰς ὅλα ὅσα γεννῶνται, αὐτὸς δὲ δὲν ὑπόκειται εἰς τὰς αἰσθήσεις, ἀλλ’ εἶναι ἀντιληπτὸς ὑπὸ τινὸς συλλογισμοῦ ἀθεμίτου καὶ μόλις εἶναι ἀντικείμενον 123 πίστεως (οὐχὶ γνώσεως)· καὶ πρὸς αὐτὸν βλέποντες ὀνειροπολοῦμεν 124 καὶ λέγομεν ὅτι πᾶν ὅ,τι ὑπάρχει ἀναγκαίως εἶναι ἓν τινὶ τόπῳ καὶ κατέχει χῶρον τινὰ καὶ ἐκεῖνο, τὸ ὁποῖον δὲν εἶναι ποὺ οὔτε εἰς τὴν γῆν οὔτε εἰς τὸν οὐρανόν, δὲν εἶναι τίποτε.

     Ὅλα δὲ ταῦτα καὶ ἄλλα συγγενῆ μὲ αὐτὰ καὶ ὡς πρὸς τὴν φύσιν ἀκόμη ἐκείνην, ἡ ὁποία δὲν κοιμᾶται 125 καὶ ὑπάρχει ἀληθῶς, ἕνεκα τῆς ὀνειρώξεως ταύτης, δὲν εἴμεθα ἱκανοί, ὅταν ἐγερθῶμεν, νὰ τὰ διακρίνωμεν καὶ νὰ λέγωμεν τὸ ἀληθές, ὅτι δηλαδὴ ἡ εἰκὼν (ἐπειδὴ δὲν εἶναι ἰδικόν της οὔτε αὐτὸ τοῦτο διὰ τὸ ὁποῖον ἐγεννήθη καὶ αὐτὴ αὕτη εἶναι πάντοτε φάντασμα ἄλλου τινὸς 126 πρέπει διὰ ταῦτα νὰ γεννᾶται ἐντὸς ἄλλου, λαμβάνουσα κατὰ τινὰ τρόπον ὕπαρξιν, ἢ ἄλλως αὐτὴ νὰ μὴ εἶναι ἐντελῶς τίποτε· ἀλλ’ εἰς τὸ πραγματικῶς ὑπάρχον (τὴν ἰδέαν) ὁ ἀληθὴς καὶ ἀκριβῆς λόγος εἶναι βοηθὸς (πρὸς ἀπόδειξιν) ὅτι ἐφ’ ὅσον πράγμα τὶ εἶναι ἓν τὶ καὶ ἄλλο τὶ εἶναι ἄλλο, οὔτε τὸ ἓν οὔτε τὸ ἄλλο θὰ ἠδύνατο νὰ ἑνωθῇ μὲ τὸ ἄλλο οὕτως ὥστε τὸ αὐτὸ συνάμα νὰ γίνῃ ἓν καὶ δυό.

κζ. Ἡ πρὸ τῆς διατάξεως τοῦ κόσμου κατάστασις τῶν στοιχείων

     Οὗτος μὲν οὖν δὴ παρὰ τῆς ἐμῆς ψήφου λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν καὶ γένεσιν εἶναι, τρία τριχῇ, καὶ πρὶν οὐρανὸν γενέσθαι· Τὴν δὲ δὴ γενέσεως τιθήνην ὑγραινομένην καὶ πυρουμένην καὶ τὰς γῆς τε καὶ ἀέρος μορφὰς δεχομένην, καὶ ὅσα ἄλλα τούτοις πάθη συνέπεται πάσχουσαν, παντοδαπὴν μὲν ἰδεῖν φαίνεσθαι, διὰ δὲ τὸ μήθ’ ὁμοίων δυνάμεων μήτε ἰσορρόπων ἐμπίμπλασθαι κατ’ οὐδὲν αὐτῆς ἰσορροπεῖν, ἀλλ’ ἀνωμάλως πάντῃ ταλαντουμένην σείεσθαι μὲν ὑπ’ ἐκείνων αὐτήν, κινουμένην δ’ αὖ πάλιν ἐκεῖνα σείειν· τὰ δὲ κινούμενα ἄλλα ἄλλοσε ἀεὶ φέρεσθαι διακρινόμενα, ὥσπερ τὰ ὑπὸ τῶν πλοκάνων τε καὶ ὀργάνων τῶν περὶ τὴν τοῦ σίτου κάθαρσιν σειόμενα καὶ ὀργάνων τῶν περὶ τὴν τοῦ σίτου κάθαρσιν σειόμενα καὶ ἀνικμώμενα τὰ μὲν πυκνὰ καὶ βαρέα ἄλλῃ, τὰ δὲ μανὰ καὶ κοῦφα εἰς ἑτέραν ἵζει φερόμενα ἕδραν· τότε οὕτω τὰ τέτταρα γένη σειόμενα ὑπὸ τῆς δεξαμενῆς, κινουμένης αὐτῆς οἷον ὀργάνου σεισμὸν παρέχοντος, τὰ μὲν ἀνομοιότατα πλεῖστον αὐτὰ ἀφ’ αὑτῶν ὁρίζειν, τὰ δὲ ὁμοιότατα μάλιστα εἰς ταὐτὸν συνωθεῖν, διὸ δὴ καὶ χώραν ταῦτα ἄλλα ἄλλην ἴσχειν, πρὶν καὶ τὸ πᾶν ἐξ αὐτῶν διακοσμηθὲν γενέσθαι.

     Καὶ τὸ μὲν δὴ πρὸ τούτου πάντα ταῦτ’ εἶχεν ἀλόγως καὶ ἀμέτρως· ὅτε δ’ ἐπεχειρεῖτο κοσμεῖσθαι τὸ πᾶν, πῦρ πρῶτον καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα, ἴχνη μὲν ἔχοντα αὑτῶν ἄττα, παντάπασί γε μὴν διακείμενα ὥσπερ εἰκὸς ἔχειν ἅπαν ὅταν ἀπῇ τινος θεός, οὕτω δὴ τότε πεφυκότα ταῦτα πρῶτον διεσχηματίσατο εἴδεσί τε καὶ ἀριθμοῖς. Τὸ δὲ ᾗ δυνατὸν ὡς κάλλιστα ἄριστά τε ἐξ οὐχ οὕτως ἐχόντων τὸν θεὸν αὐτὰ συνιστάναι, παρὰ πάντα ἡμῖν ὡς ἀεὶ τοῦτο λεγόμενον ὑπαρχέτω· νῦν δ’ οὖν τὴν διάταξιν αὐτῶν ἐπιχειρητέον ἑκάστων καὶ γένεσιν ἀήθει λόγῳ πρὸς ὑμᾶς δηλοῦν, ἀλλὰ γὰρ ἐπεὶ μετέχετε τῶν κατὰ παίδευσιν ὁδῶν δι’ ὧν ἐνδείκνυσθαι τὰ λεγόμενα ἀνάγκη, συνέψεσθε.


     Οὗτος λοιπὸν εἶναι ὁ λόγος, τὸν ὁποῖον ἐσκέφθην καὶ δύναμαι νὰ δώσω περιληπτικῶς περὶ τῆς γνώμης μου, δήλ. ὅτι ὑπῆρχε τὸ ὃν καὶ ὁ χῶρος καὶ ἡ γένεσις, τρία πράγματα τριχῶς, καὶ πρὶν γεννηθῆ ὁ κόσμος 127 καὶ ὅτι ἡ τροφὸς τῆς γεννήσεως, ὑγραινομένη καὶ πυρουμένη, καὶ δεχομένη τὰς μορφὰς τῆς γῆς καὶ τοῦ ἀέρος καὶ πάσχουσα ὅλα τὰ ἄλλα πάθη, ὅσα ἀκολουθούσιν εἰς ταῦτα, ἐφαίνετο ποικίλη κατὰ τὴν ὄψιν· ἀλλ’ ἐπειδὴ ἦτο πλήρης δυνάμεων μήτε ὁμοίων μήτε ἰσορρόπων, εἰς κανὲν μέρος της δὲν ἦτο εἰς ἰσορροπίαν, ἀλλ’ ὅλως ἀνωμάλως ταλαντευομένη ἐσείετο αὕτη ὑπ’ ἐκείνων καὶ κινουμένη αὐτὴ πάλιν ἔσειεν ἐκεῖνα. Ταῦτα δὲ τὰ πράγματα κινούμενα ἄλλα εἰς ἄλλο μέρος, χωριζόμενα πάντοτε μετεφέροντο, ὅπως εἰς τὸν καθαρισμὸν τοῦ σίτου σειόμενα καὶ ἀνεμιζόμενα ὑπὸ τοῦ κοσκίνου καὶ τῶν ἄλλων ὀργάνων τὰ μὲν πυκνὰ καὶ βαρέα μέρη σωρεύονται εἰς ἓν μέρος, τὰ δὲ ἀραιὰ καὶ ἐλαφρὰ φέρονται εἰς ἄλλην θέσιν 128. Οὕτω τότε συνέβη εἰς τὰ τέσσαρα γένη ἐκεῖνα, σειόμενα ὑπὸ τῆς δεξαμενῆς, ἐνῶ αὕτη ἐκινεῖτο ὡς ὄργανον, τὸ ὁποῖον προξενεῖ σεισμόν, τὰ μὲν ἀνομοιότατα μέρη ἐχωρίζοντο πολὺ μεταξὺ των, τὰ δὲ ὁμοιότατα πάλιν συνωθούμενα συνηνοῦντο. Καὶ διὰ τοῦτο κατελάμβανον τὰ μὲν χῶρον διάφορον παρὰ τὰ ἄλλα, πρὶν γεννηθῆ ἐξ αὐτῶν τοῦτο τὸ πᾶν συντεταγμένον.

     Καὶ ὄντως πρὸ τούτου πάντα εὐρίσκοντο ἄνευ λόγου καὶ μέτρου· ἀλλ’ ὅτε ὁ Θεὸς ἐπεχείρησε νὰ διακοσμήσῃ τὸ πᾶν, πρῶτον τὸ πῦρ καὶ τὸ ὕδωρ καὶ τὴν γῆν καὶ τὸν ἀέρα, τὰ ὁποῖα εἶχον μὲν ἴχνη τινὰ αὐτῶν, ἀλλ’ ἤσαν εἰς τοιαύτην κατάστασιν εἰς τὴν ὁποίαν εἶναι φυσικὸν νὰ εὐρίσκηται πᾶν πράγμα, ἀπὸ τὸ ὁποῖον λείπει ὁ Θεός, ταῦτα εἰς τοιαύτην κατάστασιν φυσικῶς ὄντα τότε, ὁ Θεὸς τὰ ἐκόσμησε μὲ μορφὰς καὶ ἀριθμούς· τὸ ὅτι δὲ ὁ Θεὸς συνέστησε τὰ πράγματα ταῦτα κατὰ τρόπον ὅσον τὸ δυνατὸν κάλλιστον καὶ ἄριστον, ἐνῷ ἤσαν εἰς πολὺ διάφορον κατάστασιν, τοῦτο πρέπει νὰ θεωρῆται πάντοτε ὡς ὑπονοούμενον εἰς τοὺς λόγους ἡμῶν περὶ παντὸς πράγματος. Τώρα δὲ πρέπει νὰ ἐπιχειρήσω νὰ δηλώσω μὲ λόγον ἀσυνήθη τὴν διάταξιν ἑκάστου καὶ τὴν γένεσιν αὐτῶν. Ἀλλ’ ἐπειδὴ γνωρίζετε καὶ τὰς ἐπιστημονικὰς μεθόδους, διὰ τῶν ὁποίων εἶναι ἀναγκαῖον νὰ ἀποδεικνύωνται τὰ λεγόμενα, θέλετέ με ἀκολουθήσει.

κη. Γεωμετρία καὶ ἀρχιτεκτονικαὶ ἀρχαὶ ἐπὶ τῶν ὁποίων τὰ σώματα δομοῦνται

     Πρῶτον μὲν δὴ πῦρ καὶ γῆ καὶ ὕδωρ καὶ ἀὴρ ὅτι σώματά ἐστι, δῆλόν που καὶ παντί· τὸ δὲ τοῦ σώματος εἶδος πᾶν καὶ βάθος ἔχει. Τὸ δὲ βάθος αὖ πᾶσα ἀνάγκη τὴν ἐπίπεδον περιειληφέναι φύσιν· ἡ δὲ ὀρθὴ τῆς ἐπιπέδου βάσεως ἐκ τριγώνων συνέστηκεν. Τὰ δὲ τρίγωνα πάντα ἐκ δυοῖν ἄρχεται τριγώνοιν, μίαν μὲν ὀρθὴν ἔχοντος ἑκατέρου γωνίαν, τὰς δὲ ὀξείας· ὧν τὸ μὲν ἕτερον ἑκατέρωθεν ἔχει μέρος γωνίας ὀρθῆς πλευραῖς ἴσαις διῃρημένης, τὸ δ’ ἕτερον ἀνίσοις ἄνισα μέρη νενεμημένης.

     Ταύτην δὴ πυρὸς ἀρχὴν καὶ τῶν ἄλλων σωμάτων ὑποτιθέμεθα κατὰ τὸν μετ’ ἀνάγκης εἰκότα λόγον πορευόμενοι· τὰς δ’ ἔτι τούτων ἀρχὰς ἄνωθεν θεὸς οἶδεν καὶ ἀνδρῶν ὃς ἂν ἐκείνῳ φίλος ᾖ. Δεῖ δὴ λέγειν ποῖα κάλλιστα σώματα γένοιτ’ ἂν τέτταρα, ἀνόμοια μὲν ἑαυτοῖς, δυνατὰ δὲ ἐξ ἀλλήλων αὐτῶν ἄττα διαλυόμενα γίγνεσθαι· τούτου γὰρ τυχόντες ἔχομεν τὴν ἀλήθειαν γενέσεως πέρι γῆς τε καὶ πυρὸς τῶν τε ἀνὰ λόγον ἐν μέσῳ. Τόδε γὰρ οὐδενὶ συγχωρησόμεθα, καλλίω τούτων ὁρώμενα σώματα εἶναί που καθ’ ἓν γένος ἕκαστον ὄν. Τοῦτ’ οὖν προθυμητέον, τὰ διαφέροντα κάλλει σωμάτων τέτταρα γένη συναρμόσασθαι καὶ φάναι τὴν τούτων ἡμᾶς φύσιν ἱκανῶς εἰληφέναι.

     Τοῖν δὴ δυοῖν τριγώνοιν τὸ μὲν ἰσοσκελὲς μίαν εἴληχεν φύσιν, τὸ δὲ πρόμηκες ἀπεράντους· προαιρετέον οὖν αὖ τῶν ἀπείρων τὸ κάλλιστον, εἰ μέλλομεν ἄρξεσθαι κατὰ τρόπον. Ἂν οὖν τις ἔχῃ κάλλιον ἐκλεξάμενος εἰπεῖν εἰς τὴν τούτων σύστασιν, ἐκεῖνος οὐκ ἐχθρὸς ὢν ἀλλὰ φίλος κρατεῖ· τιθέμεθα δ’ οὖν τῶν πολλῶν τριγώνων κάλλιστον ἕν, ὑπερβάντες τἆλλα, ἐξ οὗ τὸ ἰσόπλευρον τρίγωνον ἐκ τρίτου συνέστηκεν. Διότι δέ, λόγος πλείων· ἀλλὰ τῷ τοῦτο ἐλέγξαντι καὶ ἀνευρόντι δὴ οὕτως ἔχον κεῖται φίλια τὰ ἆθλα. Προῃρήσθω δὴ δύο τρίγωνα ἐξ ὧν τό τε τοῦ πυρὸς καὶ τὰ τῶν ἄλλων σώματα μεμηχάνηται, τὸ μὲν ἰσοσκελές, τὸ δὲ τριπλῆν κατὰ δύναμιν ἔχον τῆς ἐλάττονος τὴν μείζω πλευρὰν ἀεί. Τὸ δὴ πρόσθεν ἀσαφῶς ῥηθὲν νῦν μᾶλλον διοριστέον.


     Πρῶτον μέν, ὅτι τὸ πῦρ, ἡ γῆ, τὸ ὕδωρ καὶ ὁ ἀὴρ εἶναι σώματα, εἶναι βέβαια γνωστὸν εἰς πάντας. Πᾶν δὲ εἶδος σώματος πρέπει νὰ ἔχῃ καὶ βάθος καὶ στερεότητα 129 καὶ τὸ στερεὸν πάλιν ἀναγκαίως περιορίζεται ὑπὸ ἐπιπέδων ἐπιφανειῶν 130  . Ἀλλ’ ἡ ἐπίπεδος καὶ εὐθύγραμμος ἐπιφάνεια ἀποτελεῖται ἐκ τριγώνων, τὰ δὲ τρίγωνα πάντα ἀρχὴν ἔχουσι δυὸ ἄλλα ἔχοντα καὶ τὸ ἓν καὶ τὸ ἄλλο μίαν γωνίαν ὀρθὴν καὶ δυὸ ὀξείας. Ἐκ τούτων δὲ τίνα (τὰ ἰσοσκελῆ) ἔχουσιν ἐκ τῶν δυὸ μερῶν ἴσον μέρος γωνίας ὀρθῆς περιεχομένης ὑπὸ πλευρῶν ἴσων, ἄλλα δὲ (τὰ σκαληνά) ἔχουσι μέρη ἄνισα διηρημένα διὰ πλευρῶν ἀνίσων.

     Ἂς ὑποθέσωμεν λοιπὸν ὅτι αὕτη εἶναι ἡ ἀρχὴ τοῦ πυρὸς καὶ τῶν ἄλλων σωμάτων, προχωροῦντες ἀναγκαίως κατὰ τὸν πιθανὸν λόγον 131, διότι τὰς ἀνωτέρας ἀρχὰς τούτων γινώσκει μόνος ὁ Θεὸς καὶ ἐκεῖνος ἐκ τῶν ἀνδρῶν, ὅστις εἶναι φίλος αὐτοῦ. Πρέπει λοιπὸν νὰ εἴπωμεν ποῖα εἶναι τὰ κάλλιστα ἐκεῖνα σώματα, τὰ ὁποῖα δύνανται νὰ γίνωσι, τὰ τέσσαρα δηλαδή, ἀνόμοια μὲν μεταξὺ των, ἀλλὰ τινὰ ἐξ αὐτῶν ἱκανὰ ὄντα νὰ γεννῶνται τὰ μὲν ἐκ τῶν δέ, καθόσον ταῦτα διαλύονται. Διότι ἐὰν ἐπιτύχωμεν τοῦτο, θὰ ἔχωμεν τὴν ἀλήθειαν περὶ γενέσεως τῆς γῆς καὶ τοῦ πυρὸς καὶ τῶν δυὸ ἄλλων, τὰ ὁποῖα εἶναι μέσοι ἀνάλογοι αὐτῶν. Διότι κατὰ τοῦτο δὲν θὰ ὑποχωρήσωμεν εἰς κανένα, ὅτι δήλ. δύνανται νὰ ὑπάρχωσι ποὺ σώματα ὁρατὰ ὡραιότερα ἀπὸ ταῦτα, ἕκαστον εἰς τὸ γένος του. Πρέπει λοιπὸν νὰ ἔχωμεν προθυμίαν, ἵνα συναρμόσωμεν τὰ τέσσαρα εἴδη σωμάτων, διαφέροντα κατὰ τὴν καλλονήν, καὶ εἴτα εἴπωμεν, ὅτι ἱκανῶς κατελάβομεν τὴν φύσιν αὐτῶν.

     Ἐκ τῶν δυὸ εἰδῶν τριγώνων τὸ ἰσοσκελὲς μίαν μόνην ἔχει φύσιν, τὸ δὲ σκαληνὸν ἀπείρους, πρέπει δὲ ἐκ τῶν ἀπείρων νὰ προτιμῶμεν τὸ κάλλιστον, ἐὰν θέλωμεν νὰ ἀρχίσωμεν καθὼς πρέπει. Ἂν λοιπὸν τὶς δύναται νὰ ἐκλέξῃ καὶ νὰ εἴπῃ ἄλλο ὡραιότερον διὰ τὴν σύστασιν τῶν σωμάτων τούτων, οὗτος οὐχὶ ὡς ἐχθρὸς ἀλλ’ ὡς φίλος νικᾶ. Ἡμεῖς δὲ ἐκ τῶν πολλῶν τριγώνων θέτομεν ἓν ὡς τὸ κάλλιστον, παραλείποντες τὰ ἄλλα, ἐκεῖνο δήλ. ἐκ τοῦ ὁποίου ἐπαναλαμβανομένου σχηματίζεται τρίτον, ἰσόπλευρον 132    διατὶ δὲ τοῦτο, ὁ λόγος εἶναι μακρός, ἀλλ’ εἰς ἐκεῖνον ὅστις δύναται νὰ ἀναιρέσῃ τοῦτο καὶ νὰ εὕρῃ ὅτι δὲν ἔχει οὕτως, ὡς βραβεῖον πρόκειται ἡ φιλία ἡμῶν. Ἂς ἐκλέξωμεν λοιπὸν δυὸ τρίγωνα, ἐκ τῶν ὁποίων κατεσκευάσθησαν τὸ σῶμα τοῦ πυρὸς καὶ τὸ τῶν ἄλλων (στοιχείων), τὸ μὲν (νὰ εἶναι) ἰσοσκελές, τὸ δὲ ἄλλο νὰ ἔχῃ τὴν μεγαλυτέραν τῶν καθέτων κατὰ τὴν δύναμιν τριπλασίαν τῆς μικροτέρας 133  . Ἐκεῖνο δέ, τὸ ὁποῖον πρότερον ἔχω εἰπεῖ ὄχι σαφῶς, τώρα πρέπει καλύτερα νὰ προσδιορίσω.


     Τὰ γὰρ τέτταρα γένη δι’ ἀλλήλων εἰς ἄλληλα ἐφαίνετο πάντα γένεσιν ἔχειν, οὐκ ὀρθῶς φανταζόμενα· γίγνεται μὲν γὰρ ἐκ τῶν τριγώνων ὧν προῃρήμεθα γένη τέτταρα, τρία μὲν ἐξ ἑνὸς τοῦ τὰς πλευρὰς ἀνίσους ἔχοντος, τὸ δὲ τέταρτον ἓν μόνον ἐκ τοῦ ἰσοσκελοῦς τριγώνου συναρμοσθέν. Οὔκουν δυνατὰ πάντα εἰς ἄλληλα διαλυόμενα ἐκ πολλῶν σμικρῶν ὀλίγα μεγάλα καὶ τοὐναντίον γίγνεσθαι, τὰ δὲ τρία οἷόν τε· ἐκ γὰρ ἑνὸς ἅπαντα πεφυκότα λυθέντων τε τῶν μειζόνων πολλὰ σμικρὰ ἐκ τῶν αὐτῶν συστήσεται, δεχόμενα τὰ προσήκοντα ἑαυτοῖς σχήματα, καὶ σμικρὰ ὅταν αὖ πολλὰ κατὰ τὰ τρίγωνα διασπαρῇ, γενόμενος εἷς ἀριθμὸς ἑνὸς ὄγκου μέγα ἀποτελέσειεν ἂν ἄλλο εἶδος ἕν. Ταῦτα μὲν οὖν λελέχθω περὶ τῆς εἰς ἄλληλα γενέσεως· οἷον δὲ ἕκαστον αὐτῶν γέγονεν εἶδος καὶ ἐξ ὅσων συμπεσόντων ἀριθμῶν, λέγειν ἂν ἑπόμενον εἴη.

     Ἄρξει δὴ τό τε πρῶτον εἶδος καὶ σμικρότατον συνιστάμενον, στοιχεῖον δ’ αὐτοῦ τὸ τὴν ὑποτείνουσαν τῆς ἐλάττονος πλευρᾶς διπλασίαν ἔχον μήκει· σύνδυο δὲ τοιούτων κατὰ διάμετρον συντιθεμένων καὶ τρὶς τούτου γενομένου, τὰς διαμέτρους καὶ τὰς βραχείας πλευρὰς εἰς ταὐτὸν ὡς κέντρον ἐρεισάντων, ἓν ἰσόπλευρον τρίγωνον ἐξ ἓξ τὸν ἀριθμὸν ὄντων γέγονεν. Τρίγωνα δὲ ἰσόπλευρα συνιστάμενα τέτταρα κατὰ σύντρεις ἐπιπέδους γωνίας μίαν στερεὰν γωνίαν ποιεῖ, τῆς ἀμβλυτάτης τῶν ἐπιπέδων γωνιῶν ἐφεξῆς γεγονυῖαν· τοιούτων δὲ ἀποτελεσθεισῶν τεττάρων πρῶτον εἶδος στερεόν, ὅλου περιφεροῦς διανεμητικὸν εἰς ἴσα μέρη καὶ ὅμοια, συνίσταται.

     Δεύτερον δὲ ἐκ μὲν τῶν αὐτῶν τριγώνων, κατὰ δὲ ἰσόπλευρα τρίγωνα ὀκτὼ συστάντων, μίαν ἀπεργασαμένων στερεὰν γωνίαν ἐκ τεττάρων ἐπιπέδων· καὶ γενομένων ἓξ τοιούτων τὸ δεύτερον αὖ σῶμα οὕτως ἔσχεν τέλος. Τὸ δὲ τρίτον ἐκ δὶς ἑξήκοντα τῶν στοιχείων συμπαγέντων, στερεῶν δὲ γωνιῶν δώδεκα, ὑπὸ πέντε ἐπιπέδων τριγώνων ἰσοπλεύρων περιεχομένης ἑκάστης, εἴκοσι βάσεις ἔχον ἰσοπλεύρους τριγώνους γέγονεν. Καὶ τὸ μὲν ἕτερον ἀπήλλακτο τῶν στοιχείων ταῦτα γεννῆσαν, τὸ δὲ ἰσοσκελὲς τρίγωνον ἐγέννα τὴν τοῦ τετάρτου φύσιν, κατὰ τέτταρα συνιστάμενον, εἰς τὸ κέντρον τὰς ὀρθὰς γωνίας συνάγον, ἓν ἰσόπλευρον τετράγωνον ἀπεργασάμενον· ἓξ δὲ τοιαῦτα συμπαγέντα γωνίας ὀκτὼ στερεὰς ἀπετέλεσεν, κατὰ τρεῖς ἐπιπέδους ὀρθὰς συναρμοσθείσης ἑκάστης· τὸ δὲ σχῆμα τοῦ συστάντος σώματος γέγονεν κυβικόν, ἓξ ἐπιπέδους τετραγώνους ἰσοπλεύρους βάσεις ἔχον. Ἔτι δὲ οὔσης συστάσεως μιᾶς πέμπτης, ἐπὶ τὸ πᾶν ὁ θεὸς αὐτῇ κατεχρήσατο ἐκεῖνο διαζωγραφῶν.

     Ἃ δή τις εἰ πάντα λογιζόμενος ἐμμελῶς ἀποροῖ πότερον ἀπείρους χρὴ κόσμους εἶναι λέγειν ἢ πέρας ἔχοντας, τὸ μὲν ἀπείρους ἡγήσαιτ’ ἂν ὄντως ἀπείρου τινὸς εἶναι δόγμα ὧν ἔμπειρον χρεὼν εἶναι, πότερον δὲ ἕνα ἢ πέντε αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν ποτὲ προσήκει, μᾶλλον ἂν ταύτῃ στὰς εἰκότως διαπορήσαι. Τὸ μὲν οὖν δὴ παρ’ ἡμῶν ἕνα αὐτὸν κατὰ τὸν εἰκότα λόγον πεφυκότα μηνύει θεόν, ἄλλος δὲ εἰς ἄλλα πῃ βλέψας ἕτερα δοξάσει.


     Τὰ τέσσαρα δηλαδὴ εἴδη (στοιχεῖα) μᾶς ἐφαίνοντο τότε ὅτι ὅλα ἀμοιβαίως ἐγεννῶντο τὰ μὲν ἐκ τῶν δέ, ἀλλὰ δὲν ἐφανταζόμεθα ὀρθῶς. Διότι γεννῶνται μὲν ἐκ τῶν τριγώνων, τὰ ὁποῖα ἐξελέξαμεν, τέσσαρα εἴδη, τὰ τρία μὲν ἐκ τοῦ ἑνός, τὸ ὁποῖον ἔχει τὰς πλευρὰς ἀνίσους, ἀλλ’ ἓν μόνον, τὸ τέταρτον, ἀποτελεῖται ἐκ τοῦ ἰσοσκελοῦς τριγώνου. Δὲν εἶναι λοιπὸν δυνατὸν ὅλα, διαλυόμενα εἰς ἄλληλα νὰ γίνωνται ἐκ πολλῶν μικρῶν ὀλίγα μεγάλα, καὶ ἀντιστρόφως, ἀλλὰ μόνα τὰ τρία πρῶτα. Διότι ταῦτα, ἐπειδὴ ἐγεννήθησαν ὅλα ἐξ ἑνὸς τριγώνου, ὅταν λυθώσι τὰ μεγαλύτερα συστήματα (ἀθροίσματα), πολλὰ μικρότερα θὰ συσταθώσι, λαμβάνοντα τὰς καταλλήλους εἰς αὐτὰ μορφάς, καὶ οὕτως, ὅταν πάλιν τὰ πολὺ μικρὰ χωρισθώσιν εἰς τρίγωνα, ἐὰν ἐξ ἑνὸς ὄγκου γίνῃ μία ἑνότης, δύναται νὰ ἀποτελεσθῇ ἓν ἄλλο εἶδος μέγα 134. Ἀρκούσι λοιπὸν ὅσα εἴπομεν περὶ τῆς ἀμοιβαίας γενέσεως τοῦ ἑνὸς ἔκ τοῦ ἄλλου τῶν εἰδῶν τούτων. Ἐκεῖνο δὲ ὅπερ ὢν ἀκόλουθον εἰς ταῦτα πρέπει νὰ εἴπωμεν, εἶναι: τί εἶναι ἕκαστον εἶδος, ὅπερ γίνεται ἐξ αὐτῶν, καὶ ἐκ τῆς συμπτώσεως ποίων ἀριθμῶν γίνεται.

     Καὶ θὰ ἀρχίσωμεν μὲ τὸ εἶδος τὸ πρῶτον καὶ ἔχον τὴν σμικροτάτην σύστασιν. Στοιχεῖον τούτου εἶναι τὸ τρίγωνον τὸ ἔχον τὴν ὑποτείνουσαν διπλασίαν τῆς μικροτέρας καθέτου κατὰ τὸ μῆκος, συνδυάζοντες δὲ ἀνὰ δυὸ ἐκ τῶν τριγώνων τούτων διὰ τῆς διαγωνίου, καὶ τοῦτο ποιοῦντες τρεῖς φοράς, οὕτως ὥστε αἱ διαγώνιοι καὶ αἱ μικρότεραι κάθετοι νὰ συνενῶνται εἰς ἓν κοινὸν σημεῖον ὡς εἰς κέντρον, γίνεται ἓν ἰσόπλευρον τρίγωνον ἐκ τῶν ἓξ τὰ ὁποῖα ὑπῆρχον 135  . Ὅταν ἔπειτα συνενωθώσι τέσσαρα τρίγωνα ἰσόπλευρα, ἀνὰ τρεῖς ὁμοῦ ἐπίπεδοι γωνίαι ἀποτελούσι μίαν στερεὰν γωνίαν, κειμένην ἐφεξῆς τῆς ἀμβλυτέρας τῶν ἐπιπέδων γωνιῶν· καὶ ἐπειδὴ ἀπετελέσθησαν τέσσαρες τοιοῦτοι συνδυασμοὶ σχηματίζεται οὕτω τὸ πρῶτον στερεὸν εἶδος 136  , ὅπερ ἔχει τὴν ἰδιότητα νὰ διαιρῇ εἰς μέρη ἴσα καὶ ὅμοια τὴν ὅλην ἐπιφάνειαν σφαίρας (εἰς τὴν ὁποίαν εἶναι ἐγγεγραμμένη).

     Δεύτερον εἶδος γίνεται ἐκ τῶν αὐτῶν τριγώνων, ἀλλ’ ἐνουμένων εἰς ὀκτὼ ἰσόπλευρα τρίγωνα, ὥστε νὰ ἀποτελώσι μίαν στερεὰν γωνίαν ἔχουσαν τέσσαρας ἐπιπέδους γωνίας, καὶ ὅταν γίνωσιν ἓξ τοιαῦτα, τότε τὸ δεύτερον πάλιν σῶμα ἀποτελεῖται 137. Τὸ τρίτον εἶδος στερεοῦ σύγκειται ἐξ ἑκατὸν εἴκοσι στοιχείων (τριγώνων) ὁμοῦ ἡνωμένων καὶ ἐκ δώδεκα στερεῶν γωνιῶν, τῶν ὁποίων ἑκάστη περιέχεται ὑπὸ πέντε ἐπιπέδων ἰσοπλεύρων τριγώνων, καὶ ἔχει ὡς βάσεις (ὄψεις) εἴκοσι ἰσόπλευρα τρίγωνα 138. Καὶ οὕτω τὸ ἓν ἐκ τῶν στοιχείων, ἀφοῦ ἐγέννησε πάντα ταῦτα, ἐξηντλήθη. Τὸ δὲ ἰσοσκελὲς τρίγωνον ἐγέννησε τὸ τέταρτον εἶδος σώματος, καθ’ ὅσον ἀνὰ τέσσαρα ἰσοσκελῆ ἡνοῦντο οὕτως, ὥστε αἱ ὀρθαὶ γωνίαι νὰ συνενῶνται εἰς τὸ κέντρον καὶ νὰ γεννᾶται ἓν τετράγωνον ἰσόπλευρον 139  . Ἓξ δὲ τοιαῦτα συνενωθέντα ἀποτελούσιν ὀκτὼ στερεὰς γωνίας, τῶν ὁποίων ἑκάστη συνίσταται ἀπὸ τρεῖς ἐπιπέδους ὀρθάς· τὸ δὲ σχῆμα τοῦ οὕτω συναποτελεσθέντος σώματος γίνεται κυβικὸν ἔχον ἓξ ἐπιπέδους τετραγώνους ἰσοπλεύρους βάσεις (ἕδρας) 140. Προσέτι δέ, ἐπειδὴ ὑπῆρχεν εἷς πέμπτος συνδυασμός, ὁ Θεὸς μετεχειρίσθη αὐτόν, ἵνα κοσμήση τὸ σχῆμα τοῦ παντός 141  .

     Ἐὰν δὲ τὶς ταῦτα πάντα ἀκριβῶς ἀναλογιζόμενος ἀπορῆ ἂν πρέπῃ νὰ λέγῃ ὅτι οἱ κόσμοι εἶναι ἄπειροι, ἢ ὅτι ἔχουσι πέρας, τὸ δόγμα ὅτι εἶναι ἄπειροι δύναται νὰ τὸ θεωρῇ ἀληθῶς ὅτι εἶναι γνώμη ἀνθρώπου ἀπείρου (ἀμαθοῦς) εἰς πράγματα εἰς τὰ ὁποῖα ὀφείλει νὰ εἶναι ἔμπειρος. Ἀλλά, ἂν πρέπῃ νὰ λέγῃ ὅτι ὄντως οὗτοι ἐγεννήθησαν εἷς ἢ πέντε, ἐπιμείνας εἰς τοῦτο, μᾶλλον εὐλόγως δύναται νὰ ἀπορῇ. Ἡ γνώμη ὅμως ἡμῶν εἶναι ὅτι κατὰ πάντα ὀρθὸν λόγον εἷς μόνος κόσμος ἐγεννήθη, ἄλλος ὅμως ἀποβλέπων εἰς ἄλλα, θὰ ἔχη ἴσως διάφορον γνώμην.

κθ. Λόγος μεταξὺ κανονικῶν στερεῶν καὶ τεσσάρων στοιχείων

     Καὶ τοῦτον μὲν μεθετέον, τὰ δὲ γεγονότα νῦν τῷ λόγῳ γένη διανείμωμεν εἰς πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα. Γῇ μὲν δὴ τὸ κυβικὸν εἶδος δῶμεν· ἀκινητοτάτη γὰρ τῶν τεττάρων γενῶν γῆ καὶ τῶν σωμάτων πλαστικωτάτη, μάλιστα δὲ ἀνάγκη γεγονέναι τοιοῦτον τὸ τὰς βάσεις ἀσφαλεστάτας ἔχον· βάσις δὲ ἥ τε τῶν κατ’ ἀρχὰς τριγώνων ὑποτεθέντων ἀσφαλεστέρα κατὰ φύσιν ἡ τῶν ἴσων πλευρῶν τῆς τῶν ἀνίσων, τό τε ἐξ ἑκατέρου συντεθὲν ἐπίπεδον ἰσόπλευρον ἰσοπλεύρου τετράγωνον τριγώνου κατά τε μέρη καὶ καθ’ ὅλον στασιμωτέρως ἐξ ἀνάγκης βέβηκεν.

     Διὸ γῇ μὲν τοῦτο ἀπονέμοντες τὸν εἰκότα λόγον διασῴζομεν, ὕδατι δ’ αὖ τῶν λοιπῶν τὸ δυσκινητότατον εἶδος, τὸ δ’ εὐκινητότατον πυρί, τὸ δὲ μέσον ἀέρι· καὶ τὸ μὲν σμικρότατον σῶμα πυρί, τὸ δ’ αὖ μέγιστον ὕδατι, τὸ δὲ μέσον ἀέρι· καὶ τὸ μὲν ὀξύτατον αὖ πυρί, τὸ δὲ δεύτερον ἀέρι, τὸ δὲ τρίτον ὕδατι. Ταῦτ’ οὖν δὴ πάντα, τὸ μὲν ἔχον ὀλιγίστας βάσεις εὐκινητότατον ἀνάγκη πεφυκέναι, τμητικώτατόν τε καὶ ὀξύτατον ὂν πάντῃ πάντων, ἔτι τε ἐλαφρότατον, ἐξ ὀλιγίστων συνεστὸς τῶν αὐτῶν μερῶν· τὸ δὲ δεύτερον δευτέρως τὰ αὐτὰ ταῦτ’ ἔχειν, τρίτως δὲ τὸ τρίτον. Ἔστω δὴ κατὰ τὸν ὀρθὸν λόγον καὶ κατὰ τὸν εἰκότα τὸ μὲν τῆς πυραμίδος στερεὸν γεγονὸς εἶδος πυρὸς στοιχεῖον καὶ σπέρμα· τὸ δὲ δεύτερον κατὰ γένεσιν εἴπωμεν ἀέρος, τὸ δὲ τρίτον ὕδατος.

     Πάντα οὖν δὴ ταῦτα δεῖ διανοεῖσθαι σμικρὰ οὕτως, ὡς καθ’ ἓν ἕκαστον μὲν τοῦ γένους ἑκάστου διὰ σμικρότητα οὐδὲν ὁρώμενον ὑφ’ ἡμῶν, συναθροισθέντων δὲ πολλῶν τοὺς ὄγκους αὐτῶν ὁρᾶσθαι· καὶ δὴ καὶ τὸ τῶν ἀναλογιῶν περί τε τὰ πλήθη καὶ τὰς κινήσεις καὶ τὰς ἄλλας δυνάμεις πανταχῇ τὸν θεόν, ὅπῃπερ ἡ τῆς ἀνάγκης ἑκοῦσα πεισθεῖσά τε φύσις ὑπεῖκεν, ταύτῃ πάντῃ δι’ ἀκριβείας ἀποτελεσθεισῶν ὑπ’ αὐτοῦ συνηρμόσθαι ταῦτα ἀνὰ λόγον.


     Ἀλλ’ ἂς ἀφήσωμεν τοῦτον, καὶ ἂς διανείμωμεν τὰ εἴδη, τὰ ὁποῖα εὔρομεν διὰ τοῦ λόγου, εἰς πῦρ, γῆν, ὕδωρ καὶ ἀέρα. Καὶ εἰς τὴν γῆν ἂς δώσωμεν τὸ κυβικὸν σχῆμα, διότι αὕτη εἶναι ἐκ τῶν τεσσάρων εἰδῶν ἡ μᾶλλον εὐκίνητος καὶ ἐξ ὅλων τῶν σωμάτων ἡ μᾶλλον εὔπλαστος, καὶ τοιοῦτο πρὸ πάντων πρέπει νὰ εἶναι ἐκεῖνο, ὅπερ ἔχει τὰς βάσεις ἀσφαλεστάτας. Διότι ἐκ τῶν κατ’ ἀρχὰς ὑποτεθέντων τριγώνων φύσει ἀσφαλεστέρα εἶναι ἡ βάσις τῶν ἐχόντων δυὸ πλευρὰς ἴσας παρὰ τὴν βάσιν τῶν ἐχόντων αὐτὰς ἀνίσους, καὶ ἐκ τῶν ἐπιφανειῶν, αἵτινες ἀποτελοῦνται ἐκ τοῦ ἑνὸς καὶ ἐκ τοῦ ἄλλου, τὸ ἰσόπλευρον τετράγωνον εἶναι κατ’ ἀνάγκην σταθερώτερον τοῦ ἰσοπλεύρου τριγώνου καὶ κατὰ τὰ μέρη καὶ κατὰ τὸ ὄλον.

     Διὸ ἀποδίδοντες τοῦτο εἰς τὴν γῆν διατηροῦμεν τὴν πιθανότητα τοῦ λόγου· εἰς τὸ ὕδωρ δὲ ἔπειτα (ἂς δώσωμεν) τὸ σχῆμα, ὅπερ ἐκ τῶν ὑπολοίπων εἶναι τὸ μᾶλλον δυσκίνητον, εἰς δὲ τὸ πῦρ τὸ εὐκινητότατον πάντων, καὶ εἰς τὸν ἀέρα τὸ μέσον σχῆμα· καὶ τὸ σμικρότατον σῶμα ἂς δώσωμεν εἰς τὸ πῦρ, τὸ μέγιστον εἰς τὸ ὕδωρ καὶ τὸ μέσον εἰς τὸν ἀέρα, καὶ ἀκόμη τὸ μὲν ὀξύτατον εἰς τὸ πῦρ, τὸ δεύτερον (μετὰ τὸ πῦρ) εἰς τὸν ἀέρα καὶ τὸ τρίτον εἰς τὸ ὕδωρ. Ἐξ ὅλων λοιπὸν τούτων τὸ ἔχον τὰς ὀλιγωτέρας βάσεις ἀναγκαίως εἶναι τὸ μᾶλλον εὐκίνητον, διότι ἐξ ὅλων εἶναι πανταχόθεν τὸ μᾶλλον κοπτικὸν καὶ ὀξύ, καὶ προσέτι τὸ ἐλαφρότατον, διότι ἀποτελεῖται ἐξ ὀλιγίστου ἀριθμοῦ τῶν αὐτῶν μερῶν· τὸ δὲ ἐρχόμενον δεύτερον πρέπει νὰ ἔχῃ τὰς αὐτὰς ἰδιότητας εἰς δεύτερον βαθμόν, καὶ τὸ τρίτον εἰς τρίτον βαθμόν. Λοιπὸν συμφώνως μὲ τὸν ὀρθὸν λόγον καὶ τὸν πιθανόν, τὸ στερεὸν τὸ λαβὸν τὸ σχῆμα τῆς πυραμίδος εἶναι τὸ στοιχεῖον καὶ τὸ σπέρμα τοῦ πυρός, καὶ τὸ δεύτερον κατὰ τὴν γέννησιν (τὸ κανονικὸν ὀκτάεδρον) ἂς τὸ εἴπωμεν τοῦ ἀέρος, καὶ τὸ τρίτον (τὸ κανονικὸν εἰκοσάεδρον) τοῦ ὕδατος.

     Πάντα λοιπὸν ταῦτα πρέπει νὰ τὰ συλλαμβάνωμεν μὲ τὴν διάνοιαν τόσον σμικρά, ὥστε ἓν ἕκαστον ἐξ ἑκάστου εἴδους μόνον μᾶς εἶναι ὅλως ἀόρατον καὶ ὅταν πολλὰ αὐτῶν συναθροισθώσιν εἰς ἓν τότε φαίνεται ἡ μάζα αὐτῶν. Καὶ ὡς πρὸς τὰς ἀναλογίας εἰς τὰς ποσότητας καὶ τὰς κινήσεις καὶ τὰς ἄλλας δυνάμεις πάσας πρέπει νὰ νοῶμεν ὅτι ὁ Θεός, καθ’ ἴσον τοῦ φυσικοῦ νόμου ἡ ἀνάγκη ἑκουσίως καὶ πειθομένη ὑπεχώρει εἰς αὐτόν, κατὰ τόσον, ἀφοῦ πανταχοῦ ἀκριβῶς τὰς ἀπετέλεσε, τὰς συνήρμοσε λογικῶς.


divider bar

ΣΧΟΛΙΑ

88. (συνέχεια σχολίου)

     Ἐν τῷ 12 κέφ. ὁ Πλάτων μεταβαίνει ἀπὸ τῆς μηχανικῆς εἰς τὴν φυσικήν, ὅπου τὰ πράγματα θεωροῦνται ὡς ὑπάρχοντα καθ’ ἑαυτὰ καὶ ἔχοντα ποιότητας, δι’ ὧν προσδιορίζονται ἀτομικῶς. Πρώτη καὶ γενικωτάτη ποιότης εἶναι τὸ φῶς, ἐξ οὐ ἐπλάσθησαν ὁ ἥλιος καὶ οἱ ἀστέρες καὶ ὅπερ εἶναι διάφορον τῆς φλογὸς ἢ τοῦ πυρός. Τὸ φῶς δὲν καταστρέφει, δὲν καίει καὶ ἐκ τούτου διακρίνεται τοῦ πυρὸς καὶ τοῦ θερμοῦ. Εἶναι σῶμα, διότι ὑπάρχει τί ἀτομικὸν διαφέρον ἀπὸ τῶν ἄλλων, ἀλλ’ εἶναι ἀβαρὲς καὶ ἐκτείνεται πανταχοῦ μετ’ ἀπολύτου ταχύτητος. Ἀλλ’ ἅμα ἔλθη εἰς σχέσιν μὲ τὸ σκοτεινόν, μὲ τὰ σώματα καὶ καταστήση ταῦτα ὁρατά, τότε τὸ φῶς ὑφίσταται διαφορὰς διευθύνσεως καὶ ποσότητος (περὶ τὴν λάμψιν). Ἐκ τῶν σωμάτων ἀνακλᾶται τὸ φῶς πανταχοῦ. Ἀλλ’ ἕνεκα τῆς διαχύσεως αὐτοῦ μὴ ἔχον σχεδὸν συγκέντρωσιν ὑποχωρεῖ εἰς τὰ τέσσαρα φυσικὰ στοιχεῖα.

     Τὰ στοιχεῖα ταῦτα εἶναι ἀνάλογα. Τὸ πῦρ εἶναι πρὸς τὸ ὕδωρ ὅπως ὁ ἀὴρ πρὸς τὴν γῆν καὶ ἀνάπαλιν ἡ γῆ εἶναι πρὸς τὸν ἀέρα ὡς τὸ ὕδωρ πρὸς τὸ πῦρ. Ταῦτα εἶναι τὰ κατ’ ἐξοχὴν σώματα τῆς φύσεως, τὰ ὁποῖα δύνανται νὰ ἀποσυντεθῶσιν εἰς ἁπλούστερα, ἀλλὰ τότε ἀποβάλλουσι τὸν οὐσιώδη καὶ εὐεργετικὸν χαρακτῆρα αὐτῶν, νεκροῦνται, καθίστανται ἀπολύτως ἀνίκανα νὰ παραγάγωσι τὶ ζῶν. Τοῦ πυρὸς καὶ τοῦ ἀέρος τὴν ἀναφορὰν δεικνύει ἡ πεῖρα, διότι ἰσχυρὰ πίεσις ἀέρος παράγει πῦρ· ἀμφότερα δὲ προσβάλλουσι τὰ διάφορα σώματα. Τὸ ὕδωρ καὶ ὁ ἀὴρ εἶναι ρευστά, ἀλλὰ τὸ ὕδωρ δὲν εἶναι ἐλαστικόν, οὔτε πιεστόν, ἐνῷ ὁ ἀὴρ εἶναι ἀδιάφορος πρὸς τὸν χῶρον ὂν κατέχει. Ἡ γῆ εἶναι ἐξόχως στερεά. Ἐν πάσῃ μεταμορφώσει τὸ κυριώτερον στοιχεῖον εἶναι τὸ ὕδωρ, διότι εἶναι σῶμα οὐδέτερον, ἐπιδεκτικὸν μεταβολῆς καὶ διορισμοῦ. Ὁ ἀήρ, ὡς ἐνεργητικὸν στοιχεῖον, ἐξαφανίζει τὸν διορισμόν. Τὸ πῦρ, τέλος, εἶναι τὸ ἐξόχως φθαρτικὸν στοιχεῖον.

130. (συνέχεια σχολίου)

     Ὁ Πλάτων ἀνατρέχει εἰς τὸ στοιχειωδέστατον σχῆμα, ὅπερ εἶναι τὸ εὐθύγραμμον. Πάσα ἐπίπεδος ἐπιφάνεια δύναται νὰ διαιρεθῇ εἰς τρίγωνα, πᾶν δὲ τρίγωνον εἰς δυὸ ἄλλα ὀρθογώνια τρίγωνα. Ὥστε τὸ ὀρθογώνιον τρίγωνον εἶναι τὸ πρώτον στοιχεῖον τοῦ σχήματος. Ἀλλὰ τὰ ὀρθογώνια ταῦτα τρίγωνα δύνανται νὰ εἶναι ἰσοσκελῆ ἢ σκαληνά. Ἐὰν μὲν εἶναι ἰσοσκελῆ, ἔχουσι τὰς δυὸ ὀξείας γωνίας ἴσας μεταξύ των, ἦτοι ἡ ἑτέρα ὀρθὴ γωνία τοῦ ὀρθογωνίου εἶναι διηρημένη ἑκατέρωθεν εἰς δυὸ ἡμίση, ὅπως ἴσαι εἶναι καὶ αἱ κάθετοι πλευραὶ αἱ ἀνήκουσαι εἰς τὰς δυὸ ταύτας γωνίας. Ἐὰν τὰ τρίγωνα εἶναι σκαληνά, ἔχουσιν ἀνίσους τὰς ὀξείας γωνίας.

Platon Timaeus triangle skalino     Ἔστω τὸ ἰσοσκελὲς τρίγωνον ΑΒΓ ὀρθογώνιον εἰς Α. Αἱ γωνίαι Β καὶ Γ εἶναι ἴσαι, ἦτοι αἱ κάθετοι ΑΒ καὶ ΑΓ τέμνουσιν εἰς δυὸ ἴσα μέρη τὰς λοιπὰς 90 μοίρας τὰς ἀναγκαίας, ἵνα ἀποτελεσθῶσιν αἱ 180 μοῖραι, ἂς περιέχει τὸ τρίγωνον. Αἱ κάθετοι αὕται καθ’ ὑπόθεσιν εἶναι ἴσαι. Ἔστω ἤδη τὸ σκαληνὸν α β γ ὀρθογώνιον εἰς α. Αἱ γωνίαι β καὶ γ εἶναι ἄνισοι, ὅπως ἄνισοι εἶναι καὶ αἱ κάθετοι α β καὶ α γ.

132. (συνέχεια σχολίου)

Platon Timaeus triangle skalino orthogonia     Δυὸ τρίγωνα ὀρθογώνια σκαληνὰ καὶ ἴσα, κοινὴν ἔχοντα τὴν μείζονα κάθετον, ἀποτελοῦσιν ἰσόπλευρον τρίγωνον, ὅταν ἡ ἐλάσσων κάθετος εἶναι τὸ ἥμισυ τῆς ὑποτεινούσης. Ἔστωσαν τὰ ὀρθογώνια σκαληνὰ καὶ ἴσα τρίγωνα ΑΒΔ καὶ ΑΓΔ, κοινὴν ἔχοντα τὴν κάθετον ΑΔ, τὴν δὲ κάθετον ΒΔ ἴσην πρὸς τὸ ἥμισυ τῆς ὑποτεινούσης ΑΒ. Διὰ τοῦτο ΔΓ εἶναι ἥμισυ τῆς ΑΓ, ἄρα ΒΔ + ΔΓ = ΑΒ = ΑΓ.

133. (συνέχεια σχολίου)

     Εἶναι τὸ αὐτὸ σκαληνὸν ὀρθογώνιον τρίγωνον ἔχον τὴν ἐλάσσονα κάθετον ἴσην μὲ τὸ ἥμισυ τῆς ὑποτεινούσης. Εἰς τὸ τρίγωνον τοῦτο τὸ τετράγωνον τῆς μείζονος καθέτου εἶναι τὸ τριπλάσιον τοῦ τετραγώνου τῆς ἐλάσσονος (τριπλασία δύναμις). Ἔστω τὸ ἀνωτέρω τρίγωνον ΑΔΒ. Ἐὰν ΑΒ εἶναι διπλάσια τῆς ΒΔ, τότε (ΑΒ)2 θα εἶναι τετραπλάσιον τοῦ (ΒΔ)2. Ἀλλὰ κατὰ τὸ Πυθαγορικὸν θεώρημα (ΑΔ)2 = (ΑΒ)2 − (ΒΔ)2. Ἄρα τὸ (ΑΔ)2 είναι τριπλάσιον τοῦ (ΒΔ)2.

135. (συνέχεια σχολίου)

Platon Timaeus triangle skalino orthogonia ypoteinousa     Αὕτη εἶναι ἄλλη ἰδιότης τοῦ εἰρημένου ὀρθογωνίου σκαληνοῦ τριγώνου. Ἔστωσαν δυὸ ὀρθογώνια σκαληνὰ τρίγωνα ἴσα ΑΒΓ καὶ ΑΖΓ κοινὴν ἔχοντα τὴν ὑποτείνουσαν ΑΓ διπλασίαν τῆς μικροτέρας καθέτου ΒΓ. Αὕτη γίνεται ἡ διαγώνιος τοῦ τετραπλεύρου ΑΒΓΖ. Διὰ τοῦτο λέγει ὁ Τίμαιος ὅτι διὰ τῆς διαγωνίου (διαμέτρου) συνδέονται τὰ τρίγωνα μᾶλλον παρὰ διὰ τῆς ὑποτεινούσης. Διὰ προεκβολῶν ἐπαναλαμβάνοντες δὶς τὰ δυὸ ταῦτα τρίγωνα ἔχομεν τὰ τετράπλευρα ΗΒΓΔ καὶ ΕΔΓΖ, πάντα δὲ γεννῶσι τὸ ἰσόπλευρον τρίγωνον ΑΗΕ. Τοῦτο λοιπὸν προκύπτει ἀπὸ ἓξ τρίγωνα ὀρθογώνια σκαληνά, τῶν ὁποίων ἕκαστον ἔχει τὴν ὑποτείνουσαν διπλασίαν της ἐλάσσονος καθέτου καὶ εἶναι ἴσα πρὸς ἄλληλα.

136. (συνέχεια σχολίου)

     Πάντα τὰ κανονικὰ πολύεδρα διαιροῦσιν εἰς μέρη ἴσα καὶ ὅμοια τὴν σφαῖραν, ἐν ᾖ εἶναι ἐγγεγραμμένα. Τὸ ἐλάχιστον κανονικὸν πολύεδρον εἶναι ἡ πυραμίς, ἧς ἡ βάσις καὶ αἱ ἔδραι εἶναι τρίγωνα ἰσόπλευρα. Ἡ ἀμβλυτάτη ἐπίπεδος γωνία εἶναι ἐκείνη, ἤτις μᾶλλον προσεγγίζει εἰς τὰς δυὸ ὀρθάς. Ἀλλ’ ἡ ἐνταύθα περιγραφομένη στερεὰ γωνία ἀποτελεῖ ἀκριβῶς δυὸ ὀρθὰς γωνίας. Διότι τὰ τρίγωνα, ἐξ ὦν ἀποτελεῖται τὸ τετράεδρον τοῦτο, ἔχουσι τὰς γωνίας ἴσας, δι’ ὃ τρεῖς ἐκ τῶν γωνιῶν τούτων ὁπουδήποτε ληφθεῖσαι ἰσοῦνται πρὸς δυὸ ὀρθάς, οὐ μόνον αἱ τρεῖς αἱ ἀποτελοῦσαι ἓν τρίγωνον, ἀλλὰ καὶ αἱ τρεῖς αἱ ἀποτελοῦσαι μίαν στερεὰν γωνίαν.

     Σημειωτέον ὅτι ὁ Πλάτων προσδιορίζων τὰ ἀρχικὰ σχήματα νοεῖ ὄχι τὴν ὕλην, ἀλλὰ τὸν χῶρον. Εἰσάγει εἰς τὸ ἄπειρον τὰ πέρας, ὅπερ εἶναι ὁ ἀριθμὸς καὶ τὸ μέτρον· τὰ γεωμετρικὰ δὲ σχήματα εἶναι ἀριθμὸς καὶ μέτρον. Αἱ ἐπιφάνειαι λοιπὸν αὐτοῦ δὲν εἶναι ὑλικαί, ἀλλὰ ὅρια μαθηματικὰ καὶ μέτρα· τὰ δὲ γεωμετρικὰ στερεά, τὰ ὁποῖα αἱ ἐπιφάνειαι περιγράφουσι, δὲν εἶναι ὑλικὰ στερεά, ἀλλ’ ἀντιστοιχοῦσι πρὸς τοὺς ἀριθμοὺς ἐκείνους, οἵτινες μεσάζουσι μεταξὺ ἰδεῶν καὶ πραγμάτων. Ὁ Πλάτων ζητὼν τὰ πρῶτα στοιχεῖα οὐχὶ τῆς ὕλης, τὰ ἄτομα, ἀλλὰ τὰ τῶν σχημάτων, εὑρίσκει πρώτον τὸ ὀρθογώνιον τρίγωνον, ὅπερ εἶναι ἡ ἁπλουστάτη ἐφαρμογὴ τοῦ πέρατος.

139. (συνέχεια σχολίου)

Platon Timaeus triangles orthogonia rectangle     Ἔστωσαν τέσσαρα ἰσοσκελῆ ὀρθογώνια τρίγωνα ΑΕΒ, ΒΕΓ, ΓΕΔ, ΔΕΑ, ἡνωμένα οὕτως ὥστε ἡ ὀρθὴ γωνία ἑκάστου νὰ εἶναι ἐν τῷ κέντρῳ. Ἔχομεν οὕτω τὸ τετράγωνον ΑΒΓΔ.

141. (συνέχεια σχολίου)

     Ὑπονοεῖ τὸ δωδεκάεδρον, τὸ πέμπτον κανονικὸν στερεὸν τὸ ὑπάρχον ἐν τῇ φύσει. Ὁ Ἔγελος παρατηρεῖ: Ἐν τῷ κόσμῳ τούτω τῶν μεταβολῶν ἡ μορφὴ εἶναι τὸ τοπικὸν σχῆμα. Διότι ὅπως ἐν τῷ κόσμῳ, ὅστις εἶναι ἄμεσος εἰκὼν τοῦ αἰωνίου, ὁ χρόνος εἶναι ἡ ἀπόλυτος ἀρχή, οὕτως ἐνταῦθα ἡ ἀπόλυτος ἰδανικὴ ἀρχὴ εἶναι ἡ καθαρὰ ὕλη ὡς τοιαύτη, ἡ ὕπαρξις (das bestehen = subsister) τοῦ χώρου. 1) Ὕλη, 2) χῶρος 3) γένεσις.

     Ὁ χῶρος εἶναι ἡ ἰδανικὴ οὐσία τοῦ φαινομενικοῦ τούτου κόσμου, ὁ μέσος ὁ συνενὼν τὸ θετικὸν καὶ τὸ ἀρνητικόν, οἱ διορισμοὶ δ’ αὐτοῦ εἶναι τὰ σχήματα. Καὶ τῷ ὄντι ἐκ τῶν διαστάσεων τοῦ χώρου ἡ ἐπιφάνεια πρέπει νὰ ἐκλαμβάνηται ὡς ἀληθὴς πραγματικότης, διότι εἶναι 1) ὁ ἀπόλυτος μέσος μεταξὺ 2) γραμμῆς καὶ τοῦ 3) σημείου. Οὕτω δὲ καὶ τὸ τρίγωνον εἶναι τὸ πρῶτον τῶν σχημάτων, ἐνῶ ὁ κύκλος οὐδὲν ὅριον ἔχει ἐν ἐαυτῷ. Καὶ ἐνταῦθα ὁ Πλάτων προβαίνει εἰς τὴν ἐξαγωγὴν τῶν σχημάτων, ἔνθα τὸ τρίγωνον ἀποτελεῖ τὴν θεμελιώδη ἀρχήν.