goldenbar

ΤΙΜΑΙΟΣ, ΜΕΡΟΣ Ε′

ἑλληνικὸ πρωτότυπο ἐκ τοῦ TLG (Τhesaurus Lingua Graeca)
νεοελληνικὴ ἀπόδοση καὶ σχόλια: Παῦλος Γρατσιάτος, ἐκδ. Φέξη, 1911

Βιογραφία Πλάτωνος

❧ 
 

ΠΕΡΙΕΧΟΜΕΝΑ

 

Περὶ τοῦ θνητοῦ μέρους τῆς ψυχῆς: θυμοειδὲς καὶ ἐπιθυμητικὸν

     Oἱ δὲ μιμούμενοι, παραλαβόντες ἀρχὴν ψυχῆς ἀθάνατον, τὸ μετὰ τοῦτο θνητὸν σῶμα αὐτῇ περιετόρνευσαν ὄχημά τε πᾶν τὸ σῶμα ἔδοσαν ἄλλο τε εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόμουν τὸ θνητόν, δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ παθήματα ἔχον, πρῶτον μὲν ἡδονήν, μέγιστον κακοῦ δέλεαρ, ἔπειτα λύπας, ἀγαθῶν φυγάς, ἔτι δ’ αὖ θάρρος καὶ φόβον, ἄφρονε συμβούλω, θυμὸν δὲ δυσπαραμύθητον, ἐλπίδα δ’ εὐπαράγωγον· αἰσθήσει δὲ ἀλόγῳ καὶ ἐπιχειρητῇ παντὸς ἔρωτι συγκερασάμενοι ταῦτα, ἀναγκαίως τὸ θνητὸν γένος συνέθεσαν. Kαὶ διὰ ταῦτα δὴ σεβόμενοι μιαίνειν τὸ θεῖον, ὅτι μὴ πᾶσα ἦν ἀνάγκη, χωρὶς ἐκείνου κατοικίζουσιν εἰς ἄλλην τοῦ σώματος οἴκησιν τὸ θνητόν, ἰσθμὸν καὶ ὅρον διοικοδομήσαντες τῆς τε κεφαλῆς καὶ τοῦ στήθους, αὐχένα μεταξὺ τιθέντες, ἵν’ εἴη χωρίς. Ἐν δὴ τοῖς στήθεσιν καὶ τῷ καλουμένῳ θώρακι τὸ τῆς ψυχῆς θνητὸν γένος ἐνέδουν.

     Καὶ ἐπειδὴ τὸ μὲν ἄμεινον αὐτῆς, τὸ δὲ χεῖρον ἐπεφύκει, διοικοδομοῦσι τοῦ θώρακος αὖ τὸ κύτος, διορίζοντες οἷον γυναικῶν, τὴν δὲ ἀνδρῶν χωρὶς οἴκησιν, τὰς φρένας διάφραγμα εἰς τὸ μέσον αὐτῶν τιθέντες. Τὸ μετέχον οὖν τῆς ψυχῆς ἀνδρείας καὶ θυμοῦ, φιλόνικον ὄν, κατῴκισαν ἐγγυτέρω τῆς κεφαλῆς μεταξὺ τῶν φρενῶν τε καὶ αὐχένος, ἵνα τοῦ λόγου κατήκοον ὂν κοινῇ μετ’ ἐκείνου βίᾳ τὸ τῶν ἐπιθυμιῶν κατέχοι γένος, ὁπότ’ ἐκ τῆς ἀκροπόλεως τῷ τ’ ἐπιτάγματι καὶ λόγῳ μηδαμῇ πείθεσθαι ἑκὸν ἐθέλοι· τὴν δὲ δὴ καρδίαν ἅμμα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵνα, ὅτε ζέσειεν τὸ τοῦ θυμοῦ μένος, τοῦ λόγου παραγγείλαντος ὥς τις ἄδικος περὶ αὐτὰ γίγνεται πρᾶξις ἔξωθεν ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν, ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι, τῶν τε παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόμενον, γίγνοιτο ἐπήκοον καὶ ἕποιτο πάντῃ, καὶ τὸ βέλτιστον οὕτως ἐν αὐτοῖς πᾶσιν ἡγεμονεῖν ἐῷ.


     Καὶ οὗτοι μιμούμενοι αὐτόν, λαβόντες παρ’ αὐτοῦ τὴν ἀθάνατον ἀρχὴν τῆς ψυχῆς, μετὰ τοῦτο ἐτόρνευσαν πέριξ αὐτῆς ἓν σῶμα θνητόν, καὶ ὄλον τοῦτο τὸ σῶμα ἔδοσαν εἰς αὐτὴν ὡς ὄχημα· καὶ ἓν ἄλλο εἶδος ψυχῇς ἔπλασαν προσέτι, τὸ θνητόν, τὸ ὁποῖον ἔχει ἐντὸς αὐτοῦ φοβερὰ καὶ ἀναπόφευκτα πάθη (54), πρῶτον μὲν τὴν ἡδονήν, τὸ μέγιστον δέλεαρ τοῦ κακοῦ, ἔπειτα τὰς λύπας, διὰ τὰς ὁποίας φεύγομεν ταγαθά, καὶ προσέτι θάρρος καὶ φόβον, ἄφρονας συμβούλους, καὶ τὸν θυμόν, ὅστις δυσκόλως ἀκούει τὰς συμβουλάς, καὶ τὴν ἐλπίδα, ἤτις εὐκόλως παρασύρεται ὑπὸ τοῦ παραλόγου αἰσθήματος καὶ τοῦ τὰ πάντα τολμῶντος ἔρωτος. Ἀναμίξαντες δὲ ταῦτα ὁμοῦ διὰ τῆς ἀνάγκης ἔπλασαν τὸ θνητὸν γένος. Καὶ διὰ ταῦτα φοβούμενοι μήπως μιάνωσι τὸ θεῖον, εἰ μὴ μόνον ὅσον ἦτο ἀπολύτως ἀναγκαῖον, χωριστὰ ἀπὸ ἐκεῖνο (τὸ θεῖον), κατώκισαν τὸ θνητὸν (55) εἰς ἄλλην κατοικίαν τοῦ σώματος, καὶ ἔκτισαν ἰσθμὸν καὶ ὅριον μεταξὺ τῆς κεφαλῆς καὶ τοῦ στήθους, θέσαντες ἐν τῷ μέσῳ τὸν αὐχένα, διὰ νὰ εἵναι κεχωρισμένον. Εἰς τὸ στῆθος λοιπὸν καὶ εἰς τὸν λεγόμενον θώρακα ἔδεσαν τὸ θνητὸν εἶδος τῆς ψυχῆς.

     Καὶ ἐπειδὴ μέρος μὲν αὐτῆς εἵναι φύσει καλύτερον, μέρος δὲ χειρότερον, ὠκοδόμησαν τὴν κοιλότητα τοῦ θώρακος καὶ ἐν τῷ μέσῳ αὐτῆς ἔπλασαν χώρισμα, καθὼς χωρίζεται ἡ κατοικία τῶν ἀνδρῶν ἀπὸ τῆς τῶν γυναικῶν, θέσαντες ὡς μεσότοιχον τὸ διάφραγμα. Τὸ μέρος λοιπὸν τῆς ψυχῆς, τὸ μετέχον ἀνδρείας καὶ θυμοῦ, ἐπειδὴ εἵναι φιλόνεικον κατώκισαν πλησιέστερον τῆς κεφαλῆς, μεταξὺ τοῦ διαφράγματος καὶ τοῦ αὐχένος, ἵνα δύναται νὰ ἀκούῃ τὴν φωνὴν τοῦ λογικοῦ καὶ ἀπὸ κοινοῦ μετ’ αὐτοῦ ἐξουσιάζῃ διὰ τῆς βίας τὰς ἐπιθυμίας, ὁπόταν αὗται δὲν θέλουσιν ἑκουσίως νὰ ὑπακούωσιν εὐπειθῶς εἰς τὰ ἐκ τῆς ἀκροπόλεως ἐρχόμενα προστάγματα καὶ λόγους. Τὴν καρδίαν δέ, ἤτις εἵναι ὁ δεσμὸς τῶν φλεβῶν καὶ ἡ πηγὴ τοῦ αἵματος τοῦ κυκλοφοροῦντος ὀρμητικῶς εἰς ὅλα τὰ μέλη τοῦ σώματος, ἐτοποθέτησαν εἰς τὴν κατοικίαν τοῦ δορυφόρου (τοῦ λόγου), ἵνα ὁσάκις ὁ θυμὸς ἤθελε βράσει διὰ ἄγγελμα τοῦ λόγου, ὅτι γίνεται πρᾶξις τὶς ἄδικος ὡς πρὸς ταῦτα τὰ μέλη ἢ ἔξωθεν, ἢ ἐκ μέρους τῶν ἐσωτερικῶν ἐπιθυμιῶν, ταχέως τότε διὰ μέσου πάντων τῶν στενῶν πόρων, πάντα τὰ μέρη τοῦ σώματος ὅσα δέχονται τὰ αἰσθήματα, ἀκούοντα τὰς προτροπὰς καὶ τὰς ἀπειλάς, ὑπακούωσιν εἰς αὐτὰς καὶ ἀκολουθῶσι κατὰ πάντα, καὶ ἀφίνωσιν οὕτω τὸ ἄριστον μέρος νὰ ἡγεμονεύῃ εἰς ὅλα ταῦτα.


     Τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει, προγιγνώσκοντες ὅτι διὰ πυρὸς ἡ τοιαύτη πᾶσα ἔμελλεν οἴδησις γίγνεσθαι τῶν θυμουμένων, ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ πλεύμονος ἰδέαν ἐνεφύτευσαν, πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἐντὸς ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵνα τό τε πνεῦμα καὶ τὸ πῶμα δεχομένη, ψύχουσα, ἀναπνοὴν καὶ ῥᾳστώνην ἐν τῷ καύματι παρέχοι· διὸ δὴ τῆς ἀρτηρίας ὀχετοὺς ἐπὶ τὸν πλεύμονα ἔτεμον, καὶ περὶ τὴν καρδίαν αὐτὸν περιέστησαν οἷον μάλαγμα, ἵν’ ὁ θυμὸς ἡνίκα ἐν αὐτῇ ἀκμάζοι, πηδῶσα εἰς ὑπεῖκον καὶ ἀναψυχομένη, πονοῦσα ἧττον, μᾶλλον τῷ λόγῳ μετὰ θυμοῦ δύναιτο ὑπηρετεῖν.

     Τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν ἐπιθυμητικὸν τῆς ψυχῆς καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν τε φρενῶν καὶ τοῦ πρὸς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν, οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῇ τοῦ σώματος τροφῇ τεκτηνάμενοι· καὶ κατέδησαν δὴ τὸ τοιοῦτον ἐνταῦθα ὡς θρέμμα ἄγριον, τρέφειν δὲ συνημμένον ἀναγκαῖον, εἴπερ τι μέλλοι ποτὲ θνητὸν ἔσεσθαι γένος. Ἵν’ οὖν ἀεὶ νεμόμενον πρὸς φάτνῃ καὶ ὅτι πορρωτάτω τοῦ βουλευομένου κατοικοῦν, θόρυβον καὶ βοὴν ὡς ἐλαχίστην παρέχον, τὸ κράτιστον καθ’ ἡσυχίαν περὶ τοῦ πᾶσι κοινῇ καὶ ἰδίᾳ συμφέροντος ἐῷ βουλεύεσθαι, διὰ ταῦτα ἐνταῦθ’ ἔδοσαν αὐτῷ τὴν τάξιν.


     Εἰς τὴν ἀνασκίρτησιν δὲ τῆς καρδίας διὰ τὴν προσδοκίαν τῶν κινδύνων καὶ διὰ τὴν ἐξέγερσιν τοῦ θυμοῦ, προγινώσκοντες οἱ θεοὶ ὅτι ὅλη αὐτὴ ἡ οἴδησις (φούσκωμα) τῶν ὀργιζομένων ἔμελλε νὰ γίνεται διὰ τοῦ πυρός, ἵνα προμηθεύσωσιν ἐπικουρίαν εἰς αὐτήν, ἐφύτευσαν ἐκεῖ τὸν πνεύμονα, ὅστις εἶναι πρὸ πάντων μαλακὸς καὶ χωρὶς αἷμα, καὶ ἔχει ἐντὸς σπήλαια τετρυπημένα ὡς τὰ τοῦ σπόγγου, ἵνα δεχόμενος τὴν πνοὴν καὶ τὸ ποτὸν καὶ δροσίζων παρέχῃ ἀναπνοὴν καὶ ἀνακούφισιν εἰς τόσην θερμότητα. Διὰ τοῦτο τοὺς ὀχετοὺς τῆς τραχείας ἀρτηρίας διηύθυνον εἰς τὸν πνεύμονα· τοῦτον δὲ ἔθεσαν περὶ τὴν καρδίαν ὡς τί μαλακὸν πρᾶγμα, ἐπὶ τοῦ ὁποίου αὐτὴ νὰ σκιρτᾷ, ἵνα, ὅταν ὁ θυμὸς ἐν τῇ καρδίᾳ εἶναι εἰς τὴν ἀκμήν του, πηδώσα ἐπὶ πράγματος ἀποχωροῦντος καὶ λαμβάνουσα ἀναψυχήν, μὲ ὀλιγώτερον κόπον δύναται περισσότερον νὰ ὑπηρετῇ τὸν λόγον διὰ τοῦ θυμοῦ.

     Τὸ μέρος δὲ τῆς ψυχῆς, τὸ ὁποῖον ἐπιθυμεῖ τὰς τροφὰς καὶ τὰ ποτὰ καὶ ὅσα ἔχει χρείαν ἕνεκα τῆς φύσεως τοῦ σώματος, τοῦτο κατώκισαν ἐν τῷ μέσῳ μεταξὺ τοῦ διαφράγματος καὶ τοῦ ὁρίου τοῦ ὀμφαλοῦ, κατασκευάσαντες εἰς ὄλον τοῦτον τὸν τόπον ὡς μίαν φάτνην διὰ τὴν θρέψιν τοῦ σώματος. Καὶ ἐδῶ ἔδεσαν αὐτὸ ὡς θρέμμα ἄγριον, τὸ ὁποῖον ὅμως ἦτο ἀναγκαῖον νὰ τρέφηται, ὡς συνδεδεμένον (μεθ’ ἡμῶν), ἐὰν βέβαια ἔμελλε νὰ ὑπάρχῃ τὸ ἀνθρώπινον γένος. Ἵνα λοιπὸν πάντοτε, βόσκον εἰς τὴν φάτνην καὶ κατοικοῦν ὅσον τὸ δυνατὸν μακρότερον τοῦ μέρους, τὸ ὁποῖον βουλεύεται, προξενῇ ἐλάχιστον θόρυβον καὶ ἐνόχλησιν, καὶ ἀφίνη τὸ καλλίτερον μέρος νὰ σκέπτηται καὶ ἀποφασίζῃ μὲ ἡσυχίαν περὶ τοῦ κοινοῦ συμφέροντος εἰς ὅλα τὰ μέρη, διὰ ταῦτα ἔδοσαν εἰς αὐτὸ θέσιν ἐνταῦθα.

Ἡ δυναμις τῆς μαντικῆς ἐν τῷ ἧπατι

     Εἰδότες δὲ αὐτὸ ὡς λόγου μὲν οὔτε συνήσειν ἔμελλεν, εἴ τέ πῃ καὶ μεταλαμβάνοι τινὸς αὐτῶν αἰσθήσεως, οὐκ ἔμφυτον αὐτῷ τὸ μέλειν τινῶν ἔσοιτο λόγων, ὑπὸ δὲ εἰδώλων καὶ φαντασμάτων νυκτός τε καὶ μεθ’ ἡμέραν μάλιστα ψυχαγωγήσοιτο, τούτῳ δὴ θεὸς ἐπιβουλεύσας αὐτῷ τὴν ἥπατος ἰδέαν συνέστησε καὶ ἔθηκεν εἰς τὴν ἐκείνου κατοίκησιν, πυκνὸν καὶ λεῖον καὶ λαμπρὸν καὶ γλυκὺ καὶ πικρότητα ἔχον μηχανησάμενος, ἵνα ἐν αὐτῷ τῶν διανοημάτων ἡ ἐκ τοῦ νοῦ φερομένη δύναμις, οἷον ἐν κατόπτρῳ δεχομένῳ τύπους καὶ κατιδεῖν εἴδωλα παρέχοντι, φοβοῖ μὲν αὐτό, ὁπότε μέρει τῆς πικρότητος χρωμένη συγγενεῖ, χαλεπὴ προσενεχθεῖσα ἀπειλῇ, κατὰ πᾶν ὑπομειγνῦσα ὀξέως τὸ ἧπαρ, χολώδη χρώματα ἐμφαίνοι, συνάγουσά τε πᾶν ῥυσὸν καὶ τραχὺ ποιοῖ, λοβὸν δὲ καὶ δοχὰς πύλας τε τὸ μὲν ἐξ ὀρθοῦ κατακάμπτουσα καὶ συσπῶσα, τὰ δὲ ἐμφράττουσα συγκλείουσά τε, λύπας καὶ ἄσας παρέχοι, καὶ ὅτ’ αὖ τἀναντία φαντάσματα ἀποζωγραφοῖ πρᾳότητός τις ἐκ διανοίας ἐπίπνοια, τῆς μὲν πικρότητος ἡσυχίαν παρέχουσα τῷ μήτε κινεῖν μήτε προσάπτεσθαι τῆς ἐναντίας ἑαυτῇ φύσεως ἐθέλειν, γλυκύτητι δὲ τῇ κατ’ ἐκεῖνο συμφύτῳ πρὸς αὐτὸ χρωμένη καὶ πάντα ὀρθὰ καὶ λεῖα αὐτοῦ καὶ ἐλεύθερα ἀπευθύνουσα, ἵλεών τε καὶ εὐήμερον ποιοῖ τὴν περὶ τὸ ἧπαρ ψυχῆς μοῖραν κατῳκισμένην, ἔν τε τῇ νυκτὶ διαγωγὴν ἔχουσαν μετρίαν, μαντείᾳ χρωμένην καθ’ ὕπνον, ἐπειδὴ λόγου καὶ φρονήσεως οὐ μετεῖχε.

     Μεμνημένοι γὰρ τῆς τοῦ πατρὸς ἐπιστολῆς οἱ συστήσαντες ἡμᾶς, ὅτε τὸ θνητὸν ἐπέστελλεν γένος ὡς ἄριστον εἰς δύναμιν ποιεῖν, οὕτω δὴ κατορθοῦντες καὶ τὸ φαῦλον ἡμῶν, ἵνα ἀληθείας πῃ προσάπτοιτο, κατέστησαν ἐν τούτῳ τὸ μαντεῖον. Ἱκανὸν δὲ σημεῖον ὡς μαντικὴν ἀφροσύνῃ θεὸς ἀνθρωπίνῃ δέδωκεν· οὐδεὶς γὰρ ἔννους ἐφάπτεται μαντικῆς ἐνθέου καὶ ἀληθοῦς, ἀλλ’ ἢ καθ’ ὕπνον τὴν τῆς φρονήσεως πεδηθεὶς δύναμιν ἢ διὰ νόσον, ἢ διά τινα ἐνθουσιασμὸν παραλλάξας.


     Καὶ ἐπειδὴ ἐγνώριζον, ὅτι τοῦτο δὲν ἔμελλε νὰ ἀκούῃ τὸν λόγον, καὶ ὅτι ἐὰν καὶ κατὰ τίνα τρόπον ἤθελε μετάσχῃ τινὸς ἐκ τῶν αἰσθήσεων, δὲν ἦτο εἰς τὴν φύσιν αὐτοῦ νὰ φροντίζῃ περὶ τοῦ αἰτίου αὐτῆς, καὶ ὅτι νύκτα καὶ ἡμέραν θὰ παρασύρηται ὑπὸ εἰκόνων καὶ φαντασμάτων, προϊδόντες τοῦτο οἱ θεοὶ κατεσκεύασαν τὸ ἧπαρ καὶ τὸ ἔθεσαν εἰς τὴν κατοικίαν αὐτοῦ. Καὶ ἔπλασαν τοῦτο πυκνόν, λεῖον καὶ λαμπρὸν καὶ γλυκὺ (56), ἔχον δὲ καὶ πικρίαν, ἵνα ἡ δύναμις τῶν νοημάτων, ἡ ὁποία φέρεται ἀπὸ τὸν νοῦν καταβαίνουσα εἰς αὐτό, ὡς εἰς κάτοπτρον, τὸ ὁποῖον δέχεται τὰς εἰκόνας καὶ ἀφίνει νὰ βλέπῃ τὶς αὐτάς, προξενῇ μὲν φόβον εἰς τὸ μέρος τοῦτο τῆς ψυχῆς, (ὅπερ συμβαίνει) ὁσάκις μεταχειριζομένη μέρος τῆς συγγενοῦς αὐτῆς πικρίας ἡ δύναμις αὐτὴ ἐπιτιθεμένη βαρεία καὶ ἀπειλητική, καὶ ἀναμιγνύουσα αὐτὴν ταχέως καθ’ ὅλον τὸ ἧπαρ ἐμφανίζει τὰ χρώματα τῆς χολῆς καὶ πιέζουσα αὐτὸ τὸ κάμνει ὄλον πλῆρες ρυτίδων καὶ τραχύ, ἐνῷ κάμπτουσα τὸν λοβὸν ὄντα ὀρθὸν καὶ συστέλλουσα αὐτόν, φράττουσα δὲ καὶ συγκλείουσα τὰς θύρας καὶ τὰ ἀγγεῖα τῆς χολῆς, παράγει λύπας καὶ ἀηδίας· – καὶ ἵνα ἀντιστρόφως, ὅταν ἔμπνευσις πραότητος, ἐρχομένη ἐκ τῆς διανοίας, ζωγραφίζῃ τὰς ἐναντίας εἰκόνας προξενοῦσα ἡσυχίαν ἀπὸ τῆς πικρίας, ἐπειδὴ οὔτε κινεῖται οὔτε θέλει νὰ θίγῃ τὴν φύσιν, ἤτις εἶναι ἐνάντια πρὸς ἑαυτὴν (τὴν πικρίαν), καὶ μεταχειριζομένη πρὸς αὐτὴν τὴν ἔμφυτον εἰς αὐτὴν γλυκύτητα καὶ καθιστώσα πάλιν πάντα ὀρθὰ καὶ λεία καὶ ἐλεύθερα, – ἵνα (λέγω) ἡ ἔμπνευσις καθιστὰ γαλήνιον καὶ ἥμερον τὸ μέρος τῆς ψυχῆς, τὸ ὁποῖον κατοικεῖ πλησίον τοῦ ἥπατος, καὶ τὴν νύκτα ἔχει διάθεσιν κατάλληλον νὰ μαντεύῃ κατὰ τὸν ὕπνον, ἐπειδὴ δὲν μετέχει λόγου καὶ φρονήσεως.

     Διότι ἐνεθυμοῦντο τὸ πρόσταγμα τοῦ πατρὸς οἱ πλάσαντες ἡμᾶς, ὄτε διέταττε νὰ ποιήσωσι τὸ ἀνθρώπινον γένος ὅσον τὸ δυνατὸν ἄριστον, καὶ διὰ τοῦτο διορθοῦντες καὶ τὸ κακὸν μέρος ἡμῶν, ἵνα κατὰ τίνα τρόπον προσεγγίζῃ τὴν ἀλήθειαν, ἔθεσαν εἰς τοῦτον τὸν τόπον τὸ μαντεῖον. Ἱκανὴ δὲ ἀπόδειξίς του ὅτι ὁ Θεὸς ἔδωκε τὴν μαντείαν εἰς τὴν ἀνθρωπίνην ἀφροσύνην, εἶναι ὅτι οὐδείς, ὅστις εἶναι εἰς τὸν νοῦν του, ἔρχεται εἰς μαντείαν ἐμπνευσμένην καὶ ἀληθῆ, ἀλλὰ μόνον εἰς τὸν ὕπνον, ὅταν ἔχῃ δέσει τὴν δύναμιν τῆς συνειδήσεώς του ἢ ὅταν δι’ ἀσθένειαν ἢ ἐνθουσιασμὸν τινὰ γίνῃ ἔξω ἑαυτοῦ.


     Ἀλλὰ συννοῆσαι μὲν ἔμφρονος τά τε ῥηθέντα ἀναμνησθέντα ὄναρ ἢ ὕπαρ ὑπὸ τῆς μαντικῆς τε καὶ ἐνθουσιαστικῆς φύσεως, καὶ ὅσα ἂν φαντάσματα ὀφθῇ, πάντα λογισμῷ διελέσθαι ὅπῃ τι σημαίνει καὶ ὅτῳ μέλλοντος ἢ παρελθόντος ἢ παρόντος κακοῦ ἢ ἀγαθοῦ· τοῦ δὲ μανέντος ἔτι τε ἐν τούτῳ μένοντος οὐκ ἔργον τὰ φανέντα καὶ φωνηθέντα ὑφ’ ἑαυτοῦ κρίνειν, ἀλλ’ εὖ καὶ πάλαι λέγεται τὸ πράττειν καὶ γνῶναι τά τε αὑτοῦ καὶ ἑαυτὸν σώφρονι μόνῳ προσήκειν. Ὅθεν δὴ καὶ τὸ τῶν προφητῶν γένος ἐπὶ ταῖς ἐνθέοις μαντείαις κριτὰς ἐπικαθιστάναι νόμος· οὓς μάντεις αὐτοὺς ὀνομάζουσίν τινες, τὸ πᾶν ἠγνοηκότες ὅτι τῆς δι’ αἰνιγμῶν οὗτοι φήμης καὶ φαντάσεως ὑποκριταί, καὶ οὔτι μάντεις, προφῆται δὲ μαντευομένων δικαιότατα ὀνομάζοιντ’ ἄν.

     Ἡ μὲν οὖν φύσις ἥπατος διὰ ταῦτα τοιαύτη τε καὶ ἐν τόπῳ ᾧ λέγομεν πέφυκε, χάριν μαντικῆς· καὶ ἔτι μὲν δὴ ζῶντος ἑκάστου τὸ τοιοῦτον σημεῖα ἐναργέστερα ἔχει, στερηθὲν δὲ τοῦ ζῆν γέγονε τυφλὸν καὶ τὰ μαντεῖα ἀμυδρότερα ἔσχεν τοῦ τι σαφὲς σημαίνειν. Ἡ δ’ αὖ τοῦ γείτονος αὐτῷ σύστασις καὶ ἕδρα σπλάγχνου γέγονεν ἐξ ἀριστερᾶς χάριν ἐκείνου, τοῦ παρέχειν αὐτὸ λαμπρὸν ἀεὶ καὶ καθαρόν, οἷον κατόπτρῳ παρεσκευασμένον καὶ ἕτοιμον ἀεὶ παρακείμενον ἐκμαγεῖον. Διὸ δὴ καὶ ὅταν τινὲς ἀκαθαρσίαι γίγνωνται διὰ νόσους σώματος περὶ τὸ ἧπαρ, πάντα ἡ σπληνὸς καθαίρουσα αὐτὰ δέχεται μανότης, ἅτε κοίλου καὶ ἀναίμου ὑφανθέντος· ὅθεν πληρούμενος τῶν ἀποκαθαιρομένων μέγας καὶ ὕπουλος αὐξάνεται, καὶ πάλιν, ὅταν καθαρθῇ τὸ σῶμα, ταπεινούμενος εἰς ταὐτὸν συνίζει.


     Ἴδιον ὅμως τοῦ ἔμφρονος ἀνθρώπου εἶναι νὰ σκέπτηται ἀναλογιζόμενος τοὺς ρηθέντας λόγους ἢ κατὰ τὸν ὕπνον ἢ κατὰ τὴν ἐγρήγορσιν ὑπὸ τῆς μαντικῆς καὶ ἐνθουσιαστικῆς φύσεως, καὶ ὄσαι εἰκόνες ἐφάνησαν, πάσας διὰ τοῦ λογισμοῦ νὰ ἀναλύῃ, κατὰ τίνα τρόπον καὶ πρὸς ποῖον δηλουσὶ τί κακὸν ἢ ἀγαθόν, μέλλον ἢ παρελθὸν ἢ παρόν. Ὁ δὲ παθῶν μανίαν καὶ διατελῶν ἀκόμη εἰς τὸ πάθος τοῦτο δὲν δύναται νὰ κρίνῃ ἀφ’ ἑαυτοῦ οὔτε τὰ ὁράματα οὔτε τοὺς λόγους αὐτοῦ, ἀλλὰ ἀπὸ πολλοῦ χρόνου καὶ ὀρθῶς λέγεται ὅτι τὸ νὰ πράττῃ καὶ νὰ γνωρίζῃ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ πράγματα εἶναι ἔργον μόνου του σώφρονος (57). Ἐκ τούτου βέβαια προῆλθε καὶ τὸ ἔθος νὰ γίνωνται κριταὶ τῶν ἐμπνευσμένων μαντείων οἱ προφῆται (58), τοὺς ὁποίους τινὲς ὀνομάζουσι μάντεις, διότι ἁγνοούσιν ἐντελῶς, ὅτι οὗτοι εἶναι μόνον ἐρμηνευταὶ φωνῶν καὶ ὁραμάτων αἰνιγματικῶν καὶ οὐδόλως μάντεις, καὶ δικαιότατα δύνανται νὰ ὀνομάζωνται ἐρμηνευταὶ τῶν μαντείων (προφητειῶν).

     Διὰ ταῦτα λοιπὸν ἡ φύσις τοῦ ἥπατος ἔγεινε τοιαύτη καὶ ἐτέθη εἰς τὸν τόπον τὸν ὁποῖον εἴπομεν, δηλαδὴ χάριν τῆς μαντικῆς. Καὶ ἐφ’ ὅσον τὶς ζῇ, τὸ ἧπαρ ἔχει φανερώτατα σημεῖα, ἀλλὰ ὅταν στερηθῆ τῆς ζωῆς, γίνεται τυφλὸν καὶ τὰ μαντεύματα εἶναι λίαν ἀμυδρὰ ἢ ὥστε νὰ δηλῶσι τί σαφὲς (59). Ἡ κατασκευὴ δὲ καὶ ἡ ἕδρα τοῦ γειτονεύοντος εἰς τὸ ἧπαρ σπλάγχνου (τοῦ σπληνός) ἔγεινεν εἰς τὰ ἀριστερὰ χάριν τοῦ ἥπατος, δήλ. διὰ νὰ τὸ διατηρῇ πάντοτε λαμπρὸν καὶ καθαρόν, ὡς εἰς κάτοπτρον παρακείμενον ἓν μάκτρον (σπόγγος) ἕτοιμον πάντοτε καὶ προητοιμασμένον. Διὰ τοῦτο καὶ ὅταν γεννῶνται πέριξ τοῦ ἥπατος ἀκαθαρσίαι ἐκ νόσου τινὸς τοῦ σώματος, ἡ ἀραιότης τοῦ σπληνὸς καθαρίζει αὐτὰς ὄλας δεχομένου ἐντὸς ἑαυτοῦ, διότι ἔχει ὑφανθῆ κοῖλος καὶ χωρὶς αἵματος. Ὅθεν γεμίζων ἀπὸ τὰς ἀκαθαρσίας αὐξάνει μεγάλως καὶ ἐξογκοῦται, καὶ πάλιν ὅταν τὸ σῶμα καθαρισθῆ, ταπεινοῦται καὶ ἐπανέρχεται εἰς τὸν πρῶτον ὄγκον αὐτοῦ.

Πῶς συνίσταται τὸ σῶμα

     Τὰ μὲν οὖν περὶ ψυχῆς, ὅσον θνητὸν ἔχει καὶ ὅσον θεῖον, καὶ ὅπῃ καὶ μεθ’ ὧν καὶ δι’ ἃ χωρὶς ᾠκίσθη, τὸ μὲν ἀληθὲς ὡς εἴρηται, θεοῦ συμφήσαντος τότ’ ἂν οὕτως μόνως διισχυριζοίμεθα· τό γε μὴν εἰκὸς ἡμῖν εἰρῆσθαι, καὶ νῦν καὶ ἔτι μᾶλλον ἀνασκοποῦσι διακινδυνευτέον τὸ φάναι καὶ πεφάσθω. τὸ δ’ ἑξῆς δὴ τούτοισιν κατὰ ταὐτὰ μεταδιωκτέον· ἦν δὲ τὸ τοῦ σώματος ἐπίλοιπον ᾗ γέγονεν. Ἐκ δὴ λογισμοῦ τοιοῦδε συνίστασθαι μάλιστ’ ἂν αὐτὸ πάντων πρέποι.

     Τὴν ἐσομένην ἐν ἡμῖν ποτῶν καὶ ἐδεστῶν ἀκολασίαν ᾔδεσαν οἱ συντιθέντες ἡμῶν τὸ γένος, καὶ ὅτι τοῦ μετρίου καὶ ἀναγκαίου διὰ μαργότητα πολλῷ χρησοίμεθα πλέονι· ἵν’ οὖν μὴ φθορὰ διὰ νόσους ὀξεῖα γίγνοιτο καὶ ἀτελὲς τὸ γένος εὐθὺς τὸ θνητὸν τελευτῷ, ταῦτα προορώμενοι τῇ τοῦ περιγενησομένου πώματος ἐδέσματός τε ἕξει τὴν ὀνομαζομένην κάτω κοιλίαν ὑποδοχὴν ἔθεσαν, εἵλιξάν τε πέριξ τὴν τῶν ἐντέρων γένεσιν, ὅπως μὴ ταχὺ διεκπερῶσα ἡ τροφὴ ταχὺ πάλιν τροφῆς ἑτέρας δεῖσθαι τὸ σῶμα ἀναγκάζοι, καὶ παρέχουσα ἀπληστίαν, διὰ γαστριμαργίαν ἀφιλόσοφον καὶ ἄμουσον πᾶν ἀποτελοῖ τὸ γένος, ἀνυπήκοον τοῦ θειοτάτου τῶν παρ’ ἡμῖν.


     Περὶ τῆς ψυχῆς λοιπόν, πόσον μέρος ἔχει θνητὸν καὶ πόσον θεῖον καὶ ποὺ καὶ μετὰ ποίων ὀργάνων καὶ διὰ τίνας αἰτίας ἐτοποθετήθησαν ταῦτα τὰ μέρη χωριστά, τὴν ἀλήθειαν, ὡς εἴπομεν, μόνον ὅταν ὁ Θεὸς συμφωνήση, τότε δυνάμεθα νὰ διισχυρισθῶμεν ὅτι γνωρίζομεν αὐτήν. Ὅτι ὅμως εἴπομεν πιθανά, καὶ τώρα καὶ ἐφεξῆς ὅσον περισσότερον ἐξετάζομεν τοῦτο, δυνάμεθα νὰ διακινδυνεύσω μὲν νὰ τὸ βεβαιώσωμεν καὶ τὸ βεβαιοῦμεν. Τὸ δὲ ἀκολουθοῦν εἰς ταῦτα πρέπει νὰ ἐπιζητήσωμεν κατὰ τὸν αὐτὸν τρόπον, εἶναι δὲ τοῦτο: τὸ πῶς ἔγεινε τὸ ἐπίλοιπον τοῦ σώματος (61). Ὅτι δὲ συνετέθη κατὰ τὸν ἑξῆς συλλογισμόν, δύναται νὰ ἁρμόζῃ εἰς αὐτὸ περισσότερον πάντων.

     Οἱ συστήσαντες τὸ γένος ἡμῶν ἐγνώριζον τὴν ἀκολασίαν τῶν ποτῶν καὶ τῶν φαγητῶν, ἡ ὁποία θὰ ὑπάρχῃ εἰς ἡμᾶς, καὶ ὅτι διὰ τὴν λαιμαργίαν θὰ κάμνωμεν χρῆσιν αὐτῶν πολὺ περισσοτέραν τοῦ πρέποντος καὶ τοῦ ἀναγκαίου. Λοιπὸν διὰ νὰ μὴ γείνη διὰ τὰς νόσους αἰφνίδια καταστροφή, καὶ ἵνα μὴ τὸ ἀνθρώπινον γένος ἀπολεσθῆ εὐθὺς πρὶν ἢ φθάση εἰς τὴν τελειότητά του, ταῦτα προβλέποντες, κατεσκεύασαν δοχεῖον ὅπερ καλεῖται κάτω κοιλία, ἵνα περιλαμβάνῃ τὸ περίσσευμα τοῦ ποτοῦ καὶ τοῦ φαγητοῦ, καὶ συνέστρεψαν εἰς γύρους τὰ ἔντερα, ὅπως μὴ διαπερώσα ἔξω ἡ τροφὴ ταχέως ἀναγκάζῃ τὸ σῶμα νὰ ζητῇ πάλιν ταχέως ἄλλην τροφήν, καὶ ἵνα μὴ γεννώσα ἀπληστίαν καταστήση ὄλον τὸ ἀνθρώπινον γένος ἕνεκα τῆς γαστριμαργίας ἀφιλόσοφον καὶ ἄμουσον καὶ ἀνυπότακτον εἰς τὸ θειότατον μέρος, τὸ ὁποῖον εἶναι ἐντὸς ἡμῶν.


     Τὸ δὲ ὀστῶν καὶ σαρκῶν καὶ τῆς τοιαύτης φύσεως πέρι πάσης ὧδε ἔσχεν. Τούτοις σύμπασιν ἀρχὴ μὲν ἡ τοῦ μυελοῦ γένεσις· οἱ γὰρ τοῦ βίου δεσμοί, τῆς ψυχῆς τῷ σώματι συνδουμένης, ἐν τούτῳ διαδούμενοι κατερρίζουν τὸ θνητὸν γένος· αὐτὸς δὲ ὁ μυελὸς γέγονεν ἐξ ἄλλων. Τῶν γὰρ τριγώνων ὅσα πρῶτα ἀστραβῆ καὶ λεῖα ὄντα πῦρ τε καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν δι’ ἀκριβείας μάλιστα ἦν παρασχεῖν δυνατά, ταῦτα ὁ θεὸς ἀπὸ τῶν ἑαυτῶν ἕκαστα γενῶν χωρὶς ἀποκρίνων, μειγνὺς δὲ ἀλλήλοις σύμμετρα, πανσπερμίαν παντὶ θνητῷ γένει μηχανώμενος, τὸν μυελὸν ἐξ αὐτῶν ἀπηργάσατο, καὶ μετὰ ταῦτα δὴ φυτεύων ἐν αὐτῷ κατέδει τὰ τῶν ψυχῶν γένη, σχημάτων τε ὅσα ἔμελλεν αὖ σχήσειν οἷά τε καθ’ ἕκαστα εἴδη, τὸν μυελὸν αὐτὸν τοσαῦτα καὶ τοιαῦτα διῃρεῖτο σχήματα εὐθὺς ἐν τῇ διανομῇ τῇ κατ’ ἀρχάς.

     Καὶ τὴν μὲν τὸ θεῖον σπέρμα οἷον ἄρουραν μέλλουσαν ἕξειν ἐν αὑτῇ περιφερῆ πανταχῇ πλάσας ἐπωνόμασεν τοῦ μυελοῦ ταύτην τὴν μοῖραν ἐγκέφαλον, ὡς ἀποτελεσθέντος ἑκάστου ζῴου τὸ περὶ τοῦτ’ ἀγγεῖον κεφαλὴν γενησόμενον· ὃ δ’ αὖ τὸ λοιπὸν καὶ θνητὸν τῆς ψυχῆς ἔμελλε καθέξειν, ἅμα στρογγύλα καὶ προμήκη διῃρεῖτο σχήματα, μυελὸν δὲ πάντα ἐπεφήμισεν, καὶ καθάπερ ἐξ ἀγκυρῶν βαλλόμενος ἐκ τούτων πάσης ψυχῆς δεσμοὺς περὶ τοῦτο σύμπαν ἤδη τὸ σῶμα ἡμῶν ἀπηργάζετο, στέγασμα μὲν αὐτῷ πρῶτον συμπηγνὺς περὶ ὅλον ὀστέινον. Τὸ δὲ ὀστοῦν συνίστησιν ὧδε.


     Περὶ δὲ τῶν ὀστῶν καὶ τῶν σαρκῶν καὶ περὶ ὄλου ἐκείνου, τὸ ὁποῖον εἶναι ὁμοίας φύσεως, λέγομεν ὅτι ταῦτα ἔχουσιν ὡς ἑξῆς: Εἰς ὅλα ταῦτα ἀρχὴ ὑπῆρξεν ἡ γέννησις τοῦ μυελοῦ. Διότι οἱ δεσμοὶ τῆς ζωῆς, διὰ τῶν ὁποίων ἡ ψυχὴ εἶναι συνδεδεμένη μὲ τὸ σῶμα, ἐπειδὴ εἶναι δεδεμένοι εἰς τὸν μυελόν, εἶναι ὡς αἱ ρίζαι τοῦ ἀνθρωπίνου γένους. Αὐτὸς δὲ ὁ μυελὸς ἔγεινεν ἐξ ἄλλων πραγμάτων. Δηλαδὴ ἐκ τῶν τριγώνων ὅσα ἤσαν ἀρχικά, κανονικὰ καὶ λεία, ἱκανὰ νὰ παραγάγωσι μετὰ τῆς μεγίστης ἀκριβείας πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν, ὁ Θεὸς ἀποχωρίζων ἀπὸ τὰ σχετικὰ εἴδη αὐτῶν καὶ ἀναμιγνύων μεταξύ των μετὰ τίνος ἀναλογίας, ἵνα προμηθεύση τὸ κοινὸν γεννητικὸν σπέρμα εἰς ὄλον τὸ ἀνθρώπινον γένος, κατεσκεύασε τὸν μυελὸν ἐξ αὐτῶν. Καὶ μετὰ τοῦτο ἐφύτευσεν εἰς τὸν μυελὸν τὰ τρία εἴδη τῆς ψυχῆς καὶ τὰ συνέδεσε. Καὶ ὅσα καὶ ὁποῖα ἦσαν τὰ σχήματα, τὰ ὁποῖα ἕκαστον τῶν εἰδῶν αὐτῶν ἔμελλε νὰ ἔχῃ, εἰς τοσαῦτα καὶ τοιαῦτα σχήματα διήρεσεν αὐτὸν τὸν μυελὸν εὐθὺς κατὰ τὴν ἀρχικὴν διανομήν.

     Καὶ τὸ μέρος αὐτοῦ, ὅπερ ἔμελλε νὰ ἔχῃ ἐν ἐαυτῷ, ὡς ἀγρός, τὸ θεῖον σπέρμα, πλάσας αὐτὸ στρογγύλον πανταχόθεν ἐπωνόμασεν ἐγκέφαλον, διότι ὅταν ἕκαστον ζῷον ἤθελεν ἀποτελεσθῆ, τὸ ἀγγεῖον, ὅπερ θὰ περιεῖχε τὸ μέρος τοῦτο, θὰ ἦτο ἡ κεφαλή. Τὸ μέρος δέ, τὸ ὁποῖον ἔμελλε νὰ κατέχῃ τὸ λοιπὸν καὶ θνητὸν μέρος τῆς ψυχῆς, διήρεσεν εἰς σχήματα στρογγύλα ἅμα καὶ προμήκη καὶ τὰ ὠνόμασεν ὅλα μυελόν· καὶ ἐκ τούτων ὡς ἐξ ἀγκυρῶν ρίπτων τοὺς δεσμοὺς ὅλης της ψυχῆς πέριξ αὐτοῦ ἔπλασεν ὅλον τὸ σῶμα ἡμῶν, ἀφοῦ πρῶτον συνέπηξε δι’ ὅλον τὸν μυελὸν ἓν σκέπασμα ὀστέινον. Τὸ ὀστοῦν δὲ τοῦτο συνέστησεν ὡς ἑξῆς:


     Γῆν διαττήσας καθαρὰν καὶ λείαν ἐφύρασε καὶ ἔδευσεν μυελῷ, καὶ μετὰ τοῦτο εἰς πῦρ αὐτὸ ἐντίθησιν, μετ’ ἐκεῖνο δὲ εἰς ὕδωρ βάπτει, πάλιν δὲ εἰς πῦρ, αὖθίς τε εἰς ὕδωρ· μεταφέρων δ’ οὕτω πολλάκις εἰς ἑκάτερον ὑπ’ ἀμφοῖν ἄτηκτον ἀπηργάσατο. Καταχρώμενος δὴ τούτῳ περὶ μὲν τὸν ἐγκέφαλον αὐτοῦ σφαῖραν περιετόρνευσεν ὀστεΐνην, ταύτῃ δὲ στενὴν διέξοδον κατελείπετο· καὶ περὶ τὸν διαυχένιον ἅμα καὶ νωτιαῖον μυελὸν ἐξ αὐτοῦ σφονδύλους πλάσας ὑπέτεινεν οἷον στρόφιγγαξ, ἀρξάμενος ἀπὸ τῆς κεφαλῆς, διὰ παντὸς τοῦ κύτους. Καὶ τὸ πᾶν δὴ σπέρμα διασῴζων οὕτως λιθοειδεῖ περιβόλῳ συνέφραξεν, ἐμποιῶν ἄρθρα, τῇ θατέρου προσχρώμενος ἐν αὐτοῖς ὡς μέσῃ ἐνισταμένῃ δυνάμει, κινήσεως καὶ κάμψεως ἕνεκα.

     Τὴν δ’ αὖ τῆς ὀστεΐνης φύσεως ἕξιν ἡγησάμενος τοῦ δέοντος κραυροτέραν εἶναι καὶ ἀκαμπτοτέραν, διάπυρόν τ’ αὖ γιγνομένην καὶ πάλιν ψυχομένην σφακελίσασαν ταχὺ διαφθερεῖν τὸ σπέρμα ἐντὸς αὑτῆς, διὰ ταῦτα οὕτω τὸ τῶν νεύρων καὶ τὸ τῆς σαρκὸς γένος ἐμηχανᾶτο, ἵνα τῷ μὲν πάντα τὰ μέλη συνδήσας ἐπιτεινομένῳ καὶ ἀνιεμένῳ περὶ τοὺς στρόφιγγας καμπτόμενον τὸ σῶμα καὶ ἐκτεινόμενον παρέχοι, τὴν δὲ σάρκα προβολὴν μὲν καυμάτων, πρόβλημα δὲ χειμώνων, ἔτι δὲ πτωμάτων οἷον τὰ πιλητὰ ἔσεσθαι κτήματα, σώμασιν μαλακῶς καὶ πρᾴως ὑπείκουσαν, θερμὴν δὲ νοτίδα ἐντὸς ἑαυτῆς ἔχουσαν θέρους μὲν ἀνιδίουσαν καὶ νοτιζομένην ἔξωθεν ψῦχος κατὰ πᾶν τὸ σῶμα παρέξειν οἰκεῖον, διὰ χειμῶνος δὲ πάλιν αὖ τούτῳ τῷ πυρὶ τὸν προσφερόμενον ἔξωθεν καὶ περιιστάμενον πάγον ἀμυνεῖσθαι μετρίως. Ταῦτα ἡμῶν διανοηθεὶς ὁ κηροπλάστης, ὕδατι μὲν καὶ πυρὶ καὶ γῇ συμμείξας καὶ συναρμόσας, ἐξ ὀξέος καὶ ἁλμυροῦ συνθεὶς ζύμωμα ὑπομείξας αὐτοῖς, σάρκα ἔγχυμον καὶ μαλακὴν συνέστησεν· τὴν δὲ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοῖν μέσην δυνάμει συνεκεράσατο, ξανθῷ χρώματι προσχρώμενος.


     Κοσκινίσας γῆν καθαρὰν καὶ λεπτὴν ἐζύμωσεν αὐτὴν καὶ ὕγρανε μὲ μυελόν· μετὰ δὲ τοῦτο τὴν ἔβαλεν εἰς τὸ πῦρ, ἔπειτα τὴν ἐβύθισεν εἰς τὸ ὕδωρ καὶ πάλιν εἰς τὸ πῦρ καὶ πάλιν εἰς τὸ ὕδωρ, καὶ μεταφέρων τοιουτοτρόπως πολλάκις αὐτὴν εἰς τοῦτο καὶ εἰς ἐκεῖνο τὴν ἔκαμε τοιαύτην, ὥστε νὰ μὴ δύναται νὰ διαλυθῇ οὔτε ὑπὸ τοῦ ἑνὸς οὔτε ὑπὸ τοῦ ἄλλου. Μεταχειριζόμενος λοιπὸν ταύτην τὴν ὕλην ἐτόρνευσε πέριξ τοῦ ἐγκεφάλου ὀστεΐνην σφαῖραν, εἰς τὴν ὁποίαν ἀφῆκε στενὴν διέξοδον. Καὶ πέριξ τοῦ αὐχενίου καὶ τοῦ νωτιαίου μυελοῦ πλάσας ἐκ τῆς αὐτῆς ὕλης σπονδύλους, διέταξε τὸν ἕνα ὑπὸ τὸν ἄλλον ὡς στρόφιγγας ἀρχίσας ἀπὸ τῆς κεφαλῆς καθ’ ὄλον τὸν κορμόν. Καὶ ἵνα διασῴση τὸ ὄλον σπέρμα, περιέφραξεν αὐτὸ ἐντὸς λιθίνου περιβόλου, κατασκευάσας ἀρθρώσεις, καὶ μεταχειριζόμενος τὴν ἐνέργειαν τοῦ ἑτέρου (τοῦ μεταβλητοῦ), ἵνα οὕτω μεταξὺ αὐτῶν ἐκτελῆται κίνησις καὶ κάμψις (62).

     Θεωρήσας δὲ ὅτι ὁ τρόπος τοῦ εἶναι τῆς ὀστεΐνης φύσεως ἦτο πολὺ σαθρότερος τοῦ δέοντος καὶ ἀκαμπτότερος, καὶ ὅτι γινόμενος διάπυρος καὶ ψυχόμενος (63) ἐναλλάξ, θὰ σαπῇ καὶ θὰ διαφθείρῃ ταχέως τὸ σπέρμα ἐντὸς αὐτοῦ, διὰ τοῦτο ἐπενόησε τὰ νεῦρα καὶ τὴν σάρκα, ἵνα μὲ ἐκεῖνα μέν, συνδέσας ὅλα τὰ ἄλλα μέλῃ, καθ’ ὅσον (τὰ νεῦρα) ἐντείνονται ἢ χαλαροῦνται, δώση εἰς τὸ σῶμα τὴν εὐκολίαν νὰ κάμπτηται καὶ νὰ ἐκτείνηται πέριξ τῶν σπονδύλων. Τὴν δὲ σάρκα ἐπενόησεν, ἵνα γίνῃ προπύργιον κατὰ τῶν ὑπερβολικῶν καυμάτων καὶ ἀσφάλεια κατὰ τοῦ χειμῶνος, προσέτι δὲ καὶ κατὰ τῶν πτώσεων, ὡς ἔνδυμα συμπιλητόν, διότι ἡ σὰρξ μαλακῶς καὶ εὐκόλως ὑποχωρεῖ εἰς τὰ ἄλλα σώματα καὶ ἔχει ἐν ἐαυτῇ ὑγρὸν θερμόν, τὸ ὁποῖον κατὰ μὲν τὸ θέρος ἱδρώνει καὶ νοτίζον τὴν ἐπιφάνειαν δύναται νὰ προξενῇ εἰς ὄλον τὸ σῶμα φυσικὸν ψῦχος, τὸν δὲ χειμῶνα ἀπεναντίας μὲ αὐτὸ τοῦτο τὸ πῦρ δύναται νὰ ὑπερασπίζηται ἀρκούντως κατὰ τοῦ ψύχους, τὸ ὁποῖον τὴν προσβάλλει καὶ τὴν περικυκλώνει ἔξωθεν. Ταῦτα διανοηθεῖς ὁ Πλάστης ἡμῶν, συμμείξας καὶ συναρμόσας τὴν σάρκα ἐξ ὕδατος καὶ πυρὸς καὶ γῆς συνθέσας ζύμωμα ἀπὸ ὀξὺ καὶ ἁλμυρόν, καὶ ἀναμίξας ταῦτα ἐσχημάτισεν οὕτω τὴν σάρκα πλήρη χυμῶν καὶ μαλακήν. Τὰ δὲ νεῦρα ἔκαμεν ἀπὸ μίγμα ὀστῶν καὶ ἀζύμου σαρκός, ὡς μίαν μέσην φύσιν μεταξὺ ἐκείνων καὶ ταύτης, μεταχειρισθεῖς προσέτι, χρῶμα ξανθόν.


     Ὅθεν συντονωτέραν μὲν καὶ γλισχροτέραν σαρκῶν, μαλακωτέραν δὲ ὀστῶν ὑγροτέραν τε ἐκτήσατο δύναμιν νεῦρα· οἷς συμπεριλαβὼν ὁ θεὸς ὀστᾶ καὶ μυελόν, δήσας πρὸς ἄλληλα νεύροις, μετὰ ταῦτα σαρξὶν πάντα αὐτὰ κατεσκίασεν ἄνωθεν. Ὅσα μὲν οὖν ἐμψυχότατα τῶν ὀστῶν ἦν, ὀλιγίσταις συνέφραττε σαρξίν, ἃ δ’ ἀψυχότατα ἐντός, πλείσταις καὶ πυκνοτάταις, καὶ δὴ κατὰ τὰς συμβολὰς τῶν ὀστῶν, ὅπῃ μήτινα ἀνάγκην ὁ λόγος ἀπέφαινεν δεῖν αὐτὰς εἶναι, βραχεῖαν σάρκα ἔφυσεν, ἵνα μήτε ἐμποδὼν ταῖς καμπαῖσιν οὖσαι δύσφορα τὰ σώματα ἀπεργάζοιντο, ἅτε δυσκίνητα γιγνόμενα, μήτ’ αὖ πολλαὶ καὶ πυκναὶ σφόδρα τε ἐν ἀλλήλαις ἐμπεπιλημέναι, διὰ στερεότητα ἀναισθησίαν ἐμποιοῦσαι, δυσμνημονευτότερα καὶ κωφότερα τὰ περὶ τὴν διάνοιαν ποιοῖεν.

     Διὸ δὴ τό τε τῶν μηρῶν καὶ κνημῶν καὶ τὸ περὶ τὴν τῶν ἰσχίων φύσιν τά τε περὶ τὰ τῶν βραχιόνων ὀστᾶ καὶ τὰ τῶν πήχεων, καὶ ὅσα ἄλλα ἡμῶν ἄναρθρα, ὅσα τε ἐντὸς ὀστᾶ δι’ ὀλιγότητα ψυχῆς ἐν μυελῷ κενά ἐστιν φρονήσεως, ταῦτα πάντα συμπεπλήρωται σαρξίν· ὅσα δὲ ἔμφρονα, ἧττον –εἰ μή πού τινα αὐτὴν καθ’ αὑτὴν αἰσθήσεων ἕνεκα σάρκα οὕτω συνέστησεν, οἷον τὸ τῆς γλώττης εἶδος– τὰ δὲ πλεῖστα ἐκείνως· ἡ γὰρ ἐξ ἀνάγκης γιγνομένη καὶ συντρεφομένη φύσις οὐδαμῇ προσδέχεται πυκνὸν ὀστοῦν καὶ σάρκα πολλὴν ἅμα τε αὐτοῖς ὀξυήκοον αἴσθησιν. Μάλιστα γὰρ ἂν αὐτὰ πάντων ἔσχεν ἡ περὶ τὴν κεφαλὴν σύστασις, εἴπερ ἅμα συμπίπτειν ἠθελησάτην, καὶ τὸ τῶν ἀνθρώπων γένος σαρκώδη ἔχον ἐφ’ ἑαυτῷ καὶ νευρώδη κρατεράν τε κεφαλὴν βίον ἂν διπλοῦν καὶ πολλαπλοῦν καὶ ὑγιεινότερον καὶ ἀλυπότερον τοῦ νῦν κατεκτήσατο.


     Διὰ τοῦτο τὰ νεῦρα ἀπέκτησαν φύσιν περισσότερον ἔντονον καὶ γλοιώδη, παρὰ τὰς σάρκας, περισσότερον δὲ μαλακὴν καὶ ὑγρὰν παρὰ τὰ ὀστά. Διὰ τούτων (νεύρων καὶ σαρκῶν) περικαλύψας ὁ Θεὸς τὰ ὀστὰ καὶ τὸν μυελόν, τὰ συνέδεσε μεταξύ των διὰ τῶν νεύρων καὶ μετὰ ταῦτα ἐσκέπασε πάντα ταῦτα διὰ σαρκῶν. Καὶ ὅσα μὲν ὀστὰ περιεῖχον μεγαλύτερον μέρος ψυχῇς, τὰ περιέφραξε μὲ ὀλιγίστας σάρκας, ὅσα δὲ εἶχον ὀλιγώτερον μὲ πλείστας καὶ πυκνοτάτας (64). Καὶ προσέτι κατὰ τὰς συνδέσεις τῶν ὀστῶν, ὅπου ὁ λόγος δὲν ἐδείκνυεν ἀνάγκην τινά, διὰ τὴν ὁποίαν ἔπρεπε νὰ ὑπάρχωσι σάρκες, ἔθεσεν ὀλίγας σάρκας, ἵνα μὴ ἐμπόδιον γινόμεναι εἰς τὰς κάμψεις κάμνωσι τὰ σώματα δυσμεταχείριστα (βαρέα), ὡς γινόμενα οὕτω δυσκίνητα, καὶ ἵνα πάλιν, ὅταν θὰ ἤσαν πολλαὶ καὶ πυκναὶ καὶ πολὺ πεπιεσμέναι μεταξύ των, διὰ τὴν στερεότητα αὐτῶν παράγουσαι ἀναισθησίαν, μὴ καθιστῶσι τὰς ἐνεργείας τῆς διανοίας περισσότερον δυσμνημονεύτους καὶ περισσότερον μωράς.

     Διὰ τοῦτο καὶ οἱ μηροὶ καὶ αἱ κνῆμαι, τὰ ἰσχία, τὰ ὀστᾶ τῶν βραχιόνων καὶ πήχεων, καὶ πάντα τὰ ἄλλα ὅσα εἶναι ἄνευ ἀρθρώσεων, καὶ ὅσα ἐντὸς ἡμῶν δι’ ὀλιγότητα ψυχῇς εἰς τὸν μυελὸν εἶναι κενὰ νοήσεως, πάντα ταῦτα εἶναι πλήρη σαρκῶν· ὅσα δὲ ἔχουσιν ἐντὸς αὐτῶν νόησιν, ἔχουσιν ὀλίγας σάρκας, ἐκτὸς ἐκεῖ ὅπου ὁ Θεὸς συνέστησεν οὕτω σάρκα τινά, ἵνα ὑπάρχῃ αὐτὴ καθ’ ἑαυτὴν ὄργανον αἰσθήσεων, καθὼς εἶναι ἡ γλῶσσα. Ἀλλὰ τὰ πλεῖστα συνέστησε κατὰ τὸν ἀνωτέρω τρόπον. Διότι ὁ ὀργανισμὸς ὅστις γίνεται καὶ συντηρεῖται κατὰ τοὺς νόμους τῆς ἀνάγκης (65) οὐδαμῶς ἐπιδέχεται πυκνὸν ὀστοῦν καὶ πολλὴν σάρκα καὶ μετὰ τούτων συγχρόνως ὀξύτητα αἰσθήσεων. Τῷ ὄντι περισσότερον παντὸς ἄλλου ὀργάνου ἡ κεφαλὴ θὰ εἶχε τὰ δυὸ ταῦτα, ἐὰν ἠδύνατο νὰ εὐρίσκωνται αὐτὰ ὁμοῦ, καὶ τὸ ἀνθρώπινον γένος, ἔχον κεφαλὴν σαρκώδη καὶ νευρώδη καὶ ἰσχυράν, ἤθελεν ἀποκτήσει βίον δὶς καὶ πολλάκις μακροχρονιώτερον καὶ ὑγιεινότερον καὶ ἀλυπότερον τοῦ σημερινοῦ.


     Νῦν δὲ τοῖς περὶ τὴν ἡμετέραν γένεσιν δημιουργοῖς, ἀναλογιζομένοις πότερον πολυχρονιώτερον χεῖρον ἢ βραχυχρονιώτερον βέλτιον ἀπεργάσαιντο γένος, συνέδοξεν τοῦ πλείονος βίου, φαυλοτέρου δέ, τὸν ἐλάττονα ἀμείνονα ὄντα παντὶ πάντως αἱρετέον· ὅθεν δὴ μανῷ μὲν ὀστῷ, σαρξὶν δὲ καὶ νεύροις κεφαλήν, ἅτε οὐδὲ καμπὰς ἔχουσαν, οὐ συνεστέγασαν. Κατὰ πάντα οὖν ταῦτα εὐαισθητοτέρα μὲν καὶ φρονιμωτέρα, πολὺ δὲ ἀσθενεστέρα παντὸς ἀνδρὸς προσετέθη κεφαλὴ σώματι. Τὰ δὲ νεῦρα διὰ ταῦτα καὶ οὕτως ὁ θεὸς ἐπ’ ἐσχάτην τὴν κεφαλὴν περιστήσας κύκλῳ περὶ τὸν τράχηλον ἐκόλλησεν ὁμοιότητι, καὶ τὰς σιαγόνας ἄκρας αὐτοῖς συνέδησεν ὑπὸ τὴν φύσιν τοῦ προσώπου· τὰ δ’ ἄλλα εἰς ἅπαντα τὰ μέλη διέσπειρε, συνάπτων ἄρθρον ἄρθρῳ.

     Τὴν δὲ δὴ τοῦ στόματος ἡμῶν δύναμιν ὀδοῦσιν καὶ γλώττῃ καὶ χείλεσιν ἕνεκα τῶν ἀναγκαίων καὶ τῶν ἀρίστων διεκόσμησαν οἱ διακοσμοῦντες ᾗ νῦν διατέτακται, τὴν μὲν εἴσοδον τῶν ἀναγκαίων μηχανώμενοι χάριν, τὴν δ’ ἔξοδον τῶν ἀρίστων· ἀναγκαῖον μὲν γὰρ πᾶν ὅσον εἰσέρχεται τροφὴν διδὸν τῷ σώματι, τὸ δὲ λόγων νᾶμα ἔξω ῥέον καὶ ὑπηρετοῦν φρονήσει κάλλιστον καὶ ἄριστον πάντων ναμάτων.


     Νῦν ὅμως οἱ δημιουργοί της γενέσεως ἡμῶν συλλογιζόμενοι, ἐὰν ἔπρεπε νὰ πλάσωσι γένος πολυχρονιώτερον καὶ χειρότερον, ἢ βραχυχρονιώτερον ἀλλὰ καλύτερον, ἔκριναν ὁμοφώνως, ὅτι κατὰ πάντα τρόπον ὁ ὀλιγοχρονιώτερος καὶ καλύτερος βίος εἶναι ἀπολύτως προτιμότερος τοῦ πολυχρονιωτέρου ἀλλὰ φαυλοτέρου. Διὰ τοῦτο καὶ μὲ λεπτὸν μὲν ὀστοῦν, οὐχὶ ὅμως μὲ σάρκας καὶ μὲ νεῦρα, ἐστέγασαν τὴν κεφαλήν, διότι δὲν ἔμελλε νὰ ἔχῃ οὐδὲ κάμψεις. Συμφώνως λοιπὸν πρὸς πάσας ταῦτας τὰς αἰτίας, ἡ κεφαλὴ εὐαισθητοτέρα καὶ φρονιμωτέρα ἀλλὰ πολὺ ἀσθενεστέρα τοῦ λοιποῦ μέρους τοῦ ἀνθρώπου προσετέθη εἰς τὸ σῶμα αὐτοῦ. Διὰ τοῦτο καὶ τὰ νεῦρα ὁ Θεὸς ὁμοίως στήσας πέριξ τοῦ κάτω ἄκρου τῆς κεφαλῆς ὁλόγυρα περὶ τὸν τράχηλον, ἐκόλλησεν αὐτὰ ὁμοιομόρφως καὶ συνέδεσε μετ’ αὐτῶν τὰ ἄκρα (κλείδας) τῶν σιαγόνων ὑπὸ τὸ πρόσωπον, τὰ ἄλλα δὲ διένειμεν εἰς ὅλα τὰ ἄλλα μέλῃ συνδέων ἄρθρωσιν μὲ ἄρθρωσιν.

     Ὁμοίως δὲ τὴν σύστασιν τοῦ στόματος ἡμῶν μὲ τοὺς ὀδόντας καὶ τὴν γλῶσσαν καὶ τὰ χείλη διέταξαν οἱ διακοσμήσαντες αὐτόν, ὅπως εἶναι τώρα διατεταγμένος καὶ ἕνεκα τῆς ἀνάγκης καὶ χάριν τοῦ ἀρίστου (ἀγαθοῦ). Καὶ τὴν εἴσοδον μὲν ἐποίησαν χάριν τῆς ἀνάγκης, τὴν ἔξοδον δὲ χάριν τοῦ ἀρίστου. Διότι ἀναγκαῖον μὲν εἶναι πᾶν ὅ,τι εἰσέρχεται, ἵνα δίδῃ τροφὴν εἰς τὸ σῶμα, ἀλλὰ τὸ ρεῦμα τῶν λόγων, ὅπερ ρέει ἔξω καὶ ὑπηρετεῖ τὴν νόησιν, εἶναι τὸ κάλλιστον καὶ ἄριστον πάντων τῶν ναμάτων.


     Τὴν δ’ αὖ κεφαλὴν οὔτε μόνον ὀστεΐνην ψιλὴν δυνατὸν ἐᾶν ἦν διὰ τὴν ἐν ταῖς ὥραις ἐφ’ ἑκάτερον ὑπερβολήν, οὔτ’ αὖ συσκιασθεῖσαν κωφὴν καὶ ἀναίσθητον διὰ τὸν τῶν σαρκῶν ὄχλον περιιδεῖν γιγνομένην· τῆς δὴ σαρκοειδοῦς φύσεως οὐκαταξηραινομένης λέμμα μεῖζον περιγιγνόμενον ἐχωρίζετο, δέρμα τὸ νῦν λεγόμενον. Τοῦτο δὲ διὰ τὴν περὶ τὸν ἐγκέφαλον νοτίδα συνιὸν αὐτὸ πρὸς αὑτὸ καὶ βλαστάνον κύκλῳ περιημφιέννυεν τὴν κεφαλήν· ἡ δὲ νοτὶς ὑπὸ τὰς ῥαφὰς ἀνιοῦσα ἦρδε καὶ συνέκλεισεν αὐτὸ ἐπὶ τὴν κορυφήν, οἷον ἅμμα συναγαγοῦσα, τὸ δὲ τῶν ῥαφῶν παντοδαπὸν εἶδος γέγονε διὰ τὴν τῶν περιόδων δύναμιν καὶ τῆς τροφῆς, μᾶλλον μὲν ἀλλήλοις μαχομένων τούτων πλείους, ἧττον δὲ ἐλάττους.

     Τοῦτο δὴ πᾶν τὸ δέρμα κύκλῳ κατεκέντει πυρὶ τὸ θεῖον, τρηθέντος δὲ καὶ τῆς ἰκμάδος ἔξω δι’ αὐτοῦ φερομένης τὸ μὲν ὑγρὸν καὶ θερμὸν ὅσον εἰλικρινὲς ἀπῄειν, τὸ δὲ μεικτὸν ἐξ ὧν καὶ τὸ δέρμα ἦν, αἰρόμενον μὲν ὑπὸ τῆς φορᾶς ἔξω μακρὸν ἐτείνετο, λεπτότητα ἴσην ἔχον τῷ κατακεντήματι, διὰ δὲ βραδυτῆτα ἀπωθούμενον ὑπὸ τοῦ περιεστῶτος ἔξωθεν πνεύματος πάλιν ἐντὸς ὑπὸ τὸ δέρμα εἱλλόμενον κατερριζοῦτο· καὶ κατὰ ταῦτα δὴ τὰ πάθη τὸ τριχῶν γένος ἐν τῷ δέρματι πέφυκεν, συγγενὲς μὲν ἱμαντῶδες ὂν αὐτοῦ, σκληρότερον δὲ καὶ πυκνότερον τῇ πιλήσει τῆς ψύξεως, ἣν ἀποχωριζομένη δέρματος ἑκάστη θρὶξ ψυχθεῖσα συνεπιλήθη. Τούτῳ δὴ λασίαν ἡμῶν ἀπηργάσατο τὴν κεφαλὴν ὁ ποιῶν, χρώμενος μὲν αἰτίοις τοῖς εἰρημένοις, διανοούμενος δὲ ἀντὶ σαρκὸς αὐτὸ δεῖν εἶναι στέγασμα τῆς περὶ τὸν ἐγκέφαλον ἕνεκα ἀσφαλείας κοῦφον καὶ θέρους χειμῶνός τε ἱκανὸν σκιὰν καὶ σκέπην παρέχειν, εὐαισθησίας δὲ οὐδὲν διακώλυμα ἐμποδὼν γενησόμενον.

     Τὸ δ’ ἐν τῇ περὶ τοὺς δακτύλους καταπλοκῇ τοῦ νεύρου καὶ τοῦ δέρματος ὀστοῦ τε, συμμειχθὲν ἐκ τριῶν, ἀποξηρανθὲν ἓν κοινὸν συμπάντων σκληρὸν γέγονεν δέρμα, τοῖς μὲν συναιτίοις τούτοις δημιουργηθέν, τῇ δὲ αἰτιωτάτῃ διανοίᾳ τῶν ἔπειτα ἐσομένων ἕνεκα εἰργασμένον. Ὡς γάρ ποτε ἐξ ἀνδρῶν γυναῖκες καὶ τἆλλα θηρία γενήσοιντο, ἠπίσταντο οἱ συνιστάντες ἡμᾶς, καὶ δὴ καὶ τῆς τῶν ὀνύχων χρείας ὅτι πολλὰ τῶν θρεμμάτων καὶ ἐπὶ πολλὰ δεήσοιτο ᾔδεσαν, ὅθεν ἐν ἀνθρώποις εὐθὺς γιγνομένοις ὑπετυπώσαντο τὴν τῶν ὀνύχων γένεσιν. Τούτῳ δὴ τῷ λόγῳ καὶ ταῖς προφάσεσιν ταύταις δέρμα τρίχας ὄνυχάς τε ἐπ’ ἄκροις τοῖς κώλοις ἔφυσαν.


     Ἐξ ἄλλου τὴν κεφαλὴν δὲν ἦτο δυνατὸν νὰ ἀφήσῃ μόνον ὀστεΐνην καὶ γυμνὴν διὰ τὴν κατὰ τὰς ἐποχὰς ὑπερβολικὴν ζέστην ἢ τὸ ψῦχος, οὔτε νὰ ἐπιτρέψῃ ἀφοῦ αὐτὴ σκεπασθῇ νὰ γίνῃ κωφὴ καὶ ἀναίσθητος ἀπὸ τὸ βάρος τῶν σαρκῶν. Διὰ τοῦτο, ὅταν ἡ σὰρξ ξηραίνεται, συνήθως ἀποχωρίζεται (66) πέριξ ἓν κατάλειμμα μεγαλύτερον τῆς σαρκός, ἐκεῖνο ὅπερ τώρα λέγεται δέρμα· τοῦτο δὲ διὰ τὴν πέριξ τοῦ ἐγκεφάλου ὑγρασίαν αὐξάνον κυκλικῶς καὶ συνερχόμενον εἰς ἑαυτὸ περιέβαλαν ὅλην τὴν κεφαλήν. Ἡ δὲ ὑγρασία ἐξερχομένη ὑπὸ τὰς ραφὰς ἐπότιζεν αὐτὸ καὶ συνέκλειεν εἰς τὴν κορυφὴν τῆς κεφαλῆς, συλλέγουσα αὐτὸ ὡς εἰς ἕνα δεσμόν. Τὰ διάφορα δὲ εἴδη τῶν ραφῶν ὑπάρχουσι διὰ τὴν ἐνέργειαν τῶν περιόδων (τῆς ψυχῆς) καὶ διὰ τὴν τῆς τροφῆς, καὶ ὅταν αὕται μάχωνται περισσότερον ἀναμεταξύ των, αἱ ραφαὶ εἶναι περισσότεραι, ὅταν δὲ ὀλιγώτερον, ὀλιγώτεραι.

     Ὅλον λοιπὸν τοῦτο τὸ δέρμα ἡ θεότης ἐκέντει ὁλόγυρα διὰ πυρός, ἀφοῦ δὲ ἐτρυπήθη, καὶ τὸ ὑγρὸν ἐφέρετο ἔξω δι’ αὐτοῦ, τὸ μὲν ὑγρὸν καὶ θερμόν, καθ’ ὅσον ἦτο καθαρόν, ἀπήρχετο, τὸ δὲ μικτὸν ἐκ τῶν στοιχείων, ἐκ τῶν ὁποίων ἦτο καὶ τὸ δέρμα, ὠθούμενον ἄνω ὑπὸ τῆς ἰδίας αὐτοῦ ὁρμῆς, ἐξετείνετο μακράν, ἔχον λεπτότητα ἴσην μὲ τὸ κέντημα. Ἀλλ’ ἕνεκα τῆς βραδύτητός του ἀπωθούμενον ὑπὸ τοῦ ἀέρος τοῦ περιεστῶτος ἔξωθεν, πάλιν στρεφόμενον ἐντὸς ἐλάμβανε ρίζας ὑπὸ τὸ δέρμα. Κατ’ ἀκολουθίαν λοιπὸν τῶν παθημάτων τούτων, ἐγεννήθησαν αἱ τρίχες εἰς τὸ δέρμα, συγγενεῖς μὲ αὐτό, καθ’ ὅσον εἶναι ὅμοιαι μὲ ἱμάντας, ἀλλὰ εἶναι σκληρότεραι καὶ πυκνότεραι ἕνεκα τῆς ἐκ τοῦ ψύχους πυκνώσεως, τὴν ὁποίαν ὑπέστη ἑκάστη θρὶξ ψυχθείσα, ὅταν ἀπεχωρίζετο ἀπὸ τοῦ δέρματος. Οὕτω λοιπὸν πυκνότριχα ἔπλασε τὴν κεφαλὴν ὁ ποιήσας αὐτήν, μεταχειριζόμενος τὰς εἰρημένας αἰτίας, φρονῶν ὅτι τοῦτο, ἀντὶ τῆς σαρκός, πέριξ τοῦ ἐγκεφάλου ἔπρεπε νὰ εἶναι τὸ κάλυμμα αὐτοῦ πρὸς ἀσφάλειάν του ἐλαφρόν, καὶ κατὰ τὲ τὸ θέρος καὶ τὸν χειμῶνα ἱκανὸν νὰ παρέχῃ σκιὰν καὶ σκέπην, ἀλλὰ μὴ δυνάμενον νὰ γείνῃ οὐδόλως ἐμπόδιον εἰς τὴν ὀρθότητα τῶν αἰσθήσεων.

     Ἐκείνη δὲ ἡ πλοκὴ νεύρου, δέρματος καὶ ὀστοῦ ἡ πέριξ τῶν δακτύλων, ἀφοῦ ἐμίχθη ἐκ τῶν τριῶν τούτων καὶ ἐξηράνθη, ἔγεινεν ἐξ ὅλων ἓν μόνον πρᾶγμα, ἓν σκληρὸν δέρμα, τὸ ὁποῖον ἐδημιουργήθη μὲν διὰ τὰς δευτέρας ταῦτας αἰτίας, ἀλλὰ παρήχθη ὑπὸ τῆς ἀνωτάτης αἰτίας, τῆς Διανοίας, χάριν ἐκείνων τὰ ὁποῖα ἔμελλον νὰ ὑπάρξωσιν ἔπειτα. Διότι οἱ συστήσαντες ἡμᾶς ἐγίνωσκον ὅτι ἕνα καιρὸν ἐκ τῶν ἀνδρῶν θὰ γεννηθῶσι γυναῖκες καὶ τἄλλα ζῷα, καὶ ὅτι πολλὰ θρέμματα θὰ λάβωσιν ἀνάγκην νὰ μεταχειρισθῶσι τοὺς ὄνυχας εἰς πολλὰς περιστάσεις. Ὅθεν καὶ τοὺς ὄνυχας ἔπλασαν εὐθὺς ἅμα ἐγεννήθησαν οἱ ἄνθρωποι. Διὰ τὸν λόγον τοῦτον καὶ διὰ τὰς αἰτίας ταῦτας δέρμα, τρίχας καὶ ὄνυχας ἔπλασαν εἰς τὰς ἄκρας τῶν μελῶν.

Περὶ τοῦ φυτῶν εἴδους

     Ἐπειδὴ δὲ πάντ’ ἦν τὰ τοῦ θνητοῦ ζῴου συμπεφυκότα μέρη καὶ μέλη, τὴν δὲ ζωὴν ἐν πυρὶ καὶ πνεύματι συνέβαινεν ἐξ ἀνάγκης ἔχειν αὐτῷ, καὶ διὰ ταῦτα ὑπὸ τούτων τηκόμενον κενούμενόν τ’ ἔφθινεν, βοήθειαν αὐτῷ θεοὶ μηχανῶνται. Τῆς γὰρ ἀνθρωπίνης συγγενῆ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσιν κεραννύντες, ὥσθ’ ἕτερον ζῷον εἶναι, φυτεύουσιν· ἃ δὴ νῦν ἥμερα δένδρα καὶ φυτὰ καὶ σπέρματα παιδευθέντα ὑπὸ γεωργίας τιθασῶς πρὸς ἡμᾶς ἔσχεν, πρὶν δὲ ἦν μόνα τὰ τῶν ἀγρίων γένη, πρεσβύτερα τῶν ἡμέρων ὄντα.

     Πᾶν γὰρ οὖν ὅτιπερ ἂν μετάσχῃ τοῦ ζῆν, ζῷον μὲν ἂν ἐν δίκῃ λέγοιτο ὀρθότατα· μετέχει γε μὴν τοῦτο ὃ νῦν λέγομεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἱδρῦσθαι λόγος, ᾧ δόξης μὲν λογισμοῦ τε καὶ νοῦ μέτεστιν τὸ μηδέν, αἰσθήσεως δὲ ἡδείας καὶ ἀλγεινῆς μετὰ ἐπιθυμιῶν. Πάσχον γὰρ διατελεῖ πάντα, στραφέντι δ’ αὐτῷ ἐν ἑαυτῷ περὶ ἑαυτό, τὴν μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησιν, τῇ δ’ οἰκείᾳ χρησαμένῳ, τῶν αὑτοῦ τι λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις. Διὸ δὴ ζῇ μὲν ἔστιν τε οὐχ ἕτερον ζῴου, μόνιμον δὲ καὶ κατερριζωμένον πέπηγεν διὰ τὸ τῆς ὑφ’ ἑαυτοῦ κινήσεως ἐστερῆσθαι.


     Ὄτε δὲ πάντα τὰ μέρη καὶ τὰ μέλη τοῦ θνητοῦ ζῴου φυσικῶς συνηνώθησαν, ἐπειδὴ συνέβαινεν ἐξ ἀνάγκης νὰ ἔχῃ τοῦτο τὴν ζωὴν ἐκ τοῦ πυρὸς καὶ τοῦ ἀέρος, καὶ δι’ αὐτὸ διαλυόμενον καὶ γινόμενον ἰσχνὸν ὑπὸ τούτων ἐφθείρετο, οἱ Θεοὶ ἐμηχανεύθησαν μέσον βοηθείας εἰς αὐτόν. Τῷ ὄντι ἀναμίξαντες τὴν ἀνθρωπίνην φύσιν μὲ ἄλλας μορφὰς καὶ αἰσθήσεις, παρήγαγον φύσιν συγγενῆ μὲ αὐτήν, ὥστε νὰ γίνῃ ἄλλο εἶδος ζῴων, τὰ ὁποία εἶναι τὰ νῦν ἥμερα δένδρα καὶ τὰ φυτὰ καὶ τὰ σπέρματα τὰ καλλιεργηθέντα ὑπὸ τῆς γεωργίας, τὰ ὁποία μας ἔγειναν οἰκεία, ἐνῷ πρότερον (67) ὑπῆρχον μόνον τὰ ἄγρια εἴδη, ἀρχαιότερα ὄντα τῶν ἡμέρων.

     Διότι πᾶν πρᾶγμα μετέχον τῆς ζωῆς, εὐλόγως δύναται νὰ λέγηται ὀρθότατα ζῶν. Καὶ τοῦτο δέ, περὶ τοῦ ὁποίου τώρα λέγομεν, μετέχει τοῦ τρίτου εἴδους τῆς ψυχῆς, τὸ ὁποῖον ἐλέχθη ὅτι ἐτοποθετήθη μεταξὺ τοῦ διαφράγματος καὶ τοῦ ὀμφαλοῦ, καὶ τὸ ὁποῖον οὐδόλως μετέχει γνώμης, συλλογισμοῦ καὶ νοῦ, ἀλλὰ μόνον αἰσθήσεως εὐαρέστου καὶ δυσαρέστου καὶ ἐπιθυμιῶν. Διότι εἶναι πάντοτε παθητικὸν καὶ ἡ γένεσίς του δὲν ἐπέτρεψε ὥστε στρεφόμενον εἰς ἑαυτό, ἀπωθὼν τὴν ἐξωτερικὴν κίνησιν, καὶ μεταχειριζόμενον τὴν ἰδικήν του, νὰ σκεφθῇ τί τῶν ἰδικῶν τοῦ πραγμάτων, γνωρίζον τὴν φύσιν αὐτοῦ. Διὸ τοῦτο ζῇ μὲν καὶ δὲν εἶναι διάφορον τοῦ ζῴου, ἀλλὰ ἵσταται ἀκίνητον καὶ ἐρριζωμένον εἰς τὸ ἔδαφος, διότι εἶναι ἐστερημένον αὐτοκινησίας.

Αἱ βασικαὶ σωματικαὶ λειτουργίαι: τροφή, χώνεψις, ἀναπνοὴ

     Ταῦτα δὴ τὰ γένη πάντα φυτεύσαντες οἱ κρείττους τοῖς ἥττοσιν ἡμῖν τροφήν, τὸ σῶμα αὐτὸ ἡμῶν διωχέτευσαν τέμνοντες οἷον ἐν κήποις ὀχετούς, ἵνα ὥσπερ ἐκ νάματος ἐπιόντος ἄρδοιτο.

     Καὶ πρῶτον μὲν ὀχετοὺς κρυφαίους ὑπὸ τὴν σύμφυσιν τοῦ δέρματος καὶ τῆς σαρκὸς δύο φλέβας ἔτεμον νωτιαίας, δίδυμον ὡς τὸ σῶμα ἐτύγχανεν δεξιοῖς τε καὶ ἀριστεροῖς ὄν· ταύτας δὲ καθῆκαν παρὰ τὴν ῥάχιν, καὶ τὸν γόνιμον μεταξὺ λαβόντες μυελόν, ἵνα οὗτός τε ὅτι μάλιστα θάλλοι, καὶ ἐπὶ τἆλλα εὔρους ἐντεῦθεν ἅτε ἐπὶ κάταντες ἡ ἐπίχυσις γιγνομένη παρέχοι τὴν ὑδρείαν ὁμαλήν. Μετὰ δὲ ταῦτα σχίσαντες περὶ τὴν κεφαλὴν τὰς φλέβας καὶ δι’ ἀλλήλων ἐναντίας πλέξαντες διεῖσαν, τὰς μὲν ἐκ τῶν δεξιῶν ἐπὶ τἀριστερὰ τοῦ σώματος, τὰς δ’ ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ κλίναντες, ὅπως δεσμὸς ἅμα τῇ κεφαλῇ πρὸς τὸ σῶμα εἴη μετὰ τοῦ δέρματος, ἐπειδὴ νεύροις οὐκ ἦν κύκλῳ κατὰ κορυφὴν περιειλημμένη, καὶ δὴ καὶ τὸ τῶν αἰσθήσεων πάθος ἵν’ ἀφ’ ἑκατέρων τῶν μερῶν εἰς ἅπαν τὸ σῶμα εἴη διάδηλον.

     Τὸ δ’ ἐντεῦθεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ τοιῷδε, ὃν κατοψόμεθα ῥᾷον προδιομολογησάμενοι τὸ τοιόνδε, ὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ μείζω, τὰ δὲ ἐκ μειζόνων τὰ σμικρότερα οὐ δύναται, πῦρ δὲ πάντων γενῶν σμικρομερέστατον, ὅθεν δι’ ὕδατος καὶ γῆς ἀέρος τε καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρεῖ καὶ στέγειν οὐδὲν αὐτὸ δύναται. Ταὐτὸν δὴ καὶ περὶ τῆς παρ’ ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ ὅταν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ σμικρομερέστερα ὄντα τῆς αὑτῆς συστάσεως οὐ δύναται. Τούτοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν, πλέγμα ἐξ ἀέρος καὶ πυρὸς οἷον οἱ κύρτοι συνυφηνάμενος, διπλᾶ κατὰ τὴν εἴσοδον ἐγκύρτια ἔχον, ὧν θάτερον αὖ πάλιν διέπλεξεν δίκρουν· καὶ ἀπὸ τῶν ἐγκυρτίων δὴ διετείνατο οἷον σχοίνους κύκλῳ διὰ παντὸς πρὸς τὰ ἔσχατα τοῦ πλέγματος.


     Ὄτε λοιπὸν παρήγαγον πάντα ταῦτα τὰ γένη οἱ ἀνώτεροι πρὸς τροφὴν ἡμῶν τῶν κατωτέρων, ἤνοιξαν ὀχετοὺς εἰς τὸ σῶμα ἡμῶν, ὅπως ὀρύττονται ὀχετοὶ εἰς τοὺς κήπους, διὰ νὰ ποτίζηται ὡς ἀπὸ ρεῦμα πηγῆς.

     Καὶ πρώτον μὲν κατεσκεύασαν δυὸ κρυφοὺς ὀχετοὺς ἐκεῖ ἔνθα τὸ δέρμα προσφύεται εἰς τὴν σάρκα, ἤτοι τὰς δυὸ νωτιαίας φλέβας (68), ὅπως καὶ τὸ σῶμα ἦτο διπλοῦν, ἔχον μέρη δεξιὰ καὶ μέρη ἀριστερά. Τὰς φλέβας ταῦτας διηύθυναν παρὰ τὴν ράχιν περιλαμβάνοντες εἰς τὸ μέσον τὸν γόνιμον μυελόν, ἵνα καὶ οὗτος διατελῇ, ὅσον εἶναι δυνατόν, θαλερός, καὶ ἵνα ὁ ὑπὸ τοῦ αἵματος ποτισμὸς τῶν ἄλλων, γινόμενος ἐντεῦθεν εὐκολώτερος, ὡς ρέων ἀπὸ ὑψηλοῦ εἰς χαμηλὸν μέρος, καθίστα ὁμαλὴν τὴν ὕδρευσιν τῶν μερῶν τούτων (69). Μετὰ δὲ ταῦτα διαιρέσαντες τὰς φλέβας ταύτας πέριξ τῆς κεφαλῆς καὶ συμπλέξαντες αὐτὰς μεταξύ των ἔδωκαν εἰς αὐτὰς ἐναντίαν διεύθυνσιν, τὰς μὲν ἐκ δεξιῶν ἐρχομένας στρέψαντες πρὸς τὰ ἀριστερά, τὰς δὲ ἐξ ἀριστερῶν πρὸς τὰ δεξιά, ὅπως οὕτω ὑπάρχῃ παρεκτὸς τοῦ δέρματος καὶ ἄλλος δεσμὸς τῆς κεφαλῆς μὲ τὸ σῶμα, ἐπειδὴ αὐτὴ δὲν εἶχε περικυκλωθῆ ὑπὸ νεύρων κατὰ τὴν κορυφήν, καὶ ἵνα ὠσαύτως ἡ ἐντύπωσις τῶν αἰσθήσεων καὶ ἐκ τοῦ ἑνὸς καὶ ἐκ τοῦ ἄλλου τῶν μερῶν τούτων δύναται νὰ μεταδίδηται εἰς ὅλον τὸ σῶμα.

     Ἔπειτα δὲ διέταξαν τὴν τοῦ ὑγροῦ κυκλοφορίαν κατὰ τοιοῦτον τίνα τρόπον, τὸν ὁποῖον θὰ ἐννοήσωμεν εὐκολώτερον, ἂν πρώτον συμφωνήσωμεν περὶ τῶν ἑξῆς: ὅτι πάντα τὰ πράγματα, τὰ ὁποῖα σύγκεινται ἀπὸ στοιχεῖα μικρότερα, κρατοῦσι τὰ μεγαλύτερα, ὅσα δὲ συνίστανται ἐκ μεγαλυτέρων δὲν δύνανται νὰ κρατῶσι τὰ μικρότερα· καὶ ὅτι τὸ πῦρ ἐκ πάντων τῶν εἰδῶν εἶναι τὸ ἔχον τὰ σμικρότερα μέρη, καὶ διὰ τοῦτο διαχωρεῖ διὰ τοῦ ὕδατος, τῆς γῆς καὶ τοῦ ἀέρος καὶ πάντων ὅσα ἐκ τούτων ἀποτελοῦνται, καὶ οὐδὲν δύναται νὰ κρατήσῃ αὐτό. Τὸ αὐτὸ ἀκριβῶς πρέπει νὰ νοήσωμεν καὶ περὶ τῆς κοιλίας ἡμῶν, ὅτι δήλ. τὰς τροφὰς καὶ τὰ ποτὰ ὅταν εἰσέρχωνται εἰς αὐτήν, τὰ κρατεῖ, ἀλλὰ τὸν ἀέρα καὶ τὸ πῦρ, τὰ ὁποῖα ἀποτελοῦνται ἀπὸ μέρη μικρότερα αὐτῆς, δὲν δύναται νὰ κρατῇ. Τὰ δυὸ ταῦτα λοιπὸν μετεχειρίσθη ὁ Θεός, ἵνα διοχετεύῃ τὸ ὑγρὸν ἐκ τῆς κοιλίας εἰς τὰς φλέβας, δήλ, συνύφανε πλέγμα ἐξ ἀέρος καὶ πυρός, ὡς εἶναι οἱ ἁλιευτικοὶ κάλαθοι, ἔχον εἰς τὸ στόμα δυὸ σάκκους ἐκ τῶν ὁποίων τὸν ἕνα ἔπλεξε δισχιδῆ. Ἀπὸ τοὺς σάκκους τούτους ἐξέτεινε τρόπον τινὰ σχοίνους ὁλόγυρα πανταχοῦ μέχρι τῶν ἄκρων του πλέγματος.


     Τὰ μὲν οὖν ἔνδον ἐκ πυρὸς συνεστήσατο τοῦ πλοκάνου ἅπαντα, τὰ δ’ ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδῆ, καὶ λαβὼν αὐτὸ περιέστησεν τῷ πλασθέντι ζῴῳ τρόπον τοιόνδε. Τὸ μὲν τῶν ἐγκυρτίων εἰς τὸ στόμα μεθῆκεν· διπλοῦ δὲ ὄντος αὐτοῦ κατὰ μὲν τὰς ἀρτηρίας εἰς τὸν πλεύμονα καθῆκεν θάτερον, τὸ δ’ εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρίας· τὸ δ’ ἕτερον σχίσας τὸ μέρος ἑκάτερον κατὰ τοὺς ὀχετοὺς τῆς ῥινὸς ἀφῆκεν κοινόν, ὥσθ’ ὅτε μὴ κατὰ στόμα ἴοι θάτερον, ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύματα ἀναπληροῦσθαι.

     Τὸ δὲ ἄλλο κύτος τοῦ κύρτου περὶ τὸ σῶμα ὅσον κοῖλον ἡμῶν περιέφυσεν, καὶ πᾶν δὴ τοῦτο τοτὲ μὲν εἰς τὰ ἐγκύρτια συρρεῖν μαλακῶς, ἅτε ἀέρα ὄντα, ἐποίησεν, τοτὲ δὲ ἀναρρεῖν μὲν τὰ ἐγκύρτια, τὸ δὲ πλέγμα, ὡς ὄντος τοῦ σώματος μανοῦ, δύεσθαι εἴσω δι’ αὐτοῦ καὶ πάλιν ἔξω, τὰς δὲ ἐντὸς τοῦ πυρὸς ἀκτῖνας διαδεδεμένας ἀκολουθεῖν ἐφ’ ἑκάτερα ἰόντος τοῦ ἀέρος, καὶ τοῦτο, ἕωσπερ ἂν τὸ θνητὸν συνεστήκῃ ζῷον, μὴ διαπαύεσθαι γιγνόμενον· τούτῳ δὲ δὴ τῷ γένει τὸν τὰς ἐπωνυμίας θέμενον ἀναπνοὴν καὶ ἐκπνοὴν λέγομεν θέσθαι τοὔνομα.


     Καὶ τὰ μὲν ἐσωτερικὰ μέρη τοῦ δικτύου τούτου τὰ ἔκαμεν ὅλα ἀπὸ πῦρ, τοὺς σάκκους δὲ καὶ τὸ κοῖλον μέρος (δοχεῖον) ἀπὸ ἀέρια στοιχεῖα. Ἔπειτα λαβὼν ὅλον τοῦτο τὸ ἔθεσεν εἰς τὸ ἤδη πεπλασμένον ζῷον, κατὰ τὸν ἑξῆς τρόπον: Τὸν ἕνα σάκκον εἰσήγαγεν εἰς τὸ στόμα, ἐπειδὴ δὲ αὐτὸς ἦτο διπλοῦς, τὸ ἓν μέρος του κατεβίβασε διὰ τῆς τραχείας ἀρτηρίας εἰς τὸν πνεύμονα, τὸ δὲ ἄλλο πλησίον τῆς ἀρτηρίας εἰς τὴν κοιλίαν. Τὸν δὲ ἄλλον σάκκον, ἀφοῦ ἔσχισεν αὐτόν, διεβίβασε καὶ τὰ δυὸ ταῦτα μέρη διὰ τῶν ὀχετῶν τῆς ρινός, ἔχοντα συγκοινωνίαν μὲ τὸν πρῶτον, οὕτως ὥστε ὅταν ἐκεῖνος δὲν ἤθελε διέλθει διὰ τοῦ στόματος, νὰ πληρῶνται ἐκ τούτου καὶ πάντα τὰ ρεύματα τοῦ ἄλλου (70).

     Τὸ ἄλλο δὲ μέρος τοῦ πλέγματος προσεκόλλησεν εἰς τὸ κοῖλον μέρος τοῦ σώματος ἡμῶν, καὶ τὸ ὅλον τοῦτο ὁμοῦ ἔκαμεν ἄλλοτε νὰ συρρέῃ ὁμαλῶς εἰς τοὺς σάκκους, διότι εἶναι ἐξ ἀέρος, ἄλλοτε δὲ οἱ σάκκοι νὰ ρέωσιν ὀπίσω. Οὕτω δὲ τὸ πλέγμα, ἐπειδὴ τὸ σῶμα ἡμῶν εἶναι ἀραιόν, ἔκαμον ἄλλοτε μὲν νὰ εἰσδύῃ εἰς τοῦτο, καὶ πάλιν ἄλλοτε νὰ ἐξέρχηται, αἱ δὲ ἀκτῖνες τοῦ ἐσωτερικοῦ πυρός, αἵτινες εἶναι συνδεδεμέναι μὲ αὐτό, νὰ τὸ ἀκολουθῶσι καθ’ ὅσον ὁ ἀὴρ κινεῖται πρὸς τὴν μίαν ἢ τὴν ἄλλην διεύθυνσιν. Καὶ ἔκαμον τοῦτο νὰ μὴ παύσῃ ποτὲ νὰ γίνηται, ἐφ’ ὅσον ὑπάρχει τὸ θνητὸν ζῷον. Εἰς αὐτὸ δὲ ὁ θέσας τὰ ὀνόματα λέγομεν, ὅτι τὰ ὠνόμασεν ἀναπνοὴν καὶ ἐκπνοήν.


     Πᾶν δὲ δὴ τό τ’ ἔργον καὶ τὸ πάθος τοῦθ’ ἡμῶν τῷ σώματι γέγονεν ἀρδομένῳ καὶ ἀναψυχομένῳ τρέφεσθαι καὶ ζῆν· ὁπόταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνημμένον ἕπηται, διαιωρούμενον δὲ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ λάβῃ, τήκει δή, καὶ κατὰ σμικρὰ διαιροῦν, διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγον, οἷον ἐκ κρήνης ἐπ’ ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν αὐτά, ῥεῖν ὥσπερ αὐλῶνος διὰ τοῦ σώματος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματα.

     Πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν οἷόνπερ τὰ νῦν ἐστιν. Ὧδ’ οὖν. Ἐπειδὴ κενὸν οὐδέν ἐστιν εἰς ὃ τῶν φερομένων δύναιτ’ ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦμα φέρεται παρ’ ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡς οὐκ εἰς κενόν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ· τὸ δ’ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν ὅθεν ἐξῆλθεν τὸ πνεῦμα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτὴν συνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίγνεται διὰ τὸ κενὸν μηδὲν εἶναι.


     Καὶ πάσα αὐτὴ ἡ ἐνέργεια καὶ τὸ πάθος τελεῖται εἰς τὸ σῶμα ἡμῶν οὕτως, ὥστε τοῦτο ποτιζόμενον καὶ δροσιζόμενον νὰ δύναται νὰ τρέφηται καὶ νὰ ζῇ. Διότι ὁσάκις ἡ ἀναπνοὴ εἰσέρχηται καὶ ἐξέρχηται, καὶ τὸ πῦρ τὸ μετ’ αὐτῆς συνδεδεμένον ἀκολουθῇ αὐτήν, καὶ πάντοτε ὑψούμενον καὶ ταπεινούμενον εἰσέρχηται διὰ τῆς κοιλίας καὶ ἔρχηται εἰς ἐπαφὴν μὲ τὰς τροφὰς καὶ τὰ ποτά, διαλύει ταῦτα, τὰ διαιρεῖ εἰς μικρὰ τεμάχια, τὰ φέρει διὰ τῶν ἐξόδων, διὰ τῶν ὁποίων διέρχεται, ὡς ἀπὸ πηγῆς εἰς τοὺς ὀχετοὺς χύνον πάλιν αὐτὰ εἰς τὰς φλέβας καὶ κάμνει τὰ ρεύματα ταῦτα τῶν φλεβῶν νὰ ρέωσι διὰ τοῦ σώματος ὡς διὰ τίνος αὔλακος.

     Ἂς ἐξετάσωμεν τώρα πάλιν τὴν λειτουργίαν τῆς ἀναπνοῆς, διὰ ποίων αἰτίων ἔγεινε τοιαύτη, ὁποία τώρα ὑπάρχει. Λοιπὸν (ἔγεινεν) ὡς ἑξῆς: Ἐπειδὴ οὐδὲν ὑπάρχει κενόν, εἰς τὸ ὁποῖον νὰ δύναται νὰ εἰσέλθῃ πρᾶγμα κινούμενον, ἡ δὲ πνοὴ ἀπωθεῖται ὑφ’ ἡμῶν ἔξω, εἶναι ἤδη φανερὸν τὸ ἐπακόλουθον εἰς τοῦτο, ὅτι δήλ. αὐτὴ δὲν (ἐξέρχεται) εἰς τὸ κενόν, ἀλλ’ ἀποδιώκει ἐκ τῆς θέσεώς του τὸν πλησίον ἀέρα, οὗτος δὲ ὠθούμενος ἀποδιώκει τὸν πλησίον του πάντοτε, καὶ οὕτως ἀναγκαίως ὠθεῖται κυκλικῶς ὅλος, ἕως οὐ εἰσέλθη εἰς τὴν θέσιν, ὅθεν ἐξῆλθεν ἡ ἀναπνοή, καὶ ἀναπληρώσας αὐτήν, πάλιν παρακολουθεῖ τὴν ἐκπνοήν. Καὶ τοῦτο γίνεται συγχρόνως ὅλον, ὡς τροχὸς περιστρεφόμενος, διότι κενὸν δὲν ὑπάρχει.


     Διὸ δὴ τὸ τῶν στηθῶν καὶ τὸ τοῦ πλεύμονος ἔξω μεθιὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος, εἴσω διὰ μανῶν τῶν σαρκῶν δυομένου καὶ περιελαυνομένου, γίγνεται πλῆρες· αὖθις δὲ ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος ἔξω ἰὼν εἴσω τὴν ἀναπνοὴν περιωθεῖ κατὰ τὴν τοῦ στόματος καὶ τὴν τῶν μυκτήρων δίοδον. Τὴν δ’ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε. Πᾶν ζῷον αὑτοῦ τἀντὸς περὶ τὸ αἷμα καὶ τὰς φλέβας θερμότατα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός· ὃ δὴ καὶ προσῃκάζομεν τῷ τοῦ κύρτου πλέγματι, κατὰ μέσον διατεταμένον ἐκ πυρὸς πεπλέχθαι πᾶν, τὰ δὲ ἄλλα ὅσα ἔξωθεν, ἀέρος.

     Τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν αὑτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι· δυοῖν δὲ τοῖν διεξόδοιν οὔσαιν, τῆς μὲν κατὰ τὸ σῶμα ἔξω, τῆς δὲ αὖ κατὰ τὸ στόμα καὶ τὰς ῥῖνας, ὅταν μὲν ἐπὶ θάτερα ὁρμήσῃ, θάτερα περιωθεῖ, τὸ δὲ περιωσθὲν εἰς τὸ πῦρ ἐμπῖπτον θερμαίνεται, τὸ δ’ ἐξιὸν ψύχεται. Μεταβαλλούσης δὲ τῆς θερμότητος καὶ τῶν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γιγνομένων πάλιν ἐκείνῃ ῥέπον αὖ τὸ θερμότερον μᾶλλον, πρὸς τὴν αὑτοῦ φύσιν φερόμενον, περιωθεῖ τὸ κατὰ θάτερα· τὸ δὲ τὰ αὐτὰ πάσχον καὶ τὰ αὐτὰ ἀνταποδιδὸν ἀεί, κύκλον οὕτω σαλευόμενον ἔνθα καὶ ἔνθα ἀπειργασμένον ὑπ’ ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίγνεσθαι παρέχεται.


     Διὰ τοῦτο βέβαια τὸ στῆθος καὶ ὁ πνεύμων, ὅταν ἐξάγῃ τὴν πνοήν, πάλιν πληροῦται ὑπὸ τοῦ ἀέρος, ὅστις εἶναι πέριξ τοῦ σώματος καὶ εἰσέρχεται καὶ εἰσχωρεῖ διὰ τῶν ἀραιῶν σαρκῶν. Καὶ πάλιν ἔπειτα ἀποσυρόμενος ὁ ἀὴρ καὶ ἐξερχόμενος διὰ τοῦ σώματος κύκλῳ, ὠθεῖ μέσα τὴν ἀναπνοὴν διὰ τῆς διόδου τοῦ στόματος καὶ τῶν μυκτήρων. Ἡ αἰτία δὲ διὰ τὴν ὁποίαν τοῦτο ἔλαβεν ἀρχήν, πρέπει νὰ δεχθῶμεν ὅτι εἶναι ἡ ἑξῆς: Πᾶν ζῷον ἔχει θερμότατα τὰ ἐντὸς αὐτοῦ πλησίον τοῦ αἵματος καὶ τῶν φλεβῶν, ὡς ἐὰν ὑπῆρχε πηγὴ πυρὸς ἐν αὐτῷ, καὶ τοῦτο ὠμοιάσαμεν μὲ τὸ πλέγμα ψαροκοφίνου, (εἰπόντες) ὅτι ὅλον τὸ μέρος, τὸ ὁποῖον ἐκτείνεται εἰς τὸ μέσον, εἶναι πεπλεγμένον ἐκ πυρός, ἐνῷ τὸ ἄλλο, ὅσον κεῖται ἔξωθεν, εἶναι ἐξ ἀέρος.

     Ἡ θερμότης ὅμως, πρέπει νὰ τὸ ὁμολογήσωμεν, φυσικῶς φέρεται ἔξω πρὸς τὴν ἑαυτῆς θέσιν καὶ πρὸς τὴν ἄλλην θερμότητα τὴν ὁμοίαν μὲ αὐτήν. Ἀλλ’ ἐπειδὴ δυὸ ὑπάρχουσιν ἔξοδοι, ἡ μία διὰ τῆς ἐπιφανείας τοῦ σώματος καὶ ἡ ἄλλη διὰ τοῦ στόματος καὶ τῶν μυκτήρων, ὁσάκις (ἡ θερμότης αὐτὴ) ὁρμᾷ πρὸς τὸ ἓν μέρος, ὠθεῖ ἅμα τὸν ἀέρα ὅστις εἶναι πρὸς τὸ ἄλλο, ὁ δὲ ἀποκρουσθεῖς πίπτων εἰς τὸ πῦρ θερμαίνεται, ἐνῷ ὁ ἐξελθῶν ψύχεται. Ἐπειδὴ δὲ οὕτω ἡ θερμότης μεταβάλλει θέσιν καὶ ὁ χῶρος ὁ πλησίον τῆς ἄλλης ἐξόδου γίνεται θερμότερος, πάλιν τὸ θερμότερον ρέπον πρὸς ταύτην, ὡς φερόμενον πρὸς τὴν ὁμοίαν μὲ αὐτὸν φύσιν, ἀπωθεῖ τὸ εὐρισκόμενον εἰς τὸ ἄλλο μέρος. Τοῦτο δὲ πάσχουσα καὶ ἀνταποδίδουσα διηνεκῶς τὰ αὐτά, γεννᾷ κύκλον χωροῦντα ἐμπρὸς καὶ ὀπίσω καὶ παράγοντα δι’ ἀμφοτέρων (τῶν ὠθήσεων) τὴν ἀναπνοὴν καὶ ἐκπνοήν.


     Καὶ δὴ καὶ τὰ τῶν περὶ τὰς ἰατρικὰς σικύας παθημάτων αἴτια καὶ τὰ τῆς καταπόσεως τά τε τῶν ῥιπτουμένων, ὅσα ἀφεθέντα μετέωρα καὶ ὅσα ἐπὶ γῆς φέρεται, ταύτῃ διωκτέον, καὶ ὅσοι φθόγγοι ταχεῖς τε καὶ βραδεῖς ὀξεῖς τε καὶ βαρεῖς φαίνονται, τοτὲ μὲν ἀνάρμοστοι φερόμενοι δι’ ἀνομοιότητα τῆς ἐν ἡμῖν ὑπ’ αὐτῶν κινήσεως, τοτὲ δὲ σύμφωνοι δι’ ὁμοιότητα. Τὰς γὰρ τῶν προτέρων καὶ θαττόνων οἱ βραδύτεροι κινήσεις ἀποπαυομένας ἤδη τε εἰς ὅμοιον ἐληλυθυίας, αἷς ὕστερον αὐτοὶ προσφερόμενοι κινοῦσιν ἐκείνας, καταλαμβάνουσιν, καταλαμβάνοντες δὲ οὐκ ἄλλην ἐπεμβάλλοντες ἀνετάραξαν κίνησιν, ἀλλ’ ἀρχὴν βραδυτέρας φορᾶς κατὰ τὴν τῆς θάττονος, ἀποληγούσης δέ, ὁμοιότητα προσάψαντες, μίαν ἐξ ὀξείας καὶ βαρείας συνεκεράσαντο πάθην· ὅθεν ἡδονὴν μὲν τοῖς ἄφροσιν, εὐφροσύνην δὲ τοῖς ἔμφροσιν διὰ τὴν τῆς θείας ἁρμονίας μίμησιν ἐν θνηταῖς γενομένην φοραῖς παρέσχον.

     Καὶ δὴ καὶ τὰ τῶν ὑδάτων πάντα ῥεύματα, ἔτι δὲ τὰ τῶν κεραυνῶν πτώματα καὶ τὰ θαυμαζόμενα ἠλέκτρων περὶ τῆς ἕλξεως καὶ τῶν Ἡρακλείων λίθων, πάντων τούτων ὁλκὴ μὲν οὐκ ἔστιν οὐδενί ποτε, τὸ δὲ κενὸν εἶναι μηδὲν περιωθεῖν τε αὑτὰ ταῦτα εἰς ἄλληλα, τό τε διακρινόμενα καὶ συγκρινόμενα πρὸς τὴν αὑτῶν διαμειβόμενα ἕδραν ἕκαστα ἰέναι πάντα, τούτοις τοῖς παθήμασιν πρὸς ἄλληλα συμπλεχθεῖσιν τεθαυματουργημένα τῷ κατὰ τρόπον ζητοῦντι φανήσεται.


     Καὶ τώρα κατὰ τὸν αὐτὸν τρόπον δυνάμεθα νὰ εὔρωμεν τὰς αἰτίας τῶν ἐπενεργειῶν τῶν ἰατρικῶν σικυῶν, τῆς καταπόσεως, τῆς κινήσεως τῶν ριπτομένων σωμάτων, εἴτε τῶν ὑψουμένων εἰς τὸν ἀέρα, εἴτε τῶν ριπτομένων ἐπὶ τῆς γῆς (71), καθὼς καὶ τῶν ἤχων ὅσοι φαίνονται ταχεῖς καὶ βραδεῖς, ὀξεῖς καὶ βαρεῖς (72), οἵτινες ἄλλοτε μὲν ἔρχονται εἰς ἀσυμφωνίαν διὰ τὴν ἀνωμαλίαν τῆς κινήσεως, τὴν ὁποίαν γεννῶσιν εἰς ἡμᾶς, ἄλλοτε δὲ εἰς ἁρμονίαν διὰ τὴν ὁμαλότητα. Διότι τὰς κινήσεις τῶν πρότερον ἐρχομένων καὶ ταχυτέρων ἤχων οἱ βραδύτεροι ἦχοι φθάνουσιν, ὅταν ἐκεῖναι αἱ κινήσεις μέλλωσι νὰ παύσωσι καὶ νὰ ἔλθωσιν οὕτω εἰς ὁμοιότητα μὲ ἐκείνας, δι’ ὧν αὐτοὶ οἱ ἦχοι οἱ ἐρχόμενοι ὕστερον τὰς κινῶσι. Καταφθάνοντες δὲ οὕτω δὲν τὰς διαταράττουσι προσθέτοντες νέαν κίνησιν, ἀλλὰ προσάπτοντες ἀρχὴν κινήσεως βραδυτέρας εἰς τὴν τῆς ταχυτέρας, ἤτις καταλήγει εἰς τὸ νὰ γίνῃ ὅμοια μὲ αὐτήν, ἀποτελούσι διὰ τῆς μίξεως τοῦ ὀξέος καὶ τοῦ βαρέος μίαν μόνην ἐντύπωσιν. Ὅθεν εἰς μὲν τοὺς ἄφρονας προξενούσιν ἡδονήν, εἰς δὲ τοὺς ἔμφρονας εὐφροσύνην διὰ τὴν μίμησιν τῆς θείας ἁρμονίας, ἤτις κατορθοῦται εἰς θνητὰς κινήσεις.

     Προσέτι δὲ καὶ ὡς πρὸς τὰ ρεύματα πάντα τῶν ὑδάτων, καὶ τὰς πτώσεις τῶν κεραυνῶν καὶ τὰ θαυμάσια τῶν ἠλέκτρων καὶ τῶν Ἡρακλείων λίθων (μαγνήτου) ἕνεκα τῆς ἕλξεως (73), εἰς οὐδὲν τούτων ὑπάρχει ποτὲ δύναμις ἑλκτική. Ἀλλὰ διότι δὲν ὑπάρχει οὐδὲν κενὸν καὶ τὰ πράγματα ἀπωθοῦνται κύκλῳ ἀμοιβαίως, καὶ διότι πάντα διηρημένα καὶ ἡνωμένα πορεύονται ἕκαστον ἀμοιβαίως εἰς τὴν οἰκείαν θέσιν του, διὰ τῆς πρὸς ἄλληλα πλοκῆς ὅλων τούτων τῶν παθημάτων, θὰ φανῆ εἰς τὸν μεθοδικῶς ζητοῦντα ὅτι παράγονται τὰ θαύματα ταῦτα.