
ΒΙΟΣ ΚΑΙ ΕΡΓΑ
❧
Ὁ Ῥητόριος ὁ Αἰγύπτιος εἶναι ὁ τελευταῖος σημαντικὸς ἑλληνιστικὸς ἀστρολόγος, τοῦ ὁποίου τὰ συγγράμματα σώζονται, ὄχι ὄμως ἄλλα στοιχεία περὶ τοῦ βίου του. Ἐκτιμᾶται ὅτι ἔζησε κατὰ τὸν 7ο αἰ. μ. Χ. / 14ο αἰ. μ. Ὀ. καὶ συνέγραψε περιεκτικὴ ἐπιτομὴ τῶν τεχνικῶν τῶν γνωστῶν ἑλληνιστικῶν ἀστρολόγων ποὺ προηγήθησαν τῆς ἐποχῆς του. Εἶναι ἐκ τῶν καλλιτέρων πηγῶν τοῦ Ἀντιόχου τοῦ Ἀθηναίου καὶ διευκρινίζει ὁρισμένες ἀσαφεῖς τεχνικὲς τοῦ Οὐεττίου Οὐάλεντος τοῦ Ἀντιοχέως. Ἀποτελεῖ τὸν συνδετικὸ κρίκο μεταξὺ τῆς ἑλληνιστικῆς καὶ τῆς πρωίμου περσικῆς ἀστρολογίας, καὶ ἤσκησε σημαντικὴ ἐπιρροὴ εἰς τὴν πρώιμη δυτικοευρωπαϊκὴ ἀστρολογία (γνωστὴ ὡς “μεσαιωνικὴ” καὶ “παραδοσιακὴ” ἀστρολογία).
Ἡ Ἐπιτομὴ Τέχνης Ἀστρονομικῆς εἶναι κυρίως μία συλλογή καὶ σύνθεση τῶν βασικῶν ἔργων τῶν προγενεστέρων ἑλληνιστικῶν ἀστρολόγων διανθισμένη μὲ τὴν ἀφήγηση, τὰ σχόλια, καὶ τὶς ἐπεξηγήσεις τοῦ Ῥητορίου περὶ τῶν ἐννοιῶν καὶ τεχνικῶν ποὺ συγκέντρωσε. Ἡ Ἐπιτομὴ ἔχει τὸ ἀκόλουθο περιεχόμενο:
Α. Ῥητορίου, ἐκ τῶν Ἀντιόχου θησαυρῶν ἐπίλυσις καὶ διήγησις πάσης ἀστρονομικῆς τέχνης
[Ῥητορίου θησαυρὸς συνέχων τὸ πᾶν τῆς ἀστρονομίας. Εἰσαγωγὴ συνέχουσα τὸ πᾶν μέρος τῆς ἀστρονομίας]
Τὰ πρῶτα 53 κεφάλαια καλύπτουν τὶς βασικὲς ἔννοιες καὶ τοὺς ἐν χρήσει ὄρους τῆς ἑλληνιστικῆς ἀστρολογίας. Τὸ μεγαλύτερο μέρος προέρχεται ἀπὸ το ἀπωλεσθὲν ἔργο Θησαυροί, τοῦ Ἀντιόχου τοῦ Ἀθηναίου, ποὺ ὁ Ῥητόριος καὶ ὁ Φιρμίκος Ματέρνος διέσωσαν μερικῶς.
Β & Γ. Ῥητορίου, ἐπιλογὴ κεφαλαίων
Κατόπιν παρουσιάζονται κείμενα ἐκ διαφόρων ἀστρολόγων ὅπως Δωρόθεος, Κριτόδημος, Ἀνουβίων, Οὐέττιος Οὐάλης, Πτολεμαῖος, Πορφύριος, Παῦλος Ἀλεξανδρεὺς καὶ πιθανῶς καὶ ἄλλων. Καλύπτονται οἱ μέθοδοι ἑρμηνείας τοῦ ὡροσκοπίου καὶ οἱ βασικὲς τεχνικὲς προβλέψεων. Ἐδῶ περιέχεται καὶ ἡ Πινακικὴ ἐπίσκεψις καὶ ἀποτελέσματα τοῦ πίνακος τῆς δωδεκατόπου, ποὺ προέρχεται ἀπὸ ἔργο τοῦ Ἑρμοῦ τοῦ Τρισμεγίστου.
Δ & Ε. Ῥητορίου, Ἀποτελεσματικὴ σύνταξις ἐξ Αἰγυπτίων
Ι. Περὶ τοῦ ζῳδιακοῦ κύκλου [ἐκ τῶν Τεύκρου Βαβυλωνίου]
ΙΙ. Περὶ τῆς τῶν πλανωμένων ἀστέρων φύσεως καὶ δυνάμεως καὶ ὧν κυριεύει μελῶν ἕκαστος καὶ τὶ σημαίνει [ἐκ τῶν Ἀντιόχου θησαυρῶν]
ΙΙΙ. Περι ὡροσκόπου τῆς καταρχῆς [ἐκ τῶν Τεύκρου Βαβυλωνίου]
Ἐδῶ ὁ Ῥητόριος καλύπτει τρία κύρια θέματα, τὸν ζῳδιακό, τὴν φύση τῶν πλανητῶν, καὶ τὸν ὡροσκόπο. Τὰ κεφάλαια 1 καὶ 3 προέρχονται κυρίως ἐκ τοῦ ἔργου τοῦ Τεύκρου τοῦ Βαβυλωνίου, ἑνὸς ἀστρολόγου ποὺ πιθανῶς ἔζησε κατὰ τὸν 2ο αἰ. μ.Χ. / 9ο αἰ. μ. Ὀ. ἐν Αἱγύπτῳ. Τὸ ἔργο του εἶναι ἡ πρώτη σωζόμενη πηγὴ τῆς ἑρμηνείας τῶν 36 ζῳδιακῶν δεκανῶν καὶ ἐπηρέασε σημαντικὰ τὴν μεταγενέστερη περσικὴ καὶ ἀραβικὴ ἀστρολογία. Γιὰ τὸ πρωτότυπο κείμενο χρησιμοποιήθη: CCAG (Catalogus Codicum Astrologorum Graecorum).
Συμπληρωματικα
- Rhetorius of Egypt biography and works Βιογραφία Ῥητορίου

ΕΠΙΤΟΜΗ ΤΕΧΝΗΣ ΑΣΤΡΟΝΟΜΙΚΗΣ, ΜΕΡΟΣ Α′
ἑλληνικὸ πρωτότυπον ἐκ τοῦ CCAG (Catalogus Codicum Astrologorum Graecorum)
❧
ΠΕΡΙΕΧΟΜΕΝΑ
Ῥητορίου, ἐκ τῶν Ἀντιόχου θησαυρῶν ἐπίλυσις καὶ διήγησις πάσης ἀστρονομικῆς τέχνης.
Προοίμιον
1. Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ζῳδίων καὶ ἀρρενουμένων καὶ τεθηλυμμένων τόπων καὶ ἀστέρων.
2. Περὶ αἱρέσεως τῶν ἀστέρων.
3. Περὶ τῆς τῶν ιβ′ ζῳδίων κράσεως.
4. Περὶ ζῳδίων λεπρωδῶν καὶ ἀλφωδῶν καὶ ψωροποιῶν ἢ λειχήνων.
5. Περὶ ζῳδίων ἀσελγῶν.
6. Περὶ ζῳδίων σινοποιῶν εἰς τοὺς ὀφθαλμούς.
7. Περὶ ὑψωμάτων καὶ ταπεινωμάτων.
8. Περὶ ἐναντιωμάτων τῶν ἀστέρων.
9. Περὶ τῆς τῶν τριγωνικῶν δεσποτῶν αἱρέσεως.
10. Περὶ τῶν λϛ′ δεκανῶν καὶ τῶν παρανατελλόντων αὐτοῖς καὶ προσώπων.
11. Περὶ τῶν τῶν ἀπλανῶν λαμπρῶν ἀστέρων καὶ τῶν παρανατελλόντων δυνάμεων.
12. Περὶ τῶν ὁρίων κατ′ Αἰγυπτίους καὶ Πτολεμαῖον καὶ λαμπρῶν καὶ σκιερῶν μοιρῶν.
13. Περὶ τῶν ἀναφορῶν τῶν ζ′ κλιμάτων.
14. Περὶ τῆς τῶν ζῳδίων μελοθεσίας.
15. Περὶ τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων καὶ τῶν ἀσυνδέτων λόγον ἐχόντων πρὸς ἄλληλα ὡς ἐν τύπῳ διαμέτρων
16. Περὶ ἀσυνδέτων ζῳδίων καὶ συμπάθειαν ἐχόντων πρὸς ἄλληλα.
17. Περὶ τετραγώνων συμπαθῶν τε καὶ ἀσυμπαθῶν.
18. Περὶ τῶν δωδεκατημορίων τῶν ἀστέρων.
19. Περὶ ἀκουόντων καὶ βλεπόντων.
20. Περὶ ἐπιθεωρίας.
21. Περὶ ἀκτινοβολίας.
22. Περὶ δεξιῶν καὶ ἀριστερῶν πλευρῶν.
23. Περὶ δορυφορίας τῶν ἀστέρων.
24. Περὶ δορυφορίας παραιρέτων.
25. Περὶ συμφωνίας.
26. Περὶ ἐπιδεκατείας.
27. Περὶ κακώσεως καὶ ἀχρηματίστων τόπων.
28. Περὶ χρηματιζόντων τόπων.
29. Περὶ ἰδιοπροσωπίας.
30. Περὶ μετοχῆς.
31. Περὶ ἀνταναλύσεως.
32. Περὶ δεσποτείας ἀλλήλων.
33. Περὶ οἰκοδεσπότου.
34. Περὶ κολλήσεως.
35. Περὶ συναφῆς.
36. Περὶ μεσεμβολήσεως.
37. Περὶ παραλλαγῇς.
38. Περὶ συνδέσμου.
39. Περὶ κενοδρομίας.
40. Περὶ ὁμοροήσεως.
41. Περὶ ἐμπερισχέσεως.
42. Περὶ τῶν ἐν δυνάμει ἀστέρων.
43. Περὶ λαμπηνῶν.
44. Περὶ τοῦ πῶς χαίρουσιν οἱ ἀστέρες.
45. Περὶ τῶν ὑπαυγῶν ἀστέρων.
46. Περὶ τῶν χρόνων τῶν κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων.
47. Περὶ κλήρων σημασίας.
48. Τὰ αὐτῶν ἀποτελέσματα.
49. Περὶ τῶν τελείων καὶ ἐλαχίστων ἐτῶν.
50. Πῶς ἂν τὶς μάθοι τὰς προθέσεις τῶν ζῳδίων καὶ τὰς ὥρας τῶν κλιμάτων.
51. Περὶ τῶν μεγίστων ἐτῶν καὶ τελείων ἀποκαταστάσεων τῶν ἑπτὰ ἀστέρων.
52. Περὶ τῶν ἀσυνδέτων ἀστέρων πρὸς τὰ φῶτα.
53. Ἀποτελέσματα τῶν δορυφοριῶν τοῦ Ἡλίου.
Codices Florentini, excerpta ex codice 12: Rhetorii quaestiones astrologicae ex Antiochi thesauris excerptae. (F. 84r, F. Boll)
CCAG I, p. 140
Προοίμιον
Τίνος ἕνεκα τῶν δώδεκα ζῳδίων κυκλοειδῶς τετυχηκότων ἀπὸ Κριοῦ τὴν ἀρχὴν ἐποιησάμεθα καὶ μὴ μᾶλλον ἀπὸ Καρκίνου, καθ’ ὃ ὁ κοσμικὸς ὡροσκόπος τετύχηκεν, ἢ ἀπὸ Λέοντος ὡς ἀπὸ ἡλιακοῦ ζῳδίου, ἀλλὰ μᾶλλον τῶν δύο φωστήρων προετιμήθη ὁ τοῦ Ἄρεως οἶκος ὁ Κριός; Λέγομεν οὖν ὅτι ἐπειδὴ σωματικὰ ἐποίησαν οἱ παλαιοὶ τὰ δώδεκα ζῴδια κατὰ τὰ μέλη τοῦ ἀνθρώπου, τὴν ἀρχὴν ποιησάμενοι ἀπὸ Κριοῦ φάσκοντες αὐτὸν εἶναι κεφαλήν, τὸν δὲ Ταῦρον τράχηλον καὶ ἑξῆς ἀκολούθως μέχρι ποδῶν, τούτου χάριν ἀπὸ τοῦ ἠγεμονικωτέρου μέλους τοῦ σημαίνοντος τὸν ἐγκέφαλον καὶ πάντα ὅσα τῇ κεφαλῇ ἀνήκει, ἀπὸ Κριοῦ, τὴν ἀρχὴν ἐποιήσαντο. Ἄλλως τε καὶ τὰς δ′ ἡλικίας πρὸς τὰς δ′ τροπὰς ἐποιήσαντο ἀπὸ τοῦ ἐαρινοῦ ζῳδίου τοῦτ’ ἐστιν ἀπὸ Κριοῦ τὴν ἀρχὴν λαβόντες· τὸ γὰρ ἔαρ σημαίνει τὴν γαλουχίαν, τὸ δὲ θέρος τὴν νεότητα, τὸ δὲ μετόπωρον τὴν μέσην ἡλικίαν, ὁ δὲ χειμὼν τὸ γῆρας· δ′ οὖν εἰσι ζῴδια καὶ ταῦτα τροπικὰ λέγονται καὶ δ′ στερεὰ καὶ δ′ δίσωμα.
Καὶ τροπικὰ μὲν λέγονται καθ’ ὃ τοῦ Ἡλίου γινομένου ἐν τούτοις τοῖς ζῳδίοις αἱ τροπαὶ τῶν ἀέρων μεταβάλλονται· οἷον γινόμενος ἐν Κριῷ τροπικῷ ζῳδίῳ τροπὴν ἄγει ἐαρινὴν καὶ ἰσημερινὴν καὶ ἀπὸ τότε ὁ μὲν ἀὴρ εὐδιότερος γινεται, ἡ δὲ ἡμέρα μηκύνεται ἀπὸ τῶν ἴσων ὡρῶν. Γινόμενος δὲ ἐν Ταύρῳ στερεῷ ζῳδίῳ καὶ ἐαρινῷ σταθερώτερον καὶ ἀμετάτρεπτον ποιεῖ τὸν ἀέρα, τὴν δὲ ἡμέραν ἐπὶ πλέον αὔξει. Γινόμενος δὲ ἐν Διδύμοις δισώμῳ ζῳδίῳ ἐπαμφοτερίζει τὸν ἀέρα καὶ ποιεῖ τὴν σύγκρασιν αὐτοῦ μεταξὺ τοῦ ἔαρος καὶ τοῦ θέρους, τὴν δὲ ἡμέραν ἐπὶ πλέον αὔξει. Ἐν ταύτῃ οὖν τῇ τριζῳδίῳ ἀπαρτίζεται τὸ ἔαρ ὅ ἐστιν ἀήρ. Πάλιν δὲ γινόμενος ὁ Ἥλιος ἐν Καρκίνῳ τροπικῷ ζῳδίῳ τροπὴν ἄγει θερινὴν· καὶ ὁ ἀὴρ θερμότερος ἄρχεται γίνεσθαι καὶ ἀπὸ τότε ἀπὸ τοῦ μεγέθους τῆς ἡμέρας ἀφαιρεῖ καὶ προστίθησι εἰς τὸ μέγεθος τῆς νυκτός. Πάλιν γινόμενος ἐν Λέοντι στερεῷ ζῳδίῳ καὶ θερινῷ σταθερώτερον καὶ ἀμετάτρεπτον ποιεῖ τὸν ἀέρα, ἀφαιρῶν ἀπὸ τοῦ μεγέθους τῆς ἡμέρας καὶ προστιθεὶς εἰς τὸ μέγεθος τῆς νυκτός. Πάλιν γινόμενος ἐν Παρθένῳ δισώμῳ ζῳδίῳ ἐπαμφοτερίζει τὸν ἀέρα καὶ ποιεῖ τὴν σύγκρασιν αὐτοῦ μεταξὺ τοῦ θέρους καὶ τοῦ μετοπώρου, τὴν δὲ νύκτα ἐπὶ πλέον αὔξει καὶ τὴν ἡμέραν ἐλαττοῖ. Ἐν ταύτῃ οὖν τῇ τριζῳδίῳ πληροῦται τὸ θέρος ὅ ἐστι πῦρ.
Πάλιν γινόμενος ὁ ἥλιος ἐν Ζυγῶ τροπικῷ ζῳδίῳ τροπὴν ἄγει μετοπωρινὴν καὶ ἰσημερινὴν καὶ ἀπὸ τότε τρέπεται ὁ ἀὴρ ἐπὶ τὸ ψυχινώτερον· ἡ δὲ νὺξ μηκύνεται ἀπὸ τῶν ἴσων ὡρῶν. Πάλιν γινόμενος ἐν Σκορπίῳ στερεῷ ζῳδίῳ σταθερώτερον καὶ ἀμετάτρεπτον ποιεῖ τὸν ἀέρα τοῦ μετοπώρου, ἀφαιρῶν τὸ μέγεθος τῆς ἡμέρας καὶ προστιθεὶς εἰς τὸ μέγεθος τῆς νυκτός. Πάλιν γινόμενος ἐν Τοξότῃ δισώμῳ ζῳδίῳ ἐπαμφοτερίζει τὸν ἀέρα καὶ ποιεῖ τὴν σύγκρασιν αὐτοῦ μεταξὺ τοῦ μετοπώρου καὶ τοῦ χειμῶνος· ἐπὶ πλέον δὲ ἀφαιρεῖ ἀπὸ τοῦ μεγέθους τῆς ἡμέρας καὶ προστίθησι εἰς τὸ μέγεθος τῆς νυκτός. Ἐν ταύτῃ οὖν τῇ τριζῳδίῳ πληροῦται τὸ μετόπωρον ὅ ἐστι γῆ. Πάλιν γινόμενος ὁ ἥλιος ἐν Αἰγοκέρωτι τροπικῷ ζῳδίῳ ποιεῖ τροπὴν χειμερινήν· καὶ ἀπὸ τότε τρέπεται ὁ ἀὴρ ἐπὶ τὸ χειμονικότερον καὶ ἄρχεται ἡ ἥμερα αὔξειν, ἡ δὲ νὺξ λήγειν. Πάλιν γινόμενος ἐν Ὑδροχόῳ στερεῷ καί. χειμερινῷ ζῳδίῳ σταθερώτερον καὶ ἀμετάτρεπτον ποιεῖ τὸν ἀέρα τοῦ χειμῶνος, ἀφαιρῶν ἀπὸ τοῦ μεγέθους τῆς νυκτὸς καὶ προστιθεὶς εἰς τὸ μέγεθος τῆς ἡμέρας. Πάλιν γινόμενος ἐν Ἰχθύσι δισώμῳ ζῳδίῳ ἐπαμφοτερίζει τὸν ἀέρα καὶ ποιεῖ τὴν σύγκρασιν αὐτοῦ μεταξὺ τοῦ χειμῶνος καὶ τοῦ ἔαρος, ἀφαιρῶν τοῦ μεγέθους τῆς νυκτὸς καὶ προστιθεὶς τῷ μεγέθει τῆς ἡμέρας, ἐπὶ τὰς ἰσημερινὰς ὥρας. Ἐν ταύτῃ τῇ τριζῳδίῳ ἀπαρτίζεται ὁ χειμερινὸς ἀὴρ ὅ ἐστιν ὕδωρ.
1. Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ζῳδίων καὶ ἀρρενουμένων καὶ τεθηλυμμένων τόπων καὶ ἀστέρων.
Ἀρρενικὰ μὲν ζῴδιά ἐστιν ἕξ· Κριός, Δίδυμοι, Λέων, Ζυγός, Τοξότης, Ὑδροχόος· θηλυκὰ δὲ ἕξ· Ταῦρος, Καρκίνος, Παρθένος, Σκορπίος, Αἰγόκερως, Ἰχθύες. Ἀρρενικοὶ δὲ τόποι εἰσὶν ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὡροσκόπου· θηλυκοὶ δὲ ἀπὸ τοῦ ὡροσκόπου ἕως τοῦ ὑπὸ γῆν· πάλιν ἀρρενικοὶ τόποι ἀπὸ τοῦ ὑπὸ γῆν ἕως τοῦ δυτικοῦ κέντρου· θηλυκοὶ δὲ ἀπὸ τοῦ δύνοντος ἕως τοῦ μεσουρανοῦντος. Τούτων οὖν τῶν δ′ τεταρτημορίων δύο μὲν ἀρρενοῦνται καὶ δύο θηλύνονται. Πάλιν δὲ ἀρρενικοὶ ἀστέρες εἰσὶν Ἥλιος, Κρόνος, Ζεύς, Ἄρης, Ἑρμῆς· θηλυκοὶ δὲ Σελήνη καὶ Ἀφροδίτη. Οὗτοι δὲ οἱ ἀστέρες ποτὲ μὲν ἀρρενοῦνται, ποτὲ δὲ θηλύνονται· καὶ ἀρρενοῦνται μὲν οἱ ἀστέρες, ἐὰν ἑῷοι ἀνατολικοὶ τυγχάνωσι πρὸς τὸν Ἥλιον, τοῦτ’ ἐστὶν ἐν τοῖς ἡγουμένοις ζῳδίοις τοῦ Ἡλίου τετυχηκότες ἀπὸ μοίρας ιε′ ἔγγιστα· θηλύνονται δέ, ἐπὰν ἑσπέριοι τύχωσι πρὸς τὸν Ἥλιον τετυχηκότες ἀπὸ μοίρας ιε′ ἔγγιστα.
Πάλιν ἀρρενοῦνται οἱ ἀστέρες ἐν ἀρρενικοῖς ζῳδίοις τετυχηκότες καὶ βόρειοι γινόμενοι· θηλύνονται δὲ ἐν θηλυκοῖς καὶ νοτείοις γινόμενοι. Πάλιν ἀρρενοῦνται οἱ ἀστέρες ἐν ἀρρενικοῖς τεταρτημορίοις τετυχηκότες, ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὡροσκόπου καὶ ἀπὸ τοῦ ὑπογείου ἕως τοῦ δύνοντος· θηλύνονται δὲ ἐν τοῖς θηλυκοῖς τεταρτημορίοις, τοῦτ’ ἐστιν ἀπὸ τοῦ ὡροσκόπου ἕως τοῦ ὑπὸ γῆν ἢ ἀπὸ τοῦ δύνοντος ἕως τοῦ μεσουρανοῦντος. Συμβάλλονται δὲ οἱ ἀρρενούμενοι ἀστέρες ἐν τοῖς ἠρρενωμένοις ζῳδίοις ἢ τοῖς ἠρρενωμένοις τεταρτημορίοις πρὸς τὰς ἀρρενικὰς γενέσεις· ποιοῦσι γὰρ αὐθάδεις, τολμηρούς, τὸ ἀνδρεῖον ἐν ἑαυτοῖς ἔχοντας· τὰς δὲ γυναῖκας ποιοῦσιν ἀσέμνους, ἀναισχύντους, τολμηράς, δυσυποτάκτους καὶ πρὸς τὰς συνουσίας ἠρρενωμένας ἤτοι τριβάδας. Θηλυνόμενοι δὲ οἱ ἀστέρες ἔκ τε τῶν φάσεων καὶ τῶν ζῳδίων καὶ τῶν τεταρτημορίων ποιοῦσι τοὺς ἄνδρας μαλακούς, μαλακοψύχους, ἀτόλμους, πανταρβεῖς, θηλυνομένους καὶ τὸ ἐπίπαν ἀποκόπους ἢ γυναικεῖα ἔργα ἀποτελοῦντας· τὰς δὲ γυναῖκας κατηφεῖς, αἰσχυντηλάς, εὐγνώμονας, σεμνάς, ὑποτασσομένας τοῖς ἀνδράσι καὶ τοὺς γυναικείους νόμους δεδιδαγμένας. Καὶ ταῦτα μὲν περὶ τῶν ἑῴων καὶ ἑσπερίων ἀνατολικῶν ἀστέρων εἰρήκαμεν· οἱ γὰρ δυτικοὶ καὶ ἀφαιρεταὶ τῶν ἀστέρων ἀδρανεῖς καὶ ἀσθενέστεροι καὶ ἀνώμαλοι περὶ τὰ πρακτικὰ τετυχήκασιν πλὴν τῶν ἐγκαρδίων ἀστέρων. Ἐγκάρδιοι δὲ ἀστέρες λέγονται οἱ συνοδεύοντες ἰσομοίρως τῷ Ἡλίῳ ἢ περὶ μοίρας ἢ παρὰ μοίρας. Ταύτης δὲ τῆς φάσεως οὐδεὶς τῶν ἀρχαίων ἐμνήσθη, ἡμεῖς δὲ τῇ πείρᾳ λαβόντες ὑπετάξαμεν, ἐπειδὴ καὶ Πτολεμαῖος συνοδικὴν εἶπε τὴν φάσιν μὴ εἰρηκὼς αὐτῆς τὴν ἐνέργειαν.
2. Περὶ αἱρέσεως τῶν ἀστέρων.
Ἐπὶ τῶν ἡμερινῶν γενέσεων αἱρεσιαρχοῦσιν Ἥλιος, Κρόνος, Ζεύς, ἐπὶ δὲ τῶν νυκτερινῶν Σελήνη, Ἀφροδίτη, Ἄρης. Ὁ γὰρ Ἑρμῆς ἐπίκοινος πρὸς τὰς αἱρέσεις καθέστηκεν. Καὶ ἀγαθοποιοὶ μὲν νομίζονται Ἥλιος, Ζεύς, Σελήνη, Ἀφροδίτη, κακοποιοὶ δὲ Κρόνος καὶ Ἄρης· ὁ γὰρ Ἑρμῆς ἐπίκοινος μετὰ τῶν ἀγαθῶν ἀγαθός ἐστιν, καὶ μετὰ τῶν κακοποιῶν κακοποιὸς καθέστηκεν. Περὶ δὲ τῶν ἀγαθοποιῶν καὶ κακοποιῶν εἶπον ὅτι νομίζονται ἐπεὶ πολλάκις ἐπὶ τινων γενέσεων οἱ κακοποιοὶ κείμενοι καλῶς φάσει καὶ αἱρέσει καὶ τόπῳ μεγαλύνουσι τὰς τύχας, οἱ δὲ ἀγαθοποιοῖ κακῶς κείμενοι βλάπτουσιν αὐτὰς. Φησὶ γὰρ Δωρόθεος περὶ τούτου τοῦ κεφαλαίου εἰπών·
τρίπλευροι γὰρ κακοεργοὶ ἀμβλύνονται·
ἀστὴρ δὲ οὐκέτι φαῦλος ἐπεὶ ἀγαθὸν τόπον εὕροι·
οὐδὲ τόπος δὲ κακὸς χρηστὸν ὅτε ἀσπάζεται.
3. Περὶ τῆς τῶν ιβ′ ζῳδίων κράσεως.
Εἰρήκαμεν εἶναι τὸν Κριὸν πυρώδη, τὸν δὲ Ταῦρον γεώδη, τοὺς δὲ Διδύμους ἀερώδεις, τὸν δὲ Καρκίνον ὑδατώδη· πάλιν τὸν Λέοντα πυρώδη, τὴν δὲ Παρθένον γεώδη, τὸν δὲ Ζυγὸν ἀερώδη, τὸν δὲ Σκορπίον ὑδατώδη καὶ πάλιν τὸν Τοξότην πυρώδη, τὸν δὲ Αἰγοκέρωτα γεώδη, τὸν δὲ Ὑδροχόον ἀερώδη, τοὺς δὲ Ἰχθύας ὑδατώδεις. Ὡς εἶναι τὸ μὲν τρίγωνον Κριὸς Λέων Τοξότης πυρῶδες, τὸ δὲ τρίγωνον Ταῦρος Παρθένος Αἰγόκερως γεῶδες, τὸ δὲ τρίγωνον Δίδυμοι Ζυγὸς Ὑδροχόος ἀερῶδες, τὸ δὲ τρίγωνον Καρκίνος Σκορπίος Ἰχθύες ὑδατῶδες. Οὐκ ἀσκόπως δὲ εἴρηται τοῦτο παρὰ τοῖς παλαιοῖς· ἐπειδὴ γὰρ τὰ ὑλικὰ πάντα ἐκ τούτων τῶν δ′ στοιχείων ἤτοι σωμάτων συνέστηκεν, ἀνάγκη καὶ τὸν ἄνθρωπον ὡς τῆς αὐτῆς φύσεως κεκοινωνηκότα μετέχειν τούτων τῶν δ′ στοιχείων, καὶ προσέταξαν τὰ τέσσαρα κέντρα τῆς γενέσεως κατὰ τὰς τέσσαρας κράσεις τούτων τῶν δ′ στοιχείων, οἷον ἐὰν Κριὸς ὡροσκοπήσῃ τοῦτ’ ἐστὶν πυρῶδες ζῴδιον καὶ Αἰγόκερως μεσουρανήσῃ τοῦτ’ ἐστὶν γεῶδες ζῴδιον καὶ Ζυγὸν δύνῃ ἀερῶδες ζῴδιον καὶ Καρκίνος ἐν τῷ ὑπὸ γῆν τύχῃ ὑδατῶδες ζῴδιον, ἔσται ἡ κρᾶσις ἀρίστη. Πάλιν ἐὰν ζητῇς τὰς ἐπαναφορὰς καὶ τὰ ἀποκλίματα τῶν κέντρων, εὑρήσεις αὐτὰ κατὰ τὰ τέσσαρα στοιχεῖα ἀκολούθως κείμενα.
4. Περὶ ζῳδίων λεπρωδῶν καὶ ἀλφωδῶν καὶ ψωροποιῶν ἢ λειχήνων.
Ψώρας λέπρας λειχῆνας ἀλφοὺς ποιεῖ ἡ Σελήνη κακουμένη ἐν Κριῷ Καρκίνῳ Σκορπίῳ Αἰγοκέρωτι Ἰχθύσιν· οὐ μόνον δὲ ἡ Σελήνη ἀλλὰ καὶ ὁ κλῆρος τῆς τύχης ἢ του δαίμονος ἐν τοῖς ζῳδίοις τούτοις τετυχηκότες καὶ ὑπὸ κακοποιῶν μόνον θεωρούμενοι. Ποιοῦσι δὲ καὶ ὑποκύρτους τοὺς οὕτω γεννηθέντας.
5. Περὶ ζῳδίων ἀσελγῶν.
Ἀσελγῆ καὶ παθοποιὰ ζῴδια εἰσιν Κριὸς Ταῦρος Αἰγόκερως, Ἰχθύες, ἀπὸ μέρους δὲ καὶ Ζυγός· περὶ δὲ τούτων ἀκριβῶς ἐν τοῖς πρόσθεν εὑρήσεις.
6. Περὶ ζῳδίων σινοποιῶν εἰς τοὺς ὀφθαλμούς.
Σινοποιὰ δὲ ζῴδιά εἰσιν ἐπὶ τοὺς ὀφθαλμοὺς Ταῦρος διὰ τὴν πλειάδα, Καρκίνος διὰ τὸ νεφέλιον, Σκορπίος διὰ τὸ κέντρον, Τοξότης διὰ τὴν ἀκίδα, Αἰγόκερως διὰ τὴν ἄκανθαν, Ὑδροχόος διὰ τὴν κάλπην, ἀπὸ μέρους δὲ καὶ Λέων καὶ περὶ τούτων δὲ ἀκριβέστερον εὑρήσεις ἐν τοῖς ἔμπροσθεν.
7. Περὶ ὑψωμάτων καὶ ταπεινωμάτων.
Εἰρηκότες οὖν ἀκολούθως πᾶσαν τὴν φυσικὴν σύγκρασιν τῶν ζῳδίων, ἐπὶ τὰς αἰτίας τῶν ὑψωμάτων καὶ ταπεινωμάτων καὶ ἐναντιωμάτων τῶν ἀστέρων ἐλευσόμεθα· τίνος ἕνεκεν ἔνθα ὑψοῦται ὁ Ἥλιος, ἐκεῖ ταπεινοῦται ὁ Κρόνος, καὶ ἔνθα ὑψοῦται ὁ Κρόνος, ἐκεῖ ταπεινοῦται ὁ Ἥλιος; Λέγομεν γὰρ εἶναι τὸν Ἥλιον πυρὸς καὶ φωτὸς ταμεῖον καὶ τῆς ἡμέρας δεσπότην· τὸν δὲ Κρόνον πάλιν ψυχρὸν σημαίνοντα τὸ σκότος, ἔνθα οὖν ὑψοῦται τὸ τῆς ἡμέρας φῶς, ἐκεῖ ταπεινοῦται τὸ σκότος καὶ ἡ νὺξ καὶ θερμαίνεται τὸ ψυχρόν· ἔνθα δὲ τὸ σκότος ὑψοῦται, ἐκεῖ ταπεινοῦται τὸ φῶς καὶ ἡ ἥμερα μικροτέρα γίνεται. Πάλιν τίνος ἕνεκα ἔνθα ὑψοῦται ὁ Ζεύς, ἐκεῖ ταπεινοῦται ὁ Ἄρης, καὶ ἔνθα ὑψοῦται ὁ Ἄρης, ἐκεῖ ταπεινοῦται ὁ Ζεύς; Λέγομεν εἶναι τὸν Δία ἔφορον τοῦ ζωτικοῦ πνεύματος καὶ δαψιλείας, τὸν δὲ Ἄρεα θανάτου, ἔνθα οὖν αὔξει τὸ ζωτικὸν πνεῦμα, ἐκεῖ ταπεινοῦται ἡ του θανάτου ποιότης· ἔνθα δὲ αὔξει ὁ θάνατος, ἐκεῖ ταπεινοῦται ἡ ζωή.
Πάλιν τίνος ἕνεκα ἔνθα ὑψοῦται ἡ Ἀφροδίτη, ἐκεῖ ταπεινοῦται ὁ Ἑρμῆς, καὶ ἔνθα ὑψοῦται ὁ Ἑρμῆς, ἐκεῖ ταπεινοῦται ἡ Ἀφροδίτη; Λέγομεν εἶναι τὸν Ἑρμῆν λόγων δεσπότην, τὴν δὲ Ἀφροδίτην ἐπιθυμίας καὶ μίξεως ἔφορον. Ἔνθα οὖν αὔξει τὸ λογικόν, ἐκεῖ ταπεινοῦται τὸ ἐπιθυμητικὸν καὶ ἡδονικὸν τῆς μίξεως· ἔνθα δὲ ὑψοῦται τὸ ὀρεκτικὸν καὶ ἡδονικόν, ἐκεῖ ταπεινοῦται τὸ λογικόν. Τίνος οὖν ἕνεκεν ἔνθα ὑψοῦται ἡ Σελήνη, ἐκεῖ οὐδεὶς ταπεινοῦται, καὶ ἔνθα ταπεινοῦται ἡ Σελήνη, ἐκεῖ οὐδεὶς ὑψοῦται; Λέγομεν εἶναι τὴν Σελήνην τύχην τοῦ παντός- καὶ ὂν ὑψοῖ ἡ τύχη, οὐδεὶς ταπεινοῖ, καὶ ὂν ταπεινοῖ ἡ τύχη, οὐδεὶς ὑψῶσαι δύναται.
8. Περὶ ἐναντιωμάτων τῶν ἀστέρων.
Τίνος ἕνεκεν οἱ οἶκοι Ἡλίου καὶ Σελήνης ἐναντιοῦνται τοῖς οἴκοις τοῦ Κρόνου; Λέγομεν εἶναι τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνην φωστῆρας κόσμου, τὸν δὲ Κρόνον σκότους δεσπότην· ὅθεν ἀεὶ τὸ φῶς ἐναντιοῦται τῷ σκότει, καὶ τὸ σκότος τῷ φωτί. Πάλιν τίνος χάριν ἐναντιοῦνται οἱ οἶκοι τοῦ Ἑρμοῦ τοῖς οἴκοις τοῦ Διὸς καὶ οἱ οἶκοι τοῦ Διὸς τοῖς οἴκοις τοῦ Ἑρμοῦ; Λέγομεν εἶναι τὸν Δία ἔφορον χρήματος καὶ δαψιλείας, τὸν δὲ Ἑρμῆν λόγων ἀεὶ δεσπότην· ἀεὶ οὖν τὸ λογικὸν ἐναντιοῦται καὶ καταφρονεῖ τῆς τῶν χρημάτων ἐπιθυμίας καὶ ἡ δαψίλεια ἐναντιοῦται τῷ λογικῷ. Τίνος οὖν ἕνεκα πάλιν οἱ οἶκοι τοῦ Ἄρεως ἐναντιοῦνται τοῖς οἴκοις τῆς Ἀφροδίτης; Λέγομεν εἶναι τὴν Ἀφροδίτην ἔφορον πάσης ἐπιθυμίας καὶ τέρψεως καὶ ἡδονῆς, τὸν δὲ Ἄρεα παντὸς φόβου καὶ πολεμοῦ καὶ θυμοῦ· ἐναντιοῦται οὖν ἀεὶ τὸ τερπνὸν καὶ ὀρεκτικὸν καὶ ἡδονικὸν τῷ φοβερῷ καὶ θυμικῷ καὶ πολεμικῷ.
Ὅτι δὲ τοῦτο οὕτως ἔχει, καὶ δεῖ κατὰ τὸ ἀληθὲς οὕτως κρίνειν ἐν πᾶσι τοῖς κεφαλαίοις τὰς τῶν ἀστέρων φύσεις πρὸς τὰς ἀλλήλων σχηματουργίας. Τίνος γὰρ ἕνεκεν ὁ Ἄρης μετὰ τῆς Ἀφροδίτης μοιχείας ἀποτελεῖ; Οὔκ ἐστι δῆλον ὅτι πᾶσα μοιχεία ἐξ ἡδονῆς καὶ φόβου συνέστηκε, τοῦτ’ ἐστιν ἀπὸ Ἄρεως καὶ Ἀφροδίτης; Ὅρα δὲ πάλιν τὴν Ἀφροδίτην συνοῦσαν τῷ Κρόνῳ, πῶς ποιεῖ τοὺς οὕτω γεννηθέντας ἀσπέρμους, δυστέκνους, ῥυπαροὺς ἢ καὶ ἀγάμους, μίξας ἀμφοτέρων τὰς φύσεις, εὑρήσεις τὴν αἰτίαν τοῦ γὰρ Κρόνου ψυχρὰς καὶ ξηρὰς φύσεως τετυχηκότος καί, περὶ ὧν προείρηται, ψύχοντος καὶ ξηραίνοντος τὸ ἡδονικὸν καὶ σπερματικὸν πνεῦμα, πῶς τεκνογόνος γενήσεται ἢ γάμους ἀρυπάρους ἕξει διὰ τὸ πρεσβυτικὸν ἢ ῥυπαρὸν τῆς φύσεως τοῦ ἀστέρος;
9. Περὶ τῆς τῶν τριγωνικῶν δεσποτῶν αἱρέσεως.
Ἑκάστης οὖν τριγωνικῆς πλευρὰς — τριγωνικῆς δὲ λέγω τῆς διὰ ε′ ζῳδίων ἀριθμουμένης- οἷον ἀπὸ Κριοῦ εἰς Λέοντα, καὶ ἀπὸ Λέοντος εἰς Τοξότην, καὶ ἀπὸ Τοξότου εἰς Κριὸν γινονται ζῴδια ε′ καὶ ἀποτελοῦσι τριγωνικὴν πλευρὰν ἢ γραμμὴν ἐν τῷ ζῳδιακῷ κύκλῳ ἀπὸ μοιρῶν ρκ′· τρις γὰρ ἑκατὸν εἴκοσι γίνονται μοῖραι τξ′, ἃς τινας ἔχει μοίρας ὁ πᾶς ζῳδιακὸς κύκλος — ταύτης οὖν τῆς τριγωνικῆς πλευρᾶς δεσπόζουσιν ἡμέρας μὲν Ἥλιος, νυκτὸς δὲ Ζεύς· τούτων δὲ τρίτος καὶ ἐπίκοινός ἐστι Κρόνος. Πάλιν Ταύρου Παρθένου Αἰγοκέρωτος δεσπόζουσιν ἡμέρας μὲν Ἀφροδίτη, νυκτὸς δὲ Σελήνη, τρίτος δὲ καὶ ἐπίκοινος Ἄρης. Πάλιν Διδύμων Ζυγοῦ Ὑδροχόου δεσπόζουσιν ἡμέρας μὲν Κρόνος, νυκτὸς δὲ Ἑρμῆς, τρίτος δὲ καὶ ἐπίκοινος Ζεύς. Πάλιν Καρκίνου Σκορπίου Ἰχθύων δεσπόζουσιν ἡμέρας μὲν Ἀφροδίτη, νυκτὸς δὲ Ἄρης, τρίτος δὲ καὶ ἐπίκοινος Σελήνη. Τούτων δὲ τῶν τριγωνικῶν δεσποτῶν τὰς χρήσεις καὶ τὰ ἀποτελέσματα ἐν τοῖς ἔμπροσθεν εὑρήσεις.
10. Περὶ τῶν λϛ′ δεκανῶν καὶ τῶν παρανατελλόντων αὐτοῖς καὶ προσώπων.
Ἡ α′ παράγραφος εἶναι ἀπὸ τὸ κεφ. 47 τῆς “Εἰσαγωγῆς εἰς τὴν Ἀποτελεσματικὴν”, τοῦ Πορφυρίου
Τοῦ ζῳδιακοῦ κύκλου εἰς ιβ′ τμήματα τετμημένου, τουτέστιν εἰς ιβ′ ζῴδια, ἕτερα τμήματα λϛ′ ὑπέθεντο οἱ παλαιοί, οὕστινας ἐκάλεσαν δεκανούς, καὶ τούτους κατεμέρισαν κατὰ ζῴδιον δέκα μοιρῶν ἄρχειν, διὸ καὶ δεκανοὶ καλοῦνται. Ὑπόκεινται δὲ τούτοις τοῖς δεκανοῖς οἱ προειρημένοι ἐν τῷ ζῳδιακῷ κύκλῳ παρανατέλλοντες, ἔχουσι δὲ καὶ πρόσωπα τῶν ζ′ ἀστέρων, ἅτινα συμπάθειαν ἔχουσι πρὸς τοὺς ἐπικειμένους αὐτοῖς ἀστέρας. Οἷον ὑπόθου τὸν Ἥλιον εἶναι Κριοῦ μοίραις ι′ δεκανῷ πρώτῳ, προσώπῳ Ἄρεως· ἐπεὶ οὖν εἰρήκαμεν τὸν Ἥλιον σημαίνειν τὰ ψυχικά, εὑρήσεις τὴν ψυχὴν τοῦ τοιούτου ἔπανδρον, θυμικήν, πολεμοχαρῆ, φίλοπλον καὶ τὰ ὅμοια. Ὑπόθου δὲ πάλιν εἶναι τὸν Ἥλιον Κριοῦ μοίραις κ′ δεκανῷ δευτέρῳ, προσώπῳ Ἡλίου, σημαίνει τὸν τοιοῦτον εἶναι λαμπρὸν τὴν ψυχὴν καὶ φιλόδοξον καὶ φιλότιμον καὶ οὐκέτι πολεμοχαρῆ. Ὑπόθου δὲ πάλιν εἶναι τὸν Ἥλιον Κριοῦ μοίραις λ′ δεκανῷ γ′, προσώπῳ Ἀφροδίτης, σημαίνει δὲ τὸν τοιοῦτον εἶναι θηλυκόψυχον, θηλύμορφον, ἔπαισχρον, λάγνον καὶ τὰ ὅμοια. Ὅρᾳ πως ἐν ἑνὶ ζῳδίῳ τρεῖς διαφοραὶ περὶ τὰ ψυχικὰ μόνον ὑπεδείχθησαν. Ἔγκεινται δὲ καὶ τῶν δεκανῶν καὶ τῶν παρανατελλόντων αὐτοῖς καὶ τῶν προσώπων τὰ ἀποτελέσματα παρὰ Τεύκρου τοῦ Βαβυλωνίου.
Ταῦτα δὲ πάνυ καλῶς Τεῦκρος ὁ Βαβυλώνιος ἐξέθετο· ἡμεῖς δὲ μερικῶς ὑπομνήσομεν οὕτως.
Ἰστέον ὅτι ἓν ἕκαστον ζῴδιον δεκανοὺς ἔχει τρεῖς· ἕκαστος δὲ δεκανὸς κεκλήρωται μοίρας δέκα· ἐν ἑκάστῃ δὲ μοῖρᾳ ποιεῖ ὁ Ἥλιος ὥρας κδ′ ἤτοι νυχθήμερον ἕν.
Δεκανῷ α′ Κριοῦ ποιεῖ κινδύνους, ἐπιβουλάς, ῥεύματα· ἐν δὲ τῷ β′ πλουσίους καὶ ἐνδόξους, πλὴν ταχυθάνατοι· ἐν δὲ τῷ γ′ νόσους, θορύβους, ἐν νεότητι κακοπάθειαν, εἰς δὲ τὸ γῆρας εὐφροσύνην.
Δεκανῷ α′ Ταύρου ποιεῖ τὸν γεννηθέντα ἐξ ἄλλοτρίων πλούσιον καὶ ἐπίδοξον· ἐν δὲ τῷ β′ ποιεῖ τὴν νεότητα μοχθηρὰν καὶ τοὺς κινδύνους ταχέως διαφεύγοντας· ἐν δὲ τῷ γ′ ποιεῖ στρατιώτας, εὐποριστάς, βεβαίους, συστατικούς, πολυχρονίους.
Δεκανῷ α′ Διδύμων ὁ γήμας οὐκ εὐτυχήσει, οὐκ ἐπιτηδεύσει, καὶ ἐπὶ τέκνοις λυπηθήσεται· ἐν τῷ β′ ἕξει γάμον οὐκ ἐπιτήδειον, σημαίνει δὲ εὐφορίαν στρατιῶν· ἐν δὲ τῷ τρίτῳ ποιεῖ πλουσίους, ἐνδόξους, ἄρχοντας, πλὴν ταχυθάνατοι.
Δεκανῷ α′ Καρκίνου ποιεῖ δημοσιοπράκτους, καὶ ἐπὶ τέκνοις λυπηθήσονται, περιλύπους ἐν νεότητι, εἰς δὲ τὸ γῆρας εὐτυχεστάτους· ἐν δὲ τῷ β′ ὁ γήμας εὐχρηματίσει καὶ ἐξ ἄλλοτρίων πραγμάτων ὠφεληθήσεται καὶ λυπηθήσεται ὑπὸ γυναικός· ἐν δὲ τῷ γ′ ὁ γεννηθεὶς εὔγλωττος καὶ ἐν νεότητι περίλυπος, εἰς δὲ τὸ γῆρας εὐφρανθήσεται.
Δεκανῷ α′ Λέοντος ἄρχοντας ποιεῖ καὶ πλουσίους, καὶ ἐν τῷ τέλει εὐπορήσει, καὶ γυναῖκα προθάψει· ἐν δὲ τῷ β′ καὶ γ′ φαυλότητα ποιεῖ καὶ μοχθηρίαν ἀποτελεῖ καὶ τὸν ξενιτεύοντα διαφθείρει.
Δεκανῷ α′ Παρθένου κινδύνους ποιεῖ, καὶ οἱ γεννώμενοι ὀρφανοὶ ταχέως γενήσονται· ἐν δὲ τῷ β′ καὶ γ′ εὐτυχεῖς ποιεῖ καὶ ἀπὸ γυναικείων συναφειῶν πλουτήσουσιν· πλὴν λυπηθήσονται ἐν γονεῦσι καὶ τέκνοις.
Δεκανῷ α′ Ζυγοῦ ὁ γεννηθεὶς ἐν νεότητι κινδυνεύσει, ὕστερον δὲ κτήσεται προφάσει ὑπογείων ἢ ἀπὸ εὑρημάτων· ἐν δὲ τῷ β′ πλουτήσει ἐν τετραπόδοις πλὴν ταχυθάνατος· ἐν δὲ τῷ γ′ νόσους καὶ θορύβους ὑποστήσεται ἐν νεότητι, ἐν δὲ τῷ γηραϊ εὐφρανθήσεται ὑπὸ πολλῶν τρόπων.
Δεκανῷ α′ Σκορπίου ἐξ ἑρμαικῶν ὠφεληθήσεται καὶ κληρονόμος ἀναφανεῖται ἐνδόξων πραγμάτων· ἐν δὲ τῷ β′ κινδύνους ὑποστήσεται ἐν νεότητι· ἐν δὲ τῷ γ′ ὁ γεννηθεὶς στρατεύσει καὶ πολυχρονίσει πολλὰ καὶ γυναῖκα προθάψει καὶ ἐν τῷ γήραϊ πλουτήσει.
Δεκανῷ α′ Τοξότου ὁ γεννηθεὶς οὐκ ἐπιτηδεύσει ἐν γυναιξὶ καὶ ἐπὶ τέκνοις λυπηθήσεται· ἐν δὲ τῷ β′ ἄλυπον βίον ζήσεται, πλὴν ἐπὶ ξένοις τελευτήσει· ἐν δὲ τῷ γ′ πλουσίους καὶ ἐνδόξους ποιεῖ καὶ κληρονομίαν λήψεται ἐκ γυναικός.
Δεκανῷ α′ Αἰγοκέρωτος δημοσιοπράκτους ποιεῖ, καὶ ἐπὶ τέκνοις λυπηθήσονται, καὶ ἐν νεότητι κινδυνεύσουσιν καὶ εἰς τὸ γῆρας εὐτυχήσουσιν· ἐν δὲ τῷ β′ εὐχρήστους ποιεῖ καὶ ἐξ ἑτέρων πραγμάτων ὠφελουμένους· ἐν δὲ τῷ γ′ ὀξὺς γενήσεται, εὔγλωττος, πατρικὰ χρήματα ἀπολέσας· ἐν νεότητι κακοπαθήσει, ἐν δὲ τῷ γήραϊ εὐφρανθήσεται.
Δεκανῷ α′ Ὑδροχόου ἀγαθὸς γενήσεται καὶ εὐμετάβουλος καὶ ἐν γυναιξὶν εὐάρμοστος· ἐν δὲ τῷ β′ καὶ γ′ φαύλους ποιεῖ, καὶ ἐν νεότητι μοχθηρίαν πραγμάτων φθορεὺς καὶ ἔνυλός τε καὶ ἔνυγρος.
Δεκανῷ α′ Ἰχθύων ὁ γεννηθεὶς πονηρός, ἔνυγρος, ψευδολόγος, πλὴν ταχυθάνατος· ἐν δὲ τῷ β′ καὶ γ′ ποιεῖ εὐτυχεῖς καὶ ἐξ ἑτέρων πραγμάτων ὠφελουμένους καὶ ἐν γάμοις εὐτυχοῦντας καὶ ἐν τέκνοις λυπηθήσονται.
11. Περὶ τῶν τῶν ἀπλανῶν λαμπρῶν ἀστέρων καὶ τῶν παρανατελλόντων δυνάμεων
Ἀπὸ τὸ κεφ. 48 τῆς “Εἰσαγωγῆς εἰς τὴν Ἀποτελεσματικὴν”, τοῦ Πορφυρίου
Ὁ τύπος τῶν ζῳδίων καὶ τῶν παρανατελλόντων ἀπὸ τῆς τῶν ἀστέρων συνθέσεως συνέστηκεν. Ἔχουσιν οὖν ἐν ἑαυτοῖς λαμπροὺς ἀστέρας καὶ ἀμυδροὺς καὶ στυγνοτέρους. Τούτους τηρήσαντες οἱ παλαιοὶ εἶπον τοὺς μὲν λαμπροτάτους αὐτῶν μεγέθους πρώτου, τοὺς δὲ ἀμυδροτέρους μεγέθους δευτέρου, τοὺς δὲ στυγνοτέρους μεγέθους τρίτου καὶ ἑξῆς ἀκολούθως εὗρον αὐτοὺς ἕως τοῦ ἕκτου μεγέθους καὶ τῆς τῶν πλανητῶν κράσεως κεκοινωνηκότας, καθὰ προειρήκαμεν, καὶ τοὺς μὲν αὐτῶν ἐν τῷ ζῳδιακῷ κυκλῳ τετυχηκότας, τοὺς δὲ βορειοτέρους τοῦ ζῳδιακοῦ, τοὺς δὲ νοτιωτέρους. Τηρήσαντες οὖν τοὺς λαμπροτέρους αὐτῶν ἀστέρας εὗρον λαμπροὺς λ′ τοῦ πρώτου καὶ τοῦ δευτέρου μεγέθους τετυχηκότας. Ἐπὰν οὖν οὗτοι εὑρεθῶσιν ἐπὶ τοῦ ὡροσκόπου ἰσομοίρως ἢ ἐπὶ τοῦ μεσουρανήματος ἢ τὸν Ἥλιον ἢ τὴν Σελήνην σχηματίζοντες ἢ μετά τινος ἀστέρος, ἀλλοιοῦσι τὴν γένεσιν κατὰ τὴν προσήκουσαν αὐτοῖς κρᾶσιν, οἷον εἰ μὲν κράσεώς ἐστὶν ἀγαθοποιοῦ, ἀγαθώτερα ὄντα τὰ τῆς τύχης, εἰ δὲ κακοποιοῦ, χείρω.
12. Περὶ τῶν ὁρίων κατ’ Αἰγυπτίους καὶ Πτολεμαῖον καὶ λαμπρῶν καὶ σκιερῶν μοιρῶν.
Ἀπὸ τὸ κεφ. 49 τῆς “Εἰσαγωγῆς εἰς τὴν Ἀποτελεσματικὴν”, τοῦ Πορφυρίου
Πάλιν οἱ παλαιοὶ εἰς ἡμίσεις χώρας ἢ τόπους τέμνοντες ἕκαστον ζῴδιον ὠνόμασαν ὅρια οὐ κατὰ τάς ἴσας μοίρας, ὡς ἐπὶ τῶν δεκανῶν εἰρήκαμεν, ἀλλὰ διαφόρως κατὰ ἄλλην αἰτίαν, ἥντινα ὑπέθεντο ἐν ταῖς τῶν ἀστέρων τελείαις περιόδοις. Περιόδους δὲ λέγω ἅστινας ἐν τοῖς ἔμπροσθεν εὑρήσεις· αὐταὶ δὲ αἱ μοῖραι τῶν ὁρίων αἱ κατὰ ζῴδιον κείμεναι. Τινὲς μὲν αὐτῶν εὑρίσκονται Διός, ἄλλαι δὲ Ἀφροδίτης, ἄλλαι δὲ Κρόνου καὶ ἄλλαι τῶν λοιπῶν πλανητῶν. Ὅταν οὖν τις τῶν ἀστέρων εὑρεθῇ ἐν οἴκῳ ἀγαθοποιοῦ καὶ ἐν ὁριοῖς ἀγαθοποιοῦ λόγον ἔχων πρὸς τὴν γένεσιν, ἀγαθοποιεῖ τὴν τύχην· ἐὰν δὲ εὑρεθῇ ἐν οἴκῳ μὲν ἀγαθοποιοῦ, ὁρίοις δὲ κακοποιοῦ, ἐλαττοῖ τὸ ἀγαθὸν τῆς τύχης· εἰ δὲ τύχοι ἐν οἴκῳ κακοποιοῦ καὶ ὁρίοις κακοποιοῦ, κακοῖ καὶ ἀμαυροῖ τὴν τύχην. Ἡ οὖν τῶν ὁρίων ἐνέργεια ἐναλλοιοῖ τὴν τῶν ἀστέρων ἀποτελεσματογραφίαν, καθὰ εἴρηται καὶ ἐπὶ τῶν προσώπων τῶν δεκανῶν. Ὁ οὖν Πτολεμαῖος ἔν τισιν ὁρίοις οὐ συνῄνεσε τοῖς Αἰγυπτίοις. Διὸ ἠναγκάσθην καὶ τούτων ὑπόμνησιν ποιήσασθαι. Συμβάλλονται δὲ τὰ ὅρια αὐτῶν ἐν τοῖς αὐτῶν ἀποτελέσμασι μόνοις. Αἱ δὲ λαμπραὶ καὶ σκιαραὶ καὶ ἀμυδραὶ μοῖραι οὐ μικρὰν ἔχουσι τὴν ἐνέργειαν, εἴπερ οἱ ἀστέρες ἐν ταῖς λαμπραῖς μοίραις εὑρέθησαν τετυχηκότες. Διὸ καὶ ταῦτα ἐν τοῖς ἔμπροσθεν ἠναγκάσθην καθυποτάξαι.
13. Περὶ τῶν ἀναφορῶν τῶν ζ′ κλιμάτων.
Τὰς ἀναφορὰς τῶν ζ′ κλιμάτων ὑπέταξεν ὁ Πτολεμαῖος ἀκριβῶς κατὰ λεπτὸν διερευνήσας καὶ τούτων δεόμεθα ἐν πάσαις γενεθλιακαῖς μεθόδοις καθὼς ὑπέταξεν ἐν τῷ προχείρῳ κανόνι αὐτοῦ· οἱ δὲ Αἰγύπτιοι καὶ Οὐάλης παχυμερεστέρως μὲν ὑπέταξαν τὰ ζ′ κλίματα, ἐνεργῶς δὲ καὶ τούτων δεόμεθα ἐν ταῖς τῶν ζῳδίων καὶ τῶν ἀστέρων συνανατολαῖς καθ’ ἕκαστον κλίμα, καθώς φησίν ἐν τοῖς ἑαυτοῦ ἀποτελέσμασιν Οὐάλης.
14. Περὶ τῆς τῶν ζῳδίων μελοθεσίας.
Ἀπὸ τὸ κεφ. 50 τῆς “Εἰσαγωγῆς εἰς τὴν Ἀποτελεσματικὴν”, τοῦ Πορφυρίου
Τάς τοῦ ἀνθρώπου μελοθεσίας ὑπέταξεν, ὧν κυριεύει μελῶν ἕκαστον τῶν ζῳδίων καὶ τῶν ἀστέρων διὰ τὸ εἰδέναι ἡμᾶς τὰ σίνη καὶ τὰ πάθη τὰ γινόμενα τοῖς ἀνθρώποις ἀπὸ τῶν κλήρων τῆς τύχης καὶ τοῦ δαίμονος καὶ τοῦ σίνους καὶ τῶν κυρίων αὐτῶν· ἔνθεν γὰρ γνωρίζονται ὡς ἐπὶ τὸ πλεῖστον τὰ πάθη καὶ τὰ σίνη. Εἰρηκὼς οὖν πάντα τὰ προειρημένα ἀκολούθως καὶ τὴν ἐπίλυσιν αὐτῶν σαφῶς ποιησάμενος ὑποτάξω κατὰ τὴν τῶν σχηματισμῶν ἐναργῆ δύναμιν.
15. Περὶ τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων καὶ τῶν ἀσυνδέτων λόγον ἐχόντων πρὸς ἄλληλα ὡς ἐν τύπῳ διαμέτρων.
Ἀπὸ τὸ κεφ. 51 τῆς “Εἰσαγωγῆς εἰς τὴν Ἀποτελεσματικὴν”, τοῦ Πορφυρίου
Τῶν τριγώνων καὶ τετραγώνων καὶ ἑξαγώνων συσχηματισμῶν διαφοραὶ καθεστήκασιν. Καὶ ἡ μὲν πρώτη καὶ μείζων ἐστὶν πασῶν ἢ μοιρικῶς λαμβανομένη κατὰ τὸν πρόχειρον κανόνα Πτολεμαίου, καθὼς ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν. Ἡ δὲ δεύτερα ἐστίν ἡ χρονική, ἣν Ἀντίγωνος καὶ Φνάης ὁ Αἰγύπτιος καὶ ἄλλοι τίνες ὑπέταξαν καὶ ὠνόμασαν ἰσοσκελὲς τρίγωνον τῶν ἀναφορῶν τῶν ζῳδίων. Ἡ δὲ τρίτη ἐστὶν ἡ ζῳδιακὴ ἢ κοινὴ καὶ καθολική, εἰς ἣν πάντες πλανώμεθα. Πολλάκις γὰρ τοῦ Ἡλίου ὄντος ἐν Λέοντι περὶ μοῖραν α′, τοῦ δὲ Διὸς ὄντος ἐν Τοξότῃ περὶ μοίρας ε′ ἔφανθη τὸ τρίγωνον Διὸς πρὸς Ἥλιον, οἱ δὲ ἀργοὶ πρὸς ἀλλήλους ἐσχηματίσθησαν. Οὔτε γὰρ πλατικῶς ἐντὸς τῶν ρκ′ μοιρῶν καθεστήκασιν, οὔτε δὲ χρονικῶς ἐντὸς τῶν ρκ′ χρόνων τετυχήκασιν, οὔτε μὴν ἀναφορικῶς ἐντὸς τῶν ρκ′ μοιρῶν. † λοιπὸν οὖν ἀπὸ τῶν τῶν πλανητῶν κεφαλαίων γίνεται †. Καλεῖται οὖν ἀεὶ τριγωνικὴ πλευρὰ ζῳδιακή, ἥτις πάλιν τὴν ἐνέργειαν ἔσχηκεν, ἐπειδὴ οὐ συνέσχεν αὐτὴν οὔτε ἡ μοιρική, οὔτε ἡ χρονική. Ἐπεὶ οὖν τὴν μοιρικὴν τρίγωνον καὶ τετράγωνον καὶ ἑξάγωνον πλευρὰν ἐν τοῖς ἔμπροσθεν ὑπετάξαμεν διὰ τῶν κανόνων Πτολεμαίου, τήν τε ζῳδιακὴν νῦν ὑπεδείξαμεν, ἀναγκαῖον ᾠήθην ὑποτάξαι καὶ τὴν χρονικὴν δι’ ὑποδείγματος.
Ὑπόθου εἶναι τὸν Ἥλιον ἐν Κριῷ ἐν τῷ δι’ Ἀλεξανδρείας κλίματι μοιρ. α′ καὶ τὸν Δία Λέοντι μοιρ. β′, τὸν δὲ Ἄρη Λέοντι μοιρ. ε′, ποιῶ οὕτως· ἀναφορὰ Κριοῦ χρόνοι κα′ μ′ καὶ ἀναφορὰ Ταύρου χρόνοι κε′ Ο′ καὶ ἀναφορὰ Διδύμων κη′ κ′ καὶ ἀναφορὰ Καρκίνου λα′ μ′, γίνονται χρόνοι τῶν τεσσάρων ζῳδίων ρϛ′ μ′, ὑπολείπονται εἰς τοὺς ρκ′ χρόνοι ιγ′ κ′, οὓς εὑρίσκω περὶ τάς ια′ C 1 μοίρας τοῦ Λέοντος· διπλώσας γὰρ τοὺς λε′ χρόνους γίνονται χρόνοι ο′, τούτους ἑνδεκάκις καὶ ἥμισυ ποιήσας εὑρίσκω χρόνους ωε′, οὓς ποιῶ παρὰ τὸν ἑξήκοντα, γίνονται χρονοι ιγ′ κε′. Mίγνυμι τὰ ρϛ′ μ′, ὁμοῦ γίνονται χρόνοι ρκ′ ε′. Eὑρίσκεται οὖν ἡ ια′ C μοῖρα τοῦ Λέοντος ἐν τῷ δι’ Ἀλεξανδρείας κλίματι τρίγωνον ἰσοσκελὲς ἀποτελοῦσα πρὸς τὴν πρώτην μοῖραν τοῦ Κριοῦ. Καὶ λέγομεν τὸν μὲν Δία ὑπὸ Ἡλίου θεωρεῖσθαι ζῳδιακῶς καὶ χρονικῶς, τὸν δὲ Ἄρη ζῳδιακῶς μόνον.
Ἐπειδὴ ὑπολείπονται τοῦ Λέοντος χρόνοι κα′ λε′, τούτους προστίθημι τῷ δευτέρῳ ἰσοσκελεῖ τριγώνῳ οὕτως· Λέοντος χρόνοι κα′ λε′, Παρθένου χρόνοι λη′ κ′, Ζυγοῦ χρόνοι λη′ κ′, ὁμοῦ γίνονται χρόνοι ϙη′ ιε′, ὑπολείπονται πάλιν εἰς τοὺς ρκ′ χρόνοι κα′ μέ′, τούτους εὑρίσκω περὶ τάς ιη′ C ζ′ μοίρας τοῦ Σκορπίου· διπλώσας γὰρ τὴν ἀναφορὰν τοῦ Σκορπίου, τουτέστι τοὺς λε′ χρόνους, γίνονται χρόνοι ο′, τούτους ἐπὶ τάς ιη′ C ζ′ ποιήσας εὑρίσκω χρόνους ͵ατε′, οὓς ποιῶ παρὰ τὸν ἑξήκοντα, γίνονται κα′ μέ′, οὕστινας προστίθημι τοῖς ϙη′ ιε′, γινονται ὁμοῦ χρόνοι ρκ′. Εὑρίσκονται οὖν αἱ ιη′ C ζ′ μοῖραι τοῦ Σκορπίου ἐν τῷ δι’ Ἀλεξανδρείας κλίματι τὸ δεύτερον τρίγωνον ἰσοσκελὲς ἀποτελοῦσαι πρὸς τὴν ια′ C μοῖραν τοῦ Λέοντος.
Πάλιν ἐπειδὴ ὑπολείπονται τοῦ Σκορπίου χρόνοι ιγ′ ιε′, τούτοις προστίθημι τὸ τρίτον ἰσοσκελὲς τρίγωνον· Σκορπίου χρόνοι ιγ′ ιε′, Τοξότου λα′ μ′, Αἰγοκέρωτος κη′ κ′, Ὑδροχόου κε′, Ἰχθύων κα′ μ′, ὁμοῦ γίνονται ριθ′ νε′ χρόνοι, οἵτινες ἀποτελοῦσι τὸ τρίτον τρίγωνον ἰσοσκελὲς τοῦ ζῳδιακοῦ κύκλου. Αἱ γὰρ ὑπολειφθεῖσαι ε′ μοῖραι εἰς τοὺς ρκ′ χρόνους ἐν τῷ πρώτῳ τριγώνῳ εἰσὶν ἀποτεταγμέναι. Τῇ δὲ αὐτῇ μεθόδῳ καὶ τάς ἑξαγώνους καὶ τετραγώνους πλευρὰς εὑρήσεις, αἵτινες καλοῦνται χρονικαί.
16. Περὶ ἀσυνδέτων ζῳδίων καὶ συμπάθειαν ἐχόντων πρὸς ἄλληλα.
Ἀσύνδετα μὲν ζῴδια εἰσι, συμπάθειαν δὲ ἔχοντα πρὸς ἄλληλα πάντα τὰ ἰσανάφορα ζῴδια καὶ ἰσοδυναμοῦντα καὶ ὁμοζωνοῦντα οἷον ἰσανάφορα μὲν Κριὸς καὶ Ἰχθύες, Δίδυμοι καὶ Αἰγόκερως, Καρκίνος καὶ Τοξότης, Παρθένος καὶ Ζυγός· ἰσοδυναμοῦντα δὲ Δίδυμοι καί Καρκίνος, Παρθένος καὶ Κριός, Ζυγὸς καὶ Ἰχθύες, Τοξότης καὶ Αἰγόκερως· ὁμοζωνοῦντα δὲ Ταῦρος πρὸς Ζυγόν, Κριὸς πρὸς Σκορπίον. Καὶ τὰ μὲν πλησία ἀλλήλων ζῴδια ἀσύνδετα παντάπασιν ἄχρηστα πρὸς συμπάθειαν καθεστήκασιν. Συμβάλλεται δὲ τοῦτο τὸ κεφάλαιον εἰς τὰς συναναφορὰς τῶν ζῳδίων καὶ τὰς συνανατολὰς τῶν ἀστέρων, καὶ πρὸς τὰς φιλίας τε καὶ συμπαθείας ἀνδρῶν τε καὶ γυναικῶν καὶ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ δούλων.
17. Περὶ τετραγώνων συμπαθῶν τε καὶ ἀσυμπαθῶν.
Τὰ μὲν οὖν συμπάθειαν ἔχοντα πρὸς ἄλληλα ζῴδια κατὰ τετράγωνον ζῳδιακὴν πλευράν εἰσι ταῦτα· Ταῦρος πρὸς Ὑδροχόον, καὶ Λέων πρὸς Σκορπίον διὰ τὸ ἰσανάφορον· πάλιν Λέων πρὸς Ταῦρον καὶ Σκορπίος πρὸς Ὑδροχόον διὰ τὴν ἰσοδυναμίαν· καὶ Δίδυμοι πρὸς Παρθένον καὶ Τοξότης πρὸς Ἰχθύας διὰ τὴν ὁμοζωνίαν. Τὰ δὲ ἄλλα πάντα τετράγωνα ἄχρηστα εἰς συμπάθειαν τυγχάνουσιν. Πᾶσα δὲ τετράγωνος πλευρὰ καθέστηκε διὰ μοιρῶν ϙ′, ἡ δὲ ἑξάγωνος διὰ μοιρῶν ξ′, τετράκις γὰρ ϙ′ τξ′ καὶ ἑξάκις ξ′ τξ′, ἡ δὲ διάμετρος διὰ μοιρῶν ρπ′, δὶς γὰρ ρπ′ γινονται τξ′, ἅς τινας ὁ πᾶς κύκλος ἔχει μοίρας.
18. Περὶ τῶν δωδεκατημορίων τῶν ἀστέρων.
Τὰ δωδεκατημόρια τῶν μοιρῶν τῶν ἀστέρων τριχῶς οἱ παλαιοὶ ἐξέθεντο· καὶ ὁ μὲν Παῦλος ἐν τῇ εἰσαγωγῇ αὐτοῦ εἶπεν ποιεῖσθαι ἴσας τὰς τοῦ ἀστέρος μοίρας παρὰ τὸν ιγ′ καὶ ἀπολύειν ἀπὸ τοῦ αὐτοῦ ζῳδίου ἀνὰ μοιρῶν λ′ καὶ ὅπου ἂν καταντήσῃ ὁ ἀριθμός, ἐν ἐκείνῳ τῷ ζῳδίῳ ἐστὶ τὸ δωδεκατημόριον τοῦ ἀστέρος. Ὁ δὲ Δωρόθεος λέγει ἐν τῷ α′ βιβλίῳ παρὰ τὸν ιβ′ ποιεῖσθαι τὰς μοίρας. Ὁ δὲ Πτολεμαῖος λέγει ἐν τῷ κϛ′ κεφαλαίῳ τοῦ α′ βιβλίου παρὰ τὸν δύο ἥμισυ ἀπολύειν τὰς μοίρας κατὰ ζῴδιον. Ἐγὼ δὲ ἐκ πείρας μᾶλλον εὗρον συναινοῦσαν τὴν μέθοδον Δωροθέου τῇ Πτολεμαίου· καὶ ταύταις μᾶλλον συναινῶ ταῖς μεθόδοις, λέγω δὲ ταῖς παρὰ τὸν ιβ′, καὶ ταῖς παρὰ τὸν β′ ἥμισυ· οὕτως γὰρ καταλήγουσιν αἱ δύο μέθοδοι εἰς τὸ αὐτὸ ζῴδιον, οἷον ὡς ἐν ὑποδείγματι· ἔτυχεν Σελήνη Ταύρῳ μοῖρα κε′· ταῦτα δωδεκάκις ποιήσας εὗρον μοίρας τ′· ταύτας ἀπέλυσα ἀπὸ Ταύρου ἀνὰ μοιρῶν λ′ καὶ κατέληξεν Ὑδροχόῳ μοίρας λ′ εἰς ἀναπλήρωσιν τῶν ζῳδίων. Πάλιν δὲ ταύτας τὰς κε′ μοίρας ἀπέλυσα ἀπὸ Ταύρου ἀνὰ δύο ἥμισυ· καταλήγει ἐν Ὑδροχόῳ εἰς ἀναπλήρωσιν τοῦ ζῳδίου πρὸς τὰς δύο ἥμισυ μοίρας. Εἰ δὲ ποιήσω τὰς κε′ παρὰ τὸν ιγ′ καταλήγει ὁ ἀριθμὸς εἰς τοὺς Ἰχθύας μοίρας κε′ καὶ αὕτη ἡ διαφορὰ πολλὴ καθέστηκεν. Τὸ δὲ ἀναγκαῖόν ἐστιν ἡ τῶν δωδεκατημορίων μέθοδος εἰς τὰς γενέσεις· ὑπεθέμην δὲ αὐτῶν καὶ τὰ ἀποτελέσματα, ἵνα μὴ ὡς ἐν παρέργῳ τινὲς ταῦτα χρήσωνται.
19. Περὶ ἀκουόντων καὶ βλεπόντων.
Συμβάλλονται δὲ καὶ τὰ ἀκούοντα καὶ βλέποντα ζῴδια ἐπὶ φυγῶν καὶ κινδύνων, φάσεων ἅμα δὲ καὶ ἀγγελιῶν, τῆς Σελήνης πρὸς τόν τοῦ Ἑρμοῦ ἢ τοὺς ἀγαθοποιοὺς κατὰ πάροδον φερομένης κατ’ ἀρχῆς τῶν εἰς τοῦτο τὸ μέρος ἐξεταζομένων. Εἰσὶν δὲ τὰ βλέποντα ζῴδια ἄλληλα ταῦτα· οἱ Δίδυμοι βλέπουσιν τὸν Λέοντα· καὶ ὁ Λέων βλέπει τοὺς Διδύμους· ὁμοίως δὲ καὶ ἀκούουσιν ἀλλήλων ὁ Σκορπίος τῆς Παρθένου καὶ ἡ Παρθένος τοῦ Σκορπίου καὶ ἑξῆς ἀκολούθως.
20. Περὶ ἐπιθεωρίας.
Τούτων οὕτως διαιρουμένων ἐπιθεωρεῖν λέγεται ἤτοι ἐπιμαρτυρεῖν ὁ ἡγούμενος τὸν ἑπόμενον ἤτοι κατὰ ἑξάγωνον ἢ τετράγωνον ἢ τρίγωνον ἢ διάμετρον· ἀπέρχεται γὰρ εἰς τὰ προηγούμενα φερομένου αὐτοῦ. Τὴν γὰρ ἐναντίαν κίνησιν οἱ πλανῆται κινοῦνται τῶν ζῳδίων· ὅμως μέντοι ποιοῦνται τὸν ἴδιον δρόμον καὶ συμπεριφέρονται αὐτῷ καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα.
21. Περὶ ἀκτινοβολίας.
Ἀκτινοβολεῖν λέγεται κατὰ τὰ εἰρήμενα δ′ σχήματα ὁ ἑπόμενος τὸν ἡγούμενον· ἡ γὰρ τοῦ πυρὸς αὐτοῦ ἀκτὶς ἐπὶ τὰ ἑπόμενα φέρεται αὐτοῦ ἀπιόντος ἐπὶ τὰ ἡγούμενα· οἷον ὁ ἐν Κριῷ ἐπιθεωρεῖ τὸν ἐν Καρκίνῳ· καὶ ὁ ἐν Καρκίνῳ ἀκτινοβολεῖ τὸν ἐν Κριῷ.
22. Περὶ δεξιῶν καὶ ἀριστερῶν πλευρῶν.
Δεξιὰ δὲ σχήματά ἐστιν τὰ ἐν τοῖς ἡγουμένοις τοῦ ζῳδιακοῦ, ἀριστερὰ δὲ τὰ ἑπόμενα, οἷον Καρκίνος ὡροσκοπεῖ μοίρας λ′, δεξιὸν ἑξάγωνον Δίδυμοι μοίρας α′, τετράγωνον δὲ Ταῦρος μοίρας α′, τρίγωνον Κριὸς μοίρας α′ καὶ πᾶν τὸ ὑπὲρ γῆν ἠμισφαίριον. Ἀριστερὸν δὲ ἑξάγωνον Παρθένος μοίρας λ′, τετράγωνον Ζυγὸς μοίρας λ′, τρίγωνον Σκορπίος μοίρας λ′ καὶ πᾶν τὸ ὑπὸ γῆν ἠμισφαίριον. Δεξιὰ οὖν σχήματά ἐστιν ὅσα ἐν τοῖς ἡγουμένοις ἐστὶν ἀφ’ οἵου δήποτε οὖν μέρους τοῦ ζῳδίου, ἀριστερὰ δὲ τὰ ἑπόμενα.
23. Περὶ δορυφορίας τῶν ἀστέρων.
Δορυφορία δέ ἐστιν, ὅταν ἐν οἴκῳ ἢ ὑψώματι ἰδίῳ ἀστέρα ἐπίκεντρον ἕτερος ἐν οἴκῳ ἡ ὑψώματι ἰδίῳ ἀκτινοβολῇ οἷον τῆς Ἀφροδίτης ἐν Ζυγῷ οὔσης, Κρόνου δὲ ἐν Αἰγοκέρωτι ἀκτινοβοληθήσεται ὑπὸ Κρόνου· ἢ πάλιν Κρόνου ἐν Ζυγῷ ὄντος ἀκτινοβολήσει αὐτὸν ἀπὸ τοῦ Αἰγοκέρωτος Ἄρης, ἢ πάλιν ἀντὶ τοῦ Κρόνου τὴν Ἀφροδίτην· ἢ πάλιν ὁ Ζεὺς ἀπὸ τοῦ Τοξότου, καὶ Ἀφροδίτη ἐν Ζυγῷ· ἢ ἔμπαλιν κειμένων τῶν ἀστέρων εἰς τὸν ὡροσκόπον ἢ τὸ μεσουράνημα ἐν ἡμερινῇ γενέσει ἡμερινός, νυκτερινῇ δὲ νυκτερινὸς δορυφορήσει, κἂν ἐν ἄλλοτρίῳ οἴκῳ ἢ ὑψώματι τυγχάνῃ ὅ τε δορυφορῶν καὶ ὁ δορυφορούμενος· ἢ ὅταν ἐπίκεντρος ἐν τῷ ὡροσκόπῳ ἢ τῳ μεσουρανήματι φωστὴρ ᾖ, κἂν ἐν ἄλλοτρίῳ οἴκῳ τυγχάνῃ ἀστὴρ τῆς αἱρέσεως, ἀκτινοβολήσει Ἥλιον μὲν εἰς τὴν προαναφερομένην μοῖραν, Σελήνην δὲ εἰς τὴν ἐπαναφερομένην· οἷον ἐπὶ τοῦ ὡροσκόπου Σελήνης οὔσης ἡ Ἀφροδίτη ἐκ Παρθένου ἢ ἀπὸ Ζυγοῦ ἀκτινοβολήσει. Ἔτι δὲ δορυφορία λέγεται, ὅταν τοῦ Ἡλίου ἢ τῆς Σελήνης ἐπικέντρων ὄντων ἀστὴρ τῆς αἱρέσεως δορυφορήσῃ.
24. Περὶ δορυφορίας παραιρέτων.
Παρ’ αἵρεσιν δὲ δορυφοροῦσιν, ὅταν οἱ ἡμερινοὶ τοὺς νυκτερινοὺς δορυφορήσωσιν καὶ οἱ νυκτερινοὶ τοὺς ἡμερινούς.
25. Περὶ συμφωνίας
Σύμφωνοι δὲ καὶ ἄλλων μείζονες αἱ τριγωνικαὶ δορυφορίαι καὶ αἱ τετράγωνοι· αἱ γὰρ ἑξάγωνοι ἀνειμένως ἐνεργοῦσιν.
26. Περὶ ἐπιδεκατείας.
Ἐπιδεκατεία καὶ καθυπερτέρησίς ἐστίν, ὅταν ἀστὴρ ἐν τῷ δεκάτῳ τόπῳ κείμενος τῷ εὐωνύμῳ τετραγωνίζῃ. Καρκίνος ὡροσκόπος ἔσται· καθυπερτεροῦσιν οὖν οἱ ἐν Κριῷ τὸν ἐν Καρκίνῳ. Ἑτέρα δὲ λέγεται καθυπερτέρησις, ὅταν ἐν δεξιῷ τόπῳ ὑπάρχων τις τὸν ἐν τῷ ἀριστερῷ τριγώνῳ ἢ τετραγώνῳ ἢ ἑξαγώνῳ ἐπιθεωρῇ.
27. Περὶ κακώσεως καὶ ἀχρηματίστων τόπων.
Κάκωσις λέγεται, ὅταν ὑπὸ κακοποιῶν τις ἀκτινοβολῆται ἢ ἐμπεριέχηται, ἢ ἐν συναφῇ φθοροποιοῦ ἢ ἐν κολλήσει γένηται, ἢ διαμετρῆται, ἢ οἰκοδεσποτῆται ὑπὸ κακῶς κειμένου ἐν τοῖς ἀχρηματίστοις τόποις, οἵ εἰσιν τὸ ἕκτον ἀπὸ ὡροσκόπου καὶ ὁ τρίτος καὶ ὁ δεύτερος καὶ ὁ ὄγδοος καὶ ὁ δωδέκατος.
28. Περὶ χρηματιζόντων τόπων.
Χρηματιστικοὶ μὲν τόποι εἰσὶ τὰ τέσσαρα κέντρα καὶ τὰ β′ τρίγωνα ἑκάτερα τὰ ὡροσκόπου καὶ ἡ ἐπαναφορὰ τοῦ μεσουρανήματος.
29. Περὶ ἰδιοπροσωπίας.
Ἰδιοπροσωπεῖν λέγεται, ὅταν πρὸς τὸν Ἥλιον ἢ τὴν Σελήνην ἀστήρ τις προσεγγίζηται, ὥσπερ ὁ οἶκος αὐτοῦ πρὸς τοὺς αὐτῶν οἴκους, πρὸς Ἥλιον μὲν ἑσπέριος, πρὸς δὲ τὴν Σελήνην ἑῷος· οἷον Ἥλιος μέν ἐστιν Λέοντι, Σελήνη δὲ Καρκίνῳ, Ἀφροδίτη δὲ Ταύρῳ· τοῦ Ἡλίου ὄντος ἐν Λέοντι γνωστὸν ὅτι ἰδιοπροσωπεῖ· ἐστὶ γὰρ ἐν ἰδίῳ οἴκῳ καὶ ἀρρενικῷ ζῳδίῳ· εἰ δὲ ἦν ἐν Ταύρῳ Ἀφροδίτη, ὁμοίως ἰδιοπροσωπεῖ οὔσης τῆς Σελήνης ἑῴας καὶ ἐν θηλυκῷ ζῳδίῳ.
30. Περὶ μετοχῆς.
Μετοχὴ δέ ἐστιν, ὅταν δύο πλάνητες ἐπιπαρῶσι ζῳδίῳ ἑνὶ ἢ ἐφορῶσιν αὐτό, τυγχάνει δὲ τοῦ μὲν οἶκος, τοῦ δὲ ὕψωμα.
31. Περὶ ἀνταναλύσεως.
Ἀντανάλυσις δέ ἐστιν, ὅταν οἱ ἡμερινοὶ τοὺς τῶν νυκτερινῶν τόπους ἔχωσι καὶ οἱ νυκτερινοὶ τοὺς τῶν ἡμερινῶν, ἢ ὅταν ἐπικείμενοι τοῖς ζῳδίοις ἀστέρες καλῶς χρηματισθῶσιν, οἱ δὲ οἰκοδεσπόται τῶν ζῳδίων ἐν κακώσει ὑπάρχωσι μὴ χρηματίζοντες.
32. Περὶ δεσποτείας ἀλλήλων.
Δεσπόται δὲ ἀλλήλων λέγονται, ὅταν τοῦ μὲν ὕψωμα, τοῦ δὲ οἶκος ᾖ, ἐν οἷς τυγχάνουσι ζῳδίοις οἱ ἀστέρες.
33. Περὶ οἰκοδεσπότου.
Οἰκοδεσπότης δὲ λέγεται, ὅταν πλείονας ἔχῃ λόγους οἰκοδεσποτείας ἔν τινι τῶν ζῳδίων· λέγω δὲ οἴκου ὑψώματος τριγώνου ὁρίου φάσεως ἢ συσχηματισμοῦ.
34. Περὶ κολλήσεως.
Κόλλησίς ἐστιν ἤτοι συναφὴ κυριωτάτη, ὅταν ἄστρον ἄστρῳ προσέρχηται τὸ τάχιον τῷ βραδίονι, εἰ μὴ πλέον ἀπέχει μοιρῶν τριῶν.
35. Περὶ συναφῆς.
Συναφὴ δέ ἐστιν ἡ κόλλησις Σελήνης, ὅταν νυχθημέρου δρόμον ἀπέχῃ κατὰ τὴν συνοδικὴν μοῖραν.
36. Περὶ μεσεμβολήσεως.
Μεσεμβόλησις δέ ἐστιν, ὅταν ἀστὴρ εἰς τὰς μέσας μοίρας τῆς συναφῆς τὰς ἀκτῖνας βάλλῃ.
37. Περὶ παραλλαγῇς.
Παραλλαγὴ δέ ἐστιν, ὅταν τις τῶν ἀστέρων παραλλάξῃ ἤτοι σωματικῶς ἢ κατὰ σχῆμα τήν τοῦ ἑτέρου ἀστέρος μοῖραν.
38. Περὶ συνδέσμου.
Ὑπὸ σύνδεσμον δὲ λέγεται φέρεσθαι τὴν Σελήνην, ὅταν ἀπὸ ιε′ μοιρῶν τοῦ Ἡλίου γένηται· λύειν δὲ αὐτόν, ὅταν παραλλάξασα αὐτὸν ἀπέχῃ τὰς αὐτὰς μοίρας τοῦ Ἡλίου· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῆς πανσελήνου λέγεται. Οὖσα γὰρ πρὸ ιε′ μοιρῶν τῆς πανσελήνου ἔρχεται ἐπὶ τὸν σύνδεσμον· ἀποστᾶσα δὲ εἰς τὸ ὀπίσω λύει αὐτόν.
39. Περὶ κενοδρομίας.
Κενοδρομία δέ ἐστι Σελήνης, ὅταν μηδενὶ συνάπτῃ μήτε σωματικῶς μήτε κατὰ σχῆμα.
40. Περὶ ὁμοροήσεως.
Ὁμορόησις δέ ἐστιν, ὅταν ἐν τοῖς αὐτοῖς ὁρίοις ἀστέρες ὦσιν ἤτοι κατὰ σῶμα ἢ σχῆμα ἢ ἀλλήλους ἐφορῶσιν ὁρίοις ἀστέρος τοῦ αὐτοῦ.
41. Περὶ ἐμπερισχέσεως.
Ἐμπερίσχεσις δέ ἐστιν, ὅταν δύο πλάνητες ἕνα μέσον ἔχωσι καθ’ οἷον δήποτε σχῆμα, μηδενὸς ἑτέρου ἐν τοῖς μέσοις ἀκτῖνα βάλλοντος ἐντὸς ἑπτὰ μοιρῶν ἐπὶ τὰ πρόσω ἢ ὀπίσω.
42. Περὶ τῶν ἐν δυνάμει ἀστέρων.
Ἐν δυνάμει δὲ εἷς ἕκαστος λέγεται εἶναι τῶν πλανητῶν, ὅταν ἐν οἴκῳ ἰδίῳ ἢ ὑψώματι ἢ ὁρίοις ἢ οἰκείᾳ φάσει ἢ συσχηματισμῷ τύχῃ ἢ εὐτονωτέρῳ τινὶ τόπῳ τῆς δωδεκατοπίας.
43. Περὶ λαμπηνῶν.
Ἐν λαμπήναις δὲ ἰδίαις εἰσὶν οἱ πλάνητες, ἐπειδὰν ἐν οἰκῳ ἰδίῳ ἢ ὑψώματι ἢ ὁρίοις εὑρεθῶσι· χαίρουσι δὲ τοῖς τόποις τούτοις κἂν ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου εὑρίσκωνται· ἐπαύξουσι γὰρ οἱ μὲν ἀγαθαποιοὶ τὰ ἀγαθά, οἱ δὲ κακοποιοὶ μεταβάλλονται εἰς ἀγαθοποιίαν.
44. Περὶ τοῦ πῶς χαίρουσιν οἱ ἀστέρες.
Χαίρειν δὲ λέγονται οἱ ἀστέρες Κρόνος μὲν καὶ Ζεὺς καὶ Ἄρης ἑῷοι ὄντες καὶ συσχηματιζόμενοι, Σελήνη δὲ καὶ Ἀφροδίτη ἑσπέριοι. Ἔτι Κρόνος μὲν καὶ Ζεὺς καὶ Ἄρης χαίρουσι σχηματιζόμενοι ἐν τοῖς τεταρτημορίοις τοῖς ἀπὸ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανήματος καὶ ἀπὸ τοῦ δύνοντος μέχρι τοῦ ὑπὸ γῆν· ἡ δὲ Σελήνη καὶ Ἀφροδίτη ἐν τοῖς ἐναλλὰξ τεταρτημορίοις· ὁ δὲ Ἑρμῆς ἀμφοτέραις ταῖς αἱρέσεσι διὰ τὸ ἐπίκοινον εἶναι αὐτόν. Καὶ οἱ μὲν ἡμερινοὶ δι’ ἡμέρας ὑπέργειοι χαίρουσιν, οἱ δὲ νυκτερινοὶ ὑπόγειοι· καὶ πάλιν οἱ νυκτερινοὶ διὰ νυκτὸς ὑπέργειοι χαίρουσιν, οἱ δὲ ἡμερινοὶ ὑπόγειοι.
45. Περὶ τῶν ὑπαύγων ἀστέρων.
Ὕπαυγοι δὲ λέγονται εἶναι ὅσοι ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τυγχάνουσιν ὄντες ἐπὶ πρόσω ἢ ὀπίσω, τοῦτο δὲ γνωστέον ἀπὸ τῆς τῶν φάσεων ψηφοφορίας.
46. Περὶ τῶν χρόνων τῶν κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων.
Ἀπὸ τὸ κεφ. 52 τῆς “Εἰσαγωγῆς εἰς τὴν Ἀποτελεσματικὴν”, τοῦ Πορφυρίου
Ὁ μὲν ὡροσκόπος δηλοῖ τὴν πρώτην ἡλικίαν, τὸ μεσουράνημα τὴν μέσην, ἡ δὲ δύσις τὴν τελευταίαν, τὸ δὲ ὑπὸ γῆν κέντρον τὸν θάνατον καὶ τάς μετ’ αὐτὸν γινομένας εὐδοξίας ἢ ἀδοξίας. Καὶ πάλιν τὸ μὲν ἀπόκλιμα τοῦ ὡροσκόπου σημαίνει τάς ὠδῖνας τῆς ἀποκυήσεως καὶ τὰ συμβαίνοντα τῇ μητρί, ὅτε ἦν κατὰ γαστρὸς ὁ γεννώμενος, ὁ δὲ ὡροσκόπος τὴν ἀπότεξιν καὶ τοὺς εὐθὺς μετ’ αὐτὴν χρόνους, ἡ δὲ ἐπαναφορὰ τοῦ ὡροσκόπου τοὺς τελευταίους χρόνους τῆς πρώτης ἡλικίας. Τοῦ δὲ μεσουρανήματος τὸ ἀπόκλιμα σημαίνει τοῦ μέσου χρόνου τοὺς πρώτους, τὸ δὲ μεσουράνημα τοῦ μέσου τοὺς μέσους, ἡ δὲ ἐπαναφορὰ τοὺς τελευταίους. Τῆς δὲ δύσεως τὸ ἀπόκλιμα σημαίνει τοῦ τελευταίου χρόνου τοὺς πρώτους, ἡ δὲ δύσις αὐτὴ τοὺς μέσους, ἡ δὲ ἐπαναφορὰ τοὺς τελευταίους. Τοῦ δὲ ἀντιμεσουρανοῦντος τὸ ἀπόκλιμα σημαίνει τὸν πρὸ τοῦ θανάτου χρόνον, τὸ δὲ ἀντιμεσουράνημα αὐτὸν τὸν θάνατον, ἡ δὲ ἐπαναφορὰ τὸν μετὰ τὸν θάνατον χρόνον. Τούτων δὲ ἕκαστος τῶν ιβ′ τόπων λαγχάνει τάς προανενηνεγμένας μοίρας ε′ καὶ τάς ἐπαναφερομένας κε′, ἐὰν αἱ τετράγωνοι δι’ ἐνενήκοντα μοιρῶν τυγχάνωσιν· ἐὰν δὲ ἀπὸ διαφόρων ἀριθμῶν, τάς τῶν τετραγώνων ἀριθμῶν μοίρας εἰς τὰ τρία τρίμοιρα μέριζε ἐξ ἴσου καὶ γνώσῃ ἕκαστον τόπον, πόσας ἔχει μοίρας τοῦ ζῳδιακοῦ. Οἷον ἐὰν τὸ μεσουράνημα τοῦ ὡροσκόπου ἀπέχῃ μοίρας ϙϛ′, ἡ δύσις ἀφεξει τοῦ μεσουρανήματος μοίρας πδ′ καὶ τὸ ὑπὸ γῆν κέντρον τοῦ δύνοντος μοίρας ϙϛ′, καὶ ὁ ὡροσκόπος τοῦ ὑπὸ γῆν κέντρου μοίρας πδ′. Ἐξ ὧν οἰκείως ἑκάστῳ τόπῳ ἐπιμερίσας ἐξ ἴσου τάς ἐπιβαλλούσας μοίρας ἀπὸ τῆς οἰκείας τετραγώνου, ἀπὸ τῆς ὡροσκοπούσης μοίρας καὶ τῶν προανενηνεγμένων ε′ μοιρῶν αὐτοῦ τὴν ἀρχὴν ποιησάμενος τῆς ἐκβολῆς ἐπὶ τὰ ἑπόμενα μαθήσῃ, ὡς ἔχει ἡ δωδεκάτροπος.
47. Περὶ κλήρων σημασίας.
Σελήνης ὁ κλῆρος τῆς τύχης σημαίνει πάντα τὰ ἐπὶ τοῦ σώματος τῶν ἀνθρώπων καὶ τὰς κατὰ τὸν βίον πράξεις καὶ δόξας καὶ τὰ τῆς ψυχῆς πάθη καὶ τὰς συμβιώσεις. Ἡλίου ὁ κλῆρος τοῦ δαίμονος σημαίνει τὰ περὶ τῆς ψυχῆς καὶ τρόπου καὶ δυναστείας καὶ ἀξίας καὶ δόξης καὶ θρησκείας. Ὡροσκόπου ὁ κλῆρος τῆς βάσεως ζωῆς καὶ πνεύματος παραίτιος καθέστηκεν· αὐτὴ γὰρ ἡ βάσις πνεύματός ἐστι δοτικὴ τοῦ ὡροσκόπου καὶ τὰ σωματικὰ καὶ τὰς ξενιτείας σημαινει. Κρόνου ὁ κλῆρος τῆς νεμέσεως δαιμόνων χθονίων καὶ κεκρυμμένων πάντων καὶ ἀποδείξεως καὶ ἀνδρείας καὶ φυγῆς καὶ ἀπωλείας καὶ πένθους καὶ ποιότητος θανάτου καθέστηκεν. Διὸς ὁ κλῆρος νίκης πίστεως καὶ ἐλπίδος ἀγαθῆς καὶ ἀγῶνος καὶ κοινωνίας, ἔτι δὲ καὶ ἐπιβολῆς καὶ ἐπιτυχίας. Ἄρεως ὁ κλῆρος τῆς τόλμης θράσους καὶ ἐπιβουλῆς καὶ ἰσχύος καὶ κακουργίας πάσης ἐστὶ δηλωτικός. Ἀφροδίτης ὁ κλῆρος τοῦ ἔρωτος σημαίνει τὰς ὀρέξεις καὶ ἐπιθυμίας καὶ τὰς κατὰ προαίρεσιν γινομένας φιλίας καὶ χάριτός ἐστι δηλωτικός. Ἑρμοῦ ὁ κλῆρος τῆς ἀνάγκης σημαινει συνοχὰς καὶ πολέμους καὶ μῖσος καὶ καταδίκας καὶ τὰ ἄλλα πάντα ἐν ἀνθρώποις ἀποτελούμενα βίαια πράγματα.
48. Τὰ αὐτῶν ἀποτελέσματα.
Ἥλιος ἐπιβλέπων τὸν κλῆρον τοῦ δαίμονος ἀτέκνους ποιεῖ. Ἥλιος λαχὼν τὸν κλῆρον τοῦ σίνους καρδιακὸν σίνος ποιεῖ. Ζεὺς θεωρῶν τὸν κλῆρον τοῦ δαίμονος ποιεῖ τὸν τοιοῦτον ὑπὸ θεῶν καὶ ἐνυπνίων χρηματισθῆναι καὶ πάντη τὰ θεῖα εὐμενῆ ἕξει, κἂν τετραγωνῇ κἂν διαμετρῇ. Ὁ κύριος τοῦ κλήρου τῆς τύχης ὕπαυγος ὤν βιοθανάτους ποιεῖ κατὰ τὴν φύσιν τοῦ ζῳδίου τοῦ κλήρου τῆς τύχης· ἐὰν δὲ ὀλίγον φύγῃ τὰς αὐγὰς τοῦ Ἡλίου, οὐκέτι βιοθάνατοι γινονται, ἀλλὰ πλανῆται καὶ πολλὰ δικαζόμενοι. Εἰ δὲ ἀγαθοποιοί ἐπιθεωρήσωσιν, οὐκέτι βιοθάνατος, ἀλλὰ μέσην τὴν τύχην ἕξει. Ὁ κύριος τῆς τύχης καὶ τοῦ δαίμονος ὕπαυγος ὤν βιοθανάτους ποιεῖ κατὰ τὴν φύσιν οὐκ ἀγαθὸς μέν, οὔτε δὲ πάνυ φαῦλος, ἀεὶ δὲ καλὸς ὡς ἐπίκεντρος. Ἐὰν ὁ κλῆρος τῶν τέκνων καταντήσῃ εἰς οἶκον Κρόνου καὶ κακοποιὸς ἐπιβλέπῃ τὸν κλῆρον, τοὺς πρωτοτόκους ἀναιρεῖ· ἐὰν δὲ ὁ κλῆρος τῶν τέκνων ἐμπέσῃ εἰς οἴκους Ἄρεως καὶ κακοποιὸς ἐπιβλέπῃ τὸν κλῆρον, τοὺς μέσους γεννηθέντας ἀναιρεῖ· ἐάν δέ ὁ κλῆρος τῶν τέκνων ἐμπέσῃ εἰς οἴκους Ἑρμοῦ καὶ κακοποιὸς ἐπιθεωρήσῃ, τοὺς μικροτέρους γεννηθέντας ἀναιρεῖ. Ἐὰν ὁ κλῆρος τοῦ δαίμονος ἐμπέσῃ ἐν Αἰγοκέρωτι, τὸν γεννηθέντα ποιεῖ ἀνεξίκακον καὶ εὐμετάβλητον· εἰ δὲ Κριῷ ἢ Λέοντι ἢ Σκορπίῳ, ὀξύχολον μονότονον.
Ἥλιος ἐπιβλέπων τὸν κλῆρον τῆς τύχης καὶ τὸν οἰκοδεσπότην ἔχων ὑπὸ τὰς αὐγὰς ἐκπτώτους ποιεῖ. Ἐὰν ὁ οἰκοδεσπότης τοῦ κλήρου τοῦ πατρὸς εὑρεθῇ ἐναντιούμενος τῷ ἰδίῳ οἴκῳ, ἔνθα ὁ κλῆρος τοῦ πατρὸς ἔτυχεν, ὑποβολιμαῖον λέγει τὸν τοιοῦτον. Ὁ οἰκοδεσπότης τοῦ κλήρου τῆς τύχης κακοδαίμων ὢν καὶ ἐπιβλέπων τὸν κλῆρον, κακὸν τὸ σχῆμα λέγει, μάλιστα δὲ ἐὰν ᾖ καὶ ὕπαυγος ἢ καὶ ὑπὸ κακοποιῶν θεωρῆται. Ἐὰν ἐπὶ τοῦ κλήρου τοῦ γάμου τύχῃ Σελήνη καί κατὰ διάμετρον ἢ τετράγωνον ... ἐπιθεωρῇ τὸν κλῆρον τοῦ γάμου, συγγενικὸν τὸν γάμον δίδωσιν ἢ καὶ ἐξ ἀδελφῶν. Ἐὰν ὁ οἰκοδεσπότης τοῦ κλήρου τοῦ γάμου δύνων εὑρεθῇ, λέγει λάθρα τοὺς γάμους συμβαίνειν. Ἐὰν ὁ Κρόνος εὑρεθῇ οἰκοδεσπότης τοῦ κλήρου τοῦ γάμου καὶ ἐν τῷ δυτικῷ τόπῳ τύχῃ ὁ Κρόνος, ὑπὸ γηραιοῦ φθαρήσεται ἡ τοιαύτη· ἐὰν δὲ καὶ τὸ δῦνον εὑρεθῇ οἶκος Κρόνου, τοῦ πατρικοῦ ἥ τοῦ μητρικοῦ ἐστι γένους ὁ τοῦτο πεποιηκὼς ἢ καὶ θεῖος, καὶ οὐ ξένος ἔσται ὁ τοιοῦτος. Ἐὰν ὁ δεσπότης τοῦ κλήρου τοῦ γάμου δύνῃ, ἀσημότερός ἐστιν ὁ ἀνὴρ καὶ λάθρα τοῦτο πεποιηκώς· σκόπει δὲ καὶ τὰς φάσεις τῶν ἀστέρων μὴ ὑψοῦνται ἢ ταπεινοῦνται καὶ οὕτως λέγε τοὺς φθείροντας, εἰ ὑψηλοὶ ἢ ταπεινοί εἰσι τῇ τύχῃ. Ἐὰν Ζεὺς εὑρεθῇ κύριος τοῦ κλήρου τοῦ γάμου καὶ δύνῃ, ἀπὸ γένους ἔσται ὁ τοῦτο πεποιηκὼς καὶ πλούσιοι ἔσονται ἢ ὀνομαστοί. Ἐὰν Ἀφροδίτη εὑρεθῇ οἰκοδεσπότης τοῦ κλήρου τοῦ γάμου καὶ εὑρεθῇ ἐν δυτικῷ κέντρῳ, ἐξ ἀπάτης καὶ γέλωτος τοῦτο γεγενῆσθαι σημαίνει· ἐὰν δὲ καὶ Ἄρης ἐπιθεωρήσῃ, χάριν τοῦ ἐπιχειρήματος εἰς κρίσιν ἦλθεν ὁ τοῦτο πεποιηκώς. Ἐὰν ὁ κλῆρος τοῦ γάμου τύχῃ, ἔνθα Ἀφροδίτη ἐστὶ τοῦ Ἑρμοῦ ὡροσκοποῦντος ἢ ἐπικέντρου ὄντος ἐν ἀρσενικῷ ζῳδίῳ, παιδεραστὰς ἀποτελεῖ· εἰ δὲ καὶ ἐπιθεωρήσει τὸν κλῆρον τοῦ γάμου Ἑρμῆς, τὸ αὐτὸ ποιεῖ, καὶ εἰ μὲν ἐν ἀρσενικῷ ζῳδίῳ τύχοι ὁ Ἑρμῆς θεωρῶν τὸν κλῆρον, πρὸς ἀρσενικὰς ποιήσει τὰς μίξεις. Ἐὰν δὲ καὶ ἐν θηλυκῷ ζῳδίῳ εὑρεθῇ ὁ Ἑρμῆς ἐπιβλέπων τὸν κλῆρον τοῦ γάμου, παρὰ φύσιν τὰς μίξεις πρὸς γυναίκας ἕξει.
Ἐὰν τὸν οἰκοδεσπότην τοῦ κλήρου τῶν ἀδελφῶν εὕρῃς ἐν τῷ ὡροσκόπῳ, μονογενῆ τὸν τοιοῦτον λέγε εἶναι. Ἐὰν ὁ κύριος τοῦ κλήρου τῶν ἀδελφῶν ἐμπέσῃ εἰς δίσωμον ζῴδιον, λέγε τὸν τοιοῦτον καὶ ἀπὸ ἄλλοῦ ἀνδρὸς ἢ ἀπὸ ἄλλης μητρὸς ἄλλους ἀδελφοὺς ἔχειν· ὡς δὲ ἐγὼ δοκῶ οἷον ἐὰν ὁ κλῆρος καὶ ὁ κύριος αὐτοῦ ἐμπέσωσιν ἐν θηλυκῷ ζῳδίῳ, ἀπὸ ἄλλης μητρὸς λέγε τὸν ἀδελφὸν εἰ δὲ ἐν ἀρσενικῷ ζῳδίῳ, ἀπὸ ἅλλου πατρός. Ἐὰν ὁ κλῆρος τῆς τύχης ἐμπέσῃ ἐν ἀρσενικῷ ζῳδίῳ, τὸν πατέρα προαναιρεῖ, ἐν δὲ θηλυκῷ ζῳδίῳ τὴν μητέρα, καθὼς Δωρόθεος. Ἐὰν ἐπὶ τὸν κλῆρον τοῦ πατρὸς πρῶτος ὁ Κρόνος τὴν ἀκτῖνα βάλλῃ ἢ κατὰ σχῆμα ἢ κατὰ παρέμβασιν πρῶτον θεωρήσῃ τὸν κλῆρον τοῦ πατρός, προαναιρεῖ τὸν πατέρα· εἰ δὲ ὁμοίως τὸν κλῆρον τῆς μητρὸς θεωρήσει, τὴν μητέρα προαναιρεῖ· ἐὰν τὸν κλῆρον τοῦ πατρὸς ἢ τῆς μητρὸς κακοποιὸς θεωρήσῃ, ἐκεῖνον προαναιρεῖσθαι λέγει.
49. Περὶ τῶν τελείων καὶ ἐλαχίστων ἐτῶν.
Ἡλίου τέλεια ἔτη ρκ′, τὸ δωδέκατον ἔτη ι′· Σελήνης ρη′, τὸ δωδέκατον θ′· Κρόνου νζ′, τὸ δωδέκατον δ′ C 2 δ′. Διὸς οθ′, τὸ δωδέκατον ϛ′ C ιβ′. Ἄρεως ἔτη ξϛ′, τὸ δωδέκατον ε′ C· Ἀφροδίτης πβ′, τὸ δωδέκατον ϛ′ C γ′. Ἑρμοῦ οϛ′, τὸ δωδέκατον ϛ′ γ′. Ἡλίου ἐλάχιστα ἔτη ιθ′, τὸ δωδέκατον μῆνες ιθ′. Σελήνης ἔτη κε′, τὸ δωδέκατον β′ ιβ′. Κρόνου ἔτη λ′, τὸ δωδέκατον β′ C. Διὸς ἔτη ιβ′, τὸ δωδέκατον α′· Ἄρεως ἔτη ιε′, τὸ δωδέκατον α′ δ′· Ἀφροδίτης ἔτη η′, τὸ δωδέκατον μῆνες ὀκτώ· Ἑρμοῦ ἔτη κ′, τὸ δωδέκατον α′ C ϛ′.
50. Πῶς ἄν τις μάθοι τὰς προθέσεις τῶν ζῳδίων καὶ τὰς ὥρας τῶν κλιμάτων.
Οἷον ἐν τῷ τρίτῳ κλίματι ἐπειδὴ ὁ μέγιστος αὐτοῦ χρόνος τοῦτ’ ἐστὶν ἀπὸ Καρκίνου ἕως Τοξότου γίνονται ἔτη σι′ καὶ ὁ ἐλάχιστος αὐτοῦ χρόνος ἐστὶν ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων ἔτη ρν′· ταῦτα οὖν ἐὰν μερίσω παρὰ τὸν ιε′, οἵ εἰσιν ὡριαῖοι χρόνοι ἰσημερινοί, ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ιδ′ ἰσημερινῶν, ἡ δὲ ἐλαχίστη ἰσημερινῶν ι′. Ληψόμεθα οὖν ἑκάστου χρόνου τοῦ μέγιστου καὶ ἐλαχίστου τὸ ἕκτον· γίνεται οὖν τοῦ μέγιστου χρόνου τῶν σι′ τὸ ἕκτον λε′, τοῦ δὲ ἐλάχιστου κε′· καταλείπονται οὖν λοιπὰ ι′· τούτων τὸ τρίτον γινεται γ′ γ′ ὅ ἐστιν αὐξομείωσις ἑκάστου ζῳδίου. Τῷ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν ἄλλων κλιμάτων γνώσει.
51. Περὶ τῶν μεγίστων ἐτῶν καὶ τελείων ἀποκαταστάσεων τῶν ἑπτὰ ἀστέρων.
Κρόνος ποιεῖ τὴν μεγίστην ἀποκατάστασιν δι’ ἐτῶν σξε′. Ζεὺς δὲ δι’ ἐτῶν υκζ′· Ἄρης δὲ δι’ ἐτῶν σπδ′· Ἥλιος δὲ δι’ ἐτῶν ͵αυξα′· Ἀφροδίτη δὲ δι’ ἐτῶν ͵αρνα′· Ἑρμῆς δὲ δι’ ἐτῶν υπ′· Σελήνη δὲ δι’ ἐτῶν κε′. Ἡ δὲ κοσμικὴ ἀποκατάστασις γίνεται δι’ ἐτῶν μυριάδων ροε′ ͵γε′ καὶ τότε γίνεται σύνοδος πάντων τῶν ἀστέρων κατὰ λ′ μοῖραν τοῦ Καρκίνου ἢ τὴν α′ μοῖραν τοῦ Λέοντος καί γίνεται ἐκπλήρωσις· ἐπὶ δὲ τοῦ Καρκίνου γίνεται κατακλυσμός, ἐν μέρει δὲ τοῦ κόσμου.
52. Περὶ τῶν ἀσυνδέτων ἀστέρων πρὸς τὰ φῶτα.
Ἡ δὲ Σελήνη ἀσύνδετος τυχοῦσα Ἡλίου χωρισμὸν ἢ ἀστασίαν ἢ ἄλλοφυλίαν γονέων ἀποτελεῖ· Σελήνη Κρόνου ἀσύνδετος τυχοῦσα ἀπὸ μέρους μὲν ἀγαθῶν γενέσεων, εὗρον δὲ ἀντιπτωμάτων καὶ κακώσεων αἰτία· Σελήνη ἀσύνδετος Διὸς τυχοῦσα ἀνεπιτεύκτους ταπεινοὺς ἥττονας τοῖς βίοις ποιεῖ· Σελήνη ἀσύνδετος Ἄρεως τυχοῦσα ποιεῖ μετρίους ἀτόλμους ἀδρανεῖς καὶ πρὸς γονεῖς ἀποστρόφους· Σελήνη ἀσύνδετος Ἀφροδίτης τυχοῦσα ποιεῖ ἀχαρεῖς καὶ δυσεπιτεύκτους πρός τε τὸν γάμον καὶ τὰ ἀφροδίσια· Σελήνη ἀσύνδετος Ἑρμοῦ ποιεῖ ἀπρακτοτέρους καὶ μᾶλλον ἀνοήτους· ταῦτα δὲ πάντα τὰ σχήματά φημι τῶν ὁμοζωνούντων καὶ ἰσαναφόρων καὶ τῶν ἰσοδυναμούντων ζῳδίων.
53. Ἀποτελέσματα τῶν δορυφοριῶν τοῦ Ἡλίου.
Κρόνος ἐπὶ δορυφορίᾳ τυχῶν τὸ ἐπιεικὲς καὶ τυφῶδες καὶ τὸ ἐκ πατρόθεν εὐδαιμονικὸν καὶ πολύκτητον ποιεῖ. Ζεὺς τὸ δίκαιον καὶ προσηνὲς καὶ ἀλαζονικὸν καὶ τὸ λαμπρὸν καὶ τὸ ἡγεμονικὸν καὶ πολυχρήματον καὶ τὸ ἐπιτευκτικὸν ποιεῖ. Ἄρης τὸ ἔπανδρον καὶ θερμὸν καὶ θρασὺ καὶ παράβουλον καὶ βίαιον καὶ φοβερὸν καὶ τὸ ἔκπτωτον ἐν τοῖς διαπρασσομένοις ποιεῖ. Ἀφροδίτη τὸ εὐκλεὲς καὶ ἐπαφρόδιτον καὶ εὐεπίβολον καὶ ἡδὺ καὶ ἀναιδὲς καὶ εὔγαμον καὶ ἐπιτευκτικὸν ποιεῖ. Ἑρμῆς τὸ εὐφυὲς καὶ λογικὸν καὶ ἐπίβολον ποιεῖ. Γνωστέον δὲ ὅτι ἐὰν ἀποκλίνωσιν οἱ δορυφοροῦντες τῶν φώτων ἐπικέντρων τετυχηκότων, οὐδὲν ἧττον τῆς βασιλείας ἢ τῆς τυραννίδος προσάγουσι † τοὺς οὕτω γεννωμένους· τῶν δὲ φώτων δορυφορουμένων μέν, ἀποκεκλικότων δὲ οὔτε βασιλεῖς οὔτε τύραννοι γενήσονται, ἀλλὰ φίλοι τῶν τοιούτων προσώπων ἔσονται, τὸ δὲ αὐτὸ νόει καὶ ἐπὶ τῶν παρ' αἵρεσιν δορυφορούντων.

ΕΠΙΤΟΜΗ ΤΕΧΝΗΣ ΑΣΤΡΟΝΟΜΙΚΗΣ, ΜΕΡΟΣ Β′
ἑλληνικὸ πρωτότυπον ἐκ τοῦ CCAG (Catalogus Codicum Astrologorum Graecorum)
❧
ΠΕΡΙΕΧΟΜΕΝΑ
Ῥητορίου, ἐπιλογὴ κεφαλαίων.
54. Ἐπίσκεψις πινακική.
55. Περὶ τοκετοῦ [Περὶ εὐτοκίας καὶ δυστοκίας καθῶς Δωρόθεος].
56. Περὶ γεννημάτων ἀπὸ τοῦ πολεύοντος καὶ διέποντος.
57. Ἀποτελέσματα τοῦ πίνακος τῆς δωδεκατόπου [Ἑρμοῦ τοῦ Τρισμεγίστου περὶ τῆς τῶν ιβ′ τόπων ὀνομασίας καὶ δυνάμεως].
– Τόπος δωδέκατος
– Περὶ ὡροσκόπου· τόπος πρῶτος
– Περὶ τοῦ δευτέρου τόπου
– Τρίτος τόπος
– Τόπος τέταρτος
– Τόπος πέμπτος
– Τόπος ἕκτος
– Τόπος ἕβδομος
– Τόπος ὄγδοος
– Τόπος ἔννατος
– Τόπος δέκατος
– Τόπος ἐνδέκατος
Codices Parisini, excerpta ex codice 82: Rhetorii Aegypti: capitula selecta. (F. 88ν)
CCAG VIII, 4, p. 118
54. Ἐπίσκεψις πινακικὴ
[Σημ.: Πινακικὴ ἐπίσκεψις λέγεται δίπτυχον δελτάριον ἐν ᾦ τὸν ζῳδιακὸν κύκλον ἐγγράψαντο οἱ ἀστρολόγοι καὶ τὰς τῶν ζῳδίων ψήφους ἀπέθεντο ἐν τῷ δελταρίῳ∙ ἐπειδὰν γὰρ γένεσίν τινός ἐν ἐβουλήθησαν μαθεῖν, οὕτως αὐτοὺς ὑπετίθεντο ἐν τῷ κύκλῳ τῶν ζῳδίων ὥσπερ τότε καὶ ἧν ἡ γένεσις ἐν τῷ οὐρανῷ τῶν ἀστέρων. (ἐπεξηγησις ἐκ τῶν Οὐεττίου Οὐάλεντος)]
Ἡ πινακικὴ ἐπίσκεψις οὕτως ζητεῖται· πρὸ πάντων δέον ζητεῖν περὶ εὐτοκίας καὶ δυστοκίας καὶ οὕτως τάς τῶν φώτων δορυφορίας εἰ ὑπὸ τῶν αἱρετιστῶν δορυφορεῖται ἢ τῶν ἀνταιρετιστῶν καὶ εἰ ἐν ἀρσενικοῖς ζῳδίοις εἰσίν ἢ ἐπὶ θηλυκοῖς τεταρτημορίοις τοῦ πίνακος, εἰ τὰ φῶτα εὐσύνδετα ἢ ἀσύνδετα πρὸς ἀλλήλους καὶ τὸν ὡροσκόπον τυγχάνει, εἰ ὁ μὲν ἐν ἀρσενικῷ, ἢ δὲ ἐν θηλυκῷ καὶ πάλιν ἐναλλάξ· πολλὴ γάρ τίς ἐστιν ἀπὸ τούτων ἐνεργείᾳ. Καὶ τότε ζήτει τοὺς τριγωνικοὺς δεσπότας τοῦ αἱρετικοῦ φωτὸς καὶ τοῦ ὡροσκόπου καὶ τοὺς οἰκοδεσπότας αὐτῶν καὶ τοὺς ὁριοκράτορας Ἡλίου καὶ Σελήνης καὶ τὰ δωδηκατημόρια τῶν ἀστέρων ποῦ ἢ πρὸς τίνας ἐκπίπτουσι. Ζήτει καὶ τὸν κλῆρον τῆς τύχης καὶ τοῦ δαίμονος καὶ τὸν κύριον αὐτῶν· οὗτοι γὰρ ὕπαυγοι πεπτωκότες καὶ ὑπὸ κακοποιῶν θεωρούμενοι ἢ ἐμπεριεχόμενοι ἢ καὶ ἀλλήλοις ἐναντιούμενοι καὶ κακῶς πεπτωκότες ἄτροφα ποιοῦσι τὰ τικτόμενα, μάλιστα τῶν φώτων ὑπὸ κακοποιῶν θεωρουμένων ** ἢ καὶ ὑβρισμένην λέγε τὴν μητέρα, πλέον δὲ ἐν τῷ Καταβιβάζοντι. Ἑν δὲ ταῖς τελευταίαις μοίραις τυχοῦσα μητρὸς ἀγένειαν σημαίνει, δίχα δὲ Ζυγοῦ διὰ τὸ τάς τελευταίας μοίρας τοῦ Ζυγοῦ καλεῖσθαι αὔξησιν καὶ δίχα Καρκίνου διὰ τὸ τάς τελευταίας μοίρας τοῦ Καρκίνου καλεῖσθαι θεῶν γαῖαν***.
Ζήτει δὲ καὶ τοὺς τριγωνικοὺς δεσπότας τοῦ ὑπογείου κέντρου· ὁ γὰρ πρῶτος σημαίνει τὴν τοῦ θανάτου ποιότητα, ὁ δὲ δεύτερος τὸ σῖνος· ἐὰν οὗτοι κακῶς κεῖνται ἢ καὶ ὑπὸ κακοποιῶν θεωροῦνται, κακοποιοῦσιν τὸν θάνατον καὶ τὸ σῖνος.
Ἐν δὲ τῇ τετάρτῃ σκέψει δέον ζητεῖν τάς συνόδους καὶ πανσελήνους ἐν ποίοις τόποις τετυχήκασιν καὶ τίσι συνάπτουσιν ἀπὸ συνόδου ἢ πανσελήνου. Βλέπε δὲ καὶ τίνες προαναφέρονται τοῖς φωσὶν καὶ ἐπαναφέρονται∙ καὶ ἐὰν μὲν ἀγαθοποιοὶ τύχωσιν, εὖ ἂν εἴη τὰ τῆς τύχης καὶ περὶ τῶν γονέων· εἰ δὲ κακοποιοὶ καὶ παραιρέται, λέγε τοὺς γονέας ἀλλοφύλους ἢ ἀλλοεθνεῖς ἢ ἀγενεῖς ἢ ταπεινούς∙ οὐ μὴν ἀλλὰ καὶ τὰ παρὰ τῶν γονέων διαφθείρεσθαι ἢ καὶ ὀφθαλμῶν ἀλγηδόνας. Ἀλλὰ δὴ καὶ οἱ ὁριοκράτορες Ἡλίου καὶ Σελήνης κακοὶ καὶ ὕπαυγοι πεπτωκότες τοὺς γονεῖς καὶ τοὺς τεχθέντας ταπεινοὺς σημαίνουσιν· ὁμοίως δὲ καὶ τὰ φῶτα ἐὰν εὕρῃς ἐν τροπικῷ ζῳδίῳ, λέγε τοὺς γονεῖς ἀλλοφύλους ἢ ἀλλοεθνεῖς εἶναι. Ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ μόνοι καθυπερτεροῦντες τὴν Σελήνην ἢ τὸν Ἥλιον κατὰ ἑξάγωνον ἢ τετράγωνον μᾶλλον κινδύνων εἰσίν δηλωτικοί, ἔσθ’ ὅτε δὲ καὶ βιοθανασίας.
Βλεπε δὲ καὶ τοὺς κυρίους τῶν συνοδοπανσελήνων καὶ τριγωνικοὺς αὐτῶν δεσπότας πῶς κεῖνται καὶ ὑπὸ τίνων θεωροῦνται καὶ ποίας φάσεις ἔχουσιν, καὶ εἰ μὴ ἀπόστροφοί εἰσιν τῶν συνόδων ἢ πανσελήνων ἢ ἐναντιοῦνται τοῖς τόποις. Αἱ συνοδοπανσέληνοι καὶ οἱ κύριοι αὐτῶν ὑπὸ κακοποιῶν θεωρούμενοι καὶ τῶν κυρίων τῶν συνοδοπανσελήνων ἀποστρόφων ὄντων ἢ ἐναντιουμένων, βιοθανασίας εἰσὶ δηλωτικοί. Εἰ δὲ καὶ ὁ κύριος τῆς κατὰ πῆξιν Σελήνης τύχῃ ἀπόστροφος ὢν αὐτῆς καὶ ὁ κύριος τοῦ ὡροσκόπου ἀπόστροφος αὐτοῦ, οὔτε ἄνθρωπος ἔσται ὁ γεννηθεὶς ἀλλὰ τέρας ἢ τετράποδον∙ καὶ εἰ μὲν ἀγαθοποιοῖ ἐπιθεωροῦσι τὰ κέντρα, τῶν χειροήθων ἢ ἐκθειαζομένων ἔσται τὸ γεννηθὲν οἷον κύων ἢ αἴλουρος ἢ ὄρνις καὶ τὰ ὅμοια· εἰ δὲ καὶ κακοποιοὶ ἐπιθεωρήσουσιν τὰ κέντρα τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων, ἄγριόν τι ζῷον ἔσται τὸ γεννηθέν.
Ἐν δὲ τῇ πέμπτῃ σκέψει δέον ζητεῖν τὸν κλῆρον τῆς τύχης καὶ τοῦ δαίμονος καὶ τῆς βάσεως καὶ τοῦ ὑψώματος τῆς γενέσεως καὶ τάς φάσεις αὐτῶν καὶ τάς τοποθεσίας· ἐὰν γὰρ καὶ ἀπόστροφοι τύχωσι τοῦ ὡροσκόπου οἱ ἀποκεκλικότες, ἐπίκεντροι δὲ τῷ κλήρῳ τῆς τύχης μετὰ τῶν ἀγαθοποιῶν, καλῇ τῇ τύχῃ σημαίνουσιν, εἴπερ ἕξαυγοι τύχωσιν. Εἰ δὲ τούτων οὕτω κειμένων τὸν ἑνδέκατον τόπον τοῦ κλήρου ἥ τοῦ ὡροσκόπου τὸν καλούμενον περιποιητικὸν κακοποιὸς μόνος θεωρήσει ἢ τὸν ὄγδοον τόπον τοῦ ὡροσκόπου ἢ τὸν κλῆρον τῆς τύχης ἢ τὸν κύριον τοῦ ὀγδόου τόπου, μετὰ τῆς ἐκπτώσεως καὶ βιοθανασίαν δηλοῖ τὸ σχῆμα. Εἰ δὲ ὁ κλῆρος τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ καλῶς τύχωσιν, ὁ δὲ κλῆρος τοῦ δαίμονος καὶ ὁ κύριος αὐτοῦ κακῶς τύχωσι καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσι, ἔκπτωσιν τελοῦσι τῇ γενέσει μάλιστα ἐπὶ νυκτερινῆς γενέσεως διὰ τὸ κατὰ Πτολεμαῖον κλῆρον τύχῃς ὑπάρχειν τὸν κλῆρον τοῦ δαίμονος.
Εἰ δὲ καὶ ὁ κύριος τοῦ ὑψώματος τῆς γενέσεως κακῶς τύχῃ ἢ ὑπὸ κακοποιῶν θεωρηθῆ, καθαιρέσεις τῶν ἀξιωμάτων ἢ τῶν πράξεων, ἀργίας καὶ νωχελίας ποιήσει· εἰ δὲ τοῦ κλήρου τῆς τύχης καλῶς κειμένου καὶ ὑπὸ ἀγαθοποιῶν θεωρουμένου ὁ κύριος αὐτοῦ εὑρεθῇ ἐν τῷ ἐννάτῳ τόπῳ τοῦ ὡροσκόπου ἢ ὁ κύριος τοῦ δαίμονος, ἀπὸ ἱερῶν πραγμάτων ἢ ἱερῶν τόπων ὁ τοιοῦτος ἐπικτήσεται. Εἰ δὲ ἐν τῷ ὑπογείῳ τύχῃ ὁ κύριος τοῦ κλῆρου θησαυροφύλαξ ὁ τοιοῦτος γενήσεται· εἰ δὲ ἐν καθύγρῳ ζῳδίῳ τύχῃ ὁ κλῆρος τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ, ἐξ ὑγρῶν πραγμάτων ἢ ναυτικῶν ὁ τοιοῦτος ἐπικτήσεται∙ καὶ ἁπλῶς δέον κατὰ τὴν φύσιν τοῦ ζῳδίου καὶ τὴν τοποθεσίαν ἐν ᾖ ἔτυχεν ὁ κλῆρος τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ, ἀποφαίνεσθαι τάς εὐδαιμονίας ἤτοι ἐκπτώσεις.
Ἐὰν τύχῃ Ἄρης ἢ Κρόνος ἐν τῷ δωδεκάτῳ τῆς τύχης, εὑρεθῇ δὲ ὁ τῆς αἱρέσεως ἐν ἰδίῳ οἴκῳ ἢ τριγώνῳ ἢ ὑψώματι, ἀπὸ βίας καὶ ἁρπαγῆς τάς περικτήσεις ποιήσει καὶ ἀδικίας. Ἰδὲ δὲ τίνας ἐσχηματικότας ἐν τῷ ἕκτῳ τοῦ κλήρου τῆς τύχης καὶ ἀπὸ δουλικῶν προσώπων ἀδικηθέντας καὶ προδοθέντας ὡς διὰ τὸν ἕκτον τόπον. Ὁ γὰρ δωδέκατος τόπος τοῦ κλήρου τῆς τύχης ὑπὸ κακοποιῶν μόνον θεωρούμενος μάλιστα καὶ παραιρετῶν σημαίνει τάς ἐκπτώσεις οὕτως· ὑπὸ μὲν Ἄρεως ἀπὸ ἐμπυρισμῶν ἢ ἀρχόντων ἢ στρατιωτικῶν ἢ λῃστρικῶν ἐφόδων ἢ τῶν ὁμοίων ὑπὸ δὲ Κρόνου ἀπὸ ναυαγίων ἢ δικῶν ἢ πρεσβυτέρων προσώπων καὶ ἐκκλησιαστικῶν ἢ εὐνούχων ἢ ἀνασκευῶν τινων χάριν παλαιῶν πραγματαιν ἢ νεκρικῶν προσώπων. Ὁ κλῆρος τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ ἀπόστροφοι τοῦ Ἡλίου ἐκπτώτους ποιοῦσι δίχα ὁμοζωνίας καὶ τῶν ἰσαναφόρων ζῳδίων καὶ τῶν ἰσοδυναμούντων∙ ἀλλὰ καὶ ὁ κύριος τῆς συνόδου ἢ πανσελήνου ἐν τῷ δωδεκάτῳ ἢ ὀγδόῳ τοῦ ὡροσκόπου ἐκπτώτους ποιοῦσι. Ὁμοίως δὲ καὶ ἡ σύνοδος καὶ ἡ πανσέληνος ἐν τῷ δωδεκάτῳ ἢ ὀγδόῳ.
Καὶ ἐὰν τὰ πλείονα σχήματα καὶ οἱ τούτων κύριοι ἐπὶ ἀγαθοῦ τόπου εὑρεθῶσι κεκοσμημένα φύσεσιν καὶ σχηματισμοῖς, ἐπίμονα τά τοῦ βίου καὶ τὰ τῆς δόξης γενήσονται· ἡ δὲ χρονιότης τῆς εὐτυχίας ἢ δυστυχίας ἢ ἀνωμαλίας ἐκ τῆς τῶν περιπάτων καί κολλήσεως τῶν γινομένων ἀπὸ πάντων τῶν ἀστέρων καὶ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ δαίμονος. Ἀλλὰ δέον καὶ ἐκ τῆς τοῦ ζῳδίου ἀναφορᾶς, καθὼς Αἰγύπτιοι καὶ ἐκ τῆς ἑκάστου ἀστέρος κυκλικῆς περιόδου, τουτέστιν τῶν τελείων καὶ μεσῶν καὶ ἐλαχίστων ἐτῶν κατὰ τρίτον καὶ ἥμισυ καὶ δίμοιρον τῶν χρόνων μετὰ τῶν ἀναφορῶν τῶν ζῳδίων ** καὶ τάς παραδόσεις καὶ παραλήψεις τῶν ἀστέρων. Καὶ ἐὰν μὲν οἱ ἀστέρες κακῶς ἐπισχηματίζονται πρὸς τὸν ἀνατολικὸν ὁρίζοντα, καλῶς δὲ πρὸς τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον αὐτοῦ, τὰ μὲν πρῶτα ἄπρακτα ἔσται, ἐξ ὑστέρου δὲ πρακτικά. Εἰ δὲ ἐναλλάξ τὸ σχῆμα γίνεται καὶ τοῦ ὡροσκόπου καὶ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ κυρίου αὐτῆς, ἀνάπαλιν τὴν πρᾶξιν ἢ τὴν ἔκπτωσιν λέγε. Ὁμοίως οἱ μὲν κλήροι σημαίνουσιν τὴν πρώτην ἡλικίαν, οἱ δὲ κύριοι αὐτῶν τὴν τελευταίαν∙ ἡ μὲν γὰρ τύχη τὰ σωματικὰ πάθη καὶ περικτήσεις σημαίνει, μάλιστα ὁ ια′ αὐτῆς τόπος καὶ ὁ κύριος αὐτοῦ∙ ὁ δὲ δαίμων τὰ ψυχικὰ καὶ τάς πράξεις καὶ τάς δόξας καὶ τὸν τρόπον.
Ὁ δὲ κύριος τῆς βάσεώς ἐστι θεμέλιος τῆς τύχης. Μερίζων οὖν τὰ ἔτη τῆς γεννήσεως μὴ μόνον ἀπὸ τοῦ ὡροσκόπου τοὺς ἐνιαυτοὺς δέον ἐκβάλλειν, ἀλλὰ καὶ ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ κλήρου τῆς τύχης. Εἰ δὲ καὶ πατέρα ἔχῃ καὶ μητέρα, ἐκβάλλονται τὰ ἔτη ἀπὸ τοῦ κλήρου τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ οὕτως σκέπτου τὸν ἐνιαυτὸν τῶν γονέων. Ζήτει δὲ μή πως ὁ πλείονα λόγον ἔχων πρὸς τὴν γένεσιν κακῶς πέσῃ ἢ ὑπὸ κακοποιῶν θεωρηθῇ καὶ τοῦτο δὲ τὸ σχῆμα φαῦλον ὑπάρχει κακοθανασίας γὰρ ποιήσει τῇ γενέσει.
Μετὰ πάντων δὲ τῶν σχημάτων σκέπτου καὶ τὰ ἀποτελέσματα τῶν ὁρίων καὶ τάς τοπικὰς διακρίσεις καὶ τοὺς συσχηματισμοὺς τῶν ἀστέρων καὶ τὰ πρόσωπα τῶν δεκανῶν μετὰ καὶ τῶν παρανατελλόντων αὐτῶν καὶ τῆς μορφώσεως τῆς δωδεκάωρου∙ ζήτει δὲ καὶ τὸν κύριον τοῦ δωδέκατου τόπου καὶ τοῦ ἕκτου ἀπὸ ὡροσκόπου, μή πως ἐπίκεντροι τύχωσι· ὡρονομούντων γὰρ βλάπτουσιν τὴν νεότητα, δυνόντων δὲ τὸ γῆρας. Ζήτει δὲ καὶ τὴν Σελήνην, εἰ μὴ ὅρᾳ τὸν κλῆρον τοῦ ἀναιρέτου ἀστέρος· σημεῖόν ἐστιν τοῦτο βιοθανασίας· λαμβάνεται δὲ ὁ κληρος τοῦ ἀναιρέτου ἀστέρος ἀπὸ τοῦ οἰκοδεσπότου τοῦ ὡροσκόπου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἐναλλάξ.
Ἐν δὲ τῇ ἕκτῃ σκέψει δέον ζητεῖν τὸν Ἀναβιβάζοντα καὶ Καταβιβάζοντα ἐν ποίοις τόποις καὶ δεκανοῖς τετυχήκασιν καὶ ὑπὸ τίνων θεωροῦνται· πολλάκις γὰρ καὶ τῶν ἀστέρων καλῶς κειμένων μάλιστα τῶν ἀγαθοποιῶν ὁ καταβιβάζων συμπαρὼν μετὰ Ἡλίου ἢ Σελήνης ἢ Διὸς ***.
Ἐν δὲ τῇ ἑβδόμῃ σκέψει ζήτει τὰ δωδεκατημόρια τῶν ἀστέρων μάλιστα Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἐν ποίοις τόποις τοῦ ὡροσκόπου τετυχήκασιν καὶ ὑπὸ τίνος θεωροῦνται. Εἰ γὰρ εἰς τετράποδα ζῴδια τύχωσι τὰ δωδεκατημόρια αὐτῶν μετὰ τοῦ ὡροσκόπου, λέγε μὲν τετράποδον ἢ τέρας τὸ γεννηθέν, μάλιστα καὶ τῶν φώτων οὕτως τυχόντων, ἐξαιρέτως δὲ καὶ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ κυρίου αὐτῆς. Πολλάκις δὲ τὸ σχῆμα τοῦτο ἐποίησεν ἠνιόχους καὶ ἱπποδρόμους ἢ θηριοτρόφους τῶν ἀγαθοποιῶν μαρτυρούντων∙ εἰ δὲ καὶ ἢ Σελήνη ἀπέστραπται τὸν οἰκοδεσπότην αὐτῆς ἢ ἐναντιοῦται αὐτῷ, τὸ αὐτό σημαίνει. Οὐ μὴν ἀλλὰ καὶ ἡ τριταία τῆς Σελήνης ἐν τετράποδῳ τυχοῦσα καὶ ὑπὸ κακοποιῶν θεωρουμένη τέρατα ἢ τετράποδα σημαίνει τὰ γεννώμενα. Ἐὰν δὲ τούτων οὕτως κειμένων εὑρεθῇ ἡ τριταία τῆς Σελήνης ὑπὸ κακοποιῶν θεωρουμένη, ὁ δὲ κύριος τῆς προγενομένης συνόδου καὶ πανσελήνου ἀπέστραπται τὸν ὡροσκόπον καὶ τὸν οἶκον αὐτοῦ, τὸ αὐτὸ σκόπει.
Ζήτει δὲ καὶ τὸν αἰτιατικὸν κλῆρον τὸν λαμβανόμενον ἀπὸ Κρόνου καί ἐπὶ Ἅρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἐναλλάξ· οὗτος γὰρ ὁ κλῆρος ὑπὸ κακοποιῶν θεωρούμενος ἐπισφαλὴς καὶ ἐπικίνδυνος καθαιρετικὰς ποιῶν τάς γενέσεις. Ἐπιθεώρει δὲ τὸν σχηματισμὸν τῶν ζῳδίων κατὰ τὰ † ἰσανέφηκτα καὶ κατὰ τάς ἰσοδυναμίας· δέον γὰρ Παρθένον καὶ Κριὸν † διάμετρα λογίζεσθαι καὶ Ζυγὸν καὶ Ἰχθὺας καὶ τὰ λοιπὰ ἰσανάφορα καὶ ὁμόζωνα ζῴδια. καθ’ ἑκάστην γένεσιν δέον ζητεῖν καὶ τὰ ἀποτελέσματα τῶν δεκανῶν πρὸς τοὺς ἀστέρας καὶ τοὺς παρανατέλλοντας καὶ τὰ πρόσωπα τῶν δεκανῶν καὶ τὴν λαμπρομοιρίαν τῶν ζῳδίων.
Τούτων γὰρ πασῶν τῶν ἑπτὰ σκέψεων οὕτως ἐξεταζομένων οὐχ ἁμαρτήσῃ περὶ τὰ τῆς γενέσεως θεμέλια.
Ζήτει δὲ καὶ τὰ ἀποτελέσματα τοῦ ἑνδεκάτου τῆς τύχης καὶ φυλάττου τῶν ἐκλειπτικῶν τὰ τρίγωνα· ζήτει δὲ καὶ τάς μοίρας τῶν κέντρων, πολλάκις γὰρ τῶν ἀστέρων τῆς γενέσεως παραπεπτωκότων οἱ λαμπροὶ τῶν ἀπλανῶν εὑρίσκονται μοίραις ἐπικέντροις, καὶ μεγάλας καὶ ὑπερβαλλούσας ποιοῦσιν τάς γενέσεις· πολλοὶ γὰρ ἀγνοοῦσιν τάς τῶν ἀπλανῶν ἀστέρων δυνάμεις τὲ καὶ ἐνεργείας. Ἀλλὰ δὲ καὶ ἐν ταῖς κολλήσεσιν τῶν περιπάτων μεγάλως ἐνεργοῦσιν, εἴπερ ὁ κολλῶν ἀστὴρ τόν τοῦ ἀπλανοῦς ἄνεμον τρέχει. Ὁμοίως δὲ ἐνεργοῦσιν πάλιν οἱ ἀπλανεῖς, εἴπερ ἰσόμοιροι τῶν πλανητῶν τύχωσιν κατὰ τὸν αὐτὸν ἄνεμον.
55. Περὶ τοκετοῦ. [Περὶ εὐτοκίας καὶ δυστοκίας καθῶς Δωρόθεος]
Ἐπὶ μὲν ἀρσενικῆς γενέσεως τὰ φῶτα ἐν ἀρσενικοῖς ζῳδίοις τυχόντα καὶ ὁ ὡροσκόπος ὑπὸ ἀγαθοποιῶν θεωρούμενος εὐτοκίαν ποιοῦσιν∙ ἐπὶ δὲ θηλυκῆς γενέσεως δυστοκίαν ποιοῦσι, καὶ μάλιστα ἐὰν ὦσιν τὰ φῶτα τρίγωνα ἀλλήλων καὶ ἐν ἀρσενικοῖς ζῳδίοις. Ἐπὶ δὲ ἀρσενικῆς γενέσεως τὰ φῶτα ἑαυτῶν τρίγωνα καὶ ἐν θηλυκοῖς ζῳδίοις μετὰ τοῦ ὡροσκόπου δυστοκίαν ποιοῦσι· αὕτη γὰρ ἡ φάσις τῶν φώτων καλεῖται ἀμφίκυρτος. Ζεὺς ὡροσκοπῶν εὐτοκίαν δίδωσι, καὶ εἰ μὲν ἀρσενικῶν εἴη τὸ ὡροσκοποῦν ζῴδιον, τὸν πατέρα εὐγενέστερον εἶναι τῆς μητρός· εἰ δὲ θηλυκόν, τὴν μητέρα τοῦ πατρός.
Κρόνος ὡροσκοπῶν δυστοκίαν παρέχει, μάλιστα ἐν τοῖς θηλυκοῖς ζῳδίοις. Ἄρης ὡροσκοπῶν, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις, ἐξαπίνης καὶ σύντομον ποιεῖ τὸν τοκετὸν μάλιστα ἐν ὁδῷ ἢ λουτρῷ. Φησὶ δὲ καὶ τὰ ὀρθὰ καὶ τὰ πλάγια ζῴδια πολλὰ συμβάλλεσθαι εἰς τὸν περὶ τοκετοῦ λόγον∙ ὀρθὰ μὲν ζῴδιά εἰσιν ἀπὸ Καρκίνου ἕως Τοξότου, πλάγια δὲ τὰ λοιπὰ ἀπὸ Αἰγόκερω ἕως Διδύμων. Ἡ οὖν Σελήνη ἐν τοῖς πλαγίοις ζῳδίοις τυχοῦσα καὶ ὑπὸ τῶν κακῶν ἐμπερισχομένη δυστοκίαν ἀποτελεῖ, μάλιστα καὶ τῶν κακοποιῶν ἐν τοῖς πλαγίοις ζῳδίοις τυχόντων καὶ τὴν Σελήνην ἔκκεντρον ἐπιθεωροῦντων.
56. Περὶ γεννημάτων ἀπὸ τοῦ πολεύοντος καὶ διέποντος
Κρόνου πολεύοντος ὡροσκόπου α′ γ′ η′ ι′ οἱ γεννώμενοι ἀγενεῖς καὶ ἐπισινεῖς καὶ βιοθάνατοι.
Διὸς πολεύοντος ὡροσκόπου α′ δ′ ι′ ια′ οἱ γεννώμενοι ἄρχοντες, ἔνδοξοι, ἐπαφρόδιτοι.
Ἄρεως πολεύοντος ὡροσκόπου α′ ε′ ϛ′ η′ ἀπὸ σιδήρου ἢ πυρὸς τελευτῶσι ἢ χόλῳ μεγιστάνου ἢ αἵματος ἀναφορᾷ.
Ἡλίου πολεύοντος ὡροσκόπου α′ β′ γ′ ϛ′ ἢ λαμπροί, ἔνδοξοι, μεγιστάνων φίλοι, θεοφιλεῖς.
Ἀφροδίτης πολευούσης ὡροσκόπου α′ β′ ε′ η′ θ′ ι′ ἐπαφρόδιτοι πρακτικοί.
Ἑρμοῦ πολεύοντος ὡροσκόπου α′ δ′ ϛ′ ζ′ η′ ἔμπρακτοι, δραστικοί, πολυΐστορες.
Σελήνης πολεύοντος ὡροσκόπου α′ γ′ ϛ′ ζ′ η′ ἐπὶ μεγάλων πραγμάτων γινωσκόμενοι.
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν νυκτερινῶν ὡρῶν, ἐὰν ὁ κύριος τῶν ὡρῶν τοῦ διέποντος κακοδαιμονίσῃ θυριοβόλους ποιεῖ∙ ἐὰν δὲ Κρόνου διέποντος Σελήνη διαμετρῇ, ἐπιληπτικὸν καὶ θεοφορούμενον ποιεῖ.
57. Ἀποτελέσματα τοῦ πίνακος τῆς δωδεκατόπου [Ἑρμοῦ τοῦ Τρισμεγίστου περὶ τῆς τῶν ιβ′ τόπων ὀνομασίας καὶ δυνάμεως]
– Τόπος δωδέκατος
Ὁ δωδέκατος τόπος καλεῖται κακοδαιμόνημα καὶ προαναφορὰ τοῦ ὡροσκόπου καὶ μετακόσμιος. Σημαίνει τὰ περὶ ἐχθρῶν καὶ δούλων καὶ τετραπόδων καὶ πάντα τὰ πρὸ τῆς ἀποκυητικῆς ὥρας ἀποτελούμενα καὶ τῇ μητρὶ καὶ τῷ τεχθησομενῳ, ἐπειδὴ πρὸ τῆς τοῦ βρέφους ἐκκρίσεως τοῦτο τὸ ζῴδιον ἀνέτειλε. Κρόνου δὲ τόπος ἐκλήθη, καθὸ διὰ τῆς προχοῆς τῶν ὑδάτων ἐκκρίνεται τὸ βρέφος καὶ ὅτι μέσον ζωῆς καὶ θανάτου ἡ τίκτουσα καθέστηκε ὑπὸ Κρόνου καὶ Ἄρεως κατὰ διάμετρον ἐπιθεωρουμένη.
Οἱ οὖν κακοποιοὶ ἐπὶ τούτῳ τῷ τόπῳ τυχόντες δυστοκίας ποιοῦσι καὶ σωματικὰ πάθη καὶ τομὰς ἢ σίνη περὶ τοὺς πόδας ἢ τὸ στόμα ἢ τὸν δακτύλιον καὶ δούλων ἀναιρέσεις καὶ ἐχθρῶν. Εἰ δὲ ὁ κλῆρος τῆς τύχης ἐπὶ τούτου τοῦ τόπου γένηται καὶ οἱ κακοποιοὶ ἐπιθεωρήσωσι τὸν κλῆρον, πλεῖστα κακὰ ἐπιφέρουσι βλάπτοντες ἐν τοῖς ἰδίοις πάντοτε χρόνοις. Ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ βλάπτουσιν ἐν τῷ ιβ′ καὶ οὐ μερίζουσι τὰ ἑαυτῶν ἀγαθά. Ὁ μὲν γὰρ Ἥλιος παρὼν τῷ τόπῳ πατρὸς δουλου ἢ ἐκπτώτου ἢ ἀγενοῦς τὸν τοκετὸν λέγει ἢ τῶν πατρικῶν ἀποβολὴν ἢ καὶ σεσινωμένον τὸν πατέρα. Ἡ δὲ Σελήνη ὁμοίως τὰ πρὸς τὴν μητέρα δηλοῖ. Ὁ δὲ Ζεὺς ἐπιπαρὼν τῷ τόπῳ ἐχθρῶν ἐπαναστάσεις ποιεῖ· ἡ δὲ Ἀφροδίτη κακογάμους ἢ δουλογάμους∙ ὁ δὲ Ἑρμῆς κακοτρόπους, κακοπράγμονας. Ἐὰν δὲ οἱ κύριοι τῶν συνόδων ἢ πανσελήνων εὑρεθῶσιν ἐν τούτῳ τῷ τόπῳ, κακὸν τὸ σχῆμα πρόλεγε ἐκπτώτους γὰρ ποιεῖ ἢ βιοθανάτους. Τὸ δωδεκατημόριον τοῦ Ἡλίου ἢ τῆς Σελήνης, ἐὰν ἐν τούτῳ τῷ τόπῳ τύχωσι, ἀγενεῖς ἢ ἐκπτώτους τοὺς γονεῖς λέγε ἢ πατρικὰ φθείροντας. Ἐὰν δὲ ὁ Ἥλιος καὶ ἢ Σελήνη ἐν τούτῳ τῷ τόπῳ τύχωσιν τῶν κακοποιῶν ἐπικέντρων ὄντων ἀγαθοποιοῦ μὴ ἐπιθεωροῦντος, κυνανθρώπους ποιοῦσιν τοὺς γεννηθέντας· ἐὰν δὲ Ἄρης καὶ Ἀφροδίτη εὑρεθῶσι ἐν τούτῳ τῷ τόπῳ, γυναικοκτόνους ποιοῦσιν.
Ἐὰν δὲ ὁ οἰκοδεσπότης τοῦ κλήρου τῆς τύχης εὑρεθῇ ἐν τούτῳ τῷ τόπῳ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρούμενος καὶ ἐπιθεωρήσῃ τὸν κλῆρον τῆς τύχης, κακότυχον ποιοῦσι. Ἐὰν δὲ ὁ κύριος τοῦ τρίτου τόπου εὑρεθῇ ἐν τῷ δωδεκάτῳ, ἀδελφοὺς καὶ φίλους ἐχθροὺς ἕξει. Ἐὰν δὲ ὁ κύριος τοῦ ὑπογείου κέντρου ἐκεῖ εὑρεθῇ, ἐπὶ ξένης τὴν τελεύτην πρόλεγε, Ἐὰν δὲ ὁ κύριος τοῦ δωδεκάτου τόπου εὑρεθῇ ἐν τῷ πέμπτῳ καὶ ὁ κύριος τοῦ πέμπτου ἐν τῷ δωδεκάτῳ, πατρυιοὺς ποιοῦσι τοὺς τοιούτους ἑτέρων τέκνων. Ἐὰν δὲ ὁ κύριος τοῦ ἑβδόμου τόπου τύχῃ ἐν τῷ δωδεκάτῳ, κακογάμους ἢ δουλογάμους ἀποτελεῖ καὶ χάριν τούτων ζημίας ἢ βλάβας ὑπομένοντας. Ἐὰν δὲ ὁ κύριος τοῦ ὀγδόου τόπου ἐν τῷ δωδεκάτῳ, χάριν νεκρικῶν πραγμάτων βλάβας τῷ τοιούτῳ ποιεῖ ἢ ἐπὶ ξένης ἀποθανεῖται. Ἐὰν δὲ ὁ κύριος τοῦ ἐννάτου τόπου ἐν τῷ δωδεκάτῳ ᾖ, πλανωμένους τοὺς τοιούτους ἐπὶ ξένης ἀποτελεῖ. Ἐὰν δὲ ὁ κύριος τοῦ δωδεκάτου τόπου εὑρεθῇ ἐν τῷ ὡροσκόπῳ, τὴν νεότητα καματηροτέραν ποιεῖ. Ἐὰν δὲ ὁ κύριος τοῦ δωδεκάτου τόπου εὑρεθῇ ἐν τῷ δυτικῷ κέντρῳ, τὸ γῆρας τοῦ τοιούτου μοχθηρὸν ποιήσει. Ἐὰν δὲ ὁ οἰκοδεσπότης τῆς γενέσεως εὑρεθῇ ἐν τῷ δωδεκάτῳ, δοῦλον ἢ ἀγενῆ ἢ ἔκπτωτον τὸν γεννηθέντα λέγε ἢ σεσινωμένον. Ἐὰν ὁ κύριος τοῦ δωδεκάτου τόπου εὑρεθῇ μετὰ Ἡλίου, τὸν πατέρα εὐτελῆ λέγε ἢ τὰ πατρικὰ φθείρειν. Ὁμοίως δὲ καὶ ἐπὶ Σελήνης οὕτως ἐπιθεώρει τὰ περὶ γονέων. Ἐὰν δὲ κύριος εὑρεθῇ τοῦ δωδεκάτου τόπου Κρόνος ἢ Ἄρης καὶ ὡροσκοπῇ, κυνοβρώτους ἢ θηριοβρώτους τοὺς τοιούτους ἀποτελεῖ ἢ φιλοκυνήγους. Ἐὰν δὲ ὁ κύριος τοῦ ἐννάτου τόπου γένηται ἐν τῷ δωδεκάτῳ, εἰ μὲν μετὰ τοῦ Κρόνου, ναυάγια τῷ τοιούτῳ ποιεῖ γενέσθαι ἢ ἐν θαλάττῃ κινδύνους, εἰ μὴ ἀγαθοποιὸς ἐπιθεωρήσει τὸ σχῆμα. Εἰ δὲ μετὰ Ἄρεως εὑρεθῇ ἐν τῷ δωδεκάτῳ τόπῳ, στρατιωτικὰς ἢ λῃστρικὰς ἑφόδους ποιεῖ τῷ τοιούτῳ ἐπὶ ξένης ἢ ἐν ὁδῷ.
Ἐὰν δὲ ὁ Ἀναβιβάζων ἐν τῷ δωδεκάτῳ τόπῳ τύχῃ καὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη μετὰ τοῦ Ἄρεως καὶ τοῦ Ἑρμοῦ ἐκεῖ τύχωσι, κακοπαθείᾳ περιπεσεῖται ἢ ὀστέον αὐτοῦ καταγήσεται ἢ τυφλοῦται ἢ πυρὶ καίεται ἢ κακομόρως τελευτᾷ ἢ ὑπὸ ἐχθρῶν ἀναιρεῖται, μάλιστα ἐὰν παρῇ αὐτοῖς καὶ Κρόνος. Εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσι, μετρίως τῶν κακῶν ἀπαλλαγήσεται πλὴν κακομόρως τελευτᾷ. Εἰ δε Ζεὺς καὶ Ἀφροδιτη ἐκεῖ τύχωσι μόνοι, κάκιστον μὲν οὐκ ἂν πάθοι, εὐτελῆ δὲ ὑπάρχοντα κτήσεται ἢ ἀπὸ δούλων εὐτυχήσει. Εὰν ὁ Καταβιβάζων ἐν τῷ δωδεκάτῳ τύχῃ καὶ Ἄρης καὶ Κρόνος ἐκεῖ τύχωσι ἢ θεωρήσωσι αὐτόν, κάλλιστον ἔσται· ἢ γὰρ εὔρημα εὑρήσει ἢ ἀπὸ ἀλλοτρίων ὑπαρχόντων μεταδοθήσεται. Ἐὰν δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσι μόνοι δίχα Κρόνου καὶ Ἄρεως καὶ Ἑρμοῦ ἐπιθεωρίας, ἀκαταστατήσει πρὸς γυναῖκα αὐτοῦ καὶ τέκνα καὶ σῖνος ἕξει ἀπόκρυφον ἢ εἰς τὸν σπλῆνα. Εἰ δὲ Ἥλιος καὶ Ἄρης καὶ Ἑρμῆς ἐπιθεωρήσωσιν, ὁ δὲ Κρόνος ἐκεῖ τύχῃ, ἀτυχέστατος ἔσται παντὶ τῷ βίῳ.
Ἐπὶ δὲ τῶν κακοδαιμονούντων ζῳδίων νυκτὸς τυχὼν ὁ Κρόνος ἔκλειψιν τῶν πατρικῶν δηλοῖ καὶ δούλων χάριν κινδύνους καὶ ἐπιβουλάς, τινὰς δὲ καὶ σίνεσι περιτρεπομένους ἢ παθητικούς. Ἡμέρας δὲ μετριώτερος ὁ θεὸς ἐν τούτοις γενήσεται. Ἐὰν δὲ καὶ τὴν Σελήνην τετραγωνίζῃ ἢ διαμετρῇ, ἀστασίας καὶ φθίσεως προδηλωτικὸς γενησεται, εἰ μή πως ὁ τοῦ Διὸς μαρτυρήσας ἢ τῇ Σελήνη ἥ τῷ Κρόνῳ ἐπικράτησιν τῶν ὑπαρχόντων ἀπὸ μέρους ποιήσεται∙ γίνονται δὲ καὶ ἐν βαρείαις νόσοις καὶ τῶν ἐντὸς ἀλγήματα ἔχουσιν.
Ἐπὶ δὲ τῶν κακοδαιμονούντων ζῳδίων τυχὼν ὁ Ζεὺς μάχας καὶ κινδύνους καὶ κρισιολογίας πρὸς ὑπερέχοντας ἀποτελεῖ. Πάντοτε δὲ ὁ θεὸς οὗτος ἐν τοῖς ζῳδίοις τούτοις οὐκ ἀγαθοποιὸς γίνεται, μάλιστα δὲ νυκτός.
Ἐν δὲ τοῖς κακοδαιμονοῦσι ζῳδίοις τυχὼν ὁ Ἄρης παθῶν καὶ σινῶν παραίτιος γίνεται. Γίνονται δὲ καὶ ἐν κινδύνοις καὶ ἐπιβουλαῖς οὐκ ὀλίγαις ἕνεκα δουλικῶν ἢ κατακρίτων καὶ συνεχομένων προσώπων μάλιστα δὲ ἡμέρας. Νυκτὸς δὲ μετριώτερα τὰ κακά γίνονται. Ἐπίκεντρος γὰρ ὁ θεὸς οὗτος τυχὼν ὑπογείῳ ἡμέρας καθόλου ὀλέθριος καθέστηκεν.
Ἐν δὲ τῷ κακοδαιμονοῦντι ζῳδίῳ τυχὼν ὁ Ἥλιος ἀγενεστέρους τοὺς γονεῖς ἢ δούλους ἢ αἰχμαλώτους ποιεῖ. Τινὲς δὲ καὶ σινῶν ἢ παθῶν πειρῶνται.
Ἐπὶ δὲ τῷ κακοδαιμονοῦντι ζῳδίῳ τυχοῦσα ἢ Ἀφροδίτη νυκτὸς διὰ γυναικῶν προφάσεις λυπουμένους ποιεῖ. Ἐὰν δὲ κατοπτεύηται ὑπὸ Κρόνου καὶ Ἑρμοῦ ἢ Ἄρεως καὶ πάθεσι ψυχικοῖς περικυλιομένους τουτέστιν ἐρωτικοῖς· τινὲς δὲ καὶ δούλαις ἢ ἑταίραις ζεύγνυνται, ὧν χάριν καὶ ἐν ἀτεκνίᾳ γίνονται. Ἡμέρας δὲ τυχοῦσα ἐπὶ τοῦδε τοῦ τόπου κακῶς καὶ βιαίως ἕνεκα γυναικῶν ἀπολλυμένους σημαίνει κατὰ τὴν τῶν ζῳδίων φυσικὴν ἰδιοτητα∙ ἔχει γὰρ ποικίλους καὶ δυσευρέτους ἡ θέα χρηματισμοὺς οἷς καὶ τά τοῦ βίου πράγματα ὁδηγηθήσεται.
Ἐὰν δὲ ἐν τῷ κακοδαιμονοῦντι ζῳδίῳ τύχῃ ὁ Ἑρμῆς, μεγάλων πραγμάτων ἀντιλαμβανομένους γεννήσει ἢ καὶ μισθωτὰς δημοσίων, ὑπὸ ἄλλων κινδυνεύοντας πραγμάτων, εὐημεροῦντας δὲ καὶ ἐν αὐτοῖς. Ἑσπέριος δὲ τυχὼν ἐπὶ τοῦδε τοῦ τόπου πολυπράγμων γίνεται, οὐ γὰρ εἰκῆ καὶ ὡς ἔτυχεν ἀλλὰ κατὰ μοῖραν Ἑρμῆς τοκετῷ τὸν τόπον ἐσημειώσατο, ἐν ᾧ ἡ μοῖρα τῆς ὠδινούσης ἐφέστηκεν, εἰ κεκύηκε συμπάσχοντος αὐτῷ καὶ τοῦ κατὰ διάμετρον ζῳδίου, ἀφ’ οὗ τόπου οἱ συμπλεκόμενοι ἀστέρες ἀργοτέρας τάς πράξεις ἀποδίδουσιν. Ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ ἐπὶ τοῦδε τοῦ τόπου τυχὼν γραμματικούς, ῥήτορας, γεωμέτρας, διδασκάλους, λόγους πιπράσκοντας γεννήσει ἢ διὰ λόγου τῶν ὁμοίων ἀνθρώπων εὐεργέτας γινομένους καὶ περισσότερον τῶν ἄλλων φρονοῦντας. Ἐναντιωθεὶς δὲ ὑπὸ Ἄρεως κακὸς γενόμενος καταδικάσει ἕνεκα ἀπορρήτων πραγμάτων ἢ πλαστῶν ἢ οἰκονομίας ἢ δούλων χάριν, ἢ καὶ καταδίκῃ περιτρέψει.
Ἐὰν ἐν τῷ κακοδαιμονοῦντι ζῳδίῳ τύχῃ ἡ Σελήνη ***
– Περὶ ὡροσκόπου· τόπος πρῶτος
Ὁ δὲ πρῶτος τόπος καλεῖται ὁ περὶ ζῳῆς· διὰ δὲ τοῦτο οὕτως ἐκλήθη ἐπειδὴ μετὰ τήν τοῦ κακοδαιμονήματος ἀνατολὴν τοῦτο τὸ ζῴδιον ἀνατέλλει καὶ μετὰ τήν τοῦ κλιμακτῆρος πάροδον περὶ ζωῆς ἐξετάζεται καὶ ἡ τίκτουσα καὶ τὸ βρέφος, καὶ ὅτι ἀμφότεροι ἀπὸ κινδύνων καὶ σκότους ἐπὶ τὸ φῶς ἐληλύθασιν καὶ τὴν ζωὴν∙ οἴαξ δὲ καλεῖται καὶ πρῶτον τόπον λέγομεν ὅτι ἡ ἀρχὴ τῆς ἐπισκέψεως τοῖς μαθηματικοῖς ἐκεῖθεν γνωρίζεται∙ ἔτι δὲ καὶ πνεύματος καὶ βάσεώς ἐστι δηλωτικός. Ἐν δὲ τούτῳ τῷ τόπῳ ὁ τοῦ Ἑρμοῦ χαίρει παρὼν ὅτι τὸ πνευματικὸν διὰ τοῦ λόγου καθέστηκεν.
Ἐπὰν δὲ τὶς τῶν ἀγαθοποιῶν ὡροσκοπῇ δίχα τῆς τῶν κακοποιῶν θεωρίας καὶ τοῦ κυρίου τοῦ ὡροσκόπου καλῶς κειμένου καὶ τῶν τριγωνοκρατόρων τοῦ ὡροσκόπου, εὔτροφον ἔσται τὸ γεννηθὲν καὶ καλὴν ἕξει τὴν πρώτην ἡλικίαν. Εἰ δὲ τὶς τῶν κακοποιῶν ὡροσκοπεῖ καὶ τὸν Ἥλιον καὶ τὴν Σελήνην κατοπτεύει, ἄτροφα ἢ ὀλιγοχρόνια ἢ σεσινωμένα ἢ ἐπιπαθῆ ἢ ἐν ὀρφανία διατελοῦντα τὰ τικτόμενα λέγε.
Εἰ δὲ ὁ Ἥλιος ἐν τῷ ἰδίῳ τριγώνῳ ὡροσκοπῇ, πρωτοτόκους ἢ πρωτοτρόφους λέγε τοὺς γεννηθέντας· καὶ ἡγεμονίαν καὶ προκοπὴν παρέχει δίχα τῆς τῶν κακοποιῶν ἀκτινοβολίας. Ὁ δὲ Κρόνος ὡροσκοπῶν πρωτοτόκους ἢ πρωτοτρόφους λέγει τοὺς γεννηθέντας. Ἀφροδίτη δὲ ὡροσκοποῦσα χαρίεντας, τερπνούς, φιλομούσους, πολυκοίνους λέγει τοὺς γεννηθέντας, οὐκ εὐγάμους δέ. Ἑρμῆς δὲ ὡροσκοπῶν λογικούς, φρονίμους, ἀγχινοῦς ποιεῖ τοὺς γεννηθέντας. Ἄρης δὲ ὡροσκοπῶν θερμούς, παραβόλους, τολμηρούς, ῥιψοκινδύνους ἀπεργάζεται. Ἔσθ’ ὅτε δὲ καὶ σεσινωμένους ἢ ἐπιπαθεῖς∙ ὀξυτοκίαν δὲ ποιεῖ ἢ ἐν ὁδῷ ἢ ἐν λουτρῷ. Ὁ δὲ τοῦ Διός, ἐὰν ὡροσκοπῇ ἐκτὸς τῶν κακοποιῶν, λαμπρούς, ἡγεμόνας, ἄρχοντας τῆς ἰδίας πατρίδος πάντοτε ποιεῖ.
Ὁ δὲ κλῆρος τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ ὡροσκοπῶν ἐπικείμενος τῷ τόπῳ ἑῷος ἀνατολικὸς ἀθεώρητος ὑπὸ κακοποιῶν εὐτυχεῖς, πολυχρονίους ποιήσει τοὺς τοιούτους. Ὁ κύριος τοῦ ὡροσκόπου ὕπαυγος ὤν καὶ ὁ κλῆρος τῆς τύχης καὶ οἱ οἰκοδεσπόται τῶν φώτων ὀλιγοχρονίους ποιήσουσιν. Ἐὰν δὲ ὁ κύριος τοῦ Ἀγαθοδαίμονος ὡροσκοπῇ, εὔπορον ποιεῖ ἐν τῇ νεότητι καὶ τὸ σχῆμα καλόν. Ἑρμῆς δὲ ἑῷος ὡροσκοπῶν μετὰ Ἡλίου ἢ Σελήνης ἐν θηλυκῷ ζῳδίῳ καὶ μοίραις θηλυκαῖς ἀποκόπους ποιήσει τοὺς τοιούτους τῶν ἀναγκαίων. Ὁ κύριος τοῦ σίνους καὶ ὁ κύριος τοῦ κλήρου τοῦ σίνους ὡροσκοποῦντες ἐν τροπικοῖς ζῳδίοις καὶ αὐτὸν καὶ τοὺς γονεῖς πηροὺς ποιοῦσι. Ἐὰν ὁ κύριος τοῦ ἑβδόμου τόπου ὡροσκοπῇ, ἐναντιουμένην αὐτῷ γυναῖκα λήψεται ὁ τοιοῦτος. Ἐὰν ὁ κύριος τοῦ ἐννάτου τόπου ὡροσκοπῇ δίχα τῆς τῶν κακοποιῶν ἀκτινοβολίας, ἐπὶ ξένης καλῶς διάξει ὁ τοιοῦτος. Ἐὰν τὸ δωδεκατημόριον τῶν φώτων ὡροσκοπῇ, εὐγενεῖς τοὺς γονεῖς πρόλεγε, ἐὰν οἱ κλῆροι τῶν γονέων νυκτὸς ὡροσκοπῶσιν, εὐγενεῖς οἱ γονεῖς.
Ἀφροδίτη ὡροσκοποῦσα ἐν θηλυκῷ ζῳδίῳ τὴν μητέρα εὐγενεστέραν καὶ πλουσιωτέραν καὶ πολυχρονιωτέραν τοῦ πατρὸς ποιεῖ· καὶ ἐπὶ τοῦ Διὸς οὕτως νόει ἀπὸ ὡροσκόπου. Ἐὰν ὁ Ζεὺς ὡροσκοπῇ ἐν θηλυκῷ ζῳδίῳ τὴν μητέρα εὐγενεστέραν λεγε∙ Ζεὺς ὡροσκοπῶν ἐν δισώμῳ ζῳδίῳ ἢ διπάτριον ἢ διώνυμον ποιεῖ τὸν γεννηθέντα τὰ· δὲ αὐτὰ καὶ ἡ Ἀφροδιτη ποιεῖ ὡροσκοποῦσα ἐν δισώμῳ ζῳδίῳ. Ἑρμῆς ὡροσκοπῶν, εἰ μὲν ἐν θηλυκῷ ζῳδίῳ, διὰ γυναικὸς τῷ γεννηθέντι προκοπὰς καὶ συστάσεις δίδωσι. Ἑρμῆς ὡροσκοπῶν ἐν δισώμῳ ζῳδίῳ ἀλλοτρίων τέκνων ἐπιτρόπους ποιεῖ. Ὁ δὲ Κρόνος ἐπίκεντρος μετὰ Ἡλίου τοῦ Ἡλίου ἔκλειψιν ποιοῦντος ἐπὶ τῆς γεννητικῆς ἡμέρας ἐν αἰχμαλωσίαις καὶ συνοχαῖς καὶ δουλίαις ποιεῖ τὸν γεννηθέντα· εἰ δὲ σύνεστιν Ἀφροδίτη καὶ Ἑρμῆς, εὐνοῦχοι γίνονται. Ἥλιος καὶ Ἀφροδίτη ὡροσκοποῦντες ἐν Λέοντι ἐν ἡμερινῇ γενέσει ἀθεμιτοφάγους ποιοῦσι τοὺς τοιούτους ὑπὲρ βρώματα βίου. Κρόνος δὲ καὶ Ἀφροδίτη ὡροσκοποῦντες ἐν οἴκῳ Κρόνου ἢ Ἀφροδίτης ποιοῦσι τοὺς τοιούτους μίγνυσθαι θυγατράσιν ἢ ἀδελφαῖς ἰδίαις. Ἐὰν δὲ καὶ Σελήνη ἐπιθεωρήσῃ, μητρογάμους ποιήσουσιν ἢ πρὸς θείας· ἐὰν δὲ μὴ θεωρήσῃ ἡ Σελήνη ἀλλὰ Ἄρης ἐπιβλεψῃ τὸ σχῆμα, ὠνητὴν γυναῖκα δίδουσιν ἢ ἐπ’ αὐτῶν βλάβας ποιοῦσι ἐκ τοιαύτης αἰτίας.
Ἐὰν ὁ Ἀναβιβάζων τύχῃ ἐν τῷ ὡροσκόπῳ καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσι δίχα Κρόνου καὶ Ἄρεως, ἀνὴρ μέγας καὶ εὐτύχης ἔσται ἐν πόλει. Εἰ δὲ καὶ Σελήνη συμμαρτυρήσῃ αὐτοῖς, βέλτιον τὸ ἀγαθόν, εἰ δὲ καὶ Ἥλιος συμπαρῇ τῷ τόπῳ ἢ ἐπιθεωρήσῃ αὐτούς, ἄμεινον τὸ τῆς εὐτυχίας· ἢ γὰρ μεγιστᾶνες ἢ τύραννοι γενήσονται οἱ τοιοῦτοι. Εὰν δὲ καὶ Κρόνος καὶ Ἄρης ἐπιθεωρήσωσιν αὐτοῖς ἢ συμπαρώσιν τῷ ὡροσκόπῳ νεότητα μοχθηρὰν και ἀπόκτησιν ἕξει καὶ ἀλγηδόνας ἐν τοῖς ὀφθαλμοῖς καὶ ἐν οὐδενὶ εὐοδοῦται, ἕως ἂν ὑπερβῇ ἔτη λϛ′ ἐπὰν δὲ ὑπερβῇ ἀπαλλαγήσεται πάντων τῶν κακῶν. Εἰ δὲ Κρόνος καὶ Ἄρης μετὰ Ἡλίου καὶ Σελήνης ἐπιτύχωσι Διὶ καὶ Ἀφροδίτη κατὰ συμπαρουσίαν ἢ ἐπιθεωρίαν, σινωθήσονται ὀστέα αὐτοῦ ἢ τυφλοῦται ἢ ἀπὸ πάθους τομὴν ἕξει καὶ ὅσα ἂν κτήσηται, ἀπωλέσει, ἔσθ’ ὅτε δὲ καὶ βιοθανατήσει.
Ἐὰν δὲ Καταβιβάζων ἐν τῷ ὡροσκόπῳ τύχη καὶ Κρόνος καὶ Ἄρης ἐκεῖ τύχωσι δίχα τῆς τῶν ἀγαθοποιῶν ἐπιθεωρίας, πάνυ χρηστὸν τὸ σχῆμα· πολύγνωστος γὰρ ἔσται καὶ δυνάστης καὶ εὐκτήμων. Εἰ δὲ καὶ Ἑρμῆς καὶ Ἥλιος συμπαρῶσιν αὐτοῖς, τῷ πατρὶ κακὸν τὸ σχῆμα· ζημίας γὰρ καὶ μάχας καὶ καταπλοκὰς ὑπομενεῖ. Εἰ δὲ καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσιν μόνοι μετὰ Καταβιβάζοντος, κάκιστον τῷ γεννηθέντι, μάλιστα ἐὰν συμπαρῇ αὐτοῖς καὶ ἡ Σελήνη· μέτριος γὰρ ἔσται καὶ οὐδὲν κτήσεται.
Ὅ τοῦ Κρόνου ἡμέρας τυχὼν ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου κραυγὴν γεννήσει καὶ τὰ διὰ φωνῆς πρασσόμενα τῷ γεννωμένῳ. Ποιεῖ δὲ καὶ πρωτοτόκους ἢ πρωτοτρόφους ἢ τῶν πρὸ αὐτοῦ ἀδελφῶν σπάνιν∙ πάντοτε δὲ ὁ θεὸς οὗτος ἐπιπαρὼν τοῖς κέντροις ποιεῖ πρωτογενεῖς ἢ καὶ πρωτοτρόφους ἤτοι τοὺς πρὸ αὐτοῦ ἀδελφοὺς ἀναιρεῖ. Νυκτὸς δὲ βλάβας καὶ ἐναντιώσεις καὶ μόχθους τελεῖ, νυκτὸς δὲ καὶ παρ’ ὑγροῖς τάς πράξεις.
Ὁ Ζεὺς τῆς αἱρέσεως τυχὼν ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου ἐπισήμους, δοξαστικούς, πόλεων προηγουμένους, ἠδυβίους δὲ καὶ καλοψύχους ποιήσει. Παρ’ αἵρεσιν δὲ τυχὼν ἐπὶ τοῦδε τοῦ τόπου ποιήσει πρωτοτόκους ἢ πρωτοτρόφους ἢ πρὸ αὐτῶν ἀδελφοὺς ἀναιρεῖ. Ἔτι δὲ τραφέντας καλῶς καὶ ἐν εὐδαιμονίᾳ γονέων τυχόντας, ἀπολλύοντας δὲ τὰ τῶν γονέων καὶ ἐκπίπτοντας τῶν ἰδίων. Πάντοτε δὲ ὁ θεὸς οὗτος ἐπίκεντρος τύχοιν ποιεῖ πρωτοτόκους ἢ πρωτοτροφους ἢ τῶν μειζόνων ἀδελφῶν ἀναίρεσιν.
Ὁ τοῦ Ἄρεως ἀστὴρ τῆς αἱρέσεως τυχὼν ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου πολεμάρχους, στρατιώτας, στρατοπεδάρχας, ζωῆς καὶ θανάτου κυρίους, βλοσυροὺς πόλεσι καὶ χώραις γεννήσει. Παρ’ αἵρεσιν δὲ τυχὼν ἐπὶ τοῦδε τοῦ τόπου θέρμους, παραβόλους, ξενιτεύοντας, ἐν ταῖς δόξαις ἀβεβαίους καὶ ἐν ταῖς ἐπιβολαῖς ἀποπίπτοντας καὶ μάλιστα τεχνίτας ἀποτελεῖ ἀπὸ πυρὸς ἢ σιδήρου ἢ τὸν βίον ἐν στρατείαις ἔχοντας.
Ἥλιος ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου Κρόνῳ ὁμόκεντρος τυχὼν βασιλεῖς ἢ ἡγεμόνας γεννήσει. Ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπαρῇ ἢ κατὰ τετράγωνον ἢ διάμετρον στάσιν ἐπιθεωρήσῃ, μετὰ φθόνων καὶ κινδύνων καὶ πολέμων τάς βασιλείας ἢ καὶ τάς ἡγεμονίας ἕξοντας. Νυκτὸς δὲ ὁ θεὸς οὗτος ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου τυχὼν ταπεινοτέρους τοὺς γονεῖς ἀποδείξει. Ἐπὶ δὲ τοῦ προκειμένου τόπου ὑπὸ Κρόνου ἐπιθεωρηθεὶς ἢ Ἄρεως κατὰ τετράγωνον ἢ διάμετρον στάσιν ἢ καὶ τοῖσδε συσχηματισθεὶς ἀδελφῶν μειζόνων ἢ καὶ τῆς ζωῆς ἢ καὶ τῶν ὅλων ὑπαρχόντων τε καὶ πράξεων ὀλετὴρ γενήσεται. Πάντοτε δὲ ὁ Ἥλιος ἐπιπαρὼν τοῖς ἐπικέντροις μέρεσι τῶν ζῳδίων μειζόνων ἀδελφων ἄχρηστος γενήσεται, τινὰς δὲ καὶ πρωτογενεῖς ἢ πρωτοτροφους ὑπάρχοντας ἀποδείκνυσιν.
Ἡ Ἀφροδίτη τῆς αἱρέσεως τυχοῦσα ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου ἡμιθέους ταῖς διανοίαις γεννήσει, μεγάλους, μεγαλοφίλους, φίλους βασιλέων καὶ δυναστῶν πράγματα πιστευομένους σοφιστὰς ἀγαθοὺς κατὰ τήν τοῦ ζῳδίου ἰδιογενῆ φύσιν. Ἔσονται γὰρ ἐν μὲν τοῖς ἀνθρωποειδέσι ζῳδίοις ἀρχιερεῖς χρυσοκόμητοι, κοσμοφόροι, τιμὴν παρὰ θεῶν ἔχοντες, τὰ μέλλοντα προφοιβώμενοι, μέγιστοι τῷ βίῳ. Ἐν δὲ τοῖς ἡμιφώνοις ζῳδίοις τυχοῦσα ποικίλους θηρευτὰς δραστικωτέρους, φίλους βασιλέων, μηχανωμένους ὅσα πρὸς θεωρίαν βασιλέων θαυμαστὰ ἀνῆκεν, ὀψωνιζομένους παρὰ βασιλέων καὶ ἐκ τούτου εὐδαιμονοῦντας. Ἐν δὲ τοῖς χερσαίοις ἢ παρύγροις τυχοῦσα μυροποιητὰς ἢ καὶ ἱματίων εὐκόσμων κτήτας ἢ χρωματουργοὺς ἀποτελεῖ. Ἐν δὲ τοῖς τετράποσιν ἐπισέμνους, φιλοδόξους, ἀγαθούς, φιλοτρόφους ζῴων ἢ ζῴων ἡγεμόνας ποιήσει. Παρ’ αἵρεσιν δὲ τυχοῦσα ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου πολυκοίνους, ἐπιψόγους, λάγνους, ἀσελγεῖς ποιήσει. Γίνονται δὲ καὶ λινουργοὶ ἢ ἱματίων πλοκεῖς ἢ χρωμάτων ἢ βαμμάτων καὶ τροφῶν τινων ἢ ποτῶν εὑρεταί.
Ὁ τοῦ Ἑρμοῦ ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου ἡμέρας τυχὼν φιλοσόφους, γραμματικοὺς γεννήσει, ἔσθ’ ὅτε δὲ καὶ ῥήτορας ἢ γεωμέτρας ἢ καὶ τῶν οὐρανίων μύστας ἢ καὶ θείων προσόδων ἀντεχομένους ἢ καὶ ἀπορρήτων πραγμάτων ἵστορας. Θεωρηθεὶς δὲ ὑπό τινος τῶν τὴν αἵρεσιν ἐχόντων μεγάλους, στεμματοφόρους, βασιλέων πράγματα πιστευομένους ἀποδείκνυσιν. Ἄρεως δ’ ἐπιθεωρήσαντος κατὰ διάμετρον ἢ τετράγωνον στάσιν ἢ καὶ κατὰ συμπαρουσίαν μοιρικὴν τρὶς κακὸς γενήσεται. Ἐπὶ δὲ τριγωνικῆς στάσεως πραγματικώτερος καὶ ἀγαθώτερος ὁ τρόπος σοι νοείσθω. Νυκτὸς δὲ ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου τυχεῖν ἡμιθέους γεννήσεται ταῖς διανοίαις καὶ ταῖς ἐπιβολαῖς ἐπιτευκτικοὺς καὶ εὐσχήμονας τοῖς βίοις καὶ φροντίδων ἢ μισθώσεων ἢ γραμματείων ἢ τελωνικῶν πράξεων ἀντεχομένους τελείους κατὰ τήν τοῦ ζῳδίου φύσιν.
Σελήνη τῆς αἱρέσεως τυχοῦσα ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου μηδενὶ τὴν συναφὴν ποιουμένη οὐκ ἀγαθὴ κριθήσεται. Ὁμόκεντρος δὲ τοῦ ὡροσκοποῦντος τυχοῦσα ἀρχικούς, ἡγεμόνας, μεγιστᾶνας, βασιλεῖς γεννήσει, τοῦ Ἄρεως τῶν ἐναντίων αὐτὴ τόπων μὴ μετέχοντος μηδὲ τοῦ Κρόνου αὐτῇ συμπαρόντος, μήτε κατὰ διάμετρον μήτε κατὰ τετράγωνον αὐτῇ στάσιν τυγχάνοντος. Ἐπὶ γὰρ τῶνδε τῶν σχημάτων ὑπὸ τούτων οὕτως θεωρηθεῖσα ἢ καὶ ὑπὸ ἑκατέρου τῶν δυοῖν ἀχρόνους ἢ καὶ ἐκθέτους ἢ βιοθανάτους ποιήσει κατὰ τήν τοῦ τόπου φυσικὴν ἐνέργειαν ζῳδιακῷ. Τῆς αἱρέσεως ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου τυχοῦσα ἱεροπράκτους ἢ ἀρχιερεῖς ἢ ἱερῶν ἀγωνοθέτας ἢ ἐν ἱεροῖς τάς πράξεις καὶ δωρεὰς ἔχοντας γεννήσει, ἐάνπερ ὑπὸ τῶν τῆς αἱρέσεως ἀστέρων δορυφορουμένη τύχῃ. Ἡ δὲ δορυφορία ἐστὶ τῆς Σελήνης εἰς τὸ ἔμπροσθεν μέρος, ὅ ἐστιν ἑσπέριον, ὑπαρχούσης, εἰ οἱ ἀστέρες ἑπόμενοι τύχωσι. Τὸν γὰρ Ἥλιον οἱ ἀστέρες δορυφοροῦσιν κατὰ τάς ἑῴους φάσεις, τὴν δὲ Σελήνην, ὡς προείρηται, κατὰ τάς ἑσπερίους.
Καθολικῶς δὲ κενοδρομοῦσα ἡ Σελήνη ἐπὶ τῶν ἀναγκαίων τόπων πάσης γενέσεως οὐκ ἀγαθὴ γενήσεται. Συνεπικρινεῖς δὲ ἐπὶ ποίου τόπου τῆς γενέσεως τυχοῦσα ποίαν κεκλήρωται φάσιν∙ ἐπὶ γὰρ τοῦ ὡροσκοποῦντος ζῳδίου ἡμέρας μὲν ὁμόκεντρος τυχοῦσα κυβερνήτας ἢ πειρατὰς ἢ δυσβάτων τόπων ἡγεμόνας γεννήσει. Ὑπὸ δὲ τοῦ Ἄρεως κατὰ συμπαρουσίαν βλεφθεῖσα ἢ κατὰ διάμετρον ἢ τετράγωνον στάσιν σινῶν τὲ καὶ παθῶν παραιτία γενήσεται ἢ καὶ τὸ καθόλου ἄχρονον καὶ βιοθάνατον ποιήσει.
– Περὶ τοῦ δευτέρου τόπου
Ὁ δεύτερος τόπος καλεῖται βίος καὶ Ἅιδου πύλη καὶ ἀργὸς τόπος. Ἑν τούτῳ τῷ ζῳδίῳ ἀργότεροι μένουσιν οἱ ἀγαθοποιοί, πλὴν τὰ ἐλπιζόμενα καλὰ ἀποτελοῦσι καὶ ἀπὸ νεκρικῶν πραγμάτων ἐλπίδας παρέχουσι, καθὸ ὁ τόπος ἐπαναφορὰ καθέστηκεν τοῦ ὡροσκόπου. Οἱ δὲ κακοποιοὶ παρόντες τῷ τόπῳ ποιοῦσι ἀπράκτους καὶ νωχελεῖς καὶ σίνη περὶ τάς ὄψεις. Ἐὰν δὲ ὁ κλῆρος τῆς τύχης ἐκεῖ ἢ καὶ ὁ κύριος αὐτοῦ καὶ ὁ οἰκοδεσπότης τοῦ ὡροσκόπου, οὗτοί γε κακοποιοὶ ὄντες, ἐπιθεωρήσωσι τὸν τόπον, νεκροφύλακας ποιοῦσι καὶ τὸν βίον ἔξω τῆς πόλεως διατελοῦντας· οἱ τοιοῦτοι δὲ καὶ κυνόβρωτοι γίνονται∙ ἔσθ’ ὅτε δὲ καὶ ὑπὸ γονέων ἐκβάλλονται.
Ὁμοιως ὁ Κρόνος ἐπιπαρὼν τῷ τόπῳ καὶ οἰκοδεσποτῶν τὸν κλῆρον τῆς τύχης ἢ καὶ τὸν ὡροσκόπον νεκροψύχους, νοσεροὺς ἀποτελεῖ *** ἢ καὶ λῆψιν χρημάτων ποιήσουσιν.
Ὁ δὲ τοῦ Ἄρεως οἰκοδεσπότης ὢν τοῦ κλήρου τῆς τύχης ἢ καὶ τοῦ ὡροσκόπου καὶ ἐπιπαρὼν τῷ δευτέρῳ τόπῳ ποιεῖ ἀποβολὰς καὶ ἀντιπτώματα πλεῖστα τῷ γεννομένῳ, ἔσθ’ ὅτε καὶ περὶ τάς ὄψεις σῖνος ποιεῖ. Ἐὰν δὲ Ἀφροδίτης εὑρεθῇ οἴκῳ, καὶ ἀπὸ γυναικῶν βλάβας ἕξει καὶ πρὸς τὴν φύσιν τοῦ ἀστέρος οὗ ἐστι τὸ ζῴδιον, ἀποκρίνου τὴν βλάβην. Ἐὰν δὲ εὑρεθῇ καὶ Ἄρης ἐν ἰδίῳ προσώπῳ **, ἔσθ’ ὅτε δὲ καὶ δεσμοφύλακες γίνονται ἢ ἀπὸ καρκάρων τὸν βίον ἕξουσι.
Ἐὰν δὲ ὁ Ἥλιος ἐπιπαρῇ τῷ ζῳδίῳ οἰκοδεσποτῶν τὸν κλῆρον τῆς τύχης ἢ τὸν ὡροσκόπον κατὰ μοῖραν προσώπῳ ἰδίῳ, τοῦ Ἄρεως ὄντος ἐν τῷ ὡροσκόπω ἐν Κρόνου ζῳδίῳ, ὁ γεννώμενος ἀπολεῖ τὴν ὅρασιν ἐν τοῖς τοῦ Ἄρεως χρόνοις καὶ ἐπαιτήσει ἢ καὶ τῶν πατρώων στερηθήσεται.
Ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης ἐπιπαρῇ τῷ τόπῳ οἰκοδεσποτῶν τὸν κλῆρον τῆς τύχης ἢ τὸν ὡροσκόπον, οἱ γεννώμενοι ἀποδημήσουσιν ἢ ἐφ' ὑγρῶν τάς πράξεις ἕξουσιν, ἐάν ἐστιν ἑῴα ἀνατολική. Ἐὰν δὲ ἑσπερία ὑπάρχῃ, ἐν ἱεροῖς θηλυκῶν θεῶν καταφεύγουσιν εὐπορούμενοι τῶν δεόντων ἢ μυστήρια θεῶν ἢ καὶ τελετὰς περιποιοῦνται∙ τὸ δὲ γῆρας ἀγαθὸν ἕξουσι.
Ἐὰν δὲ καὶ ὁ τοῦ Ἑρμοῦ ὕπαυγος ὢν ἐπιπαρῇ τῷ τόπῳ, ἀμυήτους ποιεῖ καὶ ἀγραμμάτους. Ἐὰν δὲ ἀνατείλῃ, οἱ τοιοῦτοι εὐμαθεῖς, περίεργοι γίνονται καὶ ἐπιχειροῦνται ἃ οὐκ ἔμαθον∙ γίνονται δὲ καὶ ἐπιτευκτικοὶ ἐν τοῖς μαθήμασιν. Ἐὰν δὲ Σελήνη παρῇ ἐν τῷ δευτέρῳ τόπῳ καὶ τοῦ Κρόνου ὡροσκοποῦντος, ὑποχυθήσεται τοὺς ὀφθαλμοὺς ὁ τοιοῦτος,
Ἐὰν κακοποιὸς ἐπίδῃ τὸν δεύτερον τόπον κατὰ τετράγωνον ἢ διάμετρον ἢ συμπαρῇ τούτῳ, ἔκπτωσιν βίου σημαίνει τῷ γεννηθέντι. Καὶ εἰ μὲν ὁ δεύτερος τόπος ἐστὶν οἶκος Ἀφροδίτης, ὁ τοιοῦτος ζημιωθήσεται χάριν γυναικῶν ἢ διὰ γυναικῶν· εἰ δὲ οἶκος Ἑρμοῦ, χάριν γραμμάτων ἢ ψήφων ἢ κληρονομιῶν ἢ χωρισμῶν. Εἰ δὲ οἶκος Διός, παρὰ μεγιστάνων ἢ δημοσίων πραγμάτων τὴν βλάβην ἕξει∙ εἰ δὲ οἶκος Ἄρεως, λέγε τὴν βλάβην ἀπὸ στρατιωτικῶν πραγμάτων ἢ προσώπων τοιούτων ἢ πολέμου ἢ ἐμπρησμοῦ ἢ μάχης ἢ ἁρπαγῆς ἢ λῃστρικῶν ἢ ἐφοδικῶν προσώπων. Εἰ δὲ οἶκος Κρόνου, λέγε τὴν βλάβην ἀπὸ γερόντων ἢ δούλων ἢ ἀπελευθέρων χάριν γῆς ἢ κληρονομίας ἢ τάφων ἢ νεκρικῶν πραγμάτων ἢ ἐξ εὐτελῶν προσώπων. Εἰ δὲ Ἡλίου οἶκος ᾖ, τὴν βλάβην ποιήσει ἀπὸ πατρὸς ἢ πατρώων ἢ προγόνων ἢ χάριν δανείων ἢ χρημάτων τινῶν ἢ πράξεων. Ἐὰν δὲ Σελήνης οἶκος ᾖ, χάριν μητρὸς ἢ μητρικοῦ γένους ἢ μητρυιᾶς ἢ τῶν τοιούτων προσώπων.
Ἐμοὶ δὲ δοκεῖ καὶ ἐπὶ ἑκάστου οἴκου καὶ τόπου βλαπτομένου ὑπὸ κακοποιοῦ ἀποφήνασθαι τὴν βλάβην κατὰ τὴν φύσιν τοῦ οἰκοδεσπότου τοῦ ζῳδίου καθ’ ὃ ὁ κακοποιός ἐστιν, καὶ τὰ σημαινόμενα ἀπὸ τοῦ τόπου. Εἰ δὲ θέλεις λαβεῖν καὶ κλῆρον βίου, κατὰ Δωρόθεον λάμβανε πάντοτε νυκτὸς καὶ ἡμέρας ἀπὸ οἰκοδεσπότου τοῦ δευτέρου τόπου ἐπ’ αὐτὸν τὸν τόπον τὸν δεύτερον, καὶ τὰ ἴσα ἀπόλυε ἀπὸ τοῦ ὡροσκόπου, καὶ ὅπου ἂν ἐκπέσῃ ὁ κλῆρος, σκόπει τὸν κύριον τοῦ κλήρου καὶ αὐτὸ τὸ ζῴδιον ἐν ᾧ ὁ κλῆρος ἐνέπεσεν. Καὶ εἰ καλῷ τόπῳ ἔτυχεν ὁ κλῆρος καὶ ὁ κύριος αὐτοῦ δίχα τῆς τῶν κακοποιῶν ἀκτινοβολίας, καλὸν τὸν βίον λέγε. Εἰ δὲ εὑρεθῇ ὁ κύριος τοῦ κλήρου ἑῷος δυτικός, μετὰ ἑπτὰ ἡμερῶν γενήσεται, εἰ δὲ ἑῷος ἀνατολικός, κρυπτὸν καὶ λαθραῖον πλοῦτον ποιήσει.
Ἐὰν δὲ ὁ Ἀναβιβάζων ἐν τῷ βίῳ εὑρεθῇ καὶ ἐκεῖ τύχωσι Ζεὺς καὶ Ἀφροδίτη καὶ Ἥλιος καὶ Σελήνη καὶ Ἑρμῆς, ὑπάρχοντα κτήσεται καὶ πιστὸς ἔσται καὶ φιλάργυρος. Εἰ δὲ Κρόνος καὶ Ἄρης καὶ Σελήνη ἐπιθεωρήσωσιν αὐτοῖς, ἐν νεότητι ἀκαταστατἠσει καὶ ἀποκαταστήσεται καὶ κακοπαθήσει ἕως ὑπερβῂ ἔτη λε′· μετὰ δὲ ταῦτα ἀπαλλαγήσεται καὶ ὑπάρχοντα κτήσεται. Εἰ δὲ Κρόνος καὶ Ἄρης ἐκεῖ τύχωσι μόνοι δίχα Διὸς καὶ Ἀφροδίτης ἐπιθεωρίας, ἀτυχὴς ἔσται· ἔσθ’ ὅτε καὶ κακομόρως τελευτᾷ. Ἐὰν δὲ ὁ Καταβιβάζων ἐν τῷ βίῳ εὑρεθῇ, τῷ πατρὶ κάκιστον ἔσται· ζημίας γὰρ καὶ συκοφαντίας ἕξει. Εἰ δὲ Κρόνος καὶ Ἄρης ἐκεῖ τύχωσι, κάλλιστον τὸ σχῆμα∙ ὑπάρχοντα γὰρ κτᾶται ἀπὸ πραγμάτων δυσκόλων καὶ φόνων καὶ νεκρικῶν πραγμάτων ἢ καταλύσεως οἰκίας ἀπὸ πράγματος ἀδοκήτου. Εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσι, οὐδὲν κτᾶται ἀλλὰ κακοτυχὴς ἔσται.
Ἐπὶ δὲ τῆς ἀναφορᾶς τοῦ ὡροσκοποῦντος ζῳδίου νυκτὸς Κρόνος τυχὼν ἔκλειψιν παίδων καὶ ταραχὰς οὐκ ὀλίγας ποιήσει καὶ ἔκπτωσιν βίου καὶ ὑποδειγματισμοὺς καὶ πατρικῶν καὶ μητρικῶν ἀποβολὰς καὶ νωχελεστέρους ταῖς πράξεσιν ἀποτελεῖ, τινὰς δὲ καὶ πάθεσι σωματικοῖς περιτρεπομένους ἡμέρας δὲ αὐξητικοὺς τοῖς βίοις κατὰ πρόβασιν γιγνομένους ποιήσει, ἀνεπιφαντικοὺς δὲ καὶ πενιχροὺς ταῖς ψυχαῖς, τινὰς δὲ καὶ ἀπὸ παρύγρων βιοῦντας.
Ἐπὶ δὲ τῆς ἀναφορᾶς τοῦ ὡροσκόπου Ζεὺς τυχὼν ἀποτελεῖ κληρονόμους ἀλλοτρίων καὶ υἱοθετημένους ὑπό τινων καὶ ἐγγαίων καὶ θεμελίων κυρίους ἡμέρας καὶ νυκτός.
Ἐπὶ δὲ τοῦ βίου ἡμέρας ὁ τοῦ Ἄρεως τυχὼν ἀλλοτριώσεις τῶν ἰδίων καὶ ξενιτείας ποιεῖ∙ αὐτοῖς δὲ τοῖς γεννωμένοις σίνη ποιεῖ καὶ τομας σιδήρου. Ἐὰν δὲ καὶ ἡ Σελήνη ἐπὶ τῶν κέντρων καὶ τῶν ἐπαναφορῶν καὶ τῶν ἐπικαταφορῶν τύχῃ, σινώσει τοὺς γεννωμένους ἀπὸ ὕψους ἢ τετράποδων φύξεως, τινὰς δὲ ἐκθέσεως ἢ καὶ αἰχμαλωσίας ἢ καὶ ὑποταγῆς πειρωμένους ποιεῖ∙ γίνονται καὶ ἐκλείψεσιν καὶ στενοχωρίαις οὐ ταῖς τυχούσαις. Ἐὰν δὲ ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης τοῦτον ἐπιμαρτυρήσῃ, τοὺς ἐπιφερομένους κινδύνους διεκδραμοῦνται καὶ τάς ὑποταγὰς διεκφεύξονται· τῶν μὲν βίῳ δεόντων οὐκ ἀπορήσουσι, ἀλλ’ ὅτε μὲν ἕξουσι, ὅτε δὲ θλιβήσονται. Νυκτὸς δὲ στρατίαις καὶ ἀθλήσεσιν ἕτοιμος ὁ θεός, ἐπισφαλεῖς δὲ καὶ αὐτοὺς ταῖς πράξεσιν καὶ ταῖς δόξαις ἀποτελεῖ.
Ἐπὶ δὲ τῆς ἀναφορᾶς τοῦ ὡροσκόπου τυχῶν ὁ Ἥλιος ἰδιοκτήμονας ἀποτελεῖ καὶ ἠδυβίους.
Ἐπὶ δὲ τοῦ βίου τυχοῦσα ἡ Ἀφροδίτη ἡμέρας ἐναντιώσεις ἢ καὶ ὀψιγαμίας ἀποτελεῖ καὶ κρίσεις πρὸς θηλυκὰ πρόσωπα∙ τινὲς δὲ καὶ θάνατον γυναικῶν ὁρῶσιν, πλὴν οὐ κακοβίους τελεῖ ἐν γήρᾳ. Νυκτὸς δὲ κτητικωτέρους καὶ κατὰ πρόβασιν εὐτυχεστέρους καὶ ἡδεῖς κατὰ τὰ ἀφροδίσια καὶ ἐπιχαρεῖς τοὺς γεννωμένους ἀποτελεῖ.
Ἐπὶ δὲ τοῦ βίου ἑῷος ἀνατολικὸς τυχῶν Ἑρμῆς νυκτὸς μὲν ἄφρονας, σκολιούς, ἀλλοτρίους γραμμάτων, καὶ τοῖς βίοις ἐνδεεῖς γεννήσει. Ἑσπέριος δὲ τυχὼν νυκτὸς ἐπὶ τούτου τοῦ τόπου τοκιστὰς, ἐμπόρους ἢ ἀλλοτρίων φροντιστάς, ἐπιτρόπους γεννήσει σοφούς· ἡμέρας δὲ φιλοσόφους ἢ μονοτρόπους ἢ ἰδιοφυεῖς, ἃ μὴ ἔμαθον ἐπιχειροῦντας, σαπροζώους τὲ καὶ ἑαυτῶν τιμωρητάς. [Ὁ κύριος τῆς προγενομένης συνόδου εἰ ἐν τούτῳ τῷ τόπῳ τύχῃ, ἐκπτώτους τοῦ βίου ποιεῖ.]
** καὶ πάθει περιπεσεῖται καὶ ἐν στενοχωρίᾳ ἔσται. Εἰ δὲ Κρόνος καὶ Ἄρης ἐκεῖ τύχωσι καὶ ἐπιθεωρήσωσι τὸν τόπον, ἐν νεότητι αὐτὸς κακοπαθήσει καὶ μετὰ ταῦτα ἐν ἀγαθοῖς ἔσται κτώμενος ἀπὸ δυναστῶν καὶ βασιλέων ὑπάρχοντα καὶ ὀνομαστὸς ἔσται καὶ τύραννος· εὐτελὴς δὲ ἔσται καὶ οὐ φροντίσει τινὸς διὰ τὸ τὸν Ἄρεα καὶ Κρόνον χαίρειν ἐν τῷ Καταβιβάζοντι. Εἰ δὲ Κρόνος μετὰ Ἀφροδίτης ἐκεῖ τύχη, εἰς γυναῖκας ἀκαταστατήσει καὶ μετὰ ταῦτα ἐν καλοῖς ἔσται καὶ ζήσει ἔτη ο′.
– Τρίτος τόπος
Ὁ τρίτος τόπος καλεῖται θέας Σελήνης, κατάσκιος, ἐξουσιαστικὸς, μετακόσμιος. Σημαίνει δὲ τὸν περὶ ξένης λόγον καὶ τὸν περὶ ὀνείρων καὶ θρησκείας καὶ τραπέζης καὶ ἀδελφῶν καὶ φίλων καὶ βασιλίδος.
Ἐὰν οὖν Σελήνη τύχῃ ἐν τῷ γ′ τὴν οἰκοδεσποτείαν ἔχουσα τοῦ ὡροσκόπου ἢ τοῦ κλήρου τῆς τύχης ἐν ἰδίῳ προσώπῳ μάλιστα καὶ τῆς αἱρέσεως καὶ μεστὴ καὶ τοῖς ἀριθμοῖς προσθετική, ὁ γεννώμενος ἔσται μέγας, πλούσιος, ὑπὸ θεῶν χρηματιζόμενος, καὶ ἱερῶν τόπων ἕξει διὰφορα χρήματα, ἄρξει δὲ πόλεων. Ἐὰν δὲ συμπαρῇ ὁ Ἥλιος τῇ Σελήνῃ ἀπὸ συνόδου, ἱερεὺς ἔσται. Ἐὰν δὲ ὁ τοῦ Κρόνου συμπαρῇ τῇ Σελήνῃ, ἔσται ἱεροσκόπος, φιλόδικος, ζημιώδης, θεοχόλωτος, βλάσφημος εἰς τὸ θεῖον, ἐὰν δὲ Ζεὺς συμπαρῇ τῇ Σελήνη, μάγος, προφήτης, πλούσιος. Ἐὰν δὲ Ἄρης συμπαρῇ τῇ Σελήνη, ἔσται πρακτικὸς καὶ ἀποστερητὴς ἀλλοτρίων. Ἐὰν δὲ παρῶσιν ἐν ἰδίοις τόποις ἢ προσώποις μάλιστα ἐπὶ νυκτός, γίνεται στρατηγός, ἐπίορκος χάριν χρυσοῦ, ἔσθ’ ὅτε καὶ χόλῳ βασιλείας ἀπολεῖται. Ἐὰν δὲ ὁ τῆς τύχης κλῆρος ἐπιπαρῇ σὺν τῷ τῆς Ἀφροδίτης ἐν ἰδίῳ προσώπῳ μάλιστα νυκτὸς καὶ ἡ Σελήνη οἰκοδεσποτοῦσα τοῦ κλήρου συνῇ ἐκεῖ ἐν ἰδίῳ προσώπῳ, ὁ γεννώμενος ἔσται μέγας, πλούσιος καὶ ὑπὸ γυναικὸς εὐεργετηθήσεται∙ τινὲς δὲ καὶ ἐν ἡγεμονίαις διάγουσιν∙ οἱ δὲ καὶ ἀρώματα μεταχειρίζονται. Ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ σὺν τῇ Σελήνῃ τύχῃ ἐκεῖ ἰδίοις προσώποις καὶ κυριεύσωσι τοῦ ὡροσκόπου ἢ τοῦ κλήρου τῆς τύχης, ὁ γεννώμενος ἐρεῖ τὰ μέλλοντα ὡς θεὸς καὶ μυστηρίων ἀπορρήτων μεθέξει καὶ τῶν οὐρανίων μέτοχος ἔσται καὶ πολύπειρος καὶ ὀνείροις χρηματιζόμενος καὶ μαντικός. Ἥλιος δὲ σὺν Σελήνῃ παρὼν ξενιτεύοντας ποιήσει· καὶ ὁ κύριος τοῦ ὡροσκόπου ἐνταύθα ὢν ξενιτείας παρέχει. Ὁ δὲ κύριος τοῦ γ′ καλῶς κείμενος φάσει ἢ τόπῳ, ὑψώματι ὑπὸ ἀγαθοῦ θεωρούμενος, ἀνδρῶν μεγάλων φίλους τοὺς τοιούτους ποιήσει καὶ τάς περὶ φίλων καὶ ἀδελφῶν εὐεργεσίας δίδωσι, μάλιστα εἴπερ ἀγαθὸς τύχῃ ἐπὶ τοῦ τόπου. Εἰ δὲ κακοποιὸς ἐπὶ τοῦ τόπου τύχῃ, τάς παρὰ φίλων καὶ ὑπὲρ φίλων βλάβας ποιοῦσιν γενέσθαι∙ ἔσθ’ ὅτε δὲ καὶ βλασφήμους ποιοῦσι καὶ κινδύνους ἐπὶ ξένης.
Κρόνος δὲ καὶ Ἑρμῆς ἐν τῷ γ′ ὄντες ὀνείρων ἀποκαλύψεις καὶ μυστηριώδη ποιοῦσιν. Ὁ δὲ κλῆρος τοῦ γάμου ἐν τῷ γ′ ὢν ἐπὶ ξένης λέγει τὸν γάμον γενέσθαι ἢ ἀπὸ ξένης. Ἀφροδίτη δὲ ἐν τῷ γ′ οὖσα τάς ἀπὸ γυναικῶν χαρίτας καὶ δωρεὰς παρέχει τῷ γεννηθέντι. Ὁ δὲ κύριος τοῦ ϛ′ ἢ τοῦ ιβ′ ἐν τῷ γ′ ὢν φίλων ὑποκρίσεις καὶ προδοσίας καὶ τάς παρ’ ἐχθρῶν βλάβας ποιεῖ∙ ἔσθ’ ὅτε δὲ καὶ σῖνος ἢ πάθος ἐπὶ ξένης ποιοῦσιν. Ὁ δὲ κύριος τοῦ γ′ ἐν τῷ β′ ἥ τῳ ϛ′ ὢν ποιεῖ † κληματικοὺς ἐν ὁδῷ. Ὁ δὲ κύριος τοῦ ε′ καὶ ια′ ἐν τῷ γ′ ὢν ἀγαθὰς καὶ ἐπικερδεῖς τάς ξενιτείας ποιεῖ καὶ φιλίας. Ὁ δὲ κύριος τοῦ ζ′ ἐν τῷ γ′ ὢν ξενογαμίας ποιεῖ. Ἐὰν δὲ ὁ γ′ εὑρεθῇ περιέχων δίσωμον ζῴδιον καὶ ὁ κύριος τοῦ γ′ ἐν δισώμῳ ᾖ, ἐξ ἄλλων καὶ ἄλλων γονέων ἀδελφοὺς λέγε γενέσθαι καὶ οὐχ ὁμοπατρίους ἢ ὁμογαστρίους. Ἐὰν δὲ τὰ δυο φῶτα εὑρεθῇ ἐν διαφόροις ἀποκλίμασιν, ἀλλοεθνεῖς τοὺς γονεῖς λέγε. Ἐὰν δὲ ὁ γ′ ᾖ Καρκίνῳ, Λέοντι καὶ Ζεὺς μετὰ Ἀφροδίτης ἢ Ζεὺς μετὰ Ἑρμοῦ ἐπιθεωρῶσιν, εὐτυχίας σημαίνει. Ἐὰν δὲ Κρόνος καὶ Ἄρης τὸν τόπον θεωρῶσιν, πλανήτας ποιοῦσι καὶ κακοφίλους εἰ δὲ ἀγαθός, χρηστοφίλους. Ἐὰν ὁ γ′ εὑρεθῇ Τοξότῃ ὑπὸ Διὸς Ἀφροδίτης μαρτυρούμενος, εὐτυχέστατος ἔσται, εἴπερ ἡμέρα εἴη∙ ἐὰν δὲ συσχηματισθῇ τούτοις καὶ Ἄρης, στρατοπεδάρχας ποιεῖ. Εἰ δὲ Κρόνος Ἑρμῆς ἐπιθεωρήσουσιν τὸν τόπον, γραμματικοὺς, ῥήτορας, σοφιστάς. Εἰ δὲ Κρόνος καλῶς σχηματίζεται, οἰκονόμους καὶ ἐπιτρόπους ποιεῖ∙ εἰ δὲ Ἀφροδίτη, γάμον κρύφιον καὶ εὔπορον καὶ εὐτυχῆ, μάλιστα ἐπὶ νυκτὸς ἀνατολικῆς οὔσης. Ἀφροδίτη καὶ Ἑρμῆς προσώποις Διὸς καὶ οἱ κακοποιοὶ τῆς αἱρέσεως ὄντες, ἐν οἷς χαίρουσι ζῳδίοις, ἀγαθὰ παρέχουσι. Ζεὺς δὲ καὶ Κρόνος ἐν τῷ γ′ δίχα Ἄρεως εὐτυχίας δηλοῦσιν.
Ἐὰν δὲ ὁ γ′ ᾖ Κριῷ Σκορπίῳ ἐπιθεωροῦντων Ἄρεως Ἀφροδίτης, ποιοῦσι μόχθους τῶν ἰδίων φίλων ἢ ἀδελφῶν, μάλιστα Ἄρεως καὶ Ἀφροδίτης τὰ ὅρια ἀμειψάντων. Ἐὰν δὲ Κριῷ ἢ Σκορπίῳ ἢ Ζυγῷ Ἄρεως θεωροῦντος, μοιχοὺς μάλιστα ὁρίοις ἢ προσώποις Ἀφροδίτης· εἰ δὲ μετὰ Ἄρεως θεώρει, μοιχαλίδας ἕξει γυναῖκας. Ἐὰν ὁ γ′ ᾖ Διδύμοις ἢ Παρθένῳ Ἄρεως θεωροῦντος, ποιεῖ κακοπαθῆ τὸν τοιοῦτον διὰ φίλους ἢ παρὰ φίλων. Ὁ κύριος τοῦ γ′ ἐὰν εὑρεθῇ ἐν πολυσπόρῳ ζῳδίῳ ὑπὸ ἀγαθοῦ μαρτυρούμενος, πολλοὺς ἀδελφοὺς ἕξει. Ἐὰν δὲ εὑρεθῇ ὁ κύριος τοῦ γ′ ἐν β′ ἢ ια′ ἢ ι′ ἢ θ′, ὁπλοτέρους καὶ προτέρους ἀδελφοὺς δηλοῖ· εἰ δὲ ἐν τῷ ὡροσκόπω, πρωτοτόκον ἢ μονογενῆ. Ἐὰν ὁ κύριος τοῦ γ′ εὑρεθῇ ἐν καλῷ τόπῳ ἢ ὑψώματι, ποιεῖ ὑπὸ φίλων εὐωχίαις τέρπεσθαι καὶ ζωήν ἢ τέχνην ἀνενδεᾶ.
Εἰ δὲ ὁ Ἀναβιβάζων ἐν τῷ περὶ ἀδελφῶν τύχῃ καὶ Ζεὺς καὶ Ἀφροδίτη καὶ Ἥλιος μετὰ Σελήνης ἐκεῖ ὦσιν ἢ ἐπιθεωρῶσιν, ἐπὶ ἀδελφῷ λυπηθήσεται ἢ ἀποβαλὼν ἢ σεσινωμένον σχών. Ἐὰν ὁ Καταβιβάζων ἐν τῷ περὶ ἀδελφῶν τύχῃ καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ ὦσιν ἢ ἐπιθεωρῶσιν, κάκιστον τὸ σχῆμα τοῖς γονεῦσιν. Εἰ δέ Κρόνος καὶ Ἄρης ἐκεῖ τύχωσι, θραύεται αὐτῶν ἢ κακία, ὁ δὲ πατὴρ πάντως σινοῦται.
Ἐν δὲ τῷ θεῷ ἡμέρας ὁ Κρόνος τυχὼν μύστας, ἀρχιμάγους φιλοσόφους, θεῶν τεράστια προφοβουμένους· τινὰς δὲ καὶ ἀσχολίαις περιβάλλει· νυκτὸς δὲ ἐγκατόχους, ἀποφθεγγομένους, φιλοσόφους.
Ἐν δὲ τῷ θεῷ ἡμέρας τυχὼν ὁ Ζεὺς χρηματιζομένους τὰ μέλλοντα, τινὲς δὲ καὶ ἱερῶνται καὶ τεράστιά τινα ποιοῦσι∙ νυκτὸς δὲ ἀβεβαίους τοῖς ὀνείροις καὶ καταψευδομένους θεῶν, φιλοχρύσους.
Ἐν δὲ τῷ θεῷ ἡμέρας ἢ νυκτὸς Ἄρης τυχὼν ἀτιμωρήτους, σοφιστάς, παρὰ θεοῖς φοβερούς, κἂν ματαίως ὀμνύωσι, σωτηρίας τόπον ἔχοντας. Γίνονται δὲ καὶ φοβεροὶ δαίμοσιν.
Ἐν δὲ τῇ θεᾷ τυχὼν ὁ Ἥλιος θεοσεβεῖς, θεολήπτους, ἐν ἱεροῖς δουλείας ἀδόξους ἢ δουλικὰς κεκτημένους.
Ἐν δὲ τῷ θεῷ ἢ τῇ θεᾷ παρ’ αἵρεσιν οὖσα ἢ Ἀφροδίτη δαίμοσι προσπλεκομένους ἀποτελεῖ ἢ καὶ ἐν ἱεροῖς ῥακοδύτας, ἀπὸ θεοῦ φθεγγομένους, φιλοσόφους. Ταῦτα δὲ γίνεται μάλιστα Ἀφροδίτης ἐπιθεωρηθείσης ὑπὸ Κρόνου. Νυκτὸς δὲ ἡ Ἀφροδίτη κατὰ αἵρεσιν ἐν τοῖς τόποις τούτοις εὐχρηματίστους, τεραστίους, θεοσεβεῖς, ἱερατεύοντας. Τινὲς δὲ καὶ ἐν ἱεροῖς τάξεις ἢ δωρεὰς ἴσχουσι. Κρόνου δὲ ἢ Ἄρεως συμπαρόντων αὐτῇ ἢ τετραγώνων ἢ διαμέτρων κρίσεις ποιεῖ ἕνεκα γυναικῶν καὶ μάχας καὶ δυστυχίας καὶ ἀχαριστίας, μάλιστα δὲ ἐπὶ τῶν τροπικῶν ζῳδίων∙ ταῦτα γὰρ τὰ ζῴδια τῶν πλείσταις συνερχομένων. Ἐὰν δὲ ὁ τοῦ Διὸς ταύτῃ συμπαρῇ ἢ τρίγωνος ἢ τετράγωνος ἢ διάμετρος, ποιεῖ ἐπαφροδίτους, ἐπιτευκτικούς, κυρίους τῶν τῆς γυναικὸς ἀγαθῶν. Τίνες δὲ φροντισταὶ γίνονται γυναικῶν καὶ ἐν μεγιστᾶσιν ἀναστρέφονται ἕνεκα θηλυκῶν προφάσεων, ὧν χάριν καὶ προκόπτουσιν.
Ἐν δὲ τῷ θεῷ ἑῷος τυχῶν ὁ Ἑρμῆς θύτας, ἱερομάντεις, οἰωνιστάς, ἰατρούς, ἀστρολόγους, θεολήπτους∙ ἀφ ὧν καὶ τὸν βίον ἔχουσιν. Ἑναντιόθετος Ἄρει ἀσεβεῖς ποιεῖ, ἱεροσύλους· ἑσπέριος δὲ τυχὼν ἱερεῖς, μάγους, ἰατρούς, τεχνικούς, ἃ οὐκ ἐμαθον ἐπινοοῦντας.
Ἐν δὲ τῇ θεᾷ ἡ Σελήνη νυκτὸς οὖσα ξενιτευτὰς ἐνδόξους, κτητικοὺς∙ τινὲς δὲ καὶ γυναικῶν πράγματα πιστεύονται καὶ θεοσεβεῖς γίνονται, ἡμέρας δὲ ξενιτευτὰς ἀδόξους, τὸν βίον ἐν πλάναις καὶ κινδύνοις ἔχοντας. Τινὲς δὲ καὶ ἐν ἱεροῖς ἀδόξους ἢ δουλικὰς ἔχουσι πράξεις· ἢ θεῷ προσπλόκους ἢ ἐξαγορεύοντας, καὶ μάλιστα ὅταν ὑπὸ κακοποιῶν Ἀφροδίτη ὁραθῇ.
– Τόπος τέταρτος
Ὁ τέταρτος τόπος καλεῖται ὑπόγειον κέντρον καὶ ἡ τοῦ γήρως ἡλικία. Σημαίνει δὲ τὸν περὶ γονέων λόγον καὶ περὶ ἐγγείων καὶ κρυπτῶν πραγμάτων καὶ οἴκου ἐν ᾦ τὶς ἐγεννήθη, καὶ περὶ θεμελίων καὶ τῶν μετὰ θάνατον. Ἐπὶ δὲ τῶν καταρχῶν σημαίνει τήν τοῦ μαθηματικοῦ πρᾶξιν κατὰ τὴν τῶν ἀστέρων ἐπιθεωρίαν ἢ γὰρ κέρδος καὶ ἐπαίνους παρέξουσι Ζεὺς Ἀφροδίτη ἢ ζημίας καὶ καταγνώσεις Κρόνος Ἄρης τῷ μαθηματικῷ.
Ἀγαθὸν οὖν τὸ γῆρας διὰ Διὸς ἢ Ἀφροδίτης ἐν τῷ δ′ ὄντων καὶ ὁ θάνατος. Ἄρης δὲ καὶ Κρόνος ἐκεῖ τυγχάνοντες οὐ μόνον κακοθανασίαν τῷ τεχθέντι ἀλλὰ καὶ σῖνος ἢ πάθος διδόασιν∙ πάντως δὲ τὰ γονικα φθείρουσι. Ἀφροδίτη δὲ ἐκεῖ κακογάμους ποιεῖ, ἀλλὰ τὸ γῆρας ἄμοχθον. Ἡ δὲ Σελήνη ὑπὸ Κρόνου ἢ Ἄρεως ὁρωμένη, κρυπτῶν τόπων πόνους ποιεῖ ἢ χάριν τίνων πραγμάτων κρυπτῶν· συνοχὰς γὰρ καὶ δεσμοὺς ἐπάγει· θάπτουσι δὲ γυναῖκα καὶ τέκνα οἱ τοιοῦτοι. Ὑπὸ δὲ ἀγαθῶν ὁρωμένη ἀπὸ κρυπτῶν ἔργων ὠφέλειαν φέρει. Εἰ δ’ ἡ Σελήνη ἐν οἴκῳ Ἄρεως ἢ ὑπὸ κακοποιοῦ ὁρωμένη, ἔκπτωσιν καὶ μείωσιν τῶν πατρικῶν σημαίνει, εἰ μὴ ἄρα ἢ οἴκῳ ἢ ὑψώματι Διός.
Ὁ δὲ Κρόνος ἐκεῖ ὢν κατὰ αἵρεσιν οἴκῳ Διὸς ἢ ὑψώματι θησαυροῦ εὑρετὰς δηλοῖ καὶ μάλιστα στηρίζων, τῶν δὲ γονικῶν ἀποβολάς· πάντως δὲ κρυπτὰ δώσει καὶ θάψει τέκνα. Ὁ Ζεὺς ἐκεῖ ὢν ὠφέλειαν ποιεῖ ἐξ ἀπορρήτων πραγμάτων ἢ κληρονομιῶν ἢ θησαυρῶν εὑρέσεως· ἐὰν δὲ τοιοῦτος ᾖ ἐν τῇ μέσῃ ἡλικίᾳ, ἔκπτωσιν δηλοῖ καὶ περὶ τὸ γῆρας αὔξησιν καὶ ἀνατολὴν τύχης καὶ εὐθανασίαν δηλοῖ. Ἀφροδίτη ἐκεῖ οὖσα μαρτυρουμένη ὑπὸ Κρόνου ἢ Ἄρεως· γυναικὸς θάνατον ὄψεται. Εἰ δ’ ἐν τροπικῷ εἴη, οὐ μίαν θάψει, ἀλλὰ πολλας. Ἐὰν δὲ μόνη εὑρεθῇ στηρίζουσα, οὐ μόνον μοιχοὺς ἀλλὰ καὶ μαλακοὺς ποιεῖ. Ἑρμῆς δὲ ἐκεῖ ὢν μετὰ Ἀφροδίτης βλάπτει τὸν περὶ ἀδελφῶν λόγον καὶ τέκνων, φρονίμους δὲ ποιεῖ καὶ διαβολὰς καὶ κατηγορίας, μάλιστα δ’ ὑπὸ Ἄρεως θεωρούμενος καὶ ἐν ἀνοικείοις ζῳδίοις παρὼν∙ ἀλλὰ καὶ φαρμακίδα γυναῖκα δώσει. Ἐν δὲ Διὸς οἴκῳ ἢ ὑψώματι ἀλλοτρίων τέκνων πατὴρ γίνεται καὶ τεκνοποιεῖται ὑπὸ τίνος σεσινωμένου. Σελήνη ἐκεῖ οὖσα τὴν μητέρα ἀγενεστέραν λέγει∙ εἰ δὲ ὁ οἰκοδεσπότης αὐτῆς ἀποκλίνει πάντως δούλην ποιεῖ καὶ κακοθάνατον∙ τὰ δ’ αὐτὰ νόησον καὶ ἐπὶ πατρὸς ἀπὸ τοῦ Ἡλίου.
Κρόνος μετὰ Ἡλίου ἐκεῖ ὢν τοῦ Ἡλίου ἐκλείποντος ἐπὶ τῆς γεννητικῆς ἡμέρας· ἐν αἰχμαλωσίαις καὶ συνοχαῖς γίνεται. Εἰ δὲ ἐπιθεωρήσουσιν Ἑρμῆς καὶ Ἀφροδίτη, εὐνοῦχος γίνεται. Τὰ αὐτὰ δὲ γίνεται καὶ ἐπὶ τῶν λοιπῶν κέντρων. Ἄρης παρ’ αἵρεσιν ἐν ἀλλοτρίῳ ζῳδίῳ θηριόπληκτον ποιεῖ. Ὁ τοῦ δ′ οἰκοδεσπότης ἐναντιούμενος τῷ τόπῳ ἢ ἐν τῷ ϛ′ ἢ η′ ἢ ιβ′ ἐπὶ ξένης τελευτήσει. Κρόνος καὶ Ἄρης καὶ Ἀφροδίτη ἐκεῖ τάς γυναῖκας αὐτῶν φθείρουσιν ἀπὸ ὠμοτοκίας ἢ μανίας. Ἀφροδιτη ἐκεῖ ἐν τροπικοῖς μάλιστα Καρκίνῳ Αἰγοκέρωτι· πόρνας γαμοῦσι καὶ διὰ τοῦτο δανείοις περιπίπτουσι. Ἀναβιβάζων ἐκεῖ μετὰ Διὸς ἢ Ἀφροδίτης Σελήνης καὶ Ἡλίου ὁρώντων· ὁ οἶκος ἐν ᾦ γεννᾶται εὐτυχήσει. Ἥλιος μετὰ Κρόνου ἐκεῖ∙ ἄτεκνος γίνεται καὶ ἡ οἰκία, ἔνθα ἐγεννήθη, ἐρημοῦται ἢ ἀλλοτριοῦται τοῦ δεσπότου.
Ἥλιος ἐκεῖ μετὰ Ἀναβιβάζοντος· ὁ πατὴρ μέγας ἔσται. Εἰ δὲ συμπαρῇ Κρόνος καὶ Ἄρης, ἐρημοῦται ὁ οἶκος ἐν ᾦ ἐγεννήθη καὶ ὁ πατὴρ τελευτᾷ ἢ ἔκπτωσιν τῶν ὑπαρχόντων ἕξει, καὶ τὸ γεννώμενον ὀλιγοχρόνιον ἔσται ἢ ἐπὶ γυναικὶ καὶ τέκνοις ἀκαταστατήσει. Εἰ δὲ Σελήνη καὶ Ἀφροδίτη τύχοιεν ἐν τῷ Ἀναβιβάζοντι, ἀστρολόγος ἔσται καὶ ἀπ’ αὐτῆς τῆς ἐπιστήμης περίκτησις ἔσται αὐτῷ. Εἰ δὲ Κρόνος καὶ Ἄρης καὶ Ἑρμῆς ἐκεῖ ὦσι χωρὶς Διὸς ἢ Ἀφροδίτης, κακοπαθήσει καὶ πάθος ἕξει καὶ σῖνος καὶ τομὰς καὶ κακοθανατήσει, καὶ ἡ οἰκία ἐν ᾖ ἐγεννήθη ἐκριζοῦται. Ἐὰν δὲ τύχῃ ὁ Ἥλιος μετ' αὐτῶν, ὁ πατὴρ ταχέως τελευτᾶ. Ἐὰν δὲ Σελήνη συνῇ Κρόνῳ Ἄρει Ἐρμεῖ, τὸ γεννηθὲν καὶ ἡ μήτηρ ταχεως τελευτῶσι. Καταβιβάζων ἐκεῖ τυχῶν μετὰ Διὸς ἢ Ἀφροδίτης ἀβλαβὴς ἔσται ὁ τεχθεῖς. Εἰ δὲ Ἥλιος ἢ Σελήνη ἐκεῖ ὦσιν, ἄμφω οἱ γονεῖς κακοθανατοῦσιν ἢ τυφλοῦνται ἢ κρημνίζονται.
Ἐν δὲ ἡμέρᾳ ὁ Κρόνου ἐκεῖ ὢν σωρευτὰς χρημάτων καὶ χρυσοφύλακας ποιεῖ, νυκτὸς δὲ γονικῶν ἀπώλειαν καὶ πατρὸς κίνδυνον καὶ νόσους τῷ τεχθέντι καὶ ἄδοξον τὴν νεότητα. Μαρτυρήσας δὲ τῇ Σελήνῃ κατὰ διάμετρον ἢ τετράγωνον ἢ συμπαρουσίαν ἀτεκνίας ποιεῖ, ἀλλοτρίων δὲ τέκνων πατέρας ἢ ἐπιτρόπους. Περὶ δὲ τὰ ἐντὸς καὶ στόμαχον μακρονοσίας ποιεῖ καὶ μητρὶ χηρείαν καὶ ἐκ γυναικείων ὄχλησιν. Ὁ δὲ Διὸς ἐκεῖ κατὰ αἵρεσιν μεγάλους ἡγεμόνας, γνωστοὺς ἄρχουσι δημόσια πράγματα πράσσοντας, εὐσεβοῦντας, ἐν θεοῖς ἑαυτοὺς ἐμπιστεύοντας καὶ ὑπὸ θεῶν ὁδηγουμένους, περὶ τῶν μελλόντων προνοοῦντας. Τινὲς δὲ καὶ τάξεις ἐν ἱεροῖς ἔχουσι καὶ εὐρεμάτων καταξιοῦνται· διὸ καὶ τὸ γῆρας καλῶς διάξουσι. παραιρέτης δὲ ὢν μετρίους ποιεῖ, τοῖς δὲ κατὰ πρόβασιν χρόνοις εὐτυχεστέρους καὶ ἐνδοξοτέρους.
Ὁ δὲ Ἄρεως ἐκεῖ νυκτὸς ὢν στρατηλάτας, ἐπιμόχθους, ἐρημοβάτας, θηρίων ἡγεμόνας, πεζούς, ἀγγέλους βασιλικούς. Ἡμέρας δὲ πτωματικοὺς, νοσεροὺς καὶ τομῆς σιδήρου διὰ νόσον πειρωμένους καὶ ἀδικουμένους ὑπὸ γυναικῶν καὶ ἀχαριστουμένους. Ἐὰν δὲ καὶ τῷ Ἡλίῳ μαρτυρῶν ᾖ Κρόνος ἢ συμπαρῶν ἢ τετράγωνος ἢ διάμετρος, πολυκινδύνους ἀποτελεῖ, ἔτι δὲ καὶ μανιώδεις καὶ ἐπιλήπτους, ἐάνπερ οἰκοδεσποτήσῃ τοῦ κλήρου τῆς τύχης ἢ τοῦ ὡροσκόπου ἢ τοῦ δαίμονος.
Ὁ δὲ Ἡλίου ἐκεῖ ὢν τὸν τικτόμενον φθείρει μετὰ τῶν γονέων ἢ τὸν βίον αὐτοῦ ** κατὰ τὴν τῶν μαρτυρούντων αὐτῷ ἀστέρων διάκρισιν.
Ἐὰν δὲ Ἀφροδίτη ἐκεῖ ᾖ ἐπὶ τῆς προβάσεως τῶν ἐτῶν εὐτυχοῦντας ἀποτελεῖ καὶ μεγάλων φίλους καὶ ἐπαφροδίτους, ἐπὶ δὲ τῆς νεότητος εὐσχήμονας μὲν τῷ βίῳ, ἀνενδεεῖς δὲ καὶ ἐμπαθεῖς. Ἐν δὲ τροπικῷ ἢ δισώμῳ χηρείας ἀποτελεῖ καὶ βλάβας καὶ μάχας ἕνεκα γυναικῶν. Ἐν δὲ τοῖς στερεοῖς εὐνοηθήσονται ὑπὸ γυναικῶν ὠφελούμενοι, χωρὶς τοῦ τὴν Ἀφροδίτην Ὑδροχόῳ ὑπὸ Σελήνης ἐναντιοῦσθαι, οὗ γὰρ ἀσπέρμους καὶ στειρώδεις καὶ δυσγάμους ἢ παιδεραστὰς ἀποτελεῖ.
Ἐκεῖ δὲ ὁ τοῦ Ἑρμοῦ ἑῷος τυχὼν μυστηρίων ἀπορρήτων ἀναδείκνυσι μετόχους. Ἐπὰν δὲ Κρόνος ἢ Ἄρης ἐν ἰδίῳ σχήματι αὐτὸν θεωρήσωσι, κρίσεων ἢ συνοχῆς ἢ καταδίκης μετέχοντας ποιοῦσιν. Ἑσπέριος δὲ χρυσίου τορευτὰς ἢ καὶ εὐρετὰς ἢ τῶν ἀποκρύφων μύστας ἢ ἀριθμῶν ἐπιστήμονας ἢ παλαίστρας ἡγεμόνας ποιήσει.
Σελήνη δὲ ἐκεῖ καθ’ αἵρεσιν μητέρα ἔνδοξον τελεῖ καὶ τῷ γεννηθέντι αὐξήσει τὸν βίον. Παρ’ αἵρεσιν δὲ μητέρας μὲν ἀγενεῖς, εὐπόρους δὲ ποιεῖ καὶ ἐν δόσεσι καὶ λήψεσι γίνονται, ἐάνπερ ὁ Ἥλιος μὴ ὡροσκοπῇ. Εἰ δὲ Ἥλιος ὡροσκοπεῖ, δόξης καὶ προεδρίας καὶ δυναστείας ἢ βασιλείας ἀξιοῦνται, τοῦ Κρόνου ἢ Ἄρεως ἡμέρας τε καὶ νυκτὸς τοῦ Ἡλίου ἤτοι τοῦ ὡροσκόπου ἀπόντος.
– Τόπος πέμπτος
Ὁ πέμπτος τόπος ἀπὸ ὡροσκόπου καλεῖται Ἀγαθὴ Τύχη καὶ ἐπιπόρευσις. ἐστὶ δὲ τόπος Ἀφροδίτης· χαίρει γὰρ ἐκεῖ. Ὅταν οὖν Ζεὺς ἢ Ἀφροδίτη ἐκεῖ τύχωσι οἰκοδεσποτοῦντες ἢ τοῦ κλήρου τῆς τύχης ἢ τοῦ ὡροσκόπου, ὁ γεννώμενος ἄρχει διὰ λαοῦ· μάλιστα δὲ ἡ Ἀφροδίτη ** ἰδιοπροσωποῦσα ἔξαυγος. Ὁ γὰρ τοιοῦτος κυριεύσει χώρας καὶ ἐπαφρόδιτος ἔσται καὶ εὐσχήμων καὶ τιμᾷς ἕξει πρὸς ὅλων, εἴπερ μὴ θεωρεῖται ὑπὸ κακοποιοῦ. Ὁ δὲ Ζεὺς καὶ ἀγαθὸν σύμβουλον πρὸς τοῖς εἰρήμενοις ποιεῖ. Ὁ δὲ Ἄρης ἐκεῖ τύραννον, στρατηγόν.
Ὁ δὲ κύριος τοῦ ὡροσκόπου ἢ ὁ κύριος τῆς τύχης ἐκεῖ ἰδιοπροσωποῦντες ποιοῦσι κυρίους ζωῆς καὶ θανάτου. Ὁ δὲ Κρόνος ἐκεῖ πολυκτήμονας, ἐγγείων ἄρχοντας, θεμελίων κτίστας ἢ χωρῶν ἢ πόλεων. Ὁ δὲ Ἥλιος ἐκεῖ ἰδιοπροσωπῶν βασιλέων φίλους καὶ ἱερῶν θείων ἄρχοντας· ὁ δὲ Ἑρμῆς πολυπείρους καὶ γραμματεῖς ποιεῖ, προκόπτοντας διὰ λόγων καὶ πίστιν χρημάτων ἔχοντας, μάλιστα δὲ εἴ ἐστιν ἔξαυγος καὶ ἰδιοπροσωπεῖ μὴ ὁρῶντος Ἄρεως ἢ Κρόνου. Ἡ δὲ Σελήνη ἐκεῖ καλῶς κειμένη εὐτυχεῖς ποιεῖ, μάλιστα οἰκοδεσποτοῦσα τοῦ κλήρου τῆς τύχης ἢ τοῦ ὡροσκόπου καὶ ἰδιοπροσωποῦσα καὶ τοῖς ἀριθμοῖς προστιθεῖσα. Ἀλλ οἱ μὲν ἀγαθοὶ συμπαρόντες αὐτῇ τὰ ἀγαθὰ δώσουσιν, οἱ δὲ κακοποιοὶ θραύσουσιν.
Ἐὰν δὲ ὁ οἰκοδεσπότης τοῦ ιβ′ ἐν τῷ ε′ ἢ η′ ᾖ, ἢ ὁ κύριος τοῦ ε′ ἐν τῷ ιβ′, ἔσται πατρυιὸς παίδων ἀλλοτρίων τροφεύς· ἐὰν δὲ ὁ κύριος τοῦ ε′ ἢ ὁ κύριος τοῦ κλήρου τῶν τέκνων ἐν τῷ η′ ᾖ, ἀτέκνους ποιεῖ ἢ τέκνα θάπτοντας. Ἐὰν δὲ ὁ κύριος τοῦ γαμοστόλου ἐν τῷ ε′ ᾖ ἢ τοῦ κλήρου τοῦ γάμου, εὔγαμον ἄνδρα ποιεῖ καὶ χήραν λήψεται ἔχουσαν υἱόν.
Εἰ δὲ Ἀναβιβάζων ἐκεῖ μετὰ Διός, Ἀφροδίτης, Ἑρμοῦ ᾖ ἐπιθεωρούντων τὸν τόπον, εὔτεκνος ἔσται καὶ ὀνομαστὰ ἕξει τέκνα. Ἐὰν δε Ἄρης ἢ Κρόνος τὸν τόπον ἴδωσι, τὰ πρῶτα τέκνα ἀπολέσει ἢ ἐν ἐνιαυτῷ βιοθανατήσει. Ἐὰν δὲ Ἥλιος ἐκεῖ τύχῃ ἢ ἐπιθεωρήσῃ, τῶν μὲν κακῶν ἀπαλλαγήσεται, τέκνα δὲ αὐτοῦ σινωθήσεται. Ἐὰν δὲ Καταβιβάζων ἐκεῖ ᾖ μετὰ Κρόνου Ἄρεως Ἑρμοῦ, τὰ πρῶτα τέκνα ἀπολέσει καὶ ἀπὸ γυναικῶν εὐτυχήσει. Ἐὰν δὲ μετὰ Διὸς Ἀφροδίτης ᾖ ἐπιθεωρούντων, ὁ υἱὸς αὐτοῦ ξενιτεύσας οὐχ’ ὑποστρέψει.
Κρόνος δὲ ** ἐγγίσας βραδυτέρας τάς βασιλείας καὶ τάς ἡγεμονίας δίδωσιν. Ἑάνπερ ὁ Ἥλιος ὡροσκοπῇ, ἐκδεχόμενος δέ καὶ τὴν συναφήν τῆς Σελήνης αὐξιφωτούσης, μετὰ ἀγαθοῦ τάς ἀρχὰς δίδωσιν. Ἐὰν δὲ μὴ ὡροσκοπῇ Ἥλιος, Κρόνος δέ ἐστιν ἐκεῖ, προβαινόντων τῶν χρόνων τὰ τέλεια κτωμένους ἀποτελεῖ. Ἑπὶ δὲ νεότητος ἀνώμαλός ἐστι καὶ μειοῖ τὰ ὑπάρχοντα νέοις. Νυκτὸς δὲ βραδυτέρους ταῖς ἐπιβολαῖς καὶ ἀργοτέρους ταῖς πράξεσι ποιεῖ. Τινὰς δὲ καὶ ἐκπίπτοντας ἐκ τῶν περικτηθέντων.
Ζεὺς δὲ ἐκεῖ ἡμέρας καὶ νυκτὸς ἰσχυρός ἐστιν∙ γενῄσονται γὰρ ἐπ’ ἀγαθῷ τὸ κράτος ἔχοντες.
Ὁ δὲ Ἄρης νυκτὸς ἐκεῖ πολλῶν ἀγαθῶν ὑπάρξεις ποιήσει, ἐνδόξους τε καὶ ὑπὸ ὄχλων τιμωμένους καὶ γνωστοὺς ἄρχουσιν. Ἐὰν δὲ ἐν ἰδίῳ οἴκῳ ἢ μοῖρα ἢ δεκανῷ συμπαρούσης Σελήνης, μεγάλους δυνάστας, φοβεροὺς ἐπὶ στρατοπέδου. Τῆς δὲ Σελήνης ἀπούσης, ἐὰν ὁ τῆς Ἀφροδίτης παρῇ ἢ τρίγωνος αὐτοῦ ἢ ἑξάγωνος, εὐδαίμονας ποιεῖ καὶ προσεκτικοὺς ἐν ταῖς πράξεσι καὶ ἐπαφροδίτους. Ἡμέρας δὲ ἐκεῖ ξενιτείας ποιεῖ βλαβερὰς καὶ ἐπικινδύνους· πλὴν Ζεὺς ἢ Ἀφροδίτη ἰδόντες ὠφελοῦσιν ἐν ξενιτείαις καὶ ταχεῖαι ἔσονται ὑπονοστήσεις.
Ἡλίου δὲ ὄντος ἐκεῖ μετριώτεροί εἰσιν πρὸς τάς εὐδαιμονίας καὶ ἄτεκνοι ἢ δυστυχεῖς ἐπὶ τέκνοις.
Ἀφροδίτη δὲ ἐκεῖ ἀγωνιστὰς ἀγαθούς, πλουσίων ἄθλων νικητάς, δυναστικούς, ἐν πᾶσι τύχην ἔχοντας, τὰ μέλλοντα προθεσπίζοντας, γνωστοὺς ἄρχουσιν, ὑπὸ γυναικῶν σωματοποιουμένους ἢ ἀπὸ ἀφροσίων ἔργων προβιβαζομένους καὶ κατὰ πρόβασιν τῶν ἐτῶν κτωμένους.
Ἐπὶ δὲ τοῦ ε′ ἑῷος τυχῶν ὁ Ἑρμῆς χρυσοῦ σωρευτὰς καὶ ἀγαθῶν ἐφευρέτας ἢ ἀλλοτρίων χρημάτων ἡγεμόνας ποιεῖ καὶ πολυχρονίους καὶ εὐτέκνους. Ἑσπέριος δὲ οὐ τηρητὴς οὐδὲ φύλαξ χρημάτων γενήσεται, ἀλλὰ σκορπιστὴς τῶν ἐν ἀποκρύφῳ κειμένων. Ποιεῖ δὲ πραγματικοὺς ἢ διδασκάλους ἢ γεωμέτρας ἢ ἀριθμητικῶν ἢ παλαιστρικῶν ἡγεμόνας. Ἐκδεχόμενος δὲ καὶ τὴν συναφὴν αὐξιφωτούσης Σελήνης λευκαῖς ἐπισπιλώσει τὸν γεννώμενον, ἢ πάθος ἕξει. Μειουμένης δέ, ἀσχήμονα τὰ σίνη ποιεῖ ἢ καὶ τάς φρένας βλάπτει.
Σελήνη δὲ ἐκεῖ νυκτὸς πολυχαριεστάτη γενήσεται. Ποιεῖ γὰρ ἡγεμόνας, εὐδαίμονας, ἐπιδόξους, προέδρους, ἐκ γονέων ἀγαθὰ ἔχοντας, εἴπερ μὴ μαρτυρεῖται ὑπὸ Κρόνου ἢ Ἄρεως. Ἡμέρας δὲ ξενιτείας ἀποτελεῖ, γονέων ἀλλοτριώσεις ἢ ὀρφανίας κατὰ δὲ πρόβασιν εὐδαιμονίσει.
– Τόπος ἕκτος
Ὁ δὲ ἕκτος τόπος καλεῖται φαῦλον ἀπόκλιμα καὶ πρόδυσις καὶ προκαταφορὰ καὶ μετακόσμιος καὶ Κακὴ Τύχη. Σημαίνει δὲ περὶ σίνους καὶ δούλων καὶ ἐχθρῶν καὶ τετραπόδων, ἔσθ’ ὅτε δὲ καὶ περὶ πράξεως διὰ τὸ εἶναι δεξιὸν τρίγωνον τοῦ μεσουρανήματος, ἀλλὰ καὶ τοῦ περὶ ποδῶν τόπου καὶ τῶν παθῶν τῶν περὶ τοὺς πόδας. Οἱ οὖν κακοποιοὶ ἐκεῖ ποιοῦσι πάθη ἢ σίνη περὶ τοὺς πόδας καὶ ἀποβολὰς χρημάτων.
Ἥλιος δὲ ἐκεῖ· καταδυναστευθήσεται παρ’ ὑπερεχόντων καὶ ἐν ὑποταγῇ ἔσται, ὅθεν δοῦλον τὸν πατέρα ποιεῖ ἢ ἀγενῆ ἢ σεσινωμένον, πάντως δὲ ἀλλόφυλον, μάλιστα δὲ εἰ καὶ ὁ οἰκοδεσπότης τοῦ Ἡλίου ἐκεῖ εἴη ἢ ὁ κλῆρος τοῦ πατρὸς ἢ τὸ δωδεκατημόριον τοῦ Ἡλίου ἢ οἱ τριγωνοκράτορες τοῦ Ἡλίου. Ταῦτα γὰρ τὰ σχήματα δεικνύουσιν ἀγενεῖς ἢ σεσινωμένους ἢ ἐκπτώτους τοὺς γονεῖς ἢ ξένους. Τὰ δ’ αὐτὰ νόει καὶ ἀπὸ τῆς Σελήνης περὶ τῆς μητρὸς καὶ ἀπὸ τοῦ οἰκοδεσπότου καὶ τοῦ δωδεκατημορίου. Μάλιστα καὶ ἐὰν ἐν τῷ Καταβιβάζοντι τύχωσιν οἱ φωστῆρες, ὑβρισμένους τοὺς γονεῖς πρόλεγε· καὶ ἐὰν ὁ Κρόνος ἐπιπαρῇ τῷ τόπῳ, πλανήτην καὶ ζημιώδη ποιεῖ τὸν γεννώμενον καταλιπόντα τὰ ἑαυτοῦ μετὰ λύπης. Ζεὺς δὲ ἐκεῖ· ἐν δημοσίοις πράγμασι ζημιωθήσεται.
Ἀφροδίτη δὲ∙ διὰ γυναῖκα ἢ εἰς γυναῖκα ζημιωθήσεται καὶ κρίσεις ἕξει πρὸς τὸ γένος· μίγνυται δὲ δούλαις ἢ μισθίαις ἢ σεσινωμέναις· ἔσονται δὲ καὶ ἀναφρόδιτοι καὶ ἀχάρεις. Ἄρης δὲ ἐκεῖ σῖνος περὶ τοὺς πόδας ποιεῖ, κακίζει δὲ καὶ τὸν περὶ δούλων λόγον· καὶ ἐχθρῶν ἐπαναστάσεις καὶ ἐπὶ ξένης κινδύνους καὶ σῖνος δίδωσιν οὗ ἐστὶ τὸ ζῴδιον οἰκεῖον ἔνθα ὁ Ἄρης. Ὁ δὲ Ἑρμῆς ἐκεῖ κακοβούλους, κλέπτας, ἀλλοτρίων ἐπιθυμητάς, κακολόγους, δυσεπιτεύκτους∙ καὶ κακὰς φήμας κτήσονται. Ἥλιος δὲ καὶ Σελήνη συνοδεύοντες ἐκεῖ μανικούς, ἐπιλήπτους, φρενοβλαβεῖς. Κρόνος δὲ ἐκεῖ ἐξ ὑγρῶν καὶ ψυγμῶν καὶ μελαίνης χολῆς ποιεῖ τὸ σῖνος ἢ πάθος, ἔσθ’ ὅτε δὲ καὶ παρέσεις, ποδάγρας, χειράγρας, χειρῶν ἕλκη πρὸς τήν τοῦ ζῳδίου φύσιν, μάλιστα νυκτός. Ὁ δὲ Ἄρης ἐκεῖ ποιεῖ τομάς, καύσεις, θηριοδήκτους, βίας, πληγάς, λῃστῶν ἑφόδους, εἴπερ εἴη ἑῷος ἀνατολικός. Εἰ δὲ ὕπαυγος, κρυπτὰ πάθη τῶν σπλάγχνων ἢ αἱμορροίας πρὸς τὸ ζῴδιον καὶ μᾶλλον ἡμέρας.
Ζεὺς οἰκοδεσποτήσας τοῦ ϛ′, βλαπτόμενος ὑπὸ Κρόνου ἢ Ἄρεως ἑστὼς ἐν τῷ ϛ′ κακῶς ἢ τῷ ιβ′ ποιεῖ ἡπατικοὺς καὶ ἀπὸ οἴνου βλάβας. Ἀφροδίτη δὲ οἰκοδεσποτοῦσα τοῦ ϛ′ κακῶς κειμένη καὶ ὑπὸ Ἄρεως ἢ Κρόνου θεωρουμένη γυναικομανεῖς ποιήσει · ἐὰν δὲ ἐν ἀρσενικῷ ζῳδίῳ ᾖ, παιδεράστας, καὶ διὰ τοῦτο πολλά κακὰ πείσονται· πάθος δὲ ἕξουσι καὶ περὶ τὸν πνεύμονα. Ἑρμῆς δὲ οἰκοδεσποτήσας τοῦ ϛ′ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρούμενος σινώσει τάς ἀκοὰς ἢ τὴν λαλίαν ἢ τὸν λαιμόν. Ἥλιος Ἄρης Σελήνη κακοσχημάτιστοι κείμενοι ἐκεῖ τὴν ὅρασιν κακοῦσιν· ἡ δὲ Σελήνη καὶ σπληνικοὺς ποιεῖ. Σελήνη μεστὴ πρὸς Ἄρεα φερομένη χωλούς, κυλλούς. Ἥλιος· ἐκεῖ οἴκῳ Ἀφροδίτης κακώσει διὰ γυναῖκα.
Ὁ τοῦ δ’ οἰκοδεσπότης ἐπιπαρὼν τῷ ϛ′ ἢ ὁ τοῦ η′ ἢ ὁ τοῦ θ′ πλανήτας καὶ ἐπὶ ξένης θνήσκοντας. Ὁ κύριος τοῦ ζ′ ἐν τῷ ϛ′ ἢ ὁ κλῆρος τοῦ γάμου ἢ ὁ κύριος τοῦ κλήρου τοῦ γάμου, μίγνυσι δούλαις, σεσινωμέναις, οἰκτραῖς. Κρόνος Ἄρης Ἀφροδίτη συμπαρόντες ἐκεῖ γαμετὰς φθείρουσι κακῶς. Ὁ κύριος τοῦ γ′ ἐν τῷ ϛ′ ποιεῖ κάκωσιν ὑπὸ φίλων ἢ ἀδελφῶν ἢ σίνει τοὺς ἀδελφούς. Τὸ δωδεκατημόριον τῆς Σελήνης ἐν τῷ ϛ′ σινοῖ τὸ γεννώμενον καὶ τὴν μητέρα αὐτοῦ ἀγενῆ λέγει · τὸ δ’ αὐτὸ καὶ τό τοῦ Ἡλίου ποιεῖ ἐπὶ τοῦ πατρός.
Ἀναβιβάζων ἐν τῷ ϛ′ μετὰ Ἄρεως καὶ Κρόνου ὢν ἢ ἐπιθεωρούμενος πρὸς αὐτῶν· κρημνισθήσεται ἐν ὕδατι ἢ ἐν φρέατι ἢ σινοῦται ὀστοῦν αὐτοῦ. Ζεὺς Ἥλιος Σελήνη ἐκεῖ, εἰ θεωρήσουσι Κρόνον ἢ Ἄρεα ἐκεῖ ὄντας, ἀπαλλάσσουσι τῶν κακῶν τούτων, πλὴν συντηρείτω ἑαυτὸν ἕως ἐτῶν κϛ′ καὶ ἕως ἐτῶν λε′, καὶ τότε ἔσται ἄφοβος. Καταβιβάζων ἐν τῷ ϛ′· κακοπαθήσει ἐν νεότητι. Ζεὺς δὲ καὶ Ἀφροδίτη ἐκεῖ∙ πάθος κρυπτὸν ἕξει. Εἰ δὲ Κρόνος καὶ Ἄρης, ἀπαλλαγήσεται κακῶν, πλὴν σινοῦται αὐτῷ μέλος τοῦ σώματος.
Νυκτὸς δὲ Κρόνος ἐκεῖ ἔκλειψιν τῶν πατρικῶν ποιήσει, καὶ χάριν δούλων κινδύνους καὶ ἐπιβουλάς· τινὲς δὲ καὶ σινοῦνται. Ἡμέρας δὲ μετριάζεται τὰ κακά. Ἐὰν δὲ καὶ πρὸς τὴν Σελήνην τετράγωνος ᾖ ἢ διάμετρος, ἀστασίας καὶ φθίσεις ποιεῖ, εἰ μὴ ὁ Ζεὺς μαρτυρήσει ἢ τῇ Σελήνῃ ἥ τῷ Κρόνῳ καὶ ἐκ μέρους ὠφελήσει. Ποιεῖ δὲ καὶ νοσηματώδεις.
Ζεὺς ἐν τῷ ϛ′ μάχας καὶ κρίσεις πρὸς ὑπερέχοντας ποιεῖ· καὶ κακὸς γίνεται ὁ Ζεὺς ἀεὶ ἐν τῷ ϛ′ καὶ ιβ′ μάλιστα νυκτός.
Ἄρης ἐν τῷ ϛ′ πάθη καὶ σίνη ποιεῖ καὶ κινδύνους καὶ ἐπιβουλὰς ἕνεκα δούλων ἢ κατακρίτων ἢ συνεχομένων μάλιστα ἡμέρας. Ἐπίκεντρος δὲ Ἄρης ὢν καθόλου ἡμέρας ὀλέθριος γίνεται.
Ἐν δὲ τῷ ϛ′ Ἥλιος πατέρα κακοθάνατον ἢ κατάδικον ποιεῖ καὶ σινοῖ καὶ τὰ ὑπάρχοντα φθείρει, ἐάνπερ μηδεὶς ἀστὴρ ᾖ ἐπὶ τοῦ ι′, εἰ δ’ εὑρεθῇ τὶς ἐν τῷ δεκάτῳ, ἀπὸ γονέων εὐδαίμονας ποιοῦσιν.
Ἀφροδίτη ἡμέρας καὶ νυκτὸς ἀγενεστέραις ἢ χήραις ἢ σεσινωμέναις μίγνυσι καὶ οὐκ εὐνοουμένους ὑπὸ γυναικῶν ποιεῖ, ἐάνπερ μηδεὶς ᾖ ἐν τῷ ι′. Ἐὰν δὲ ᾖ γυναικὸς τὸ θεμάτιον, δυστοκίαι ἢ ἐμβρυοτομίαι ἔσονται. Ἐὰν δὲ τὶς ἐπὶ τοῦ ι′ ἀστὴρ ᾖ, μάλιστα νυκτὸς καὶ τῆς αἱρέσεως, ἐπαφροδίτους καὶ ἐπιχαρίτους ἀποτελεῖ καὶ εὐτυχεῖς διὰ γυναικῶν καὶ εὐεπιτεύκτους· ἀχρόνους δὲ καὶ ἐκβολίμους ποιεῖ προσκλίνασα τοῖς κέντροις τῶν κακοποιῶν τὰ κέντρα ἐχόντων καὶ Σελήνην διακρατούντων.
Ἑρμῆς δὲ ἐν τῷ ϛ′ ἡμέρας ἀπὸ λόγου ἢ ῥητορείας ἢ ἐμπορίας ἢ παρὰ θεῶν τινὰς προσόδους καὶ τύχας ἔχοντας, μάλιστα δ’ εἴπερ ἐν τῷ ι′ τύχῃ τις ἀστὴρ. Νυκτὸς δὲ ἐπὶ τοῦ ϛ′ Ἑρμῆς ἑῷος τυχῶν ἐρμηνέας, ἁλιεῖς, ἰξευτάς, γλυφεῖς ποιεῖ, ἐάνπερ τὶς ᾖ ἐπὶ τοῦ ι′ ἀστήρ· εἰ δὲ μηδεὶς κακόφρονας ποιεῖ, ἀργούς, δυσεπιβόλους, τυφώδεις. Ἑσπέριος δὲ συνετούς, νοήμονας, κριτικούς, ἐπὶ λογιστηρίων ἢ τραπεζῶν ἢ ἀποθηκῶν ἢ γραμμάτων ἢ ἐμπορίων τασσομένους, ἀφ’ ὧν καὶ εὐδαιμονοῦσιν. Ἐὰν δὲ καὶ τὴν συναφὴν τῆς Σελήνης ἐπισχῇ, πόλεως γραμματεῖς ἢ καθηγητὰς βασιλέων ἢ διοικητὰς ποιεῖ, μάλιστα ἐὰν τὶς ᾖ ἀστὴρ ἐν τῷ ι′.
<Σελήνη δὲ ἐν τῷ ϛ′> ***.
– Τόπος ἕβδομος
Ὁ ἕβδομος τόπος καλεῖται κέντρον δυτικόν, σημαίνει δὲ τὸ γῆρας καὶ τὸν γάμον, ἔσθ’ ὅτε δὲ καὶ τὸν περὶ κληρονομίας λόγον καὶ περὶ σίνους. Μάλιστα δὲ σημαίνει τὸν περὶ τῶν δακτύλων λόγον ἢ τῆς κύστεως ἢ τῶν ποδῶν, ποιεῖ δὲ καὶ ξενιτείας.
Ὁ οὖν Ζεὺς παρὼν ἐκεῖ καλὸν τὸ γῆρας καὶ ἄμοχθον ποιεῖ καὶ εὑρήματα ἢ κληρονομίας ἐπὶ ξένης καὶ πράξεις, τὴν δὲ νεότητα μοχθηροτέραν, δυσγάμους δὲ μάλιστα ἐν τροπικῷ ζῳδίῳ καὶ δυστέκνους ἢ ἀτέκνους. Εἰ δὲ Ἀφροδίτη ἐκεῖ τύχῃ, ἐπίχαριν καὶ ἐν τῷ γήρᾳ νεωτερίζοντα καὶ εὔγηρον καὶ πολύκοινον καὶ ἄστατον περὶ γάμου ποιεῖ. Εἰ δὲ Ἀφροδίτη δυτικὴ ἐκεῖ, δίχα τῆς τῶν κακοποιῶν θεωρίας, σώφρονας· καὶ ταπεινουμένη δὲ τὸ αὐτὸ ποιεῖ, τὴν δὲ νεότητα ἄστατον, καὶ δούλαις ἢ πόρναις μίγνυσι. Ἑρμῆς δὲ ἐν τῷ ζ′ πλουσίους, πεπαιδευμένους, φρονίμους, τάς δὲ τούτων γυναῖκας περιέργους ἢ θηριοψύχους ἢ φιλοφαρμάκους. Ὁ δὲ Κρόνος ἐκεῖ οὐ μόνον κακογάμους ἢ χήρας, ἀλλὰ καὶ πάθη ποιεῖ περὶ τοὺς δακτύλους ἢ αἱμορροίας ἢ ῥεύματα περὶ τοὺς πόδας. Πάντως δὲ σινοῖ τὸ σῶμα καὶ κακοτεκνίαν ποιεῖ μάλιστα παρ’ αἵρεσιν∙ εἰ δὲ κατὰ αἵρεσιν ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι, πολυχρονίους ποιεῖ καὶ περὶ τὸ γῆρας πλουσίους, τὴν δὲ νεότητα προλυπεῖ.
Ἄρης δὲ ἐκεῖ ὢν δυσγαμίας ποιεῖ καὶ μοιχαλίδι ζεύγνυσι. Σινοῖ δὲ τοὺς ὀφθαλμοὺς ἢ τοὺς δακτύλους ἢ τοὺς πόδας καὶ τρομώδεις ποιεῖ. Πάντως δὲ τὰ γονικὰ διαφθείρει, μάλιστα δὲ παρ’ αἵρεσιν καὶ ἀλλοτρίοις οἴκοις, καὶ τὸ γῆρας κακοῖ∙ εἰ δὲ κατὰ αἵρεσιν ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι, τὸ κακὸν μέτριον γίνεται. Σελήνη δὲ ἐκεῖ φιλόξενον, ἐν δὲ θηλυκῷ ζῳδίῳ ὑπὸ Ἡλίου καὶ Ἀφροδίτης θεωρουμένη κατὰ συμπαρουσίαν ἢ διάμετρον, πάντως μαλακοὺς καὶ πρὸς δύο ἀδελφὰς μίξεις. Εἰ δὲ γυναικὸς εἴη τὸ θεμάτιον, Σελήνη ἐν ἀρσενικῷ ζῳδίῳ Ἡλίου καὶ Ἀφροδίτης ὁρώντων ἐξ ἀρσενικῶν ζῳδίων, πάντως τριβάδας ποιεῖ. Ἥλιος δὲ ἐκεῖ κακογαμίαν καὶ δυστεκνίαν καὶ εὐπορίαν καὶ πλοῦτον.
Ὁ κύριος τοῦ ζ′ ἐν τῷ ιβ′ ἢ ὁ τοῦ ιβ′ ἐν τῷ ζ′ δυσγαμίαν ἢ δουλογαμίαν ποιεῖ. Ὁ κύριος τοῦ ζ′ θεωρούμενος ὑπὸ τοῦ κυρίου τοῦ η′ χήρους ποιεῖ ἢ διαζευγνυμένους. Ἀλλ’ ἐν μὲν στερεῷ ἅπαξ, ἐν δὲ δισώμῳ δίς, ἐν δὲ τροπικῷ πολλάκις. Ὁ κύριος τοῦ ζ′ μεσουρανῶν, ὁ δὲ κύριος τοῦ ιβ′ ἐν τῷ δ′ ἢ δουλογάμους ἢ ἀγοραστὰς τῶν ἰδίων γυναικῶν. Ὁ κύριος τοῦ ζ′ ἐν τῷ θ′ ξένην ἢ θεοσεβῆ γυναῖκα δίδωσιν. Ὁ κύριος τοῦ ζ′ ὕπαυγος ὢν ἢ ἐν τῷ δ′ ἢ ὑπὸ κακοποιῶν βαλλόμενος πρὸς πόρνας ἢ δούλας τάς μίξεις ποιεῖ.
Ὁ Ἀναβιβάζων ἐν τῷ ζ′ μετὰ Κρόνου Ἀφροδίτης Ἑρμοῦ τὴν γυναῖκα τούτου δίγαμον ποιεῖ. Εἰ δὲ Ἀφροδίτη καὶ Ἄρης ἐκεῖ τύχωσι ἢ ἐπιθεωρήσουσι, γραῦν γαμήσει πλουσίαν ἢ σεσινωμένην τὴν ὅρασιν. Ζεὺς Ἀφροδίτη Ἑρμῆς ἐκεῖ· εὐγενίδα γαμήσει καὶ ἀπὸ γυναικείας φιλίας εὐτυχήσει, γυναῖκα δὲ θάψει. Καταβιβάζων ἐκεῖ γυναῖκα προαναιρεῖ ἢ σινοῖ. Κρόνος Ἄρης ἐκεῖ ὄντες ἢ ὁρῶντες γυναῖκα δώσουσι πρακτικὴν ἢ εὐτελῆ ἢ χήραν. Ἀφροδίτη δὲ ἐκεῖ οὖσα ἢ ὁρῶσα νέαν γυναῖκα δίδωσι. Ζεὺς δὲ ἅμα αὐτῇ ἐκεῖ ὢν ἢ ἐπιθεωρῶν· εἰς γυναῖκας ἀκαταστατήσει. Ἥλιος Ἑρμῆς ἐκεῖ ὄντες ἢ ἐπιθεωροῦντες· ξένην γαμήσει γυναῖκα ἢ γλαυκήν.
Κρόνος ἡμέρας ἐκεῖ ὀψιτύχους, μακρογήρας, θησαυροφύλακας ποιεῖ. Ἀλλ’ ἢ ἕδρας ἢ κρυπτῶν τόπων σίνη ἕξουσι. Νυκτὸς δὲ χείρων· ποιεῖ γὰρ ἐπινόσους, ῥευματιζομένους, πυρωτικοῖς πάθεσιν ἐνεχομένους.
Ζεὺς ἐκεῖ ἡμέρας μακροβίους, σπανοτέκνους ποιεῖ· πλουσίους περὶ τὰ ἔσχατα. Νυκτὸς δὲ μετρίους τῷ βίῳ καὶ περὶ τὴν μέσην ἡλικίαν εὐτυχοῦντας.
Ἄρης ἡμέρας ἐκεῖ ἐπιμόχθους ποιεῖ, ἀνοσίους, βιαίους, φονεῖς, βασανιστάς, προδότας∙ τινὰς δὲ καὶ ὀλιγοχρονίους, μάλιστα ἐὰν τὴν Σελήνην κεκεντρωμένην βλέψῃ. Καθόλου δὲ ὁ Ἄρης ἡμέρας ἢ νυκτὸς ἐκεῖ βιοθανάτους ποιεῖ· μάλιστα δὲ ἐν ἀλλοτρίοις τόποις σινοῖ∙ γίνονται γὰρ ἐν πόνοις καὶ τομαῖς ἢ πτώσεσι. Νυκτὸς δὲ λύπας καὶ ταραχὰς ποιεῖ ἐν πᾶσιν οἷα διαπράττεται∙ ἔτι δὲ καύσεις ἢ τομὰς σιδήρου ἢ κρυπτῶν πόνους ποιεῖ κατὰ τὸν ἐπιβάλλοντα αὐτῷ χρόνον. Καὶ πράξεις δὲ παρέχει τὰς ἀπὸ σιδήρου ἢ πυρὸς ἢ στρατείας ἢ βίας τινὸς τῆς ἐπὶ βασάνοις ἢ ἐνοχαῖς ἢ καὶ ἀναιρέσεσι ἀνθρώπων γινομένης.
Ἥλιος δὲ ἐν τῷ ζ′ πάθους καὶ σινῶν αἴτιος γίνεται κατὰ τήν τοῦ συμπαρόντος ἢ μαρτυροῦντος ἀστέρος φύσιν.
Ἀφροδίτη δὲ ἐκεῖ ἡμέρας ἢ νυκτὸς ἐπὶ τῆς προβάσεως τῶν ἐτῶν, νεωτερίζοντας ποιεῖ καὶ βραδυγάμους καὶ εὐδιαβλήτους. Ἐν μὲν τοῖς τροπικοῖς ἢ ἰχθυϊκοῖς ἢ λατρώδεσι ζῳδίοις, κακουμένη μάλιστα ὑπὸ Ἄρεως, ἀσελγεῖς ποιεῖ καὶ ἐμπαθεῖς. Ἐπὶ δὲ γυναικός, ἐὰν ὑπὸ Κρόνου κακωθῇ, αἰσχρὰς ποιεῖ καὶ πόρνας, μάλιστα δὲ περὶ τὸν Αἰγοκέρων.
Ἡμέρας δὲ ὁ Ἑρμῆς ἐκεῖ οὐκ ἀγαθὸς Ἀφροδίτης αὐτὸν μεσαζούσης. Πάθεσι γὰρ κατακρίνει τοὺς γεννωμένους οὐκ ἀγνώστοις, οἷον ἀσελγεῖς, πορνοβοσκούς καὶ τὰ τοιαῦτα· ἐναντιωθέντος δὲ Ἄρεως ἢ καθυπερτερήσαντος ὀλιγοχρονίους, φθισικοὺς, φυγάδας, καταδίκους ποιεῖ. Νυκτὸς δὲ Ἑρμῆς ἐκεῖ γυνακῶν πλουσίων προϊσταμένους καὶ ἐξ ἀφροδισίων εὐτυχοῦντας καὶ ἀριθμῶν ἢ μουσικῆς ἢ γραμμάτων σκολιῶν εὑρετάς.
Σελήνη ἡμέρας ἐκεῖ ξενιτείας καὶ κινδύνους ἢ ἀπὸ ὑγρῶν τόπων ἢ λῃστῶν ἢ ὑπὸ δούλων κακουμένους ἢ νοσηματώδεις, μάλιστα εἰ καὶ κακοποιῷ συνάπτει, τότε γὰρ ἀπαραίτητα τὰ κακὰ γίνεται. Σελήνη νυκτὸς τόπων μεταβολὰς καὶ ξενιτείας ποιεῖ καὶ αὐξοβίους περὶ τήν τοῦ χρόνου πρόβασιν.
– Τόπος ὄγδοος
Ὁ ὄγδοος τόπος καλεῖται ἀργὸς καὶ ἐπικαταφορὰ τοῦ ὡροσκόπου καὶ ἐπικατάδυσις καὶ ἀμαύρωσις. Ἔστι δὲ τὸ ζῴδιον ἀπόστροφον τοῦ ὡροσκόπου· διὰ τοῦτο καὶ τὸν περὶ θανάτου λόγον σημαίνει τὸν ἀπόστροφον τῆς ζωῆς.
Ἐὰν οὖν ἐκεῖ τύχῃ καὶ ὁ κλῆρος τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ καὶ ὁ κύριος τοῦ ὡροσκόπου, δυσπραγίας καὶ ἀνωμαλίας ποιεῖ. Ἐὰν δὲ καὶ κακοποιοὶ ὦσιν οὗτοι, χεῖρον τὸ κακόν∙ ἀτυχεῖς γὰρ ποιεῖ. Εἰ δὲ καὶ ὕπαυγοι, ὀλιγοχρονίους. Ἑρμῆς κύριος ὢν τοῦ δαίμονος, ἐπιπαρῶν τῷ η′ ἀνοήτους καὶ ἀγραμμάτους καὶ νωχελεῖς. Ἑρμῆς κύριος ὢν τοῦ η′ ἢ τοῦ ιβ′ ἢ τοῦ ϛ′ παρὼν τῷ η′ ὕπαυγος μετὰ Κρόνου καὶ Ἄρεως κωφοὺς καὶ ἀλάλους. Σελήνη νυκτὸς ἐκεῖ τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ προστιθεῖσα, μάλιστα Διὸς ὄντος ἐν τῷ ια′, ἀπὸ νεκρικῶν πραγμάτων καὶ κληρονομιῶν ὠφελήσει. Ὁ δεσπότης τοῦ δ′ ἐν τῷ η′ ἐπὶ ξένης ἀναιρεῖ. Τὰ δ’ αὐτὰ ποιεῖ καὶ ὁ κύριος τοῦ η′ ἀποκλίνας.
Ἀφροδίτη ἐν τῷ η′ κακοβίους καὶ αἰσχροὺς ποιεῖ. Ὁ κύριος τοῦ η′ ἐν τῷ ι′ ἢ ια′ ἢ ε′ ἀπὸ νεκρικῶν πραγμάτων πλουτίζει, μάλιστα οἴκῳ ἢ ὑψώματι ἰδίῳ καὶ ἔξαυγος καὶ προσθετικὸς τοῖς ἀριθμοῖς. Εἰ δὲ ὕπαυγος, ποιεῖ μὲν τὴν κληρονομίαν, ἀλλ εὐθέως σκορπίζει. Ὁ κύριος τοῦ γ′ ἐν τῷ η′ ἀδελφοὺς προαναιρεῖ. Ὁ κύριος τοῦ ε′ ἐκεῖ ὢν ἀτεκνίαν ποιεῖ· ὁ κύριος τοῦ ιβ′ ἢ τοῦ ϛ′ ἐκεῖ ὢν ἐχθρῶν καὶ δούλων θανάτους.
Ὁ Ἄρης ἐκεῖ σινοῖ τὴν ὄψιν, μάλιστα εἰ ὁ Ἥλιος ὡροσκοπεῖ ἢ ἡ Σελήνη. Κρόνος Ἄρης ἐκεῖ ἄνευ Διὸς Ἀφροδίτης ἐκπτώτους ποιοῦσι. Ζεὺς ἐκεῖ ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι προσθετικὸς τοῖς ἀριθμοῖς ἀπὸ νεκρικῶν πραγμάτων ὠφελεῖ καὶ μάλιστα ἐκτὸς Κρόνου καὶ Ἄρεως. Ἑρμῆς καὶ Ἄρης ἐκεῖ πλαστογράφους.
Κρόνος δεσπότης τοῦ η′ ὁρῶν αὐτὸν ἐξ ὕδατος ἀναιρεῖ ἢ ἐπὶ ξένης μάλιστα ἐν ὑγρῷ ζῳδίῳ ἢ ἀλλοτρίῳ κεκακωμένος· εἰ δὲ ἐν χερσαίῳ ὁ Κρόνος, ἐν ὄρεσιν ἀναιρεῖ. Ἁπλῶς δὲ ἕκαστου ζῳδίου τοῦ η′ ζήτει τὸν οἰκοδεσπότην ἐν ποίῳ ἐστὶ ζῳδίῳ · τοιοῦτος γὰρ γίνεται καὶ ὁ θάνατος. Ἥλιος δεσπότης τοῦ η′ ἐν ἀλλοτρίῳ ζῳδίῳ κεκακωμένος, ἐὰν καὶ αὐτὸς ὁ η′ κακωθῇ τόπος, ἀπὸ ὕψους ἀναιρεῖ πρὸς τὴν φύσιν τοῦ ζῳδίου. Ἄρης κύριος τοῦ η′ κακωθέντος τοῦ τόπου βιοθανάτους ποιεῖ, ἔσθ’ ὅτε δὲ καὶ κυνηγούς. Μαρτυρούμενος δὲ ὑπὸ Ἡλίου ὁ Ἄρης ἀπὸ βασιλέων ἢ ὄχλων τὴν βιοθανασίαν ποιεῖ. Ἀφροδίτη δεσπότης τοῦ η′ κεκακωμένη καὶ τοῦ η′ κακωθέντος ἀπὸ οἴνου πολλοῦ ἢ φαρμακείας γυναικῶν τὴν βιοθανασίαν ποιεῖ.
Ἑρμῆς δὲ οἰκοδεσπότης τοῦ η′ κεκακωμένος καὶ αὐτὸς καὶ ὁ η′ ἀπὸ δούλων ἢ διὰ γραμμάτων τὸν θάνατον ποιεῖ. Ζεὺς οἰκοδεσπότης τοῦ η′ κεκακωμένος σὺν τῷ τόπῳ ἀπὸ βασιλέων ἢ μεγιστάνων ποιεῖ τὸν θάνατον. Καὶ εἰ μὲν ἐν ἰδίοις οἴκοις ἢ τριγώνῳ ἢ ὑψώματι ἐν τῇ ἴδια χώρᾳ, εἰ δὲ ἐν ἀλλοτρίοις, ἐπὶ ξένης. Εἰ δὲ ὁ Ἀναβιβάζων τύχῃ ἐν τῷ η′ μετὰ Ἡλίου Ἄρεως Ἑρμοῦ Κρόνου ἢ ἐπιθεωροῦσι τὸν τόπον, κακοθανασίαν ποιεῖ ἢ ὀλιγοχρονιότητα. Εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐν τῷ η′ μόνοι, εὐθανασίαν καὶ εὐτυχίαν μεγάλην. Εἰ δὲ ὁ Καταβιβάζων τύχῃ ἐν τῷ η′ καὶ Ζεύς, Κρόνος Ἀφροδίτη καὶ Ἄρης ἐκεῖ, βιαιοθανάτους ποιοῦσι.
Ὁ δὲ Κρόνος ἡμέρας ἐκεῖ προβαινόντων τῶν χρόνων κτωμένους ἀποτελεῖ, ὥστε καὶ ἑτέροις ἐπαρκεῖν· τινὰς δὲ ἐκ θανάτου κτωμένους. Νυκτὸς δὲ ἐκεῖ ὢν ἐκπτώτους, φθινώδεις, κακοθανάτους ποιεῖ.
Ζεὺς δὲ ἡμέρας καὶ νυκτὸς ἐκεῖ προβαινόντων τῶν χρόνων περίκτησιν ἀποτελεῖ καὶ κληρονομίαν.
Ἄρης δὲ ἐν τῷ η′ ἡμέρας ἐνδείας καὶ ταραχὰς καὶ κινδύνους ποιεῖ.
Ἥλιος ἐν τῷ η′ πατρὸς προτελευτὴν ποιεῖ, τινὰς δὲ καὶ φρενητικοὺς. Οἱ δὲ συμπαρόντες αὐτῷ ἀστέρες ἢ μαρτυροῦντες δηλοῦσι τὸ ποιόν. Σελήνη δὲ διαμετρῶν ὁ Ἥλιος τοῦ συνδέσμου μὴ λυθέντος σινοῖ τὸν τεχθέντα.
Ἀφροδίτη ἡμέρας ἐπὶ τοῦ η′ βραδυγάμους καὶ ἀγενεστέραις ἢ χήραις ἢ παισὶ μίγνυσι, καὶ γονορροϊκοὺς ἢ σπαστικοὺς ἢ ἀποπληκτικοὺς γενομένους ἀναιρεῖ. Νυκτὸς δὲ εὐκτήμονας καὶ πλουσίους ἀποτελεῖ καὶ ἐκ γυναικῶν θανάτου εὐτυχοῦντας· καὶ τοὺς θανάτους ὀξεῖς καὶ ἀβαρεῖς καὶ ἀπόνους ποιεῖ.
Ἑρμῆς ἐν τῷ η′ ἡμέρας ἑσπέριος δυσεπιτεύκτους, ἀπράκτους, νωχελεῖς, ἐπιμόχθους. Νυκτὸς δὲ ἑσπέριος κληρονόμους ἀλλοτρίων, ἀξίους εὑρεμάτων, εὐτυχεῖς, παθητικοὺς δὲ καὶ εὐκόλως νοσοῦντας. Ἑῷος δὲ ἐν τῷ η′ αὐξητὰς χρημάτων ἢ πίστεων ἢ οἰκονομιῶν ἢ γραμματείων μεθέξοντας ἢ καὶ ἀλλοτρίων κληρονόμους.
– Τόπος ἔννατος
Ὁ ἔννατος τόπος καλεῖται θεός· ἔστι δὲ ὁ τόπος Ἡλίου. Σημαίνει δὲ τὰ περὶ θεῶν πάντα καὶ βασιλέων καὶ ξένων καὶ ὀνείρων καὶ θρησκείας. Ἔστι δὲ τὸ ζῴδιον ἀστρονομικὸν καὶ μετακόσμιον. Ἐν τούτῳ τῷ τόπῳ οἱ ἀγαθοὶ ὄντες ἐπὶ ξένης τάς εὐτυχίας ποιοῦσι καὶ περὶ τὴν θρησκείαν εὐσεβεῖς καὶ δικαίους, μάλιστα εἰ καὶ ὁ κύριος τοῦ τόπου καλῶς κεῖται καὶ ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι καὶ ἀθεώρητος ὑπὸ κακοποιῶν.
Καὶ ὁ μὲν Ἑρμῆς ἐπιπαρὼν τῷ θ′ οἴκῳ ἰδίῳ ἢ ὑψώματι ἢ ἑῷος ἀνατολικός, εἰ ἀθεώρητος ὑπὸ κακοποιῶν τύχῃ, ἐν χρηματισμῷ γίνονται οἱ τοιοῦτοι, περὶ ὄχλων ἡγούμενοι διὰ τὴν ἐμπορίαν, τινὲς δὲ βασιλικοὶ γραμματεῖς γίνονται· ταῦτα δὲ ποιεῖ μετὰ τὴν πρώτην ἡλικίαν. Ποιεῖ δὲ καὶ ἀστρονόμους. Ἥλιος ἐκεῖ καὶ Σελήνη· τοὺς γονεῖς θεοσεβεῖς λέγε ἢ ξένους, ἔσθ’ ὅτε δὲ καὶ τὸ γεννηθὲν θεοσεβές. Πάντως δὲ ξενιτεύει πολλά. Ἐὰν Κρόνος καὶ Ἄρης ἐκεῖ ἑῷοι ἀνατολικοὶ ἢ στηρίζοντες καὶ ἐπιθεωρῶσι τὸν κλῆρον τῆς τύχης ὄντα ἐν τῷ ὡροσκόπῳ, ποιοῦσι μέγαν τύραννον, ἱερόσυλον, ἀσεβῆ καὶ οὐχ ἕξει ἀμύνην ὑπὸ θεοῦ διὰ τόν τοῦ κακοῦ δαίμονος ἀστέρα ἢ καὶ τὸν τῆς κακῆς τύχης ἀστέρα Ἄρεα ἐν τῷ θεῷ ὄντα. Ἐὰν δὲ μὴ ὡροσκοπῇ ὁ τῆς τύχης κλῆρος ἀλλὰ τύχῃ ἐν τῷ ϛ′ ἢ ιβ′, τοῦ Κρόνου καὶ Ἄρεως ἐν τῷ θ′ ὄντων, δυστυχέστατος ἔσται καὶ πλανήτης καὶ δαιμονιόπληκτος.
Ὁ κύριος τοῦ η′ ἐν τῷ θ′ ἐπὶ ξένης ἀναιρεῖ. Καλῶς δὲ κείμενος ὁ κύριος τοῦ θ′ καὶ ἔξαυγος ἐν ἰδίῳ ζῳδίῳ ἢ ὑψώματι ἐπὶ ξένης τάς εὐτυχίας δώσει. Εἰ δὲ εἴη ἐν τῷ ϛ′ ἢ β′ ἢ γ′ ἢ ιβ′ ἢ η′, πλανήτας ἐπὶ ξένης ἀποτελεῖ. Ἀφροδίτη δὲ ἐν τῷ θ′ οὐκ ἀγαθὴ πρὸς γάμον ἐπὶ ἀνδρός, ἐπὶ δὲ γυναικὸς ὁ Ἄρης ἢ ὁ κύριος τοῦ ζ′ ἐν τῷ θ′ ξένην ἢ θεοσεβῆ γυναῖκα δίδωσι τῷ παιδί. Ἄρης ἐν τῷ θ′ χωρὶς Διὸς καὶ Ἀφροδίτης βλασφήμους ἀποτελεῖ. Κρόνος ἐν τῷ θ′ ἵστορα μυστηρίων ποιεῖ καὶ ὀνείρων ἀποκαλύψεις. Ἀφροδίτη δὲ ἐν τῷ θ′ ἄστατον ποιεῖ τὸν γάμον.
Ἀναβιβάζων ἐν τῷ θ′ μετὰ Ἡλίου καὶ Κρόνου καὶ Ἄρεως δυστυχεῖς ἐπὶ ξένης ἢ διὰ ξένους ἢ αἰχμαλώτους ἢ πλανήτας ἢ κακοθανάτους. Εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ ἄνευ Κρόνου καὶ Ἄρεως, ἐπὶ ξένης ἀνδρῶν μεγάλων φίλους καὶ εὐτυχεῖς. Εἰ δὲ Ἥλιος καὶ Ἀφροδίτη καὶ Ἑρμῆς ἐκεῖ, θεοσεβεῖς, ἱερεῖς καὶ ἀναθήματα ναῷ θήσοντας, ἀπὸ ὑπαρχόντων θεοῦ ἢ βασιλέως ἢ μεγάλων ἀνδρῶν ** καὶ τιμηθήσονται ἐπὶ ξένης ἀπὸ ἱεροῦ τόπου καὶ ἐν ὁράματι χρηματισθήσονται· μάλιστα ἐὰν τύχῃ Σελήνη μετὰ Διὸς καὶ ἐπιθεωρήσωσιν τὸν Ἀναβιβάζοντα, ἐν ἀγαθοῖς τὸν βίον διαβιβάσουσι καὶ ἔσονται εὐτυχεῖς καὶ πολυχρόνιοι. Ἐὰν ὁ Καταβιβάζων ἐν τῷ θ′ μετὰ Κρόνου καὶ Ἄρεως ἢ ἐπιθεωρῶσιν αὐτὸν καλὸν τὸ σχῆμα· ἄρξουσι γὰρ ἐπὶ ξένης ἐνδόξως καὶ εὐτυχήσουσιν. Εἰ δὲ Ἥλιος καὶ Ἑρμῆς ἐκεῖ, ἐπίδοξοι ἔσονται.
Ἐν τῷ θ′ Κρόνος ἡμέρας μύστας ποιεῖ, ἀρχιμάγους, φιλοσόφους, τὸ μέλλον προλέγοντας, τινὰς δὲ καὶ ἐν ἱερατικαῖς ἀσχολίαις ἢ ἱερῶν προεστῶτας ποιεῖ. Νυκτὸς δὲ ἐγκατόχους, ἀποφθεγγομένους, ὀνειροπόλους, φιλοσόφους, ἐνίους δὲ καὶ κόμας τρέφοντας.
Ζεὺς δὲ ἡμέρας ἐκεῖ τὸ μέλλον χρηματιζομένους τεραστίοις θεῶν, τινὰς δὲ καὶ ἱερωσύνης ἀξιουμένους ἢ δωρεὰς ἀναφαιρέτους ἔχοντας. Νυκτὸς δὲ ἀβεβαίους τοῖς ὀνείρασι καὶ καταψευδομένους θεῶν καὶ ἐλπίσι χρησμῶν ἀναλαμβανομένους καὶ ἑαυτοὺς μακαρίζοντας.
Ἐν τῷ θ′ ἡμέρας καὶ νυκτὸς ὁ Ἄρης ἀτιμωρήτους, σοφιστάς, παρὰ θέοις φοβερούς, κἂν ματαίως ὀμνύωσι σῳζομένους. Γίνονται δὲ οὗτοι καὶ φοβεροὶ δαίμοσιν. Ἐν δὲ τῷ θ′ Ἥλιος ἱεροτέκτονας, ἱερογλύφους καὶ θεῶν κοσμητὰς καὶ ὑμνητὰς ἢ ἱεροκτίστας, ὧν χάριν ἔνδοξοι γίνονται. Τινὲς δὲ καὶ τάξεις ἐν ἱεροῖς ἢ δωρεὰς ἢ ἀποστασίας ἔχουσιν.
Ἐν τῷ θ′ παρ’ αἵρεσιν ἢ Ἀφροδίτη δαιμονιοπλήκτους ἀποτελεῖ ἢ ἐν ἱεροῖς ῥακενδύτας, κομοτροφοῦντας, ἀπὸ θεῶν τὶ θεῖον ἔχοντας ἀγγέλλειν ἢ ὀνείρων, φιλοσόφους· ταῦτα δὲ γίνονται ὁρῶντος μάλιστα Κρόνου. Κατὰ αἵρεσιν δὲ ἡ Ἀφροδίτη ἐκεῖ εὐχρηματίστους, ἱερεῖς, θεοσεβεῖς· Κρόνου δὲ καὶ Ἄρεως συμπαρόντων ἢ τετραγώνως ἢ διαμέτρως ἐχόντων ἀναστατουμένους διὰ γυναικῶν καὶ κρινομένους καὶ δυστυχοῦντας καὶ ἀχαριστουμένως δι αὐτάς, μάλιστα δὲ ἐπὶ τῶν τροπικῷν ζῳδίων· ταῦτα γὰρ τὰ ζῴδια τῶν πολυγάμων εἰσίν. Ἐὰν δ’ ὁ τοῦ Διὸς ταύτῃ συμπαρῇ ἢ τρίγωνος ἢ τετράγωνος, τεκνοποιουμένους ὑπὸ γυναικῶν, ἐπαφροδίτους, ἐπιτευκτικοὺς καὶ κυριεύοντας τῶν τῆς γυναικός∙ τινὲς δὲ καὶ φροντισταὶ γυναικῶν γίνονται καὶ ἐν βασιλείοις ἀναστρέφονται διὰ γυναικῶν προφάσεις προβιβαζόμενοι.
Ἑρμῆς ἑσπέριος ἐν τῷ θ′ ἱερεῖς, μάγους ἰατρούς, ἐπιτηδεύοντας ἃ οὐκ ἔμαθον. Ἑῷος δὲ ἱεροφάντεις, θύτας, οἰωνοσκόπους, ἀστρολόγους θεοπλόκους, ἀφ ὧν καὶ βιοῦσιν.
Σελήνη δὲ ἐν τῷ θ′ νυκτὸς ξενιτευτὰς ἐπιδόξους. Τινὲς δὲ καὶ ἀπὸ θεῶν ἱερῶν εὐπραγοῦσιν· ἐνίους δὲ καὶ γυναικῶν πράγματα πιστευομένους, εὐχρηματίστους, θεοσεβεῖς. Ἡμέρας δέ, ξενιτευτὰς ἀδόξους, τὸν βίον ἐν πλάναις καὶ κινδύνοις ἔχοντας. Τινὰς δὲ καὶ ἐν ἱεροῖς ἀδόξως ἀναστρεφομένους ἢ δουλικοὺς ἢ θεοπλόκους καὶ ἐξαγορευτὰς, μάλιστα Ἄρεως ἢ Κρόνου ὁρώντων.
– Τόπος δέκατος
Ὁ δέκατος τόπος καλεῖται κέντρον, μεσουράνημα καὶ τεταρτημόριον τοῦ ὡροσκόπου. Σημαίνει δὲ τὴν νεότητα καὶ τὴν πρᾶξιν καὶ γάμον καὶ τέκνα καὶ γονέων ὑπόστασιν. Ἐν τούτῳ τῷ τόπῳ οἱ αἱρεσιάρχαι χαίρουσι καὶ πράξεις ἀγαθὰς καὶ ἐπωφελεῖς διδόασιν.
Ὁ οὖν Κρόνος ἐπὶ ἡμέρας ἐκεῖ, ἰδίῳ οἴκῳ ἢ ὑψώματι πλούσιον ἄνδρα ποιεῖ καὶ ἐν δημοσίαις χρείαις ὑπουργοῦντα, εὔγηρον, πλὴν τὸν γάμον καὶ τὰ τέκνα κακίζοντα· ἀλλὰ καὶ εὐθανασίαν ποιεῖ. Ἔσται δὲ καὶ φιλογεωργός. Ἐπὶ δὲ νυκτὸς φθείρει τὰ γονικὰ καὶ τὸν γάμον κακίζει καὶ τὰ τέκνα καὶ νωχελεῖς ποιεῖ καὶ κηπωροὺς καὶ ὑδραγωγοὺς ἢ ναύτας ἢ ἁλιεῖς ἢ πορθμιεῖς καὶ ὅλως πένητας καὶ περὶ ὑγρὰς ὕλας ἀναστρεφομένους. Ὁ δὲ Ἄρης μεσουρανῶν ἡμέρας σκορπίζει τὰ τῶν γονέων καὶ ἢ θανατοῖ ἢ διίστησι τοὺς τοκεῖς· ποιεῖ δὲ καὶ πλανήτας καὶ πένητας καὶ μοχθηρὰν τὴν νεότητα∙ κακίζει δὲ καὶ τὸν γάμον καὶ τὰ τέκνα. Νυκτὸς δὲ μέτρια γινονται τὰ κακά.
Ὁ δὲ Ζεὺς ἡμέρας μεσουρανῶν πλουσίους, εὐτέκνους, εὐγάμους καὶ φίλους ἐπισήμους, εἰ μὴ κακοποιὸς βλέψας βλάψει. Νυκτὸς δὲ μέτρια γίνονται τὰ κακά. Ἀφροδιτη μεσουρανοῦσα νυκτὸς καὶ ἡμέρας, μάλιστα δὲ ἔξαυγος καὶ ἀκάκωτος, πιστευομένους δημόσια πράγματα καὶ γάμῳ πλουσίων γυναικῶν ὁμιλητὰς καὶ ὑπὸ γυναικῶν φιλουμένους καὶ εὐγηρίαν καὶ εὐθανασίαν. Ἑρμῆς μεσουρανῶν πολυμηχάνους, εὐφυεῖς περὶ πάντα καὶ φρονίμους, εὐτέκνους, τιμωμένους ἐν πόλεσι καὶ μεγάλους ὀνομαζομένους καὶ φίλους πολλοὺς ἔχοντας, οἷς καὶ καταλείψουσι πράγματα.
Σελήνη καὶ Ἥλιος μεσουρανοῦντες δίχα τῆς τῶν κακοποιῶν θεωρίας πατέρας ἐπισήμους, τὰ δὲ γεννηθέντα πολύφιλα καὶ φίλα μεγιστᾶσιν. Εἰ δὲ τὸ δωδεκατημόριον τοῦ Ἡλίου ἢ τῆς Σελήνης ἐκεῖ πέσῃ, εὐγενεστάτους λέγε τοὺς γονεῖς. Ὁ κλῆρος ἢ ὁ κύριος αὐτοῦ μεσουρανῶν ἔξαυγος καὶ ἀκάκωτος εὐτυχεστάτους. Ὁ κύριος τοῦ ζ′ μεσουρανῶν εὐγαμίας, ὁ κύριος τοῦ η′ μεσουρανῶν ἐκ κληρονομιῶν αὐξήσεις, ὁ κύριος τοῦ θ′ μεσουρανῶν εὐτυχίας ἐπὶ ξένης δίδωσιν.
Ὁ Ἀναβιβάζων μεσουρανῶν μετὰ Σελήνης Ἀφροδίτης Διὸς εὐτυχεῖς ἐπισήμους καὶ φίλους. Κρόνος καὶ Ἄρης μεσουρανοῦντες, ἐὰν θεωρήσωσι Δία καὶ Ἀφροδίτην καὶ Ἥλιον, κάκιστον τὸ σχῆμα. Ἔσονται γὰρ οἰκτροί, κλέπται, ἢ μετὰ γυναικῶν εὐτελῶν βιοῦντες. Ὃ ἂν δὲ κτήσωνται, ἀπωλέσουσιν ἢ δημεύονται ἢ ὀλιγοχρόνιοι ἢ βιοθάνατοι γενήσονται, μάλιστα τῆς Σελήνης παρούσης.
Ὃ Καταβιβάζων μεσουρανῶν μετὰ Διὸς Ἀφροδίτης ἀκαταστατήσουσιν ἐν τῷ βίῳ αὐτῶν καὶ ἐμπαθεῖς ἔσονται καὶ ἐπικίνδυνοι καὶ ἃ πορίζονται, ἀπολέσουσιν∙ ἔσονται δὲ καὶ μητρὸς ἐμπαθοῦς, πενιχρᾶς. Εἰ δὲ Κρόνος καὶ Ἄρης μεσουρανήσωσιν ἢ θεωρήσωσι τὸν τόπον, ἐν μὲν τῇ νεότητι αὐτῶν κακοπαθήσουσι καὶ μετὰ ταῦτα ἐν ἀγαθοῖς ἔσονται, κτώμενοι ἀπὸ δυναστείας καὶ βίας, ὑπάρχοντα ἀποστεροῦντες ἰσχύι καὶ τυραννίδι, εὐτελῶν δὲ υἱοὶ καὶ οὐ φροντίζοντές τινος διὰ τὸ Ἄρεα καὶ Κρόνον χαίρειν ἐν τῷ Καταβιβάζοντι. Εἰ δὲ Κρόνος μετὰ Ἀφροδίτης μεσουρανεῖ, εἰς γυναῖκας ἀκαταστατήσουσι καὶ μετὰ ταῦτα ἀνασφαλοῦσι.
Ἐπὶ δὲ τοῦ μεσουρανήματος ὁ Κρόνος ἡμέρας ἡγεμόνας γεννήσει, ἐάνπερ καὶ Ἥλιος ὡροσκοπῶν τυγχάνῃ. Ἐὰν δὲ ὁ Ἥλιος μὴ ὡροσκοπῇ, ὁ δὲ τοῦ Κρόνου ἡμέρας μεσουράνῃ, ποιεῖ εὐσχήμονας καὶ φιλογεώργους καὶ φιλοπαρύγρους. Νυκτὸς δὲ ὁ τοῦ Κρόνου μεσουρανῶν δυσπρακτους ἀποτελεῖ καὶ ἐπὶ παρύγρων τάσσει. Καὶ τὰ τῆς γυναικὸς οὐκ ἀγαθὸς ὁ θεός, ἀλλ οὐδὲ μὲν ὁ περὶ τέκνων ὠφέλιμος ἔσται, εἰ μή πως ἀγαθοποιὸς ἐπιμαρτυρήσας τῷ τοῦ Κρόνου ὀλίγου παρωφελήσει τῆς τεκνώσεως μητρός. Καθόλου δὲ ὁ θεὸς οὗτος νυκτὸς ἐπίκεντρος τυχὼν οὐκ ἀγαθός ἐστι ἐτι δὲ καὶ λύπας ἐπὶ γυναικῶν ἀποτελεῖ.
Ἐπὶ δὲ τοῦ μεσουρανοῦντος ζῳδίου ἡμέρας τυχὼν ὁ Ζεὺς ἀγωνιστὰς ἀποτελεῖ, δημοσίων πραγμάτων ἄρχοντας, ὑπὸ ὄχλων τιμωμένους, λαμπρούς, ἐμφανεῖς, τρυφηλούς, ἢ παρὰ βασιλέων ἢ μεγιστάνων πιστευομένους πράγματα, στεφανηφοροῦντας ἐν ὅλῳ τῷ βίῳ. Νυκτὸς δὲ ἐπὶ τοῦδε τοῦ τόπου τυχὼν εὐσχήμονας ἀποτελεῖ, εὐκόπως δὲ σφαλλομένους καὶ ἐκπίπτοντας τοῦ βίου.
Ἐπὶ δὲ τοῦ μεσουρανοῦντος ζῳδίου νυκτὸς μὲν ὁ του Ἄρεως τυχὼν ἐπισφαλεῖς μὲν καὶ ἐπικινδύνους, ἡγεμόνας δὲ ζῳῆς καὶ θανάτου κυρίους ἢ στρατοπεδάρχας φοβεροὺς κλίμασιν ἀποτελεῖ. Ἡμέρας δὲ ὁ τοῦ Ἄρεως μεσουρανῶν οὐκ ἀγαθός· ἀπράκτους γὰρ ποιεῖ ἢ ἐγκοπτομένους ταῖς πράξεσι ἢ ἐπιβολαῖς καὶ βίων συνάρπαγας ἢ καὶ φυγάδας γιγνομένους καὶ ἐπὶ ξένης τελευτῶντας. Ἄρης μεσουρανῶν ὁμόκεντρος Ἡλίῳ ἀπὸ πατέρων ποιεῖ τάς βασιλείας ἢ ἡγεμονίας ἀντιπαραδιδομένας τέκνοις.
Ἐπὶ δὲ τοῦ μεσουρανοῦντος ζῳδίου τυχοῦσα Ἀφροδίτη δοξαστικοὺς ἀποτελεῖ ἐάνπερ ἀκαταμαρτύρητος ἤτοι κατὰ τετράγωνον ἢ διάμετρον ἤτοι κατὰ συμπαρουσίαν τύχῃ ὑπὸ Κρόνου καὶ Ἄρεως ἐν διαφόροις πράγμασιν ποιήσει. Μάλιστα ἐὰν καὶ ἀνατολικὴ τύχῃ· ποιεῖ γὰρ δημοσίους, μουσικούς, ἀπὸ πόλεων τιμωμένους. Εἰ δὲ ὁ τοῦ Κρόνου συμπαρῇ ἢ μαρτυρήσῃ κατὰ τὸν ὑποδεδειγμένον τρόπον, ἐπιψόγους ποιεῖ καὶ ἐν ταῖς δόξαις οὐκ αὐθέντας ἀλλὰ ὑπὸ ἑτέροις πράξαντας ἢ καὶ τὰ ἑαυτῶν ἑτέροις ἐμπιστεύοντας. Ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως κατοπτεύσῃ τὸν τῆς Ἀφροδίτης, καθάπερ προϋποδέδεικται, ἐπαίσχρους καὶ περιβοήτους ἀποτελεῖ.
Εἰ δὲ γυνὴ τύχῃ ἐπὶ τοῦδε τοῦ διαθήματος, πολυκοινήσει ἐταιριζομένη καὶ ἐπὶ τέγαις σταθήσεται ταῖς διὰ ζῳῆς. Κατὰ δὲ τάς τῶν ζῳδίων ἀναλογίας αἱ διαφοραὶ τῶν πράξεων καὶ παθῶν τελίσκονται· ἐν γὰρ τοῖς λατρώδεσι καὶ τοῖς τροπικοῖς καὶ Κρονικοῖς ἢ ἰχθυϊκοῖς ζῳδίοις τὰ τοιαῦτα τελεσθήσεται. Εἰ δὲ ὁ ἀνὴρ εἴη, ἔσται πολύψογος καὶ παιδεραστεύσεται καὶ ἀσελγῶν πάντα διαπράξεται. Εἰ δέ πῶς καὶ ὁ Ἥλιος ἐν θηλυκῷ ζῳδίῳ τύχῃ, τῆς Σελήνη ὁμοκέντρου μετὰ τοῦ Ἄρεως συγγενομένης ἐν θηλυκῷ ζῳδίῳ, ἄνδρες γεννώμενοι εὐνοῦχοι ἢ ἀπόκοποι ἢ ἐρμαφρόδιτοι ἔσονται γυναικῶν ἔργα ἐπιτελοῦντες.
Ἐπὶ δὲ μεσουρανοῦντος ζῳδίου ἑῷος τυχὼν ὁ Ἑρμῆς θαυμαστικωτέρας καὶ ἐναργεστεστέρας τάς πράξεις ἀποδείξει. Ἔσονται γὰρ, μαρτυρουμένου αὐτοῦ οἰκείως ὑπό τινος τῶν τῆς αἱρέσεως, μεγάλοι δυνάσται, πόλεων ἢ βασιλέων ἢ μεγιστάνων πράγματα πιστευόμενοι, πειστικοί, ἀγαθοί, κριτικοί. Ἄρεως δὲ ἐναντιουμένου αὐτῷ σφαλήσονται ἐπὶ προκοπαῖς οἰόμενοι ἀναβιβάζεσθαι καὶ ἢ φυγῆς ἢ καταδίκης ἢ καὶ βιοθανασίας μεθέξουσι. Ἑσπέριος δὲ τυχὼν Ἑρμῆς μεσουρανῶν κλιμάτων μεταβολὰς καὶ ξενιτείας ποικίλας ποιεῖ. Ἐστὶ δὲ καὶ δεδημοσιευμένους τάς πράξεις ἀποδείξει, ἐπιθεωρούμενος δὲ ὑπὸ Κρόνου κατὰ διάμετρον ἢ τετράγωνον στάσιν παρύγρους τάς ἀσχολίας καὶ τάς ἐπιχειρήσεις ἀποδίδωσι καὶ πάθεσιν ὑγροῖς περικυλίεται τοὺς γεννωμένους.
Ἐπὶ δὲ τοῦ μεσουρανοῦντος ζῳδίου τῆς αἱρέσεως τυχοῦσα ἢ Σελήνη ὁμόκεντρος μεγάλους δυνάστας, βασιλεῖς, ζωῆς καὶ θανάτου κυρίους γεννήσει. Ζῳδιακῶς ἐπὶ τοῦ μεσουρανήματος τόπου τῆς αἱρέσεως τυχοῦσα μεγάλους ταῖς πράξεσι καὶ ταῖς ἐπιβολαῖς ταῖς ἐγχειριζομέναις ἢ διαπρασσομέναις, ὑποδεδεγμένους χρήματα· ** πόνους δὲ καὶ ταλαιπωρίας πολλάκις γεννήσει. Παρ’ αἵρεσιν δὲ τυχοῦσα ἐπὶ τοῦδε τοῦ τόπου μετρίους τοῖς βίοις καὶ ταῖς πράξεσιν, ἐπισφαλεῖς καὶ ἐπιτευδημάτων μὴ ἐφαπτομένους γεννήσει· ἐὰν δὲ ὁ Ἥλιος μήτε ὡροσκοπῶν μήτε μεσουρανῶν τύχῃ, μεγάλους δυνάστας, ἀρχικούς, βασιλεῖς φοβεροὺς ἀποδείκνυσιν.
– Τόπος ἑνδέκατος
Ὁ ια′ τόπος καλεῖται Ἀγαθὸς Δαίμων καὶ ἐπαναφορὰ τοῦ μεσουρανήματος. Οἱ οὖν ἀγαθοποιοὶ ἀστέρες ἐν τούτῳ τῷ τόπῳ τυχόντες ἰδίοις ὄντες προσώποις ἢ οἴκοις ἢ ὑψώμασιν ἢ ὁρίοις σημαίνει μέγαν πλοῦτον καὶ πράξεις ἐπιφανεῖς. Δηλοῖ δ’ ὁ ια′ τύπος καὶ τὴν τρίτην ἡλικίαν∙ σημαίνει δὲ καὶ περὶ πράξεως καὶ πατρωνίας καὶ προστασίας λόγον κατὰ τὴν ἀκμὴν τῆς νεότητος.
Πᾶς δὲ κλῆρος ἢ πᾶς οἰκοδεσπότης κλήρου ἢ κέντρου ἢ τόπου ἢ τριγώνου ἐκεῖ τυχὼν πάντα ἀγαθὰ σημαίνει, εἰ μὴ ὑπὸ κακοποιῶν θεωρηθῇ ἢ ὑπὸ τάς αὐγὰς τοῦ Ἡλίου τύχῃ ἢ ἐν τῷ ἰδίῳ ταπεινώματι ἢ ἐναντιώματι ἢ τοῖς ἀριθμοῖς ἀφαιρῶν καὶ βλάψῃ τὴν τοσαύτην ἀγαθότητα τοῦ τόπου. Ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ ἐκεῖ τυχόντες καὶ λόγον ἔχοντες πρὸς τὴν γένεσιν (λέγω δὴ κλήρων ἢ τόπων ἢ τριγώνων κυρίους) δίχα τῶν κακῶν φάσεων (λέγω δὴ ὑπαύγων ἢ ταπεινωμάτων ἢ ἐναντιωμάτων ἢ ἀφαιρέσεων) ἀγαθὴν παρέχουσι τὴν γέννησιν καὶ τὰ μὲν ἀγαθὰ πληθύνουσι τὰ δὲ κακα μειοῦσιν. Ὁ δὲ τόπος καλεῖται Διὸς ἐπειδὴ ἐν τούτῳ τῷ τόπῳ χαίρει παρὼν ὁ Ζεὺς· σημαίνει δὲ ὁ τόπος καὶ τὸν περὶ τέκνων λόγον.
Ἐὰν ὁ κύριος τοῦ ια′ τόπου ὡροσκοπῇ, ὁ δὲ τοῦ Κακοῦ Δαίμονος δύνῃ, εὔπορόν γε ἐν νεότητι καὶ ἐπὶ τοῦ γήρως μέτριον ποιεῖ. Εἰ δὲ ἐναλλάσσει τὸ σχῆμα, ἐναλλάξει καὶ τὴν τύχην. Ἐὰν δὲ ὁ Ἀναβιβάζων τύχῃ ἐν τούτῳ τῷ τόπῳ καὶ εὑρεθῶσιν ἐκεῖ Ἀφροδίτη ἢ Ἑρμῆς, ἀπὸ γυναικῶν πάσας εὐτυχίας ἕξει ἢ ἀπὸ εὐνούχων ὑπάρχοντα κτήσεται. Ἐν δὲ τοῖς πρώτοις χρόνοις ἀκαταστατήσει ἐπὶ γυναικὶ καὶ τέκνοις, φιλητὸς δὲ ἔσται παρὰ γυναιξίν. Εἰ δὲ συμπαρῇ αὐτοῖς Ζεύς, ἀγαθὸς ἔσται· ὑπάρχοντα γὰρ πολλὰ κτήσεται καὶ ἐξουσιαστὴς ἔσται πόλεως αὐτοῦ. Εἰ δὲ Κρόνος καὶ Ἑρμῆς ἐκεῖ τύχωσιν, ἀγαθὸς δέ ἀστὴρ μὴ ἐπιθεωρήσῃ, ἀτυχὴς ἔσται ἀλώμενος καὶ ἐπιδικαζόμενος τῆς ζωῆς. Εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη μετὰ Σελήνης ἢ μετὰ Ἡλίου ἐκεῖ τύχωσι, εὐτυχεῖς ποιήσει καὶ πολλὰ ὑπάρχοντα κτωμένους. Ζήσουσι δὲ ἔτη ο′.
Ἐὰν ὁ Καταβιβάζων ἐν τῷ ια′ τόπῳ τύχῃ καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσι, ἀκαταστασίαν ἕξει καὶ ὅσα ἂν κτήσεται ἀπολέσει καὶ μετὰ ταῦτα εὐπορήσει. Εἰ δὲ Κρόνος καὶ Ἀφροδίτη ἐκεῖ τύχωσι, κακοπαθήσει ἐν νεότητι καὶ μετὰ ταῦτα ὑπάρχοντα κτήσεται καὶ ἐπὶ ὑγρῶν χαιρήσει καὶ βιώσει τὸν λοιπὸν βίον ἐν καλοῖς. Εἰ δὲ ἀπὸ Καταβιβάζοντος εἰς Ἀναβιβάζοντα ἐρχόμενοι τύχωσι, πάνυ κάλλιστον· ἐν τῷ τέλει τοῦ βίου οὗτος εὐτυχήσει καὶ ὑπάρχοντα κτήσεται καὶ ἔτη πολλὰ ζήσεται ἐπεὶ εἰς φῶς ἦλθον οἱ ἀστέρες.
Ἐπὶ δὲ τῶν ἀγαθοδαιμονούντων ζῳδίων ἡμέρας τυχὼν Κρόνος βραδυτέρας τάς βασιλείας καὶ τάς ἡγεμονίας ἀποδίδωσιν ἐάνπερ ὁ Ἥλιος ὡροσκοπῶν τυγχάνῃ. Ἐκδεχόμενος δὲ καὶ τὴν συναφὴν τῆς Σελήνης αὐξομένης ἐπὶ πλέον τὰ ἀγαθὰ μείζους † αἱρεσιαρχέτας ἀποδίδωσιν. Ἐὰν ὁ Ἥλιος μὴ ὡροσκοπῇ, τύχῃ δὲ ὁ ἀστὴρ ἡμέρας ἐπὶ τῶν ἀγαθοδαιμονούντων ζῳδίων ὑπάρχων, προβαίνοντων τῶν χρόνων τὰ τέλεια κτωμένους ποιεῖ· τῶν δὲ ὑπαρχόντων ἐστὶν μειωτὴς καὶ ἐπὶ νεότητος ἐπίβουλος. Νυκτὸς δὲ βραδυτέρους ταῖς ἐπιβολαῖς καὶ ἀργοτέρους ταῖς πράξεσι ἀποδείκνυσιν, τινὰς δὲ καὶ ἐκπίπτοντας τῶν ἰδίων καὶ τὰ περικτηθέντα ἀποβάλλοντας.
Ἐπὶ δὲ τῶν ἀγαθοδαιμονούντων ζῳδίων ἡμέρας τε καὶ νυκτὸς τυχὼν ὁ Ζεὺς ἰσχυρότερος καθέστηκε· γενήσονται γὰρ ἐπ’ ἄθλων τὸ κράτος ἔχοντες, καὶ θεία θνητοῖς δόγματα γεννήσεται, καὶ τοῖς ὀστέοις ὁλοκλήρους ἀναπλάσσει.
Ἐν δὲ τοῖς ἀγαθοδαιμονοῦσι ζῳδίοις νυκτὸς ὁ τοῦ Ἄρεως τυχὼν πολλων ἀγαθῶν ὕπαρξιν ποιεῖ καὶ ὑπ’ ὄχλων τιμῆς ἠξιωμένους καὶ παρ’ ὑπερέχουσι γνωστούς. Ἐὰν δὲ καὶ τύχῃ ὁ ἀστὴρ ἐν ἰδίοις ζῳδίοις ἢ δεκανοῖς ἢ μοίραις τῆς Σελήνης συμπαρούσης αὐτῷ, μεγάλους δυνάστας, φοβερούς, ἐπὶ στρατοπέδων ἢ μαχαίρας τασσομένους. Τῆς Σελήνης ἀπούσης, ἐὰν ὁ τῆς Ἀφροδίτης παρῇ καὶ τρίγωνος ἢ τετράγωνος αὐτῷ τύχη, εὐδαίμονας ποιήσει καὶ περιεκτικοὺς ἐν ταῖς πράξεσιν καὶ ἐπαφροδίτους. Ἡμέρας δὲ τυχὼν ἐπὶ τῶνδε τῶν τόπων καὶ τόπων μεταλλαγὰς καὶ ξενιτείας ποιεῖ χάριν τῶν συμβαινόντων αὐτοῖς ἀτοπημάτων· γίνονται δὲ καὶ ἐπὶ κινδύνοις οὐ τοῖς τυχοῦσιν. Ἐὰν δὲ ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης ἐπιθεωρήσῃ, ὠφελίμους τάς ξενιτείας ποιεῖ καὶ πάλιν ἀποκαθισταμένους εἰς τὴν ἰδίαν διὰ τάχους ἀποδείκνυσιν.
Ἐν δὲ τῷ τοῦ Ἀγαθοῦ Δαίμονος ζῳδίῳ μόνος τυχῶν ὁ Ἥλιος εὐδαίμονας ἀποτελεῖ καὶ πατρὸς ἐνδόξου καὶ ἐπισήμου γεννηθέντας ποιήσει καὶ κατὰ πρόβασιν τῶν χρόνων ἐπὶ τάς τύχας καὶ τάς εὐδαιμονίας τρεπομένους.
Ἐν δὲ τῷ ἀγαθοδαιμονοῦντι ζῳδίῳ τυχοῦσα ἢ Ἀφροδίτη μάλιστα ἐπὶ τῆς ἑσπερίας φάσεως ὑπάρχουσα, κατοπτευομένη ἔτι πλέον ὑπὸ Κρόνου καὶ Ἄρεως ἢ ἀσπέρμους ἢ στειρώδεις ἢ δυσγάμους ἢ παιδεραστὰς ἢ καὶ γυναικῶν σκηνικῶν ἐραστὰς γεννήσει. Μάλιστα δὲ καὶ ἐπὶ τῶν τροπικῶν ζῳδίων ὑπάρχουσα τελεῖ∙ ταῖς δὲ βιωτικαῖς κτήσεσι κατὰ πρόβασιν αὐξάνοντας, καὶ ἀπὸ φιλῶν προβιβαζομένους, ἐπιχαρεῖς τὲ καὶ εὐήθεις ἀποτελεῖ.
Ἐπὶ δὲ τῶν ἀγαθοδαιμονούντων ζῳδίων ἑσπέριος ἢ ἑῷος ἀνατολικὸς τυχῶν Ἑρμῆς χρυσοῦ σωρευτὰς καὶ ἀγαθῶν ἐφευρετὰς ἢ καὶ ἀλλοτρίων χρημάτων ἡγεμόνας, ἡμιθέων τρόπους ἔχοντας γεννήσει· ἔσονται δὲ καὶ πολυχρόνιοι καὶ εὔτεκνοι· ἑσπέριος δὲ δυτικὸς ἐπὶ τῶνδε τῶν τόπων τυχὼν οὐ τηρητὴς γενήσεται οὐδὲ φύλαξ χρημάτων, ἀλλ ἐξοδιαστὴς τῶν ἐν ἀποκρύφοις κειμένων. Ποιήσει δὲ καὶ πραγματικοὺς ἢ ἐπὶ λογιστηρίων θεωρουμένους ἢ διδασκάλους ἢ γεωμέτρας ἢ ἀστρικοὺς ἢ ἀριθμῶν ἀστρικῶν εὑρετὰς ἢ παλαιστρικῶν ἡγεμόνας. Ἐκδεχόμενος δὲ τὴν συναφὴν αὐξομένης Σελήνης λευκαῖς σπιλώσει τοὺς γεννωμένους ἢ εὐπαθητικοῖς νοσήμασιν περιτρέψει πρὸς τήν τοῦ ζῳδίου φύσιν. Μειουμένης δὲ τῆς Σελήνης ἀσχημονεστέροις σίνεσι περιβαλεῖ ἢ καὶ τάς φρένας βλάψει.
Ἐν δὲ τοῖς ἀγαθοδαιμονοῦσι ζῳδίοις νυκτὸς τυχοῦσα ἡ Σελήνη πολυχαριεστάτη γενήσεται· ποιεῖ γὰρ ἡγεμόνας, ἐπιδόξους καὶ ἐπὶ προεδρίαις τεταγμένους καὶ ἀπὸ γονέων τὰ ἀγαθὰ παραλαμβάνοντας, ἐάνπερ ἀκαταμαρτύρητος τύχῃ ὑπὸ Κρόνου καὶ Ἄρεως. Ἡμέρας δὲ ξενιτείας ἀποτελεῖ καὶ γονέων ἀλλοτριώσεις ἢ χωρισμοὺς ἢ ὀρφανίας προδηλοῖ· κατὰ δὲ πρόβασιν τοῦ χρόνου εὐδαιμόνας γεννήσει.

ΕΠΙΤΟΜΗ ΤΕΧΝΗΣ ΑΣΤΡΟΝΟΜΙΚΗΣ, ΜΕΡΟΣ Γ′
ἑλληνικὸ πρωτότυπον ἐκ τοῦ CCAG (Catalogus Codicum Astrologorum Graecorum)
❧
ΠΕΡΙΕΧΟΜΕΝΑ
Ῥητορίου, ἐπιλογὴ κεφαλαίων.
58. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως.
59. Περὶ σχημάτων Σελήνης καθολικῶν.
60. Περὶ δωδεκατημορίων.
61. Καθολικὰ σχήματα περὶ σινῶν καὶ παθῶν.
62. Περὶ μοιρῶν σινωτικῶν ὀφθαλμῶν.
63. Περὶ φαλακρῶν.
64. Περὶ ποδαγρῶν.
65. Περὶ μαινομένων καὶ ἐπιληπτικῶν.
66. Περὶ ἀσελγῶν καὶ μεθυστῶν καὶ ἐμπαθῶν.
67. Περὶ τόπων καὶ μοιρῶν ἀσελγοποιῶν καὶ ἐμπαθῶν.
68. Περὶ δεκανῶν ἀσελγοποιῶν.
69. Περὶ Ἡλίου.
70. Περὶ Σελήνης.
71. Περὶ Κρόνου.
72. Περὶ Διός
73. Περὶ Ἄρεως.
74. Περὶ Ἑρμοῦ.
75. Περὶ ὡροσκόπου.
76. Περὶ ζῳδίων ἀσελγῶν.
77. Καθολικὰ σχήματα βιαιοθανάτων.
78. Καθολικὰ σχήματα ἐκπτώτων.
79. Περὶ φάσεων τῆς Σελήνης.
80. Περὶ Ἀναβιβάζοντος καὶ Καταβιβάζοντος.
81. Καθολικὰ σχήματα εὐτυχούντων.
82. Περὶ πράξεως καὶ ἐπιτηδεύματος.
83. Περὶ τῶν γ′ ἀστέρων τῶν σημαινόντων τὰς πράξεις.
84. Περὶ τεχνῶν.
85. Περὶ ῥητόρων καὶ παιδευτῶν
86. Περὶ μαθηματικῶν ἢ μάντεων.
87. Περὶ βαλανέων.
88. Περὶ νεκρεπαρτῶν.
89. Περὶ οἰκοδόμων ἢ κεραμέων.
90. Περὶ μεθυστῶν καὶ κιναίδων καὶ γοήτων.
91. Περὶ τεκτόνων καὶ βυρσέων καὶ λιθοξόων καὶ καβιδαρίων.
92. Περὶ κυνηγῶν καὶ ἱερακοτρόφων καὶ ὀρνιθοτρόφων καὶ ζωγράφων.
93. Περὶ ναυτῶν καὶ κυβερνητῶν.
94. Περὶ ῥαπτῶν.
95. Περὶ μηχανικῶν καὶ ψηφάδων.
96. Περὶ μίμων.
97. Περὶ γονέων.
98. Περὶ ἀλλοφύλων γονέων.
99. Περὶ ἀσυμφωνίας γονέων - τέκνων.
100. Περὶ χρόνων τῶν γονέων.
101. Περὶ γονέων ἐκ τῶν συζυγιῶν τῆς Σελήνης.
102. Περὶ προτελευτῆς γονέων.
103. Ἀριθμὸς τῶν προκεκυημένων.
104. Περὶ ἀδελφῶν καὶ τῆς φιλίας αὐτῶν καὶ ποσότητος
105. Περὶ φιλίας ἀδελφῶν.
106. Περὶ γ′ ἀπὸ τοῦ ὡροσκόπου.
107. Περὶ μειζόνων καὶ μικροτέρων ἀδελφῶν.
108. Περὶ ποσότητος ἀδελφῶν.
109. Γένεσις γραμματικοῦ.
110. Περὶ τοῦ εἶναι αὐτὸν γραμματικόν.
111. Περὶ τοῦ εἶναι αὐτὸν προδότην.
112. Περὶ τῆς ἀσελγείας.
113. Περὶ τῆς ἀνατολῆς τῆς τύχης αὐτοῦ.
114. Γένεσις ἀτρόφου.
Codices Parisini, excerpta ex codice 82 (Paris. 2425): Rhetorii Aegyptii: capitula selecta (F. 88v)
CCAG VIII, 4, p. 174
58. Περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως
Ἀναγκαῖον ᾠήθην καὶ τὴν τῶν ἀπλανῶν δύναμίν τε καὶ ἐνεργείαν καθυποτάξαι, ὡς πολλὰ δύνανται ἰσομοιροῦντες τοῖς κέντροις καὶ τοῖς πλάνησι· ξένας γὰρ καὶ παραδόξους γενέσεις παρασκευάζειν εἰώθασιν, ὥς φησιν ὁ πολυΐστωρ Ἰουλιανὸς ἐν τοῖς αὐτοῦ ἀποτελέσμασιν. Οἳ δὲ εἶσιν οὗτοι.
Ὁ Στάχυς Ζυγοῦ μοίρᾳ οὐδὲν κ′ βόρειος μεγέθους πρώτου, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ.
Ὁ λαμπρὸς τῆς Λύρας Τοξότου μοίρας κα′ μεγέθους πρώτου, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ.
Ὁ ἐπὶ τοῦ στόματος τοῦ μεγάλου Ἰχθύος Ὑδροχόου μοίρας ιβ′ νότιος, μεγέθους πρώτου, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ.
Ὁ λαμπρὸς τοῦ Ὄρνιθος Ὑδροχόου ιβ′ ν′, βόρειος, μεγέθους πρώτου κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ.
Ὁ λαμπρὸς τοῦ βορείου Στεφάνου Ζυγοῦ μοίρας ιε′ κ′, βόρειος, μεγέθους πρώτου, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ.
Οὗτοι οἱ ἀστέρες ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσι τοὺς οὕτω γεννωμένους οὐ μόνον περιφανεῖς καὶ εὐπόρους καὶ ἐνδόξους ἀλλὰ καὶ πολυμαθεῖς καὶ ἐμφιλοσόφους καὶ λογίους καὶ ποιητικοὺς καὶ ἐπιστημονικοὺς καὶ εὐφυεῖς καὶ φιλομούσους καὶ φιλοτέχνους καὶ χρηστοήθεις καὶ ἀπολαυστικοὺς καὶ τρυφεροδιαίτους καὶ εὐφροσύνους, συνετούς τε καὶ διανοητικοὺς καὶ εὐεπιβόλους καὶ κατορθωτικοὺς καὶ σχεδὸν αὐτοδιδάκτους. Καὶ καθολικῶς διὰ λόγων ἀρετὴν ἤτοι φρονήσει δοξαζομένους, ζηλωτὰς τῶν ἀρετῶν, εὐστόμους, ἐπιχάρεις τῷ λόγῳ καὶ ἐρασμίους καὶ εὐαρμόστους τοῖς ἤθεσι, σπουδαίους, κριτικοὺς μεγαλόφρονας, ἐνίοτε καὶ πολυκοίνους, εὐκινήτους περὶ τὰ ἀφροδίσια ἐάνπερ καὶ ὁ Ἄρης ἀνατολικὸς ὢν ὑπέργειος ἐπιθεωρήσῃ ἕνα αὐτῶν ὡρονομοῦντα· ἐὰν δὲ ἐπιθεωρήσῃ ἐπίκεντρος ὁ Ἄρης καὶ πράγμασι περιπλέκονται γραπτῶν χάριν ἢ ἐπιθυμιῶν τινῶν, ἐὰν μάλιστα οὗτως ὢν Ἄρης πρὸς Ἥλιον ὡρονομήσῃ· ἐὰν δὲ ἐν τῷ ὑπογείῳ τόπῳ εὑρεθῶσι ἡ τε Ἀφροδίτη καὶ ὁ Ἄρης ἑνὸς τούτων ὡρονομοῦντος ἢ καὶ ἐν τῷ δυτικῷ κέντρῳ, ἐκ τῶν ἐναντίων σώφρονας ποιοῦσι καὶ θεοσεβεῖς ἢ ἐνεργεῖν μὴ δυναμένους ἐν τοῖς ἀφροδισίοις ἢ σπανοτέκνους ἢ θηλυγόνους· μεγάλη γὰρ διαφορὰ γίνεται ἐκ τῆς πρὸς τὰ κέντρα σχέσεως τῆς Ἀφροδίτης καὶ τοῦ Ἄρεως.
Ἐὰν Κρόνος ἐπίδῃ τινὰ αὐτῶν τῶν ε′ λαμπρῶν ἀστέρων ὡρονομοῦντα, ἰατρικῆς ἔμπειροι γίνονται καὶ προγνῶσται, ἀποκρύφων βίβλων καὶ τελετῶν πολυΐστορες. Ἐὰν δὲ Ζεὺς ἐπιθεωρήσῃ ὡρονομοῦντα ἕνα ὧν προεῖπον λαμπρῶν ἀστέρων μείζονας τάς εὐτυχίας καὶ τάς δόξας καὶ τάς ἀρχὰς καὶ τάς ἡγεμονίας παρέχεται. Καὶ ἐν αὐτοῖς δὲ τούτοις διαφορὰν ἄλλην εὑρήσομεν· ἐὰν γὰρ ὡροσκοπῇ ἢ μεσουρανῇ ὁ τοῦ Στάχυος ἀστήρ, ποιεῖ ἱεροφάντας, ἱερεῖς μεγαλοτίμους ἢ φιλοσόφους ἢ τελετῶν τινων προφήτας καὶ μάλιστα τοὺς περὶ τὴν Ἑλλάδα γεννωμένους· ἐπὶ θηλυκῶν δὲ γενέσεων οὕτως εὑρεθεὶς ποιεῖ ἱερείας ἢ ἱεροφαντίδας ἢ καὶ μυστηρίων καὶ τελετῶν εἰδήμονας καὶ τελεσμάτων τινῶν ἀπεχομένους καὶ διὰ θεῶν μεγάλως βοηθουμένους. Ἐὰν δὲ ὡροσκοπῇ ἢ μεσουρανῇ ὁ τοῦ βορείου Στεφάνου, ποιεῖ ἐνδόξους στεφανηφόρους, ἀρχιερεῖς, βασιλέων φίλους καὶ τῷ σώματι ἰσχυροὺς καὶ ὀνομαστοὺς γιγνομένους, παρὰ πολλῶν φιλουμένους. Ἐὰν δὲ ὡροσκοπῇ ὁ του νοτίου Ἰχθύος, σπανοτέκνους ποιεῖ ἢ βραδυτέκνους ἢ θηλυγόνους ἢ ἀτέκνους, λογίους δὲ πάνυ καὶ μᾶλλον εὐειδεῖς.
Πάλιν ἡ Καρδία Λέοντος, Λέοντος μοίρας ϛ′ ι′, βόρειος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Ἄρεως.
Ὁ Ἀρκτοῦρος, Ζυγοῦ μοίρας ε′ μ′, βόρειος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Ἄρεως.
Ὁ λαμπρὸς τοῦ Ἀετοῦ, Αἰγόκερω μοίρας ζ′ μ′, βόρειος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Ἄρεως.
Ὁ Ἀντάρης, Σκορπίου ιϛ′ κ′, νότιος, μεγέθους δευτέρου, κράσεως Διὸς καὶ Ἄρεως.
Ὁ Κύων, Διδύμων κα′ κ′, νότιος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Ἄρεως.
Οὗτοι οἱ ἀστέρες ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσιν ἐνδόξους στρατηγικούς, χώρας καὶ πόλεις καὶ ἔθνη ὑποτάσσοντας καὶ διοικοῦντας καὶ φοβεροὺς ἀνθρώπους καὶ ἡγεμόνας καὶ στρατηλάτας, διοικητικούς, κεκινημένους, ἀνυποτάκτους, παρρησιαστικούς, φιλονείκους, ἀνυστικούς, εὐεπιβόλους, ἐπάνδρους, νικητικούς, πολυκτήμονας πάνυ καὶ ἄγαν πλουσίους, μεγαλοψύχους καὶ φιλοτίμους, φιλοκάλους, οὐ πάντως δὲ καλῷ τέλει τελευτῶντας.
Πάλιν ὁ τοῦ ἀριστεροῦ ἀκρόποδος Ὠρίωνος, Ταύρου κγ′ λ′, νότιος, μεγέθους β′, κράσεως Διὸς καὶ Κρόνου.
Ὁ μέσος τῶν τριῶν τῆς ζώνης τοῦ Ὠρίωνος, Διδύμων μοῖραν μίαν, νότιος, μεγέθους β′, κράσεως Διὸς καὶ Κρόνου.
Ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ἡνιόχου, Διδύμων μοίρας ϛ′ λ′, βόρειος, μεγέθους β′, κράσεως Διὸς καὶ Κρόνου.
Ὁ ἐπὶ τοῦ γόνατος τοῦ Τοξότου, Τοξότου κ′ μ′, νότιος μεγέθους β′, κράσεως Διὸς καὶ Κρόνου.
Ὁ τῆς Γοργόνης, Ταύρου μοίρας γ′ κ′, βόρειος μεγέθους β′, κράσεως Διὸς καὶ Κρόνου.
Ὁ τῆς Αἰγός, Ταύρου μοίρας κη′ μ′, βόρειος, μεγέθους πρώτου, κράσεως Διὸς καὶ Κρόνου.
Οὗτοι ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσι τοὺς οὕτως ἔχοντας πολυκτήμονας καὶ πλουσίους ἄγαν καὶ εἰς διαφόρους χώρας καὶ πόλεις κτωμένους καὶ φιλογεώργους καὶ φιλοικοδόμους. Εἰ καὶ ἡ Σελήνη ἐπιθεωρήσῃ ἕνα ὧν εἶπον ἀστέρων ὡροσκοποῦντα ἢ μεσουρανοῦντα, τούσδε τοῖς τρόποις ἀγαθοὺς καὶ τιμητικοὺς τῶν πρεσβυτέρων καθεστῶτας, καλογνώμονας, μεταδοτικούς, ἀνεξικάκους, σώφρονας, φιλοικείους. Ἰδίως δὲ πάλιν ἐκ τούτων ὁ μὲν ἐπὶ τοῦ γόνατος τοῦ Τοξότου καὶ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ἡνιόχου, ἐὰν ὡροσκοποῦντες ἢ μεσουρανοῦντες κατὰ κάθετον τύχωσι, τετραπόδων ἢ καὶ ἡνιόχων ἐργάτας ἢ καὶ αὐτοὺς περὶ ἱππολοχείαν ἢ ἡνιοχικὴν ἔχοντας.
Πάλιν ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου, Καρκίνου λεπτὰ κ′, βόρειος, μεγέθους β′, κράσεως Ἄρεως μόνου.
Ἐὰν οὗτος τύχῃ ὡροσκοπῶν ἢ μεσουρανῶν ἐπὶ γενέσεως καὶ μάλιστα νυκτός, ποιεῖ ἀρχικούς, δεινούς, δράστας, παραβόλους ἢ ἀνυποτάκτους, θυμικούς, αὐθάδεις, τυραννικούς, πολέμων προϊσταμένους, ἐνδόξους καὶ μεγάλους· ἡμερινῆς ἐπὶ γενέσεως ὡροσκοπῶν ποιήσει ὑβριστάς, ὠμούς, ἀνελεήμονας, προπετεῖς, ἅρπαγας, τεταραγμένους μεθύσους· ἐὰν δὲ μεσουρανῇ, λογίους μὲν πάνυ ποιεῖ καὶ φίλους βασιλέων ἢ τυράννων, οὐ καλῷ δὲ τέλει πάντως ἀπολλυμένους.
Πάλιν ὁ ἐπὶ τῆς ἀριστερᾶς χηλῆς τοῦ Σκορπίου, Ζυγοῦ μοίρας κε′ γ′, βόρειος, μεγέθους δευτέρου, κράσεως Διὸς καὶ Ἑρμοῦ.
Ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου, Διδύμων μοίρας κζ′, βόρειος, μεγέθους δευτέρου, κράσεως Διὸς καὶ Ἑρμοῦ.
Ἐὰν οὗτοι τύχωσι ὡροσκοποῦντες ἢ μεσουρανοῦντες, ποιοῦσι φιλολόγους, πολυΐστορας, δημηγορικούς, φιλομούσους, ποιητικούς, φιλοκάλους, εὐεπιβόλους, εὐφυεῖς, πολυπράκτους, ἀξιωματικούς, εὐσεβεῖς, φιλοθέους, εὐχρηματίστους, πολυγνώστους ἢ καὶ ἀπὸ δοσοληψίας εὐτυχοῦντας μεγάλως χρυσοῦ τε καὶ ἀργύρου καὶ τῶν τοιούτων καὶ πρὸς τάς συμπεριφορὰς ἐλευθεριωτέρους καὶ μάλιστα ἐπὶ ἡμερινῆς γενέσεως. Ἐπὶ γὰρ τῶν νυκτὸς γινομένων ὡροσκοποῦντες ποιοῦσι δοξοσόφους, ἀλαζονικούς, ἐπιτηδευματικούς, ὑποκρινομένους, πολυΐστορας δὲ καὶ μνημονικοὺς καὶ διδασκάλους καὶ καθαροὺς ἐν ταῖς ἐπιθυμίαις.
Πάλιν ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος, Ταύρου μοίρας κζ′ μ′, νότιος, μεγέθους δευτέρου, κράσεως Ἄρεως καὶ Ἑρμοῦ.
Ὁ Προκύων, μοίρας τρεῖς δ′ α′ Καρκίνου, μεγέθους α′, κράσεως Ἄρεως καὶ Ἑρμοῦ.
Ὁ ἐν τῷ δεξιῷ ὤμῳ τοῦ Ὠρίωνος, Διδύμων μοίρας ε′ μ′, νότιος, μεγέθους α′, κράσεως Ἄρεως καὶ Ἑρμοῦ.
Ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομεδας, Ἰχθύων μοίρας κα′ λ′ βόρειος, μεγέθους β′, κράσεως Ἄρεως καὶ Ἑρμοῦ.
Ἵππου ὦμος, Ἰχθύων μοίρας ε′ ν′, βόρειος, μεγέθους β′, κράσεως Ἄρεως καὶ Ἑρμοῦ.
Οἱ τοιοῦτοι ἀστέρες πάλιν ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες, μάλιστα ἐπὶ νυκτερινῆς γενέσεως ποιοῦσι στρατηγικούς, δεινούς, δράστας, πολυτρόπους, σοφιστικούς, πολυπράγμονας, λογίους, ἀπαρεγκλίτας, ὀξυφώνους, ἐξαπατήτας, ἐπιτευκτικούς, ὀξεῖς δὲ ἅμα καὶ ἀπροσκορεῖς πρὸς τὰς ἐπιθυμίας, διαφθορεῖς ὄντας ἀθῴων καὶ παρθένων, ἐπιόρκους. Ἐπὶ δὲ ἡμερινῆς γενέσεως ὡροσκοποῦντες ποιοῦσι τολμηρούς, ὠμούς, μεταμελητικούς, ψεύστας, κλέπτας, ἀθέους, ἀφίλους, ἐπιθέτας, θεατροκόπους, ἐφυβρίστας, μιαιφόνους, πλαστογράφους, γόητας, ἀνδροφόνους, οὐ καλῷ τέλει ἐνίοτε χρωμένους μάλιστα, ὡς προείπομεν, ἐπὶ ἡμερινῆς γενέσεως.
Πάλιν ὁ ἐπὶ τοῦ δεξιοῦ ποδὸς τοῦ Κενταύρου, Σκορπίου μοίρας ιβ′, νότιος, μεγέθους α′, κράσεως Ἀφροδίτης καὶ Διός.
Ὁ ἔσχατος τοῦ Ποταμοῦ, Κριοῦ μοίρας γ′ ν′, νότιος, μεγέθους α′, κράσεως Ἀφροδίτης καὶ Διός.
Καὶ οὗτοι πάλιν ἰσομοίρως ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσι καθαρίους, ἀπολαυστικούς, φιλοκάλους, φιλομούσους, φιλοθέους, φιλοδώρους φρονίμους, φιληκόους, καλοσυμβούλους, ἐν τῷ σεμνῷ μεγαλοψύχους, εὐγνώμονας, εὐσχήμονας πρὸς τὰ ἀφροδίσια ἢ καὶ ἀπὸ γυναικείων προσώπων ὠφελουμένους, μεγάλους τε καὶ ἀγαθούς, ξανθοτρίχας δὲ μᾶλλον καὶ εὐειδεῖς, ἁπαλοσώμους, μάλιστα δὲ ἐὰν τὴν Σελήνην ἐπιθεωρήσωσιν.
Πάλιν οὐρὰ Λέοντος, Λέοντος μοίρας κη′ ι′, βόρειος, μεγέθους α′, κράσεως Κρόνου καὶ Ἀφροδίτης.
Ὁ ἐπὶ τῆς ὀσφύος τοῦ Λέοντος, Λέοντος μοίρας ιζ′ η′, βόρειος, μεγεθους α′, κράσεως Κρόνου καὶ Ἀφροδίτης.
Ὕδρου αὐχήν, Λέοντος μοίρας γ′ μ′, νότιος, μεγέθους β′, κράσεως Κρόνου καὶ Ἀφροδίτης.
Καὶ οὗτοι πάλιν ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσιν εὐτυχεῖς μὲν καὶ περικτήμονας καὶ περιφανεστάτους, ἐμπαθεῖς δὲ καὶ αἰσχροποιοὺς καὶ μαλακολάλους ἢ καὶ φιλορχηστὰς καὶ κακοφήμους δὲ περὶ τὰ ἀφροδίσια, προβαίνοντας δὲ τὶ ἡλικία ἱερωσυνῶν τινων μεταλαμβάνοντας, διὰ θρησκείαν τινὰ θεϊκὴν ἢ ἐγκράτειαν τιμωμένους καὶ ἐδεσμάτων τινῶν ἀπεχομένους. Καὶ βιβλίων τέ τινων ἀπορρήτων εἰδήμονες γίνονται καὶ περὶ τὰ οὐράνια φιλόκαλοι, τοὺς δὲ ὀφθαλμοὺς μᾶλλον ὑπογλαύκους ἢ χαροποὺς ἔχοντες, εὐειδεῖς δὲ ταῖς ὄψεσιν.
Ὁ λαμπρὸς τῶν Ὑάδων ἀνατέλλων ἐπὶ τῆς ἀποκυητικῆς ὥρας κείμενος ἐν τῷ ζῳδιακῷ κύκλῳ Ταύρου μοίρας ιϛ′ κ′, κράσεως Ἄρεως καὶ Ἀφροδίτης, ποιεῖ εὐτυχεῖς μὲν ἄγαν καὶ πλουσίους καὶ χώρας καὶ πόλεις καὶ ἔθνη ὑποτάσσοντας ἢ διοίκουντας· ὥσπερ γὰρ αὐτὸ τὸ ἄστρον καὶ ἡ θέσις τῶν Ὑάδων ὅλῳ τῷ κόσμῳ καὶ πᾶσιν ἀνθρώποις εὐεπίγνωστόν ἐστιν ἢ καὶ μᾶλλον φανερώτερον ὑπάρχει, οὕτως οἱ γεννώμενοι ἀνατέλλοντος ἢ μεσουρανοῦντος τοῦ λαμπροῦ τῶν Ὑάδων ἐνδοξότατοι καὶ περιφανέστεροι καὶ πλουσιώτεροι τῶν ἄλλων ἀνθρώπων γίνονται. Τὰ αὐτὰ δὲ ποιεῖ καὶ ὅταν ἰσομοιρήσῃ ἢ παρανατείλῃ τῇ Σελήνῃ, μάλιστα ἐπειδὴ οὗτος μόνος ὁ ἀστὴρ σχεδὸν διπλῆν δύναμιν ἔχει τῶν ἄλλων ἀστέρων. Ἀνατέλλοντος γὰρ αὐτοῦ δύνει ὁ λαμπρὸς τοῦ Ἀντάρεος κατ’ ἰσομοιρίαν αὐτοῦ κείμενος Σκορπίου μοίρας ιϛ′ κ′ καὶ ἀμφότεροι ἐν αὐτῷ τῷ ζῳδιακῷ κύκλῳ εἰσίν.
Οὕτως μὲν οὖν καὶ περὶ τὰ δυτικὰ μέρη τῆς οἰκουμένης καὶ περὶ τὰ ἀνατολικὰ καὶ περὶ τὰ ἄλλα κλίματα δοξάζονται καὶ μέγα δύνανται. Αὐτὸς δὲ ὁ τοῦ Ἀντάρεως καὶ αὐτὸ τὸ κέντρον τὸ δῦνον γαμοστολικῷ τόπῳ εὑρισκόμενος ποιεῖ, καθὼς προείπομεν, διὰ γυναικείων προσώπων μεγάλας εὐτυχίας καὶ κληρονομίας. Καὶ γὰρ αἱ γυναῖκες τῶν οὕτως γεννωμένων περίβλεπτοι μὲν καὶ πάνυ πλούσιαι γίνονται, οὐ πολυχρόνιοι δέ, ἐπειδὴ οὗτος ὁ Ἀντάρης εὐθέως δύνει, ὡς προείπομεν, ἐν τῷ γαμοστολικῷ τόπῳ εὑρισκόμενος. Ὁ δὲ λαμπρὸς τῶν Ὑάδων ὡροσκοπῶν καὶ ἔχων τὸ ποιητικὸν τῆς του Ἄρεως καὶ Ἀφροδίτης ἐνεργείας ποιεῖ τοὺς οὕτω γεννωμένους περιθύμους καὶ θερμοὺς πάνυ περὶ τὰς ἐπιθυμίας καὶ ἀδιαφόρους περὶ τὰ ἀφροδίσια. Φύσει γὰρ αὐτὸς ὁ τόπος τῶν Ὑάδων ἀνατέλλων ἤτοι οὗτος ὡροσκοπῶν ἀπὸ μοίρας ιβ′ κ′ ἕως ιϛ′ κ′ ἐμπαθεῖς περὶ τὰς ἡδονὰς ποιεῖ καὶ ἐπισήμους μᾶλλον καὶ εὐειδεῖς καὶ καλοτραχήλους.
Ἰδικῶς δὲ καί τινα ζῴδια καὶ ἀστέρες τῶν ἀπλανῶν ἐν τῷ περὶ θεῶν τόπῳ καὶ ἐν τῷ ὑπογείῳ μοιρικῶς εὑρισκόμενοι ἢ καὶ ὡροσκοποῦντες μεγάλας βοηθείας διὰ θεῶν ἢ δι’ ἐπιφανείας ἢ δι ὀνείρων παρέχονται τοῖς γεννωμένοις. Ὁ μὲν γὰρ Σκορπίος οὕτως εὑρισκόμενος καὶ μάλιστα περὶ μοίρας κη′ ιϛ′, ἔνθα ἐστὶν ὁ λαμπρὸς τοῦ Ὀφιούχου, δι ἐπιφανείας ἢ δυνάμεως Ἀσκληπιακῆς ἢ Σαραπιακῆς ἢ ἰατρῶν ἀρίστων συναστρίας θεραπεύει τοὺς οὕτω γεννωμένους. Ὁ δὲ τοῦ Στάχυος τῆς Παρθένου, ὅς ἐστιν τοῦ Ζυγοῦ περὶ λεπτῶν κ′, αὐτὸς οὕτως εὑρισκόμενος διὰ Μητρὸς θεῶν ἢ Κόρης ἢ Ἀφροδίτης ἢ Ὑγείας ἐπιφάνειας ἀποτελεῖ. Ὁ δὲ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου μοίρᾳ κζ′ εὑρισκόμενος, ὡς προείπομεν, ἐν τῷ περὶ θεῶν τόπῳ ἢ ἐν τῷ ὑπογείῳ κέντρῳ ἢ ὡροσκοπῶν δι’ Ἑρμοῦ ἢ Τελεσφόρου ἢ Ἀπόλλωνος τὰς βοηθείας ποιεῖ. Ὁ δὲ ἐπὶ τῆς κεφαλῆς τοῦ ἑπομένου Διδύμου, ὅς ἐστιν ἐπὶ τῶν κ′ λεπτῶν τοῦ Καρκίνου οὕτως εὑρισκόμενος καὶ μάλιστα ἐπὶ νυκτερινῶν γενέσεων δι’ Ἡρακλέους ἢ Διοσκόρων βοηθείας ἢ ἐπιφανείας παρέχεται. Καὶ ὁ λαμπρὸς δὲ τοῦ Κυνὸς Διδύμων κα′ κ′, ἐν οἷς προεῖπον τόποις εὑρισκόμενος, καὶ μάλιστα ἐπὶ νυκτερινῶν γενέσεων ἀπὸ Ἑκάτης ἢ Ἀνούβιδος ἢ καὶ αὐτοῦ τοῦ Ἄρεως ἢ καὶ τὰς διὰ στοιχείων ἢ πυρὸς ἢ αἵματος ἢ ἀποτροπιασμῶν βοηθείας ἢ ἐπιφανείας παρέχεται. Ὁ δὲ ἐπὶ τῆς Λύρας διὰ Ἀπόλλωνος ἢ Ἑρμοῦ, οἱ δὲ ἐπὶ τῶν κεράτων τοῦ Αἰγόκερω καὶ οἱ Ἔριφοι καὶ ἡ Αἴξ, ἐφ’ ὧν προεῖπον τόπων εὑρισκόμενοι διὰ Πανὸς ἢ καὶ Ἑρμοῦ τὰς βοηθείας καὶ τὰς ἐπιφανείας ποιοῦσι, μάλιστα ἐὰν καὶ τῶν ἀγαθοποιῶν τις τοὺς προειρημένους τόπους ἐπιθεωρήσῃ.
Καὶ ἕκαστος δὲ τῶν πλανητῶν κατὰ τὴν οἰκείαν αὐτοῦ φύσιν ἐπὶ τῶν προδεδηλωμένων τόπων εὑρισκόμενος καὶ μάλιστα οἱ ἀγαθοποιοὶ τὰς βοηθείας καὶ ἐπιφανείας ποιοῦσι κατὰ τὰς τῆς φύσεως αὐτῶν δυνάμεις. Καὶ ὁ Κρόνος δὲ ἐπὶ ἡμερινῶν γενέσεων τὰς ἰδίας ἢ καὶ τὰς διὰ Πλούτωνος καὶ Ποσειδῶνος ὄψεις καὶ βοηθείας παρέχεται καὶ ἐξ ἀντιπαθείας τῶν ἰδίων βοτανῶν καὶ τῶν ἄλλων θεραπείας παρέχεται. Ἐπὶ δὲ τῶν νυκτερινῶν γενέσεων καλῶς κείμενος τὰς διὰ τετελευτηκότων προσώπων ἢ ἐπισημασιῶν καὶ δεισιδαιμονιῶν παρέχεται καὶ ὁ Ἄρης δὲ τὰ τῇ ἑαυτοῦ φύσει ἐοικότα παρέχεται καὶ τοῖς μὲν νυκτερινοῖς ὠφέλιμα, φοβερὰ δὲ τοῖς δι’ ἡμέρας γεννωμένοις καὶ ἐναντία καὶ βλαβερά.
59. Περὶ σχημάτων Σελήνης καθολικῶν
Σελήνη Σκορπίῳ ἢ Ἰχθύσιν ἢ Καρκίνῳ Κρόνου καὶ Ἄρεως ἰσομοίρων αὐτῇ ὄντων λεπροὺς ἢ ἐλεφαντιῶντας ποιεῖ ἢ φαρμάκῳ ἀναιρεῖ. Σελήνη μετὰ Κρόνου καὶ Ἄρεως ἐν ὑστέραις μοίραις τῶν ζῳδίων κυλλοὺς ἢ χωλοὺς ποιεῖ. Σελήνη ἀπόστροφος τοῦ ὡροσκόπου ποιεῖ τοὺς γεννηθέντας ἑαυτοῖς τὰ ἐναντία φρονεῖν. Συνόδου καὶ πανσελήνου οἱ κύριοι κακοδαιμονοῦντες ἐκπτώτους ποιοῦσι. Σελήνη μεστὴ ἐν Ἰχθύσι πάντοτε τὸν πατέρα προαναιρεῖ τῆς μητρός. Σελήνη ἐν Τοξότῃ πάντοτε ἀδελφοὺς ἀναιρεῖ. Σελήνη καὶ Ἥλιος ἐν τῷ ϛ′ ἢ ιβ′ Κρόνου καὶ Ἄρεως καὶ Ἑρμοῦ ἐπικέντρων ὄντων δίχα Διὸς ἢ Ἀφροδίτης κυνανθρώπους ἢ κυνοβρώτους ποιοῦσι. Σελήνη καὶ Ἀφροδίτη ὁμοῦ ποιοῦσι ῥευματιζομένους συχνῶς τοὺς ὀφθαλμούς, ἔσθ’ ὅτε δὲ καὶ μαλακοὺς καὶ μιγνυμένους δυσὶν ἀδελφαῖς ἢ μητρὶ καὶ θυγατρί. Σελήνη καὶ Ἑρμῆς τετράγωνοι ἢ διάμετροι ἢ συνόντες ποιοῦσι ψεύστας καὶ ἅρπαγας τῶν ἀλλοτρίων, εἰ δὲ καὶ Ἄρης παρῇ, πλαστογράφους ἢ φιλοφαρμάκους ἢ δρομεῖς. Σελήνη διαμετροῦσα τὸν ἴδιον οἰκοδεσπότην φυγάδας, ἀτίμους μετανάστας, ξενιτεύοντας. Σελήνη συνοδικὸν ἢ διχοτόμον ἢ ἀμφίκυρτον ἢ πανσέληνον ἢ δευτέρως ἀμφίκυρτον ἢ δευτέρως διχοτόμον σύνδεσμον ποιουμένη καὶ ὑπὸ κακοποιῶν ἀκτινοβολουμένη σίνη ἢ πάθη ποιεῖ. Σελήνη ὑπογείῳ τὴν μητέρα ἀγενῆ ἢ σεσινωμένην ποιεῖ· εἰ δὲ καὶ ὁ οἰκοδεσπότης αὐτῆς ἀποκλίνει, δούλην. Ἐὰν δὲ καὶ συνάπτῃ κακοποιῷ, βιαιοθάνατος ἔσται.
60. Περὶ δωδεκατημορίων
Ἐὰν τὸ τῆς Σελήνης δωδεκατημόριον τρίγωνον αὐτῇ γένηται, ἐνδόξους σημαίνει· ἐὰν δὲ εἰς τὸ διάμετρον, ἐναντίον αὐτὸ καὶ ἄδοξον. Ἐὰν τὸ τῆς Σελήνης δωδεκατημόριον εἰς τὸ ἑαυτῆς διάμετρον ἐμπέσῃ ἐν τετραπόδι ζῳδίῳ, ἐπιμαρτυρήσῃ δὲ ὁ τοῦ Ἄρεως, θηριοβρώτους ποιεῖ. Ἐν δὲ τοῖς ἀνθρωποειδέσιν, ὑπὸ λῃστῶν ἀναιρουμένους ποιεῖ. Εἰ δὲ νυκτὸς εἴη ἡ γένεσις, ποιεῖ ἐμπράκτους καὶ γενναίους. Ἐὰν δὲ πρὸς τὸν τοῦ Κρόνου, ἔσται ἡ μήτηρ ὑποτακτικὴ ἢ ἀλλόφυλος καὶ αὐτὸς δὲ ὑποταγήσεται. Αἱ δὲ μεγάλαι γενέσεις διαπίπτουσι τοῦ βίου, μάλιστα νυκτός. Ἐὰν δὲ πρὸς τὸν τοῦ Ἑρμοῦ πέσῃ, λογίους, πεπαιδευμένους· ἐὰν δὲ πρὸς Δία, σεμνούς, ἰσοθέους· εἰ δὲ πρὸς Ἀφροδίτην, προσφιλεῖς, ἱλαρούς, εὐφροσύνους· εἰ δὲ πρὸς Ἥλιον, εὐδιανοήτους, ἰσοθέους, περὶ τῶν θείων καὶ κοσμικῶν ζητοῦντας καὶ λέγοντας. Ἐὰν δὲ εἰς τὸ μεσουράνημα μετὰ κακοποιῶν, φυλακῆς πείραν λήψεται καὶ μεταβολὴν ἐπὶ τὸ χεῖρον ὄψεται, ἐὰν εἰς τὸ τετράγωνον αὐτῆς, αὐτὸς ἑαυτῷ σύμφορος· ἐὰν δὲ εἰς ἐκεῖνον ὅπου Ζεὺς καὶ Ἀφροδίτη, ἀγαθόν. Ἐὰν δὲ Κρόνου τὸ δωδεκατημόριον εἰς τὸ ἴδιον τρίγωνον ἐμπέσῃ, ἄδοξον εἰ δὲ σύμφωνος πρὸς τὴν Σελήνην καὶ τὸν Ἥλιον γενήσεται, γενέσεις εἰς πρόσωπα βασιλέων ἔσονται. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων ἀπάντων, ἐὰν οὕτως ἐμπίπτῃ τὰ δωδεκατημόρια, τὸ αὐτὸ σημαίνει. Ἐὰν τὸ τοῦ Κρόνου καὶ τὸ τοῦ Ἄρεως δωδεκατημόριον εἰς τόπον τῆς Σελήνης ἐμπίπτῃ ἥ τοῦ Ἡλίου, οὐ καλόν. Ἐὰν δὲ εἰς τὰ ἴδια τρίγωνα ἐμπίπτῃ τὰ δωδεκατημόρια αὐτῶν, τὰ ἀγαθὰ μείζονα ποιεῖ· θεώρει δὲ πότερον ἀγαθοποιῶν ἢ κακοποιῶν.
Ἐὰν εἰς τὸ ὡροσκοποῦν ζῴδιον ἐμπίπτῃ, ἐπὶ τέκνοις λυπηθήσονται καὶ νοσεροὶ γίγνονται. Ἐὰν δὲ εἰς τὸ δυτικόν, κινδυνεύσουσι κρίσεσι καὶ πτώσεσι καὶ ὀφθαλμίαις· ἐὰν εἰς τὸ μεσουράνημα, ἐγκοπὰς ἔχουσιν ἐν ταῖς δόξαις· ἐὰν δὲ εἰς τὸ ὑπόγειον, ὑπὸ κρυφίμων τόπων ὀχλοῦνται. Τὰ παραπλήσια ποιεῖ καὶ τὸ τοῦ Ἄρεως δωδεκατημόριον· ἐὰν τὸ τοῦ Κρόνου δωδεκατημόριον εἰς τὸν τόπον τοῦ Διὸς ἐμπίπτῃ, διαφορὰν ἕξει πρὸς ἡγούμενον· ἐὰν δὲ εἰς τὸν τοῦ Ἄρεως, ἐν κρίσεσι πολλαῖς ἔσται· ἐὰν δὲ εἰς τὸν τοῦ Ἑρμοῦ, ἐπὶ τέκνοις καὶ ἀδελφοῖς λυπηθήσεται· ἐὰν δὲ εἰς τὸν τῆς Ἀφροδίτης, ἐπὶ γυναικὶ λυπηθήσεται· ἐὰν δὲ εἰς τὸν τοῦ Ἡλίου, τὰ πατρικὰ χρήματα βλάπτει ἢ αὐτὸν τὸν πατέρα κακοποιεῖ· ἐὰν τὸ τοῦ Ἄρεως δωδεκατημόριον, εἰς τὸν τῆς Ἀφροδίτης τόπον ἐμπέσῃ, μοιχὸς ἔσται· ἐὰν εἰς τὸν τοῦ Ἑρμοῦ, ἰδίοις ἢ ἀδελφοῖς διάφορος ἔσται· ἐὰν εἰς τὸν τοῦ Ἡλίου, ἀπὸ πυρὸς κίνδυνον ἕξει καὶ ἀπὸ τραύματος ἢ ὁ πατὴρ αὐτοῦ· ἐὰν τὸ τοῦ Ἑρμοῦ δωδεκατημόριον ἐμπίπτῃ εἰς τὸν τοῦ Διός, χρήματα πιστευθήσεται καὶ διὰ λόγων ἢ γραμμάτων προκόψει καὶ ὑπερέχοντι συσταθήσεται· ἐὰν δὲ εἰς τὸν τῆς Σελήνης, οὐκ ἔσται ἐμπαίδευτος, ἀεὶ δὲ ἐν γράμμασιν καὶ λόγοις ἔσται· ἐὰν δὲ εἰς τὸν τοῦ Ἄρεως ἢ εἰς τὸν τοῦ Ἑρμοῦ ἢ εἰς τὸν τῆς Ἀφροδίτης, πολλοὺς ψόγους ἕξει διὰ γυναῖκα καὶ πρεσβυτέραις ἢ δούλαις ἐπιμιγήσεται.
61. Καθολικὰ σχήματα περὶ σινῶν καὶ παθῶν
Πολλὰ μὲν οὖν καὶ διάφορα συνεγράψαντο οἱ παλαιοὶ εἰς τὸν περὶ σινῶν λόγον καὶ παθῶν, τὰ δὲ καθολικὰ καὶ ἀναμφίβολα αὐτῶν κατὰ μέρος ὑποτάξω, τὴν ἀλήθειαν αὐτῶν ἐν τοῖς ὑποδείγμασιν αὐτῶν προβαλλόμενος. Ὅτι γὰρ οἱ κακοποιοὶ μόνοι ἐπίκεντροι ἢ καὶ ἐπαναφερόμενοι ἢ καὶ ἐπιθεωροῦντες τὰ φῶτα σίνη ἢ πάθη παρέχουσι δῆλον. Οἱ γὰρ κακοποιοὶ ἀνατολικοὶ ὄντες σίνη ποιοῦσι, δυτικοὶ δὲ πάθη. Ὁμοίως δὲ καὶ ἡ Σελήνη τὴν ἀπόρροιαν ἀπὸ τῶν κακοποιῶν μόνων ποιουμένη σίνη ἢ πάθη παρέχει.
Ὁ δὲ ἕκτος τόπος καὶ ὁ κύριος αὐτοῦ ὑπὸ κακοποιῶν μόνων θεωρούμενοι σίνη ἢ πάθη ποιοῦσι· ἐὰν δὲ ὁ κύριος τοῦ ϛ′ τόπου ὡροσκοπῇ ἐν τροπικῷ ζῳδίῳ, σίνος περὶ τοὺς ὀφθαλμοὺς ποιεῖ. Ἐὰν δὲ ὁ ϛ′ τόπος καὶ ὁ κύριος αὐτοῦ ἐν καθύγρῳ ζῳδίῳ τύχωσι ὑπὸ Κρόνου θεωρούμενοι, ἐξ ὑγρῶν ἢ ῥευμάτων ἢ δυσεντεριῶν ἢ τῶν ὁμοίων τὰς ὀχλήσεις ποιοῦσιν· εἰ δὲ ὑπὸ Ἄρεως, ἀπὸ βαλανείων ἢ ζεμάτων ἢ τῶν ὁμοίων γίνεται τὰ σίνη καὶ πάθη. Ἐὰν οὖν ὁ Ζεὺς κύριος τοῦ ἕκτου τόπου τύχῃ, καὶ ὑπὸ κακοποιῶν μόνων θεωρηθῇ, οἰνοβλαβεῖς ποιεῖ. Ἐὰν δὲ ἡ Ἀφροδίτη οὕτως τύχη, γυναικομανεῖς ἢ πνευμονικοὺς ποιεῖ· ἐὰν δὲ Ἑρμῆς, κωφοὺς ἢ ἀλάλους ἢ βράγχους ἢ τραυλοὺς ἢ ψελλοὺς ποιεῖ. Οὐ μὴν ἀλλὰ καὶ μετὰ Κρόνου ἢ καὶ ὁριοῖς Κρόνου τὸ αὐτὸ ποιεῖ· ὁ δὲ Ἥλιος αὐτοῦ τυχὼν καρδιακοὺς ἢ τυφλοὺς ποιεῖ, ἡ δὲ Σελήνη ἡπατικοὺς ἢ τυφλούς· τὰ αὐτὰ δὲ ποιοῦσι κύριοι τυχόντες τοῦ ϛ′ τόπου ἀπὸ ὡροσκόπου καὶ ὑπὸ κακοποιῶν μόνων θεωρούμενοι Διὸς καὶ Ἀφροδίτης ἀποστρόφων ὄντων· ὁ Ἄρης κύριος ὢν τοῦ ϛ′ τόπου ἢ ὡροσκόπου πηροὺς ποιεῖ δίχα Διὸς ἢ Ἀφροδίτης. Ἰδίως δὲ καὶ αἱ ἐμπεριοχαὶ τῶν κακοποιῶν πρός τε τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον σίνη καὶ πάθη περὶ τοὺς ὀφθαλμοὺς καὶ περὶ τὰς ὄψεις ποιοῦσι.
Μὴ σὲ λαθέτω, καθὼς προεῖπον, ὅτι οἱ Δίδυμοι ἀντιμετροῦσιν τὸν Αἰγοκέρωτα καὶ ὁ Καρκίνος τὸν Τοξότην κατὰ τὰ ἰσανάφορα, ἀλλὰ δὲ καὶ Κριὸς τὴν Παρθένον διαμετρεῖ καὶ ὁ Ζυγὸς τοὺς Ἰχθύας κατὰ τὰς ἰσοδυναμίας. Πολλὰ γὰρ ἀπὸ τούτων πτώματα γίνεται, καθὼς προεῖπον, ἀπὸ τοῦ νομίζειν αὐτοὺς ἀποστρόφους ἀλλήλων εἶναι. Οὔτε γὰρ τὰ ὁμόζωνα ἀπαγορεύει τὶ τῶν συσχηματισμῶν. Ἔθετο δὲ καὶ κλῆρον σίνους Δωρόθεος λαμβανόμενον ἡμέρας μὲν ἀπὸ Κρόνου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἐναλλαξ. Καὶ χρῇ σκοπεῖσθαι τοὺς ἐπικειμένους τῷ κλήρῳ ἢ τοὺς ἐπιθεωροῦντας τὸν κλῆρον ἢ τὸν τόπον. Ἀλλὰ δὲ καὶ ὁ τριγωνικὸς δεσπότης τοῦ ὑπογείου ὑπὸ κακοποιῶν θεωρούμενος ἢ κακῶς κείμενος δίχα Διὸς καὶ Ἀφροδιτης σίνος ἢ πάθος ποιεῖ. Τοὺς φωστῆρας ἐπαναφερόμενοι οἱ κακοποιοὶ μόνοι ὀφθαλμοὺς ἀδικοῦσιν ἢ ἀμβλυωπίαν ποιοῦσι.
Ἡ Σελήνη σύνδεσμον λύουσα ἀπὸ Ἡλίου ἢ πανσελήνη καὶ ὑπὸ Ἄρεως ἢ Κρόνου βλαπτομένη ὀφθαλμοὺς ἀδικεῖ· ἡ Σελήνη ἐν ταῖς σινωτικαῖς μοίραις τῶν ζῳδίων τυχοῦσα καὶ ὑπὸ κακοποιῶν θεωρουμένη σίνη ἢ πάθη ποιεῖ μάλιστα περὶ τοὺς ὀφθαλμούς· σινωτικαὶ δὲ μοῖραι τῶν ζῳδίων εἰσὶν αὗται· Λέοντος μοῖραι ιη′ κζ′ κη′, Σκορπίου ιθ′ κε′ ,Τοξότου α′ ζ′ η′ ιη′ ιθ′, Ταύρου ϛ′ ζ′ η′ ι′, Καρκίνου ἀπὸ μοίρας θ′ ἕως ιε′, Ὑδροχόου ιη′ ιθ′, Αἰγοκέρωτος ἀπὸ μοίρας κϛ′ ἕως κθ′. Ἐν ταύταις ταῖς μοίραις ἡ Σελήνη λήγουσα καὶ βλαπτομένη ὀφθαλμοὺς σινοῖ, μεστὴ δὲ ἀμβλυωπίαν παρέχει.
Καὶ ὁ μὲν Ἄρης τὰ σίνη καὶ τὰ πάθη ποιεῖ ἀπὸ πληγῆς ἢ σιδήρου ἢ πυρὸς ἢ κρούσματος ἢ πτώματος, ὁ δὲ Κρόνος δι’ ὑποχύσεως ἢ ψύξεως ἢ γλαυκώσεως ἢ ῥεύματος ἢ ἀμβλυωπίας τὸ αἴτιον ποιεῖ· καὶ ἰδίως μὲν ὁ Καρκίνος καὶ Αἰγοκέρως καὶ Σκορπίος καὶ Ἰχθύες βλαπτόμενοι διὰ τῶν νομῶν ἐμπάθη ποιοῦσι καὶ λειχήνων ἢ λεπρῶν ἢ χοιράδων ἢ ἐλεφαντιάσεων ἢ συρριγγῶν ἢ καρκίνων ἢ ἄλλου τινὸς τῶν τοιούτων. Ὁ δὲ Τοξότης καὶ οἱ Δίδυμοι τὰ διὰ πτώματος σημαίνει καὶ ἐπιλήψεων ἢ παρέσεων. Καὶ ὁ μὲν τοῦ Διὸς ἀνατολικὸς ὢν καὶ ἐπιθεωρῶν τοὺς τὰ σίνη ἢ τὰ πάθη παρέχοντας τὰ μὲν σίνη κρυπτὰ ποιεῖ, τὰ δὲ πάθη παρηγορεῖν εἴωθεν. Σὺν δὲ τῷ τοῦ Ἑρμοῦ ἀπὸ ἰατρῶν τὰς παρηγορίας παρέχει. Ὁ δὲ τῆς Ἀφροδίτης ἐπιβλέπων τοὺς τὸ αἴτιον ποιοῦντας διὰ προφάσεων θεῶν καὶ χρησμῶν τὰ μὲν σίνη τρόπον τινὰ εὔμορφα καὶ χαρίεντα ποιεῖ, τὰ δὲ πάθη ἀπὸ ἰατρίας θεῶν παρασκευάζει ἢ ἰατὰ γένεσθαι.
Φησὶ δὲ Οὐάλης ὅτι δεῖ ἐπιβλέπειν τοὺς ἐπιθεωροῦντας τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον αὐτοῦ καὶ ἐὰν κακοποιοὶ μόνοι ἐπιθεωρήσωσιν αὐτούς, σίνος ἢ πάθος διδόασι κατ’ ἐκεῖνο τὸ μέλος ἐν ᾧ ζῳδίῳ τετύχηκεν ὁ κλῆρος τῆς τύχης ἢ ὁ κύριος αὐτοῦ, κατὰ τὴν ἰδίαν αὐτοῦ φύσιν καὶ καθ’ ὃ μέλος κυριεύει, καθὼς ἐξέθετο Οὐάλης ἐν τῷ β′ κεφαλαίῳ τοῦ πρώτου βιβλίου. Καὶ ἀμφότεροι ἐὰν μὲν ἐν Κρονικοῖς ζῳδίοις τύχωσιν ἢ ὑπὸ Κρόνου θεωρηθῶσι, σίνος διὰ ῥευμάτων ἢ περιψυγμῶν ποιοῦσι, ὑπὸ δὲ Ἄρεως, ὅσα διὰ τομῶν ἢ καύσεων ἢ τῶν ὁμοίων κατὰ τὸ μέλος ἐκεῖνο ὃ σημαίνει τὸ ζῴδιον ἔνθα ἔτυχεν ὁ κλῆρος ἢ ὁ κύριος αὐτοῦ.
Ἐὰν δὲ ὁ Ἀναβιβάζων ἐν τῷ περὶ σίνους τόπῳ τύχῃ ἢ καὶ ὁ Κρόνος καὶ ὁ Ἄρης ἐκεῖ τύχωσιν, ἀπὸ ὕψους πεσεῖται ἢ εἰς φρέαρ βαθὺ ἢ σίνος ἕξει ἐν τοῖς ὀστέοις αὐτοῦ· πολλὰ δὲ καὶ δεσμωθεὶς σινοῦται. Εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσιν καὶ μηκέτι Κρόνος καὶ Ἄρης ἐπιθεωρήσωσι, ἀσινεῖς γίνονται. Ἐὰν δὲ ὁ Καταβιβάζων ἐκεῖ τύχη, κακοπάθειαν ἐν νεότητι ποιεῖ· εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσιν, πάθος κρυπτὸν ἕξουσι. Εἰ δὲ Κρόνος καὶ Ἄρης ἐκεῖ τύχωσιν, ἀσινὴς μὲν ἔσται περὶ τὸ σῶμα, τοὺς δὲ πόδας αἰτιαθήσεται.
Εἰσὶ δὲ καὶ ἀλλὰ κεφάλαια σινῶν ἀλλὰ μετὰ συσχηματισμῶν τῶν ἀστέρων γινόμενα, οἷον Σελήνη μεστὴ ἐν τῷ ϛ′ τόπῳ πρὸς Ἄρεα φερομένη κατὰ σῶμα ἢ κατὰ διάμετρον κυλλοὺς ποιεῖ ἢ χωλοὺς ἢ ξυλόποδας· Κρόνος δύνων ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ ιβ′ ποιεῖ πάθος περὶ τὸν δακτύλιον. Ἄρης στηρίζων βλάπτει πόδας, ὄμματα δὲ δύνων. Ὁ Ἄρης ἀκρόνυχος ἐκστατικοὺς ποιεῖ καὶ συριγγώδεις. Ἡ Σελήνη ἐξ ἀποκρούσεως πρὸς Κρόνον φερομένη μετὰ τὴν λύσιν τοῦ συνδέσμου δίχα Διὸς καὶ Ἀφροδίτης ποιεῖ κελεφούς, ἐλεφαντιῶντας, λελωβημένους, ῥευματιζομένους. Ὁ Ἄρης ἐν Λέοντι δίχα Διὸς ἢ Ἀφροδίτης σίνη ἢ πάθη περὶ τοὺς ὀφθαλμοὺς ἢ ἀπὸ στομάχου ἢ σπληνὸς ἢ πλευρῶν. Ὁ Ἄρης ἐν Παρθένῳ δίχα Διὸς καὶ Ἀφροδίτης ποιεῖ κοιλιακούς, αἱμοπτυϊκούς. Ὁ Ἄρης ἐν Ζυγῷ δίχα Ἀφροδίτης καὶ Διὸς ποιεῖ περὶ τοὺς βουβῶνας σίνος ἢ πάθος. Ὁ Ἄρης ἐν Σκορπίῳ δίχα Διὸς καὶ Ἀφροδίτης μάλιστα ὡρονομῶν περὶ τὰ μόρια ἢ τὰ σπλάγχνα ἢ τὰ ἄκρα τὸ σίνος ἢ τὸ πάθος δίδωσι. Ὁ Ἄρης ἀπέχων τοῦ Ἡλίου μοίρας πβ′ ἑῷος ἢ ἑσπέριος σίνος ποιεῖ περὶ τὸ σῶμα ἢ βλάβος περὶ τοὺς ὀφθαλμούς. Τὸ αὐτὸ δὲ καὶ ὁ Κρόνος ἐν τοῖς προειρημένοις ζῳδίοις παρὼν ἀποτελεῖ.
Ἀλλ’ ἐπειδὴ τὰ λοιπὰ κεφάλαια μετὰ συσχηματισμῶν εἶπον οἱ παλαιοὶ καὶ οὐ μονοειδῆ, ταῦτα οὐχ ὑπέταξαν· ὁ Ἄρης καὶ ὁ Κρόνος ἐν τῷ ϛ′ ἢ ιβ′ κρυπτὰ πάθη ποιοῦσιν καὶ καρκίνου ἕλκος παρέχουσιν. Κρόνος καὶ Ἄρης καὶ Ἀφροδίτη καὶ Σελήνη ἐν Ἰχθύσιν ἢ Σκορπίῳ ἢ Καρκίνῳ λέπρας ἢ ἀλφοὺς ἢ λειχῆνας ποιοῦσιν. Ἀφροδίτη ὡροσκοποῦσα δυσουρίαν ἢ στραγγουρίαν ποιεῖ. Ὁ ὡροσκόπος καὶ ἡ Σελήνη ὑπὸ κακοποιῶν θεωρούμενοι ἐπινόσους καὶ ἀσθενεῖς ποιοῦσι τὰς γενέσεις. Ἡ Σελήνη καὶ ὁ Ἄρης δύνοντες ὀφθαλμοὺς βλάπτουσι ἢ αἰχμαλώτους ποιοῦσι. Ὁ Κρόνος ἐν τῷ ιβ′ ἢ ἐν τῷ ϛ′ ἐν καθύγρῳ ζῳδίῳ ἢ τοὺς σπερματικοὺς τόπους σινοῖ ἢ τοὺς πόδας ἢ χρόνιον ἕλκος ποιεῖ.
Πολλοὶ μὲν οὖν ἐπεσημήναντο ὅτι οἱ φθοροποιοὶ ἐπιθεωροῦντες τοὺς φωστῆρας κατὰ παρουσίαν ἢ διάμετρον ἢ τετράγωνον ἢ ἐν ταῖς ἐπαναφερομέναις μοίραις ἢ ζῳδίοις βλάπτουσι τὰς ὄψεις ἢ τοὺς ὀφθαλμοὺς δίχα τῆς τῶν ἀγαθῶν ἐπιθεωρίας καὶ μάλιστα μὲν ἐὰν ἡ Σελήνη λείπῃ καὶ ὁ Κρόνος νυκτὸς ἐπιθεωρήσῃ, μεστὴν δὲ ὁ Ἄρης ἐπὶ ἡμέρας. Καὶ πάλιν ὅταν ἐπικέντρων ὄντων τῶν κακοποιῶν οἱ φωστῆρες ἐπαναφέρονται· καὶ ὁ μὲν τοῦ Κρόνου τὸ σίνος παρέχων, καθὼς προκεῖται, δι’ ἐπιρευματισμῶν καὶ ψύξεως καὶ ἐπιχύσεως ποιεῖ τὰ σίνη· ὁ δὲ τοῦ Ἄρεως ἀπὸ πληγῇς ἢ κρούσματος ἢ πυρὸς ἢ σιδήρου ἢ θερμοῦ ῥεύματος. Μετὰ δὲ Ἑρμοῦ συσχηματισθεὶς καὶ θεωρῶν τὸν Ἥλιον ἢ τὴν Σελήνην ἐν παλαίστραις ἢ γυμνασίοις ἢ κακούργων ἑφόδοις.
62. Περὶ μοιρῶν σινωτικῶν ὀφθαλμῶν
Χαίτη Λέοντος ἀπὸ μοίρας κζ′ λϛ′ ἕως μοίρας κη′.
Κέντρον Σκορπίου Τοξότου μοίρᾳ α′ κράσεως Ἀφροδίτης καὶ Ἄρεως.
Μέτωπον Σκορπίου ἀπὸ μοίρας θ′ ϛ′ ἕως μοίρας ι′ κράσεως Ἄρεως καὶ Κρόνου.
Ἡ ἀκὶς τοῦ Τοξότου μοίρᾳ ζ′ νϛ′.
Ἡ Πλειὰς Ταύρου ἀπὸ μοίρας ε′ λϛ′ ἕως ζ′ η′.
Τὸ νεφέλιον τοῦ Καρκίνου ἀπὸ μοίρας ι′ ἕως ιε′.
Ὁ ὀφθαλμὸς τοῦ Τοξότου μοῖρα ιϛ′ λϛ′.
Ἡ κάλπις τοῦ Ὑδροχόου ἀπὸ μοίρας ιη′ ιϛ′ ἕως μοίρας ιθ′.
Ἡ ἄκανθα τοῦ Αἰγόκερω ἀπὸ μοίρας κϛ′ μϛ′ ἕως κθ′.
63. Περὶ φαλακρῶν
Κυρίως μὲν καὶ ὡς ἐπὶ τὸ πλεῖστον οἱ Λεοντιανοὶ καὶ Παρθενιανοὶ καὶ Σκορπιανοὶ καὶ Τοξιανοὶ φαλακροὶ γίνονται ἢ ἀναφαλαντιαῖοι. Ἰδικῶς δὲ ὅσοι ἔχουσι τὸν κλῆρον τῆς τύχης ἢ τοῦ δαίμονος ἢ τοὺς κυρίους αὐτῶν ἐν Κριῷ φαλακροὶ ἢ ἀναφαλαντιαῖοι γίνονται· ὁμοίως δὲ καὶ ἐν Τοξότῃ καὶ ἐν Λέοντι καὶ Αἰγοκέρωτι καὶ Σκορπίῳ καὶ Καρκίνῳ· οἱ γὰρ Αἰγοκεριανοὶ μᾶλλον ἀναφαλαντιαῖοι γίγνονται.
64. Περὶ ποδαγρῶν
Ὅσοι ἔχουσι τὸν κλῆρον τῆς τύχης ἢ τοῦ δαίμονος ἢ τοὺς κυρίους αὐτῶν ἐν τῷ Τοξότῃ ἢ ἐν τῷ Αἰγοκέρωτι ἢ Ὑδροχόῳ ἢ Ἰχθύσι ποδαγροὶ ἢ ῥευματικοὶ γίνονται μάλιστα Κρόνου αὐτοῖς ἐπιθεωροῦντος. Εἰ δὲ ἐν ἄλλῳ ζῳδίῳ τύχῃ ὁ κλῆρος τῆς τύχης ἢ ὁ κύριος αὐτοῦ ὑπὸ Κρόνου θεωρούμενος, καὶ οὕτω ῥευματικοὺς ποιεῖ περὶ τοὺς πόδας καὶ τὰς χεῖρας, ἐξαιρέτως δὲ Διδύμοις ἢ Καρκίνῳ — Ζήτει δὲ καὶ ἐν τῷ α′ βιβλίῳ Οὐάλεντος ποίων μελῶν κυριεύουσιν οἱ ἑπτὰ ἀστέρες καὶ ὃς ἂν αὐτῶν εὑρεθῇ κύριος τύχης ἢ δαίμονος καὶ ὑπὸ κακοποιῶν θεωρηθῇ, κατ’ ἐκεῖνο τὸ μέλος τὸ σίνος καὶ τὸ πάθος δίδωσι, καθ’ ὃ κυριεύει. εἰ δὲ τύχωσιν οἱ δύο κλῆροι καὶ οἱ κύριοι αὐτῶν ἐν τοῖς κυρτοειδέσι ζῳδίοις, κυρτοὺς ποιοῦσιν. Ὁ δὲ Κρόνος ἐν Λέοντι τὸν πατέρα βλάπτει ἀπὸ ποδάγρας ἢ ὑγρῶν ὀχλήσεως ἢ βιοθάνατον ποιεῖ.
65. Περὶ μαινομένων καὶ ἐπιληπτικῶν
Ἐὰν ἡ Σελήνη καὶ ὁ Κρόνος ὡροσκοπῶσιν, ὁ δὲ Ἑρμῆς δύνῃ κατὰ κέντρον, μαινομένους καὶ φρενοβλαβεῖς ποιοῦσιν, δίχα τῆς τῶν ἀγαθῶν ἐπιθεωρίας. Ἐὰν ὁ Ἄρης δύνῃ, ὁ δὲ Κρόνος καὶ ὁ Ἑρμῆς ὡροσκοπῶσιν δίχα Διὸς καὶ Ἀφροδίτης, μαινομένους καὶ φρενοβλαβεῖς ποιοῦσιν. Ἐὰν ὁ Ἥλιος καὶ ἡ Σελήνη ὡροσκοπῶσιν, ὁ δὲ Κρόνος δύνῃ δίχα Διὸς καὶ Ἀφροδίτης, λυσσῶντας καὶ μαινομένους ποιοῦσιν. Ἐὰν δὲ Κρόνος καὶ Ἑρμῆς ὡροσκοπῶσι, ὁ δὲ Ζεὺς δύνῃ, μωροὺς καὶ ἀφρόνους ἢ ἀνοήτους ποιοῦσιν. Ἐὰν ἡ Ἀφροδίτη ἐμπεριέχηται ὑπὸ Κρόνου καὶ Ἄρεως ἐν ἑνὶ ζῳδίῳ, τετραγωνίζηται δὲ ὑπὸ Σελήνης καὶ Ἑρμοῦ, ποιοῦσι θεοφορούμενους καὶ φοιβαζομένους καὶ ἐνθέους. Ἡ Σελήνη ὡροσκοποῦσα καὶ Κρόνος μεσουρανῶν καὶ Ἑρμῆς δύνων παραπληκτικοὺς καὶ φρενοβλαβεῖς ποιοῦσι. Σελήνη καὶ Ἄρης καὶ Ἑρμῆς ἐπίκεντροι τυχόντες δίχα Διὸς καὶ Ἀφροδίτης ποιοῦσι λῃστάς, κλέπτας, θυρεπανοίκτας· εἰ δὲ καὶ Κρόνος ὢν ἐν τῷ ὑπογείῳ τούτους ἐπιθεωρήσει, τυμβωρύχους ποιεῖ. Ἐὰν Ἄρης καὶ Ἑρμῆς ἐν τῷ δυτικῷ κέντρῳ τύχωνται, καὶ ὑπὸ Σελήνης θεωρούμενοι κατὰ διάμετρον ἢ τετράγωνον, λῃστάς, ἀνδροφόνους ποιοῦσι σταυρουμένους ἢ κρημνιζομένους. Ἄρης καὶ Ἑρμῆς ἐπίκεντροι τυχόντες καὶ ἰσόμοιροι δίχα τῆς τῶν ἀγαθῶν ἐπιθεωρίας ποιοῦσι ψεύστας, ψευδοκατηγόρους, πλαστογράφους, ἐπιόρκους. Ἐὰν δὲ Κρόνος καὶ Σελήνη ἐπιθεωρήσωσιν, ποιοῦσι ῥυπαρούς, γόητας, νεκυομάντεις· ἡ Σελήνη μεστὴ κατὰ σῶμα ἀπορρέουσα τὸν Κρόνον ἀποπλήκτους ἢ μαινομένους ποιεῖ, ἔσθ’ ὅτε δὲ καὶ τυφλούς.
Ἀποκρουστικὴ δὲ τὸν Ἄρην κατὰ σῶμα ἀπορρέουσα τὸ αὐτὸ ποιεῖ. Ἐὰν ὁ Ἄρης ὡροσκοπῇ, ὁ δὲ Ζεὺς ἰσομοίρως δύνῃ τῶν ἄλλων ἀποστροφῶν ὄντων θεοφορουμένους ποιεῖ. Ἐὰν ὁ Κρόνος διέπῃ τὴν Σελήνην διαμετρῶν αὐτήν, ἔσται τὸ γεννηθὲν θεοφορούμενον, ἐπιληπτικόν· ἐὰν οἱ τριγωνικοὶ δεσπόται τοῦ αἱρετικοῦ φωτὸς διάμετροι τύχωσι καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσιν, ἐπιληπτικοὺς ποιοῦσι μάλιστα τοῦ ὡροσκόπου ἢ τοῦ κυρίου αὐτοῦ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρουμένου. Ὁ Ἑρμῆς πάντοτε ἀπόστροφος ὢν τοῦ ὡροσκόπου καὶ τῆς Σελήνης ἐπιληψίας ποιεῖ· εἰ δὲ καὶ κακοποιὸς ἐπιθεωρήσῃ, δαιμονιοπλήκτους ποιεῖ. Ἡ Σελήνη συνδεσμον πανσεληνιακὸν ἔχουσα ποιεῖ θεολήπτους, ἐνθέους, φοιβαζομένους· ἐὰν δὲ καὶ Ἄρης ἐπιθεωρήσῃ, ποιεῖ δαιμονιοπλήκτους ἢ μαινομένους. Ἐὰν ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἢ τοῦ δαίμονος ἐν τῷ θ′ ἢ τῷ γ′ τύχωσιν ὑπὸ κακοποιῶν ἐναντιούμενοι, ἀποφθεγγομένους ἢ μανιώδεις ἢ προγνωστικοὺς ποιοῦσι. Ἡ Σελήνη συνοδικὴν ἔχουσα φάσιν ἢ πανσεληνιακὴν καὶ ὑπὸ Κρόνου θεωρουμένη δίχα Διὸς ἢ Ἀφροδίτης δαιμονιοπλήκτους ποιεῖ· ἐπὶ δὲ πανσελήνου ὑπὸ Ἄρεως μόνου θεωρουμένη μάλιστα ἐν τῷ Τοξότῃ καὶ ἐν Ἰχθύσι, ** ὁ μὲν Ζεὺς ἐπιθεωρῶν θεραπείας δίδωσι ἀπὸ ἰατρῶν ἢ διαίτης ἢ φαρμακείας, ἡ δὲ Σελήνη ἀπὸ χρησμῶν καὶ τῆς τῶν θεῶν ἐπικουρίας. Ὁ Ἄρης ἢ ὁ Κρόνος ἐν τῷ ὑπὸ γῆς δαιμονιοπλήκτους ἢ ὑπὸ εἰδώλων φοβεριζομένους· εἰ δὲ καὶ Ἀφροδίτη συνῇ, ποιεῖ θεοφορουμένους ἢ ἀποφθεγγομένους. Κρόνος ἢ Ἄρης ἐπικείμενοι τῷ δαίμονι ἢ διαμετροῦντες μανιώδεις ἢ ἐκστατικοὺς ποιοῦσιν δίχα Διὸς καὶ Ἀφροδίτης· τὸ δὲ αὐτὸ νόει καὶ ἐπὶ τῶν συνόδων ἢ πανσελήνων. Ὁ κύριος τοῦ κλήρου τοῦ δαίμονος ἐναντιούμενος αὐτῷ ποιεῖ ἀκριτοβούλους, ἐναντιόφρονας, ἀλαζόνας, ὑβριστάς.
66. Περὶ ἀσελγῶν καὶ μεθυστῶν καὶ ἐμπαθῶν
Ἣ Ἀφροδίτη οἴκοις Ἑρμοῦ τοῦ Ἑρμοῦ κακῶς κειμένου παιδεραστὰς ποιεῖ. Ὁ κλῆρος τοῦ γάμου οἴκοις Ἑρμοῦ, τοῦ Ἑρμοῦ ἐν ἀρσενικῷ ἐπικέντρου ὄντος, τὸ αὐτὸ ποιεῖ. Ἄρης καὶ Ἑρμῆς ἐναλλάξαντες τοὺς ἀλλήλων οἴκους ἢ τετραγωνίζοντες ἀλλήλους ἢ διαμετροῦντες παιδεραστὰς ποιοῦσιν. Ἡ Ἀφροδίτη Αἰγοκέρωτι ἢ Ἰχθύσιν ἢ Σκορπίῳ ἢ Ταύρῳ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρουμένη ἀσελγεῖς ποιεῖ, μάλιστα ὕπαυγος. Ἡ Ἀφροδίτη οἴκοις Κρόνου ἢ Ἄρεως ὑπ’ αὐτῶν θεωρουμένη ἀσελγεῖς ποιεῖ. Ἡ Ἀφροδίτη καὶ Ἑρμῆς καὶ Ἄρης θεωρήσαντες ἀλλήλους ἀσελγεῖς ποιοῦσι. Ἡ Ἀφροδίτη καὶ ἡ Σελήνη ἐν τῷ δύνοντι τὰς μὲν γυναίκας ἀσελγεῖς ποιοῦσι, τοὺς δὲ ἄνδρας μαλακούς, πλέον δὲ εἰ καὶ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρηθῶσιν. Ὁ Ἥλιος καὶ ἡ Σελήνη πρὸς ἀλλήλους τρίγωνοι μοιχικοὺς, πολυτόλμους ποιοῦσι τοὺς ἄνδρας, μάλιστα δὲ τὰς γυναῖκας. Ἡ Ἀφροδίτη ὑπὸ γῆν ἐν ἀρσενικοῖς ζῳδίοις πολυψόγους γυναῖκας ποιεῖ· ἐὰν δὲ στηρίζῃ, μαλακούς. Ὁ Ἄρης τὴν Ἀφροδίτην ἰσομοίρως θεωρῶν κατὰ τρίγωνον ἢ τετράγωνον ἢ διάμετρον ἐν τροπικοῖς ζῳδίοις καὶ ἀλλήλων τὰ δωδεκατημόρια ὑποδεξάμενοι ἢ ἐπιθεωρήσαντες, ποιοῦσι μεθυστάς, μοιχούς, ἀναστάτους· εἰ δὲ Κρόνος ἐπιθεωρήσῃ, ποιεῖ κιναίδους, ἀσελγεῖς, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις. Ἡ Ἀφροδίτη ἐν τῷ ἕκτῳ παιδεραστὰς ποιεῖ· ἡ Ἀφροδίτη ἐν τῷ ἐννάτῳ κακίστη πρὸς γάμον τοῖς ἀνδράσιν, ταῖς δὲ γυναιξὶν ἀγαθή. Ὁ Ἄρης ἐν τῷ ἐννάτῳ κακὸς ὑπάρχει. Ἡ Σελήνη δὲ ὡροσκοποῦσα καὶ ἡ Ἀφροδίτη ἐν τετραπόδοις ζῳδίοις τὰς μὲν γυναίκας ἀσελγοπύγους ποιοῦσιν, τοὺς δὲ ἄνδρας λείκτας καὶ αἰσχροποιούς.
67. Περὶ τόπων καὶ μοιρῶν ἀσελγοποιῶν καὶ ἐμπαθῶν
Ὁ ὡροσκόπος Κριοῦ μοίραις ιγ′ ιδ′ κβ′ κδ′ κζ′ κη′ λ′ ἐμπαθεῖς καὶ ἀσελγεῖς ποιεῖ. Ὁ ὡροσκόπος Ταύρῳ, μοίραις αὐτοῦ τῶν Ὑάδων, ἀπὸ μοίρας ιβ′ ἕως ιζ′, ὡροσκόπος Λέοντι ἀπὸ μοίρας κε′ ἕως λ′, ὡροσκόπος Αἰγοκέρωτι ια′ ιβ′· ἐπὶ τούτων τῶν μοιρῶν δέον παρατηρεῖν τὸν ὡροσκόπον καὶ τὸν δύνοντα καὶ τὴν Ἀφροδίτην καὶ τὴν Σελήνην καὶ τὸν κλῆρον τῆς τύχης καὶ τὸν κλῆρον τοῦ γάμου καὶ τοῦ ἔρωτος. Καὶ τόποι μαλακοποιοί εἰσιν αἱ τελευταῖαι μοῖραι Κριοῦ, Λέοντος, Τοξότου. Οἱ οὖν ὡροσκοπηθέντες ταύταις ταῖς μοίραις μαλακόσωμοι γίνονται ἡ κιναιδίζοντες τοῖς ἤθεσιν.
68. Περὶ δεκανῶν ἀσελγοποιῶν
Ἐν οἷς ἡ Ἀφροδίτη. Ἡ Ἀφροδίτη ἐπιτυχοῦσα Κριοῦ δεκανῷ πρώτῳ ἀσελγεῖς ποιεῖ καὶ ἀθεμιτοφάγους καὶ ἀθεμιτογάμους καὶ ἀρρητοποιοὺς καὶ λείκτας καὶ ψογιστὰς καὶ ἐμπαθεῖς καὶ ἀρρενοκοίτας καὶ ἅρπαγας γυναικῶν· ἀγαθοποιηθεῖσα δὲ οὐχ οὕτως φαύλη. Ἀφροδίτη Διδύμων δεκανῷ δευτέρῳ παραιρέτης καὶ ἀποκλίνασα ἀρρενοκοίτας, λάγνους, αἰσχρούς, ἀψικόρως συναπτομένους· μοιχικοὺς καὶ ἐπιμανεῖς πρὸς τὰ ἀφροδίσια. Ἀφροδίτη Λέοντος δεκανῷ πρώτῳ κακῶς κειμένη ποιεῖ ἐρωτικούς, κακογάμους, ἀρρητοποιούς· ἢ καὶ ἀρρητοποιῶν γυναικῶν δῶρα λήψεται καὶ πολυκοίνων. Ἀφροδίτη Λέοντος δεκανῷ τρίτῳ κακῶς κειμένη ποιεῖ μοιχοὺς, ἅρπαγας γυναικῶν· ζημιωθήσονται δὲ καὶ ἀτυχήσουσι διὰ γυναικῶν. Ἀφροδίτη Ζυγοῦ δεκανῷ πρώτῳ ἀσελγεῖς ποιεῖ καὶ αἰσχρούς, περὶ τὰς ὀρέξεις ἐπιμανεῖς. Ἀφροδίτη Σκορπίου δεκανῷ πρώτῳ κακῶς κειμένη καὶ ἀποκλίνουσα ποιεῖ ὑπὸ αἰσχροποιῶν βλαπτομένους καὶ φεύγοντας διὰ γυναῖκα. Ἀφροδίτη Τοξότου δεκανῷ τρίτῳ κακῶς κειμένη ποιεῖ αἰσχροποιούς, διὰ γυναικῶν δυστυχοῦντας καὶ εἰς ἐρήμους τόπους ἢ θάλασσαν πλεῦσαι χάριν γυναικός, καὶ ἔπαισχρος ἔσται. Ἀφροδίτη Αἰγοκέρωτος δεκανῷ πρώτῳ κακῶς κειμένη ποιεῖ ἀσελγεῖς, αἰσχροὺς καὶ τὰ παρὰ φύσιν πράττοντας, λείκτας ἢ ψογιστάς. Ἀφροδίτη Αἰγοκέρωτος δεκανῷ δευτέρῳ κακωθεῖσα ποιεῖ μοιχούς, ψογιζομένους ἢ καὶ ἐπὶ ξένης διὰ γυναῖκα ἢ μετὰ γυναικὸς καὶ ἐν θαλάσσῃ δεινὰ ὑπομένοντας. Ἀφροδίτη Ὑδροχόου δεκανῷ τρίτῳ κακωθεῖσα ποιεῖ πολυκοίνους, ῥυπαρούς. Ἀφροδίτη Ἰχθύων δεκανῷ τρίτῳ κακουμένη ποιεῖ πολυκοίνους, μοιχούς, ἐπιμανεῖς ταῖς μίξεσιν.
69. Περὶ Ἡλίου
Ὁ Ἥλιος Κριοῦ δεκανῷ τρίτῳ καὶ Ζυγοῦ δεκανῷ πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ καὶ Σκορπίου δεκανῷ πρώτῳ καὶ Ἰχθύων δεκανῷ πρώτῳ καὶ τρίτῳ ποιεῖ ἀσελγεῖς καὶ μαλακούς.
70. Περὶ Σελήνης
Ἡ Σελήνη Κριοῦ δεκανῷ τρίτῳ μαλακοὺς καὶ ἀσελγεῖς καὶ ἐμπαθεῖς ποιεῖ καὶ Λέοντος δεκανῷ τρίτῳ καὶ Αἰγοκέρωτος δεκανῷ τρίτῳ καὶ Ζυγοῦ δεκανῷ τρίτῳ καὶ Ὑδροχόου δεκανῷ τρίτῳ καὶ Ἰχθύων δεκανῷ πρώτῳ.
71. Περὶ Κρόνου
Κρόνος Κριοῦ δεκανῷ τρίτῳ καὶ Ζυγοῦ δεκανῷ πρώτῳ καὶ τρίτῳ καὶ Αἰγοκέρωτος δεκανῷ πρώτῳ καὶ τρίτῳ ἀσελγεῖς ποιεῖ.
72. Περὶ Διός
Ζεὺς Κριοῦ δεκανῷ τρίτῳ καὶ Ζυγοῦ δεκανῷ πρώτῳ καὶ τρίτῳ καὶ Αἰγοκέρωτος δεκανῷ πρώτῳ καὶ τρίτῳ ἀσελγεῖς ποιεῖ.
73. Περὶ Ἄρεως
Ἄρης Κριοῦ δεκανῷ τρίτῳ καὶ Ζυγοῦ δεκανῷ πρώτῳ καὶ τρίτῳ τὰ αὐτὰ σημαίνει.
74. Περὶ Ἑρμοῦ
Ἑρμῆς Ζυγοῦ δεκανῷ πρώτῳ καὶ Αἰγοκέρωτος δεκανῷ πρώτῳ τὰ αὐτὰ σημαίνει.
75. Περὶ ὡροσκόπου
Ὡροσκόπος Κριοῦ δεκανῷ τρίτῳ καὶ Ζυγοῦ δεκανῷ πρώτῳ καὶ τρίτῳ καὶ Αἰγοκέρωτος δεκανῷ πρώτῳ ἀσελγεῖς καὶ ἠδυπαθοῦντας ποιεῖ.
Ὁ Κλῆρος τῆς Τύχης καὶ τοῦ Δαίμονος καὶ οἱ κύριοι αὐτῶν ἐν ἀσελγεῖ ζῳδίῳ ἐμπεπτωκότες μαλακοὺς καὶ ἀσελγεῖς ποιοῦσιν.
76. Περὶ ζῳδίων ἀσελγῶν
Ἀσελγῆ δὲ ζῴδιά εἰσιν Κριός, Ταῦρος, Λέων, Αἰγόκερως ἀπὸ μέρους δὲ Ἰχθύες καὶ Ζυγὸς διὰ τὸν Τράγον τὸν παρανατέλλοντα.
[Ἀφροδίτη ἐν ἀρσενικῷ ζῳδίῳ καὶ οἴκῳ ἢ ὁρίοις Ἑρμοῦ παιδεραστὰς ποιεῖ, ἀλλὰ δὴ καὶ ὁ Ἑρμῆς οἴκοις ἢ ὁρίοις Ἀφροδίτης τὰ αὐτὰ ποιεῖ. Ἀφροδίτη ἐπίκεντρος καὶ ἐν θηλυκῷ ζῳδίῳ ὑπὸ Ἄρεως θεωρουμένη δίχα Ἑρμοῦ φιλογυναίους ποιεῖ, μάλιστα δὲ ἑσπέριος.]
77. Καθολικὰ σχήματα βιαιοθανάτων
Κλῆρος ἀναιρέτου ἀπὸ τοῦ οἰκοδεσπότου τοῦ ὡροσκόπου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἐναλλαξ· ἡ Σελήνη ὁρῶσα τὸν κλῆρον τοῦ ἀναιρέτου βιαιοθανάτους ποιεῖ, χεῖρον δὲ ἐὰν ἡ Σελήνη εὑρεθῇ ἐν τοῖς μελεοκοπουμένοις ζῳδίοις· ὁ κύριος τῆς προγενομένης συνόδου ἢ πανσελήνου ἀπόστροφος ὢν τοῦ ἰδίου οἴκου καὶ ὑπὸ κακοποιῶν θεωρούμενος· ἡ συνοδοπανσέληνος ἢ προγενομένη ὑπὸ κακοποιῶν θεωρουμένη μόνων· ἐὰν ὁ κύριος τοῦ ὡροσκόπου ἢ τοῦ κλήρου τῆς τύχης ὑπὸ κακοποιῶν θεωρούμενος εὑρεθῇ· ἐὰν ὁ πρῶτος τριγωνικὸς δεσπότης τοῦ ὑπογείου κέντρου κακῶς πέσῃ καὶ ὑπὸ κακοποιῶν θεωρηθῇ δίχα Διὸς καὶ Ἀφροδίτης.— Κλῆρος θανάτου ἀπὸ Σελήνης ἐπὶ τὸν ὄγδοον τόπον τοῦ ὡροσκόπου ἐπὶ ἡμέρας καὶ νυκτός· καὶ ὅπου ἂν ἐκπέσῃ ὁ κλῆρος, σκόπει τοὺς ἐπιθεωροῦντας· ἐὰν γὰρ κακοποιὸς μόνος ἐπιθεωρήσῃ τὸν κλῆρον, βιαιοθανάτους ποιεῖ.
Ἄλλως κατὰ Κριτόδημον. Ὁ ὁριοκράτωρ τοῦ δύνοντος κέντρου κακοποιὸς ὢν καὶ ὕπαυγος ἐν ταῖς τοῦ Ἡλίου μοίραις τυχὼν ἐκ δόλου καὶ ἐξ ἐνέδρας τὸν θάνατον σημαίνει, ἔξαυγος δὲ ὢν βιαιοθανάτους ποιεῖ καὶ φανερῶς ἀποθνήσκοντας. Ὁ ὁριοκράτωρ τοῦ δύνοντος κακοποιὸς ὧν καὶ στηρίζων ἢ ἀναποδίζων ἀπὸ σίνους καὶ φαρμάκων ἢ τραυμάτων ἀναιρεῖ. Ὁ ὁριοκράτωρ τοῦ δύνοντος κακοποιὸς ὢν καὶ ἐν ἀνθρωποειδέσιν ζῳδίοις ὢν καὶ ὑπὸ κακοποιῶν θεωρούμενος ἐξ ἀνθρώπων τὸν θάνατον ποιεῖ, ἐν δὲ παρύγροις ζῳδίοις ἀπὸ ὑγρῶν, ἐν δὲ θηριωδέσιν ἀπὸ θηρίων ἢ ὕψους. Ἡ Σελήνη συνεχομένη ὑπὸ Κρόνου καὶ Ἄρεος ἐν ἑνὶ ζῳδίῳ ἐπίκεντρος ἢ ἐπαναφερομένη βιαιοθανάτους ποιεῖ. Κρόνος οἰκοδεσποτῶν τὸν ὄγδοον τόπον καὶ μαρτυρῶν αὐτὸν δίχα τῶν ἀγαθοποιῶν ἐξ ὑγρῶν ἀναιρεῖ· ἐὰν δὲ καὶ ὁ Κρόνος ἐν παρύγροις ζῳδίοις τύχῃ, ἐν ποταμοῖς ἢ ἐν θαλάσσαις· ἐν δὲ χερσαίοις ἢ ἐν ὄρεσιν ἢ ἐν ἐρημίᾳ. Ὁ δὲ Ἑρμῆς ἀπέχων τοῦ Ἡλίου μοίρας κδ′ βιαιοθανάτους ποιεῖ, ἡ δὲ Ἀφροδίτη μοίρας κη′ τὸ αὐτὸ ποιεῖ.
Ὁ δὲ Ἥλιος οἰκοδεσποτῶν τὸν ὄγδοον τόπον καὶ ἐν ἀλλοτρίοις τόποις ἑστώς, τοῦ Ἡλίου καὶ τοῦ ὀγδόου τόπου κεκακωμένων, ἀπὸ ὕψους τὸν θάνατον ποιεῖ· ἐὰν δὲ ὁ Ἄρης οἰκοδεσποτήσῃ τὸν ὄγδοον τόπον καὶ κακωθῇ ὁ τόπος δίχα Διὸς καὶ Ἀφροδίτης, ὑπὸ λῃστῶν ἢ θηρίων ἢ ἐχθρῶν τὸν θάνατον ποιεῖ· μαρτυρηθεὶς δὲ ὁ Ἄρης ὑπὸ Ἡλίου, ἀπὸ δήμου ἢ πλήθους ἢ βασιλέων ἀναιρεῖ σταυρουμένους ἢ ἀποκεφαλιζομένους ἢ θηριομαχοῦντας. Ἐὰν ἡ Ἀφροδίτη οἰκοδεσποτήσῃ τὸν ὄγδοον τόπον καὶ κακωθῇ καὶ αὐτὴ καὶ ὁ ὄγδοος τόπος δίχα Διός, ἀπὸ γυναικὸς ἢ οἴνου πολλοῦ ἀναιρεῖ ἢ φαρμάκῳ. Ἑρμῆς οἰκοδεσποτῶν τὸν ὄγδοον τόπον καὶ κακούμενος καὶ αὐτὸς καὶ ὁ ὄγδοος τόπος ἀπὸ δούλων ἢ γραμμάτων ἀναιρεῖ. Ζεὺς οἰκοδεσποτῶν τὸν ὄγδοον τόπον καὶ κακούμενος σὺν τῷ τόπῳ ἀπὸ βασιλέων ἢ ἡγεμόνων ἀναιρεῖ. Ὁ κύριος τοῦ ὀγδόου τόπου μὴ ἐπιβλέπων αὐτὸν ἀλλὰ κακούμενος καὶ ἐν ἀλλοτρίῳ ζῳδίῳ ἑστὼς ἐπὶ ξένης τὰ προειρημένα ποιεῖ· ἐὰν δὲ ἐπιβλέπῃ τὸν ὄγδοον τόπον ἐν ἰδίῳ οἴκῳ ἢ τριγώνῳ ἢ ὑψώματι τυχών, ἐν τῇ πατρίδι ταῦτα πείσεται. Τοῦ ὀγδόου τόπου καὶ τοῦ οἰκοδεσπότου αὐτοῦ κακῶς κειμένων, ἐὰν οἱ ἀγαθοποιοὶ τὸν ὄγδοον τόπον ἢ τὸν κύριον ἀποβλέπωσιν, τοὺς αὐτοὺς θανάτους καὶ οὐ φανεροὺς ποιοῦσι.
Σκέπτου δὲ καὶ τὴν τριταίαν καὶ ἐβδομαίαν καὶ τεσσαρακοσταίαν τῆς Σελήνης· ἡ γὰρ τεσσαρακοσταία πρὸς κακοποιὸν φερομένη, βιαιοθανάτους ποιεῖ. Ἔτι οὖν χρή, καθὼς προείπομεν, ζητεῖν καὶ τοὺς ἐκλειπτικοὺς συνδέσμους. Ἐὰν ὁ Ἀναβιβάζων τύχῃ ἐν τῷ ὀγδόῳ τόπῳ καί ἐπιθεωρήσωσι Ἄρης καὶ Κρόνος καὶ Ἑρμῆς, βιαιοθανασίαν ποιοῦσι· ἢ γὰρ ἀποκεφαλίζονται ἢ ἀνασκολοπίζονται. Εἰ δὲ καὶ ὁ Ἥλιος τούτοις ἐπιμαρτυρήσῃ, σινοῦνται τὴν ὅρασιν ἢ τοὺς πόδας. Εἰ δὲ ἀγαθοποιοὶ μόνοι θεωροῦντες τύχωσιν τὸν ὄγδοον τόπον δίχα Κρόνου Ἄρεως, εὐθανασίαν ποιοῦσι. Ἐὰν ὁ Καταβιβάζων τύχῃ ἐν τῷ η′ τόπῳ καὶ Ζεὺς καὶ Ἀφροδίτη καὶ Ἄρης ἐκεῖ τύχωσι, βιαιοθανάτους ποιεῖ ἢ ἀποκεφαλιζομένους. Ἔστι δὲ καὶ ἄλλα κεφάλαια βιαιοθανασίαν ποιοῦντα ἀλλ οὐχ οὕτω μονοσχηματοῦντα ἀλλ’ ἀπὸ πολλῶν ἀστέρων συσχηματιζόμενα. Οἷον Σελήνη μεστὴ ἐν τῷ μεσουρανήματι, Ἄρεως καὶ Ἡλίου διαμετρούντων ἐν τῷ ὑπογείῳ, Διὸς καὶ Ἀφροδίτης ἀποστρόφων ὄντων, βιαιοθανάτους ποιεῖ καὶ ζῶντας καιομένους. Ἐπεὶ οὖν ταῦτα τὰ κεφάλαια ἐκ διαφόρων σχημάτων γίνεται, οὐκ ἀναγκαῖον ἡγησάμην ταῦτα ὑποτάξαι διὰ τὸ ἅπαξ μὲ προθέμενον ἐξ ἀρχῆς τὰ μονοειδῆ καὶ ἀνυπέρβλητα κεφάλαια τῆς γενέσεως κατὰ μέρος ὑφηγήσασθαι τὴν ἐπιλογὴν ἀπὸ διαφόρων ἀρχαίων ποιησάμενος· τὰ γὰρ λοιπὰ τοῖς ἀρχαίοις κατέλιπον.
Ὁ κύριος τοῦ κλήρου τῆς τύχης καὶ ὁ κύριος τοῦ ὀγδόου τόπου ἐναντιούμενοι ἀλλήλοις βιαιοθανάτους ποιοῦσιν. Ὁ Κρόνος ὡροσκοπῶν Ἄρης δύνων ἐκ διαμέτρου ποιοῦσιν κυνηγοὺς ἢ θηριομάχους ἢ κυνοβρώτους. Ὁ Κρόνος ὑπογείῳ, Ἄρης μεσουρανῶν νυκτὸς ποιοῦσιν ἐσταυρωμένους καὶ ὑπὸ ὀρνέων βεβρωμένους. Ἐὰν ὁ κύριος τῶν ὁρίων τοῦ διέποντος κακοδαιμονήσῃ, θηριόβρωτον ποιεῖ τὸν γεννηθέντα. Εἰ δὲ ὁ Ἄρης καὶ ὁ Κρόνος τύχωσιν ἐν Λέοντι καὶ ἐν Καρκίνῳ, ἢ ὀλιγοχρονίους ποιοῦσιν ἢ βιαιοθανάτους. Ὁ κύριος τοῦ ὡροσκόπου καὶ τῆς Σελήνης διαμετροῦντες ἑαυτοὺς ξενοθανάτους ποιοῦσιν· εἰ δὲ καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσιν, καὶ βιαίως ἀναιροῦσι. Ὁ κύριος τοῦ κλήρου τῆς τύχης ὕπαυγος πάνυ τυχῶν δίχα Διὸς καὶ Ἀφροδίτης κακοθανάτους ποιεῖ πρὸς τὴν φύσιν τοῦ ζῳδίου. Τῇ τεσσαρακοσταίᾳ τῆς Σελήνης Κρόνος Ἑρμῆς Ἄρης ἐπικείμενοι, βιαιοθανάτους ποιοῦσι. Ἡ Σελήνη μεστὴ ὑπὸ Ἀρεος δεκατευομένη ἐν τοῖς μελεοκοπουμένοις ζῳδίοις δίχα Διὸς καὶ Ἀφροδίτης βιαιοθανάτους ποιεῖ. Οἱ κακοποιοὶ καθυπερτεροῦντες τὰ φῶτα δίχα Διὸς καὶ Ἀφροδίτης βιαιοθανάτους ποιοῦσι. Σελήνη ἐν τῷ δ′, οἴκῳ Ἄρεως, δίχα Διὸς Ἀφροδίτης βιαιοθανάτους ποιεῖ. Ὁ Ἑρμῆς ἐναντιούμενος τῇ πανσελήνῳ καὶ ὑπὸ κακοποιῶν θεωρούμενος βιαιοθανάτους ποιεῖ.
78. Καθολικὰ σχήματα ἐκπτώτων
Κλῆρος αἰτιατικοῦ τόπου ἡμέρας ἀπὸ Κρόνου ἐπὶ Ἄρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἐναλλάξ. Οὗτος ὁ κλῆρος ὑπὸ κακοποιῶν μόνον θεωρούμενος ἐπισφαλεῖς καὶ ἐπικινδύνους καὶ καθαιρετικὰς ποιεῖ τὰς γενέσεις. Συνοδοπανσέληνοι ὑπὸ κακοποιῶν μόνον θεωρούμενοι μετὰ Ἡλίου δίχα Διὸς καὶ Ἀφροδίτης ἐκπτώσεις σημαίνουσιν· χεῖρον δὲ εἰ καὶ οἱ κύριοι αὐτῶν ὑπὸ κακοποιῶν θεωροῦνται ἢ ἀπόστροφοι αὐτῶν τύχωσι. Οἱ κύριοι τῶν συνοδοπανσελήνων κακοδαιμονοῦντες ἢ κακοτυχοῦντες ἐκπτώτους ποιοῦσιν. Ἡ Σελήνη λείπουσα καὶ ἀπὸ Ἄρεος μόνου τὴν ἀπόρροιαν ποιουμένη, οὐκ ἀγαθὴν λέγει τὴν γένεσιν· ὁμοίως δὲ καὶ ἀπὸ Κρόνου μεστὴ ἀπορρέουσα· ἔσθ’ ὅτε δὲ καὶ μαινομένους ἢ ἀποπλήκτους ποιεῖ. Ἡ Σελήνη ἀπορρέουσα ἀπὸ κακοποιοῦ καὶ πρὸς κακοποιὸν φερομένη ἔκπτωσιν σημαίνει. Ἡ Σελήνη καὶ ὁ ὡροσκόπος ὑπὸ κακοποιῶν ἐμπεριεχόμενοι ἔκπτωσιν ποιοῦσιν.
Ζήτει λοιπὸν τοὺς τριγωνικοὺς δεσπότας τοῦ αἱρετικοῦ φωτὸς κακῶς γὰρ κείμενοι καὶ ὑπὸ κακοποιῶν θεωρούμενοι ἢ ὕπαυγοι ἔκπτωσιν ποιοῦσι. Ὁμοίως δὲ καὶ ὁ οἰκοδεσπότης τῆς γενέσεως κακῶς κείμενος καὶ ὑπὸ κακοποιῶν θεωρούμενος ἐκπτώτους ποιεῖ τὰς γενέσεις. Ἔτι δὲ καὶ ὁ κλῆρος τῆς τύχης καὶ τοῦ δαίμονος καὶ οἱ κύριοι αὐτῶν κακῶς κείμενοι καὶ ὕπαυγοι καὶ ὑπὸ κακοποιῶν θεωρούμενοι μετὰ καὶ τοῦ ια′ τοῦ κλήρου τῆς τύχης ἐκπτώσεώς εἰσιν δηλωτικοί. Κρόνος καὶ Ἄρης ἑξάγωνοι Ἡλίῳ καὶ Σελήνῃ αἰτιατικὰς τὰς γενέσεις ποιοῦσιν. Ὁ Ἥλιος καὶ ἡ συνοδοπανσέληνος ὑπὸ κακοποιῶν θεωρούμενοι, αἰτιατικὰς τὰς γενέσεις ποιοῦσιν. Ἔτι δὲ ὡροσκόπος ἢ Σελήνη ὑπὸ κακοποιῶν θεωρούμενοι ἐπινόσους τὰς γενέσεις ποιοῦσι. Οἱ δὲ κύριοι τῶν συνοδοπανσελήνων ἀπόστροφοι τῶν τόπων ἢ ἐναντιούμενοι τοῖς τόποις ἐναντιώσεων καὶ δυστευξιῶν εἰσι δηλωτικοί. Αἱ συνοδοπανσέληνοι καὶ οἱ κύριοι αὐτῶν ἐν τῷ ιβ′ ἢ τῷ η′ κείμενοι ἔκπτωσιν ποιοῦσιν, ἐξαιρέτως δὲ εἰ καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσιν. Ὁ Ἥλιος μὴ ἐπιθεωρῶν τὸν κλῆρον τῆς τύχης ἢ τὸν κύριον αὐτοῦ μήτε κατὰ τὰ ἰσανάφορα μήτε κατὰ τὰς ἰσοδυναμίας μήτε κατὰ τὰς ὁμοζωνίας ἔκπτωσιν ἀποτελεῖ. Οἱ κακοποιοὶ μόνοι ἐπιφερόμενοι τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι ἔκπτωσιν ποιοῦσι πλεῖον δὲ οἱ παραιρέται ἢ ὁριοκράτορες Ἡλίου καὶ Σελήνης κακῶς κείμενοι καὶ ὕπαυγοι πεπτωκότες τοὺς γονεῖς ἢ τοὺς τεχθέντας ταπεινοὺς ποιοῦσι.
79. Περὶ φάσεων τῆς Σελήνης
Εἰσὶ τῆς Σελήνης φάσεις ια′· σύνοδος· εἶτα ἀπόστημα τοῦ Ἡλίου μοίρας ιε′, ἀνατολή· τρίτον ἀπόστημα μοίρας με′ μηνοειδής· τέταρτον ἀπόστημα τοῦ Ἡλίου μοίρας ϙ′, διχότομος· πέμπτον ἀπόστημα τοῦ Ἡλίου ἀπὸ μοίρας ϙα′ ἕως ρλε′ καὶ καλεῖται ἀμφίκυρτος· ἕκτον ἀποστάσα τοῦ Ἡλίου μοίρας ρπ′ πανσέληνος· ἕβδομον ἀποστάσα τῆς πανσελήνου μοίρας ρξε′ μηνοειδής· ** ἑνδέκατον πληρωθεῖσα ἀπὸ Ἡλίου μοίρας τξ′ δύσις ἢ καὶ ἀφώτιστος.
Τούτων τῶν φάσεων τοὺς κυρίους καὶ τοὺς τόπους ἀπὸ τοῦ ὡροσκόπου [τοὺς οἰκοδεσπότας] χρὴ ζητεῖν· ὁ μὲν γὰρ τόπος τῆς φάσεως τὸν τόκον καὶ τὴν πρώτην ἡλικίαν σημαίνει· ὁ δὲ κύριος τῆς φάσεως τὴν δευτέραν ἡλικίαν. Ἐὰν οὖν τὸ ζῴδιον τῆς φάσεως ἢ ὁ κύριος τοῦ ζῳδίου ἐν κακῷ τόπῳ τύχῃ καὶ ὑπὸ κακοποιῶν κατοπτευθῇ, ἀγενεῖς καὶ καθαιρετικοὺς ποιεῖ τὰς γενέσεις· ἐὰν δὲ ἐπίκεντρος ἡ φάσις τύχῃ καὶ ὁ κύριος αὐτῆς ὑπὸ ἀγαθοποιῶν θεωρηθῇ, εὐγενεῖς καὶ ἔνδοξοι γενήσονται. Ἑὰν δὲ ὁ μὲν τόπος ἐν χρηματιστικοῖς ζῳδίοις τύχῃ, ὁ δὲ κύριος παραπέσῃ καὶ ὑπὸ κακοποιῶν θεωρηθῇ, ἐλεύθεροι γεννηθέντες ἢ καλῶς ἀναχθέντες, ἐνδείαις καὶ ὑποταγαῖς περιτραπήσονται. Ἐὰν δὲ ὁ μὲν κύριος ἐν χρηματιστικοῖς ζῳδίοις εὑρεθῇ, ὁ δὲ τόπος παραπέσῃ, ἐν τοῖς πρώτοις χρόνοις κακοπαθήσαντες περὶ τὰς ὑποταγὰς καὶ ** ἐξ ὑστέρου ἐλευθερίας καὶ προκοπῆς ἀξιωθήσονται, μάλιστα εἰ καὶ ὑπὸ ἀγαθοποιῶν θεωρηθῶσιν.
Ἐὰν δὲ τοῦ τόπου καὶ τοῦ κυρίου παραπεπτωκότων ἀγαθοποιοὶ ἐπιθεωρήσωσι, μετὰ τοὺς τῶν κακοποιῶν χρόνους τῆς ὑποταγῆς ἢ τῆς αἰχμαλωσίας ἀπαλλαγέντες ἐν περιούσιᾳ γενήσονται. Ἐὰν δὲ ὁ μὲν τόπος ὑπὸ κακοποιῶν θεωρηθῇ, ὁ δὲ κύριος ὑπὸ ἀγαθοποιῶν, ὑποτακτικοὶ γεννηθέντες, ἐλευθέρως ἀνατραφήσονται ἢ εἰς ὑποβολὴν καὶ τεκνοποιΐαν χωρήσουσιν. Ἐὰν δὲ ὁ μὲν τόπος ὑπὸ ἀγαθοποιῶν θεωρῆται, ὁ δὲ οἰκοδεσπότης ὑπὸ κακοποιῶν, ἐλεύθεροι γεννηθέντες εἰς δουλείαν ἀνατραφήσονται, ἢ ἑαυτοὺς ἐν ὑποταγῇ παραδώσουσι διὰ τροφῆς ἔνδειαν ἢ πίστεως ἢ πράξεως ἀφορμήν. — Αἱ σύνοδοι καὶ διχότομοι τῆς Σελήνης ὑπὸ Κρόνου θεωρούμεναι, ἐκπτώσεως εἰσὶ δηλωτικαί. Αἱ πανσέληνοι καὶ ἀναδιχότομοι ὑπὸ Ἄρεως θεωρούμεναι ἀοιδίμους τὰς ἐκπτώσεις ποιοῦσιν, ἐπὶ μὲν τῶν στερεῶν ζῳδίων ἅπαξ, ἐπὶ δὲ τῶν δισώμων πλεονάκις, ἐπὶ δὲ τῶν τροπικῶν δημοσίως καὶ περιθρυλλήτως. Καὶ ἐπίκεντροι μὲν οὖν ἐκ μεγίστης τύχης πίπτουσιν, ἐπαναφερόμενοι δὲ ἐξ ἑτέρων ἑτέρα ὑπομένουσιν, ἀποκεκλικότες δὲ εἰς φυγὴν καὶ ὕβρεις καὶ βασάνους καὶ πλεονεξίας καὶ βιαιοθανασίας ἐκπεσοῦνται.
80. Περὶ Ἀναβιβάζοντος καὶ Καταβιβάζοντος
Ἐὰν ὁ Ἀναβιβάζων ᾖ μετὰ Διὸς ἢ Σελήνης ἢ Ἀφροδίτης ἢ Ἡλίου, ἐκπτώσεις ποιεῖ· καὶ μετὰ μὲν Ἡλίου τὸν πατέρα σινοῖ, μετὰ δὲ Σελήνης τὴν μητέρα ἢ εὐτελίζει ἢ ὑβρισμένην λέγει, μάλιστα εἰ ἐπίκεντρος εἴη. Ὁ Ἀναβιβάζων μετὰ Κρόνου καὶ Ἄρεως τὸ αὐτὸ ποιεῖ, ἐξαιρέτως δὲ εἰ ἐπίκεντροι εἶεν. Ἐπὶ μὲν τῶν ἀγαθοποιῶν ὁ Ἀναβιβάζων καλός, ἐπὶ δὲ τῶν κακοποιῶν ὁ Καταβιβάζων καλός. Οἱ τριγωνικοὶ δεσπόται τῶν φώτων, ὁ πρῶτος καὶ ὁ δεύτερος, ἀσύμφωνοι πρὸς ἀλλήλους τυχόντες ἢ ἐναντιούμενοι ἑαυτοῖς καὶ μὴ θεωρούμενοι ἡμέρας μὲν ὑπὸ Ἡλίου, νυκτὸς δὲ ὑπὸ Σελήνης αἰχμαλώτους ποιοῦσιν ἢ δουλεύοντας ἢ φυγάδας διὰ τὰ συμβαίνοντα αὐτοῖς ἐν τῇ πατρίδι κακά. Ἡ Σελήνη καὶ ὁ Κρόνος ἐν ἑνὶ ζῳδίω τυχόντες ἐκπτώτους ἀεὶ ποιοῦσιν, ἀλλὰ μετὰ λϛ′ ἐνιαυτοὺς ἀνανεύοντας, εἴπερ ἐν καλῷ τόπῳ τύχωσιν. Ἐὰν ὁ κύριος τοῦ κλήρου τῆς τύχης εὑρεθῇ ἐν τῷ ζ′ ἢ τῷ ὑπογείῳ, ἔκπτωσιν δηλοῦσιν, εἰ δὲ ἐν τῷ η′ ᾖ, δι’ ὀνείρων τὰς κτήσεις δίδωσι καὶ οὐ παραμόνους· οἱ κακοποιοὶ μόνοι καθυπερτεροῦντες τὰ φῶτα κατὰ τετράγωνον ἢ ἑξάγωνον μεγάλους κινδύνους ποιοῦσιν, ἔσθ’ ὅτε δὲ καὶ βιαιοθανασίαν.
81. Καθολικὰ σχήματα εὐτυχούντων
Τάς εὐτυχεῖς γενέσεις, αἱ τῶν φώτων δορυφορίαι ποιοῦσι κατὰ τὴν αἵρεσιν τυχοῦσαι, καὶ αἱ τῶν ἀγαθοποιῶν πρὸς αὐτοὺς ἐμπεριοχαὶ καὶ οἱ συσχηματισμοὶ καὶ οἱ τριγωνικοὶ δεσπόται τοῦ αἱρετικοῦ φωτὸς καλῶς κείμενοι φάσει καὶ τόπῳ καὶ ὑπὸ ἀγαθοποιῶν καλῶς θεωρούμενοι καὶ αἱ προγενόμεναι συζυγίαι καὶ οἱ κύριοι αὐτῶν καλῶς κείμενοι καὶ ὑπὸ ἀγαθοποιῶν θεωρούμενοι καὶ οἱ κλῆροι τῆς τύχης· καὶ τοῦ δαίμονος καλῶς κείμενοι μετὰ τῶν κυρίων αὐτῶν φάσει καὶ τόπῳ καὶ ὑπὸ ἀγαθοποιῶν θεωρούμενοι, ἀλλὰ δὴ καὶ ὁ ια′ τοῦ κλήρου τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ καλῶς κείμενοι καὶ ὑπὸ ἀγαθοποιῶν θεωρούμενοι, ὁμοίως δὲ καὶ οἱ ὁριοκράτορες καὶ οἱ οἰκοδέκτορες τῶν φώτων καὶ τοῦ ὡροσκόπου καλῶς κείμενοι φάσει καὶ τόπῳ. Ζήτει δὲ καὶ τὴν τριταίαν καὶ ἑβδομαίαν καὶ τεσσαρακοσταίαν τῆς Σελήνης εἰ ὑπὸ ἀγαθοποιῶν θεωροῦνται· οὐ μὴν ἀλλὰ καὶ τὰς λαμπρομοιρίας τῶν ἀστέρων καὶ τὰς ἰσομοίρους παρανατολὰς αὐτῶν πρὸς τοὺς ἀπλανεῖς ἀστέρας τοῦ πρώτου καὶ δευτέρου μεγέθους τετυχηκότας κατὰ τὰς χρήσεις αὐτῶν.
Ζήτει δὲ καὶ τοὺς οἰκοδεσπότας τῶν γενέσεων καὶ τοὺς οἰκοδεσπότας † αὐτῶν πῶς κεῖνται φάσει καὶ τόπῳ καὶ ἀπὸ τίνων θεωροῦνται. Ταῦτα γὰρ πάντα τὰ σχήματα καλῶς πεπτωκότα μεγάλας καὶ παραδόξους ποιοῦσι τὰς εὐτυχίας· εἰ δὲ τῷ μὲν ὡροσκόπῳ ἀσύμφωνοι τύχωσι, τῷ δὲ κλήρῳ τῆς τύχης συμφωνήσωσι, καὶ οὕτως εὐτυχεῖς γίνονται. Ζήτει δὲ καὶ τὸν Ἀναβιβάζοντα πρὸς τοὺς ἀγαθοποιοὺς καὶ τὴν Σελήνην καὶ τὸν Ἥλιον. Φυλάττου δὲ μή τι τῶν ἐγκειμένων σχημάτων ἐν τῷ περὶ ἐκπτώσεως κεφαλαίῳ τύχῃ ἐπὶ τῆς γενέσεως κείμενον· καὶ ἐπισφαλῆ καὶ οὐ παράμονον ποιήσει τὴν εὐτυχίαν· τὸ γὰρ εὐτυχεῖν μέχρι θανάτου τοῖς πολλοῖς σπάνιόν τε καὶ ἀβέβαιον. Πρὸς δὲ τούτοις πᾶσι τοῖς προειρημένοις ἀναγκαῖόν ἐστιν ζητῆσαι καὶ τὰ πλάτη καὶ τὰς φάσεις τῶν ἀστέρων καὶ τὰς συναφὰς καὶ τὰς ἀπορροίας τῆς Σελήνης κατὰ μῆκος καὶ κατὰ πλάτος, καὶ ἐὰν ἀπὸ ἐλαχίστου δρομήματος ἡ Σελήνη ἐπὶ μεῖζον ἥξει δρόμημα· καὶ τοῦτο γὰρ τὸ σχῆμα εὐτυχίας ἐστὶν σημαντικὸν μετὰ καὶ τῶν λοιπῶν σχημάτων. Φυλάττου δὲ καὶ τὰ σχήματα τοῦ κεφαλαίου τοῦ περὶ βιαιοθανάτων· πολλοὶ γὰρ εἰς ἄκρον εὐτυχήσαντες, βίαιον θάνατον ἐσχήκασι. Φησὶ δὲ Οὐάλης ἐν τῷ θ′ βιβλίῳ ὅτι τῆς ὑποστάσεως ἐπὶ τοῦ τῆς γενέσεως καλῶς κειμένης, ἐὰν τύχῃ ὁ κλῆρος τῆς τύχης Καρκίνῳ ἢ Λέοντι ἢ Ζυγῷ ἢ Ὑδροχόῳ ὑπὸ ἀγαθοποιῶν θεωρούμενος ἐν χρηματιστικοῖς ζῳδίοις, ἡγεμονικὰς καὶ βασιλικὰς καὶ στραταρχικὰς γενέσεις ποιεῖ.
82. Περὶ πράξεως καὶ ἐπιτηδεύματος
Τὸν περὶ πράξεως καὶ ἐπιτηδεύματος λόγον ἀναγκαῖον ὄντα ἐσπούδασα καθυποτάξαι τὴν ἐπιλογὴν ποιούμενος ἐκ διαφόρων ἀρχαίων πρὸς τὸ ἄπταιστον τῆς ἐπιστήμης. Περὶ οὖν τούτου τοῦ κεφαλαίου ἐπαινῶ καὶ τὸν Ἀνουβίωνα εἰρηκότα οὕτως·
ἐν πράξει πρῶτον ζήτει σίνος· ἐκ γὰρ ἐκείνου οὔτε τέχνην λαμπραν οὔτε τύχην ἔπορε,
καὶ ὅτι δεῖ τὸν πρῶτον τὸν πρακτικὸν τὸν περὶ σίνους λόγον ἐξετάζειν, ἐπεὶ πῶς οἷόν τε τὸν ποδαγρὸν ἀθλητὴν γενέσθαι ἢ τὸν χειραγρὸν σκυτέα ἢ τὸν τυφλὸν ῥάπτην προσκεψάμενοι οὖν τὸν περὶ σίνους λόγον εἰς τὴν τῆς πράξεως ἔλθωμεν ποιότητα οὕτως· οἱ οὖν τῶν πράξεων δοτῆρές εἰσιν Ἑρμῆς, Ἀφροδίτη, Ἄρης· οἱ δὲ πρακτικοὶ τόποι ὡροσκόπος, μεσουράνημα, ὑπόγειον, καὶ αἱ τούτων ἐπαναφοραί, ἀλλὰ δὴ καὶ ὁ ἕκτος τόπος καὶ ὁ κλῆρος τῆς τύχης καὶ ἡ συναφὴ τῆς Σελήνης καὶ ὁ πρὸ ἑπτὰ ἢ μεθ’ ἑπτὰ ἡμερῶν ποιῶν φάσιν ἑῴαν ἢ ἑσπερίαν ἀνατολήν. Ἐὰν οὖν τύχωσι ὅ τε Ἑρμῆς καὶ ἡ Ἀφροδίτη καὶ ὁ Ἄρης ἀπόστροφοι τοῦ μεσουρανήματος καὶ τοῦ ὡροσκόπου δυσπράκτους τοὺς τοιούτους ποιοῦσι, μάλιστα εἰ καὶ ὁ κύριος τοῦ μεσουρανήματος τύχῃ ἐν ἀλλοτρίῳ ζῳδίῳ· καὶ αὐτὸς γὰρ πρᾶξιν δίδωσιν ἐν τῷ μεσουρανήματι τυχών· φησὶ δὲ καὶ Ἀνουβίων ὅτι δεῖ ζητεῖν τὴν Σελήνην ἀπὸ συνόδου ἢ πανσελήνου πρὸς τίνα φέρεται καὶ πρὸς ἐκεῖνον τὴν πρᾶξιν λέγειν, οἷον εἰ μὲν τῇ Ἀφροδίτῃ συνάπτῃ ἀπὸ συνόδου ἢ πανσελήνου τὰς εὐτυχίας ἀπὸ γυναικῶν δίδωσιν, εἰ δὲ τῷ Διὶ εὔπορον καὶ εὐσχήμονα ποιήσει, εἰ δὲ πρὸς τὸν Ἄρη, στρατιωτικὸν τὸν τοιοῦτον ἐποίησεν, εἰ δὲ τὸν Ἑρμέα, γραμματικὸν ἢ ῥήτορα ἢ σοφόν, εἰ δὲ τὸν Κρόνον, ποιεῖ φροντιστὴν καὶ ἐπίτροπον καὶ οἰκονόμον. Καὶ ταῦτα δεῖ παραφυλάττειν τὰ σχήματα ἐν τῷ περὶ πράξεως λόγῳ.
Καὶ εἰ μὲν ὁ τὴν πρᾶξιν παρέχων τύχῃ ἐν ἰδίῳ οἴκῳ, αὐτὸς τὴν ἰδίαν πρᾶξιν παρέχει, ἥνπερ ἔλαχε φύσει· εἰ δὲ ἐν ἀλλοτρίῳ ζῳδίῳ τύχῃ, συμπαραλαμβάνει καὶ τὸν ὑποδεξάμενον τὸν τὴν πρᾶξιν παρέχοντα, οἷον ἐὰν ὁ τὴν πρᾶξιν παρέχων τύχῃ ἐν οἴκοις Διὸς εὐκλεεῖς καὶ εὐθύμους καὶ εὐφαντασιώτους τὰς πράξεις ποιεῖ· εἰ δὲ οἴκοις Κρόνου, ῥυπαρὰς καὶ ἐπιμόχθους καὶ ἐπονειδίστους· εἰ δὲ Ἄρεως, δι’ ὅπλων ἢ πυρὸς ἢ σιδήρου ἢ σιδηρουργίας ἢ δημοσίων πραγμάτων, εἰ δὲ οἴκοις Ἀφροδίτης, ὅσα πρὸς γυναικεῖα ἔργα ἢ μουσικὰ ἢ ὑφάντας ἢ ζωγράφους ἢ πλάστας ἢ μυροπώλας ἢ ἀνθοπλόκους ἢ βαφεῖς ἢ πορφυροπώλας καὶ τὰ ὅμοια· εἰ δὲ καὶ Ζεὺς ἐπίδοι τὸν κλῆρον τῆς πράξεως ἐν οἴκοις Ἀφροδίτης, ἱερέων ἢ τελεστῶν ἢ τελετῶν χάριν τιμηθήσονται οἱ τοιοῦτοι· εἰ δὲ ἐν οἴκοις Ἑρμοῦ, ποιεῖ τὰς πράξεις ἀπὸ παιδείας ἢ σοφίας ἢ λογογραφίας ἢ ψήφων ἢ λόγων ἢ καλάμου ἢ ἐμπορίας ἢ ἀπὸ σταθμοῦ καὶ ζυγοῦ τὸν βίον ἔχοντας· εἰ δ’ ἐν οἴκῳ Ἡλίου, τὰς ἐν ἀγορᾷ ἢ φανερὰς δίδωσι τέχνας ἢ ἀπὸ πυρὸς ἢ σιδήρου τὴν τέχνην δίδωσι· εἰ δ’ ἐν οἴκῳ Σελήνης, αὐτομαθεῖς καὶ αὐτοδιδάκτους τὰς τέχνας παρέχει.
Καὶ ταῦτα μὲν οὖν ἐκ τῆς τοπικῆς διακρίσεως· καὶ τῶν ζῳδίων δέ, ἐν οἷς ἂν ὦσιν οἱ τὸ πράττειν παρέχοντες, αἱ κατ’ εἶδος ἰδιοτροπίαι συλλαμβάνονται πρὸς τὸ ποικίλον τῆς πράξεως, καθὼς ὁ Πτολεμαῖος διδάσκει· τὰ μὲν γὰρ ἀνθρωπόμορφα ζῴδια ὑποδεξάμενα τὸν τὴν πρᾶξιν παρέχοντα ἐνεργεῖ πρὸς πάσας τὰς ἐπιστημονικὰς τέχνας καὶ τὰ πρὸς τὴν ἀνθρωπίνην χρείαν γινόμενα· τὰ δὲ τετράποδα πρὸς τὰ μεταλλικὰ καὶ ἐμπορικὰ καὶ οἰκοδομικὰ καὶ τεκτονικὰ τὰ δὲ ἰσημερινὰ πρὸς τὰς ἐρμηνευτικὰς καὶ μεταβολικὰς καὶ γεωμετρικὰς καὶ ἱερατικάς, τὰ δὲ χερσαῖα καὶ κάθυγρα πρὸς τὰ ἔνυγρα ἢ δίυγρα καὶ τὰς βοτανικὰς καὶ τὰς ναυπηγικάς, ἔτι δὲ περὶ ταφὰς καὶ ἁλιείας.
Ἰδίως δὲ ἐπὰν ἡ Σελήνη τὸν πρακτικὸν τόπον ἐπισχῇ τὸν ἀπὸ συνόδου δρόμον ποιουμένη σὺν τῷ τοῦ Ἑρμοῦ ἐν μὲν Ταύρῳ καὶ Αἰγοκέρωτι καὶ Καρκίνῳ ποιεῖ μάντεις ἢ θύτας ἢ λεκανομάντεις· ἐν δὲ Τοξότῃ καὶ Ἰχθύσιν νεκυομάντεις καὶ δαιμόνων συνετικοὺς· ἐν δὲ Παρθένῳ καὶ Σκορπίῳ μάγους, ἀστρονόμους, ἀποφθεγγομένους, προγνωστικούς· ἐν δὲ Κριῷ καὶ Λέοντι καὶ Ζυγῷ θεολήπτους, ὀνειροκρίτας, ἐξορκιστάς. Τὸ δὲ μέγεθος τῶν πράξεων ἀπὸ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων δυνάμεως κριθήσεται· ἀνατολικοὶ μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι τὰς πράξεις καθολικὰς ποιοῦσι, δυτικοὶ δὲ ἢ ἀποκεκλικότες ὑπὸ προγόνων. Καὶ ὑπὸ μὲν ἀγαθοποιῶν μαρτυρούμενοι, μεγάλους καὶ ἐπιδόξους καὶ ἐπικερδεῖς καὶ ἀπταίστους καὶ ἐπαφροδίτους τὰς πράξεις ποιοῦσι· ὑπὸ δὲ κακοποιῶν ταπεινοὺς καὶ ἀδόξους καὶ ἀπερικτήτους καὶ ἐπισφαλεῖς. Κρόνου μὲν ἐναντιουμένου καταψύξεις καὶ χρώματος καὶ † τοσίας αὔξησιν καὶ πράξεις, Ἄρεως δὲ ῥιψοκινδυνίας καὶ περιβοησίας.
83. Περὶ τῶν γ′ ἀστέρων τῶν σημαινόντων τὰς πράξεις
Ὁ μὲν οὖν τῆς πράξεως τὴν οἰκοδεσποτείαν λαβὼν διακριθήσεται ἡμῖν καθ’ ὂν προειρήκαμεν τρόπον· τὴν δὲ ποιότητα τῆς πράξεως ἐκ τῆς ἰδιοτροπίας Ἑρμοῦ καὶ Ἀφροδίτης καὶ Ἄρεως καὶ ἐκ τῆς τῶν ζῳδίων, ἐν οἷς ἂν τύχωσιν παραπορευόμενοι, ληψόμεθα.
Ὁ μὲν γὰρ τοῦ Ἑρμοῦ τὸ πράσσειν παρέχων ποιεῖ γραμματέας, πραγματευτάς, τραπεζίτας, μάντεις, ἰατροὺς καὶ ἀστρολόγους, θύτας, νομικούς, ῥήτορας καὶ ὅλως τοὺς ἀπὸ γραμμάτων καὶ δόσεων καὶ λήψεων γινομένους ἢ ἐργαζομένους· κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἀλλοτρίων οἰκονόμους ἢ ὀνειρικρίτας ἢ ἐν ἱεροῖς ἀναστροφὰς ποιουμένους προφάσει μαντειῶν, ἐνθουσιασμῶν ἢ μαθημάτων· ὁ δὲ τοῦ Διός, νομογράφους, ῥήτορας, σοφιστάς, μετὰ μεγάλων προσώπων ἔχοντας τὰς ἀναστροφάς· ὁ δὲ τοῦ Ἄρεως αὐτῷ συμπαρὼν ποιεῖ θύτας, χειρουργοὺς ἢ ὁπλοφόρους ἢ ἀπὸ πυρὸς ἢ σιδήρου τὰς τέχνας ἔχοντας. Καὶ ἐὰν μὲν τύχῃ ὁ τοῦ Ἑρμοῦ ἐν τῷ κακοδαιμονοῦντι, ποιεῖ κακοπράγμονας, κακοτρόπους, φιλοδίκους· εἰ δὲ Κρόνος καὶ Ἄρης αὐτῷ μαρτυρήσωσι καλῶς κείμενοι, ποιοῦσι θύτας καὶ ἀστρολόγους ἢ μυθῳδούς. Εἰ δὲ καὶ Ζεὺς τούτοις ἐπιμαρτυρήσῃ, χάριν τῶν προειρημένων γνωστὸς ἔσται καὶ προσφιλὴς παρὰ μεγιστάνων ἢ βασιλέων.
Ἄρης τὸ πράσσειν παρέχων καὶ μαρτυρῶν ἢ ὡροσκοπῶν ποιεῖ λαξευτὰς ἢ τέκτονας ἢ λιθοέργους. Εἰ δὲ Ἥλιος αὐτῷ συμμαρτυρήσῃ, ποιεῖ χαλκοτύπους ἢ ἱερουργοὺς ἢ βαφέας ἢ ὅσα διὰ πυρὸς καὶ σιδήρου. Εἰ δὲ Ἀφροδίτη ἐπιμαρτυρήσῃ τῷ Ἄρει, ἀπὸ πυρὸς ἢ σιδήρου ἢ ἀκμόνων τὰς τέχνας δίδωσι μάλιστα ἐπὶ ἡμερινῆς γενέσεως. Ὁ Ἄρης καὶ ἡ Σελήνη καὶ ἡ Ἀφροδίτη ἐπικείμενοι ποιοῦσι λῃστὰς καὶ θυρεπανοίκτας.
Ὁ δὲ τῆς Ἀφροδίτης τὸ πράσσειν παρέχων ποιεῖ μυροπώλας ἢ οἰνοπώλας ἢ ἀνθοπώλας ἢ χρωμάτων ἢ βαφῶν ἢ ἀρωμάτων πραγματεύτας ἢ φαρμακοπώλας, ὑφαντάς, ζωγράφους, βαφέας, ἰματιοπώλας, καὶ ὅσα πρὸς γυναικεῖον κόσμον ἀνῆκε. Ἐὰν ὁ μὲν τοῦ Κρόνου αὐτῇ μαρτυρήσῃ, ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον, γόητας δὲ καὶ φαρμακοποιούς, ἢ καὶ δημοσίων τόπων ἄρχουσιν ἢ ἱερῶν τοῦ Κρόνου καλῶς κειμένου. Ἐὰν δὲ ὁ τοῦ Διὸς μαρτυρήσῃ, ποιεῖ μουσικὸν ἢ ὑποκριτὴν λογίων, ἱερῶν προϊστάμενον ἢ γυναικῶν φροντίζοντα. Ὁ δὲ τοῦ Ἄρεως αὐτῷ συμπαρὼν μετὰ μὲν Ἡλίου συσχηματισθεὶς τοὺς διὰ πυρὸς ἐργαζομένους ποιεῖ, μαγείρους, χωνευτάς καύστας, μεταλλευτάς· χωρὶς δὲ Ἡλίου ἑστὼς τοὺς διὰ σιδήρου τὰς ἐνεργείας ἔχοντας, ναυπηγούς, τέκτονας, γεωργούς, λατόμους, λιθοξόους, λιθουργούς, ξυλοσχίστας. Κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ποιεῖ ναυτικούς, ἀντλητάς, ὑπονομευτάς, θηριοτρόφους, μαγείρους, περιχύτας, βαλανέας. Ἐὰν δὲ Ζεὺς μαρτυρήσῃ Ἀφροδίτην καὶ Ἄρεα, ποιήσει ὑπερέχοντας, στρατιώτας, τελώνας, πανδοχέας, θυσιουργούς.
Ἄρης καὶ Ἑρμῆς τὸ πράσσειν παρέχοντες ποιοῦσιν ἀνδριαντοποιοὺς ἢ τέχνην τινὰ ἀπὸ πυρὸς ἢ σιδήρου, ἢ πάλιν ὁπλουργούς, κατηγόρους, μοιχικούς, ἱερογλύφους, ζωοπλάστας, ἰατρούς, χειρουργούς, κακοπράγμονας, πλαστογράφους. Κἂν ὁ τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ, φονέας, ἅρπαγας, ἀπελάτας, λῃστάς. Ἐὰν δὲ ὁ τοῦ Διὸς αὐτοῖς μαρτυρήσῃ, φιλομάχους, δράστας, δεινούς, φιλοπράγμονας καὶ ἀλλοτρίων φροντίζοντας.
Ὁ δὲ Ἄρης καὶ ὁ Κρόνος καὶ ὁ Ἥλιος ἐν τοῖς πρακτικοῖς τόποις τυχόντες, ἐξαιρέτως δὲ ὡροσκοποῦντες ἢ μεσουρανοῦντες, ποιοῦσιν ναυτικούς, πλεύστας. Καὶ Ἑρμῆς ἐν τῷ γ′ καὶ Ἄρης ἐν τῷ θ′ κυνηγοὺς ποιοῦσιν. Ὁ Ἄρης καὶ ὁ Ἑρμῆς οἴκοις ἢ ὁρίοις Ἀφροδίτης ποιοῦσιν ἰατρούς. Ὁ Ἄρης καὶ ὁ Ἑρμῆς ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιοῦσιν φιλόπλους, θρασυτόλμους ἢ ὁπλίτας. Κρόνος ἐπὶ τοῦ τῆς πράξεως τόπου παρών, ἐπὰν ὁ Κρόνος παραιρέτης καὶ ἐν ἀλλοτρίῳ ζῳδίῳ τύχῃ ἐν τῷ μεσουρανήματι, τὰς δι’ ὑγρῶν ποιεῖ τέχνας, τουτ’ ἐστὶ ἀντλητάς, κηπουροὺς ἢ ἁλιεύοντας καὶ τὰς παρύγρους πράξεις παρέχει μετὰ κόπου καὶ μόχθου κάμνοντας. Ὁ δὲ Κρόνος καὶ Ἄρης καὶ Σελήνη ὡροσκοποῦντες ἢ μεσουρανοῦντες ποιεῖ φιλοσόφους, ῥήτορας ἢ ἀστρολόγους. Τοῦ ὡροσκόπου Καρκίνῳ ἢ Σκορπίῳ ἢ Ἰχθύσι ὄντος Ζεὺς καὶ Κρόνος ὑπογείῳ ποιοῦσι βοτανικοὺς ἢ θηριοδείκτας. Ὁ Κρόνος ὡροσκοπῶν Ἄρεως δύνοντος ποιοῦσι κυνηγοὺς ἢ θηριομάχους ἢ κυνοβρώτους. Ὁ Κρόνος καὶ ἡ Σελήνη δύνοντες ἐν καθύγροις ζῳδίοις ποιοῦσι ναυτικοὺς ἢ πλευστικούς. Ὁ Κρόνος μεσουρανῶν Ἄρης δύνων μισέλληνας, ἀλλοφύλους ποιοῦσιν.
Ἀφροδίτη καὶ Ἄρης τὸν οἶκον δεσποτεύοντες, τὴν οἰκοδεσποτείαν τῆς πράξεως εἰληφότες, ποιοῦσιν βαφέας, μυρεψούς, χωνευτάς, χρυσοχόους, λιθογλύφους, ἀργυροκόπους, ὀπλορχηστάς, φαρμακοποιούς, ἰατρούς. Κἂν μὲν ὁ τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ, ἱερῶν ζῴων θεραπευτὰς ἤγουν θηρευτάς, ἀνθρώπων ἐνταφιαστάς, θρηνῳδούς, ἐνθουσιαστάς, ὅπου μυστήρια καὶ θρῆνοι καὶ αἱμαγμοὶ τὰς ἀναστροφὰς ποιούμενοι· ἐὰν δὲ ὁ τοῦ Διὸς αὐτοῖς μαρτυρήσῃ, ποιοῦσιν ἱεροπλόκους, οἰωνιστάς, γυναικῶν προϊσταμένους, ἐκγαμιστὰς ἢ μαυλιστάς.
Ἐὰν δὲ ὁ Ἥλιος αὐτοῖς μαρτυρήσῃ, νευροβάτας ποιεῖ, μαγγαναρίους· εἰ δὲ καὶ Κρόνος καὶ Ἥλιος αὐτοῖς μαρτυρήσωσιν, οἰκοδόμους ποιοῦσιν ἢ κεραμουργούς.
Ἄρης καὶ Ἀφροδίτη ἰσομοίρως τυχόντες, εἰ καὶ τὰ δωδεκατημόρια τύχωσι τετράγωνα ἐν αὐτοῖς ἢ τρίγωνα ἢ διάμετρα, ποιοῦσι μοιχοὺς μεθυστάς, ἀπατεῶνας. Ἄρης καὶ Ἀφροδίτη ἐν τοῖς ὑπογείοις ποιοῦσι σχοινοβάτας ἢ θεοφορουμένους. Ἄρης καὶ Ἀφροδίτη ἐν τῷ γ′ ἢ ἐν τῷ θ′ ποιοῦσιν ἰατρούς.
Ἑρμῆς καὶ Ἀφροδίτη τὴν πρᾶξιν παρέχοντες ποιοῦσι τὰς πράξεις ἀπὸ μουσικῆς καὶ ὀργάνων καὶ μελῳδιῶν ἢ ποιημάτων ἢ ὀρχήσεων καὶ ῥυθμῶν, καὶ μάλιστα ὅταν τοὺς τύπους ὦσιν ἐναλλάξαντες. Ἀποτελοῦσιν οὖν θυμελικούς, ὑποκριτάς, σωματεμπόρους, ὀργανοποιούς, κιθᾳρωδούς, τραγῳδούς, ὑφαντάς, πλάστας, ζωγράφους. Κἂν ὁ μὲν τοῦ Κρονου αὐτοῖς μαρτυρήσῃ, ποιεῖ ἐμπορευομένους κόσμους γυναικείους. Ἐὰν δὲ ὁ τοῦ Διὸς αὐτοῖς μαρτυρήσῃ, ποιοῦσιν δικολόγους, λογιστηρίων προϊσταμένους, παίδων διδασκάλους, ὄχλων προεστῶτας, κεκοσμημένους.
Ἐὰν μὲν Ἑρμῆς καὶ Ἀφροδίτη ὡροσκοπῶσι καὶ Ζεὺς δύνῃ, ποιοῦσι μουσικοὺς ἢ φωνικοὺς ἢ ἀθλητάς. Εἰ δὲ εἰς τὸν τῆς πράξεως τόπον τύχωσι Ἑρμῆς καὶ Κρόνος καὶ Ἀφροδίτη, ποιοῦσιν ἰατροὺς ἢ ἐπαοιδοὺς ἢ βοτανικούς· εἰ δὲ καὶ Ζεὺς ἐπιμαρτυρήσῃ αὐτοῖς, ἐκ τούτων τὰς εὐτυχίας ἕξουσιν. Ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη ἐν τοῖς πρακτικοῖς τόποις τυχόντες καὶ ὑπὸ Διὸς θεωρούμενοι ποιοῦσιν ἐλεφαντουργούς, ζωγράφους ἢ χρυσοχόους ἢ κοσμητάς. Ὁ Ἑρμῆς οἴκοις Ἀφροδίτης μετὰ Ἀφροδίτης ποιεῖ αὐλητὰς ἢ κιθᾳρωδούς. Ἀφροδίτη οἴκοις Ἑρμοῦ μετὰ Ἑρμοῦ ποιεῖ ζωγράφους ἢ πλουμαρίους ἢ γλυπτὰς ἢ ἀνδριαντοπλάστας.
Πλέον δὲ πάντων ζήτει τὰ ἀποτελέσματα τῶν συναφῶν καὶ τῶν ἀπορροιῶν τῆς Σελήνης καὶ τῶν ζῳδίων καὶ τῶν παρανατελλόντων καὶ τὰ δεκανικὰ ἀποτελέσματα τῶν συναφῶν καὶ ἀπορροιῶν τῆς Σελήνης. Ὁ δὲ κλῆρος τῆς πράξεως λαμβάνεται ἡμέρας μὲν ἀπὸ Ἑρμοῦ ἐπὶ Ἄρεα, νυκτὸς δὲ ἀνάπαλιν, καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. Ζήτει καὶ τὸ ζῴδιον ἐν ᾧ ἔτυχεν ὁ κλῆρος καὶ τὸν κύριον τοῦ ζῳδίου ἐν ᾧ οἴκῳ ἔτυχε, καὶ οὕτω λέγε τὴν πρᾶξιν.
84. Περὶ τεχνῶν
Μετὰ τὸ σκοπήσαι τὰς τέχνας καὶ τὰ ἐπιτηδεύματα ἀπὸ τῶν ἀστέρων τῶν παρεχόντων τὴν πρᾶξιν, λέγω δὴ Ἄρη, Ἀφροδίτην καὶ Ἑρμῆν, καὶ τῶν ἀπορροιῶν καὶ συναφῶν τῆς Σελήνης, ἔτι δὲ καὶ τῶν ὁριοκρατόρων τοῦ τε ὡροσκόπου καὶ τῶν δύο φωστήρων καὶ τῶν οἰκοδεσποτῶν αὐτῶν καὶ τοῦ κλήρου τῆς τύχης, ἀναγκαῖον ἡγησάμην κατὰ τὴν τῶν ἀστέρων χρηματουργίαν ὑπόταξαι τὰς τέχνας καὶ τὰ ἐπιτηδεύματα.
Ζεὺς καὶ Ἑρμῆς μετὰ Ἄρεος ἢ ὁρίοις Ἄρεος ἀθλητικοὺς ἢ καὶ φιλοπαλαίστρους ποιοῦσι. Λοιπὸν δεῖ σκοπεῖν πρὸς τὴν ἄνεσιν καὶ ἐπίτασιν τῶν σχημάτων καὶ τῶν ἀστέρων καὶ τῶν φάσεων αὐτῶν. Εἰ γὰρ Κρόνος τούτοις συσχηματισθῇ, οὐκέτι ποιεῖ ἀθλητὰς καὶ ἐνδόξους, ἀλλὰ σπουδαίους περὶ τὰ μουσικά. Ἐὰν ὁ τοῦ Ἑρμοῦ ἐπιθεωρήσῃ τὴν Ἀφροδίτην ἐπίκεντρον κατὰ τετράγωνον ἢ ἀλλήλων τὰ ὅρια ὑποδέξωνται ἑῷοι ἀνατολικοὶ ὄντες ἐν ἰδίοις ἢ ἀλλήλων οἴκοις ὄντες ἢ τριγώνοις, φωνικοὺς ποιοῦσιν ἢ κιθᾳρωδοὺς ἢ ὀρχηστὰς ἢ μουσοχόρους ἢ τούτων ὁμοίους.
85. Περὶ ῥητόρων καὶ παιδευτῶν
Ἐὰν ὁ τοῦ Ἑρμοῦ ἐπιθεωρήσῃ τὸν Δία ἐν καλῷ τόπῳ ἑστῶτα καὶ ἀλλήλων ὑποδέξωνται τὰ ὅρια, ἔξαυγοι ὄντες καὶ ἐπίκεντροι καὶ ἐπαναφερόμενοι, ποιοῦσι σοφιστάς, γραμματικοὺς ἢ παιδευτάς.
86. Περὶ μαθηματικῶν ἢ μάντεων
Ἐὰν ὁ Ἑρμῆς ἐν καλῷ τόπῳ τύχῃ, μάλιστα καὶ Κρόνου οἴκῳ, ἔξαυγος καὶ θεωρηθη ὑπὸ Διὸς καὶ Κρόνου καὶ Ἄρεος, ποιεῖ ἀστρολογους, μάντεις ἢ ἱερεῖς. Εἰ δὲ Κρόνος ὡροσκοπῶν τύχῃ οἴκῳ Ἑρμοῦ ἢ ὡροσκοπῇ Ἑρμῆς, ἀπαραβάτους μαθηματικοὺς ποιεῖ.
87. Περὶ βαλανέων
Ἐὰν ὁ Κρόνος ἐπιθεωρῇ τὴν Σελήνην καὶ τὸ δωδεκατημόριον αὐτῆς τῆς Σελήνης οὔσης ὁρίοις Κρόνου, βαλανεῖς ἢ περιχύτας ποιεῖ· εἰ δὲ ἐν ἀποκλίματι τύχωσιν ἢ ἐν τῷ ὑπογείῳ κέντρῳ, μαρμαροξύστας ποιεῖ.
88. Περὶ νεκρεπαρτῶν
Κρόνος ἰσόμοιρος Ἄρει καὶ Ἑρμῇ, θεωρούντων τὰ δωδεκατημόρια ἀλλήλων δίχα τῆς τῶν ἀγαθοποιῶν θεωρίας, νεκροτάφους ἢ νεκροθάπτας ἢ νεκρεπάρτας ἢ τυμβωρύχους ποιοῦσι.
89. Περὶ οἰκοδόμων ἢ κεραμέων
Κρόνος ἰσόμοιρος Ἄρει Κριῷ ἢ Ταύρῳ ἢ Λέοντι ἢ τετράγωνος * ὑπάρχων καὶ ὑπὸ Ἄρεος θεωρούμενος χωρὶς τῆς τῶν ἀγαθοποιῶν ἐπιθεωρίας σκανδουλαρίους ποιεῖ ἢ τοιχοβάτας ἢ οἰκοδόμους ἢ κεραμεῖς ἢ λυχνοποιούς. Εἰ δὲ καὶ Ἀφροδίτη ἐπιθεωρήσῃ, νευροβάτας ποιεῖ.
90. Περὶ μεθυστῶν καὶ κιναίδων καὶ γοήτων
Ὁ Ἄρης τῇ Ἀφροδίτῃ ἰσόμοιρος ** κατὰ τετράγωνον ἢ διάμετρον ἐπιθεωρούντων ἀλλήλων τὰ δωδεκατημόρια ἐκτὸς τῆς τῶν ἄλλων ἐπιθεωρίας ποιοῦσι μεθυστάς, λῃστάς, μοιχούς, ἀναστάτους. Εἰ δὲ Κρόνος ἐπιθεωρήσῃ, ποιεῖ κιναίδους, ἀσελγεῖς, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις.
91. Περὶ τεκτόνων καὶ βυρσέων καὶ λιθοξόων καὶ καβιδαρίων
Ἐὰν ὁ Κρόνος καὶ ἡ Ἀφροδίτη καὶ ὁ Ἄρης ἀλλήλους θεωρήσωσιν ἐν ἀρσενικοῖς ζῳδίοις, μάλιστα Κριῷ καὶ Λέοντι καὶ Τοξότῃ, ποιοῦσι τέκτονας καὶ βυρσεῖς καὶ λωροτόμους. Εἰ δὲ καὶ Ἑρμῆς ἐπιθεωρήσῃ, λιθοξόους ἢ λατόμους ἢ λιθοψήκτας. Εἰ δὲ καὶ Ζεὺς καὶ Σελήνη ἐπιθεωρήσωσι, καβιδαρίους ποιοῦσιν ἢ μαρμαρίους.
92. Περὶ κυνηγῶν καὶ ἱερακοτρόφων καὶ ὀρνιθοτρόφων καὶ ζωγράφων
Ἐὰν ὁ Ἑρμῆς ἔξαυγος ὢν ἰσόμοιρος γένηται τῇ Σελήνῃ καὶ ἐπιθεωρήσωσι τὰ δωδεκατημόρια ἀλλήλων καὶ Ἄρης καὶ Κρόνος διαμετροῦντες ἑαυτοὺς ἐπιτύχωσι τῶν κέντρων, κυνηγοὺς καὶ βηνάτορας. Εἰ δὲ ἐν τοῖς πτερωτοῖς ζῳδίοις τύχωσιν ὁ Ἑρμῆς καὶ ἡ Σελήνη, λέγω δὴ ἐν Παρθένῳ καὶ Τοξότῃ καὶ ταῖς πρώταις μοίραις τῶν Ἰχθύων διὰ τὸν Πήγασον, ἱερακοτρόφους ποιοῦσι ἢ ὀρνιθοτρόφους. Ἐὰν δὲ καὶ Σελήνη καὶ Ἄρης εὑρεθῶσιν ὁρίοις Ἑρμοῦ, ζωγράφους ποιοῦσι.
93. Περὶ ναυτῶν καὶ κυβερνητῶν
Κρόνος μεσουρανῶν ἐν καθύγρῳ ζῳδίῳ Ἄρεως καὶ Ἡλίου συμμεσουρανοῦντων ἢ ἐπιθεωροῦντων κατὰ τετράγωνον ἢ διάμετρον, ναύτας ποιεῖ ἢ κυβερνήτας ἢ ναυκλήρους, μάλιστα καὶ τοῦ ὡροσκόπου ὄντος ἐν καθύγρῳ ζῳδίῳ ὁρίοις Κρόνου καὶ τοῦ κλήρου τῆς τύχης ἢ τοῦ κυρίου αὐτοῦ.
94. Περὶ ῥαπτῶν
Ἄρης καὶ Ἀφροδίτη ὁμοῦ ἢ τετράγωνοι ἐν ὁριοῖς ἀλλήλων ποιοῦσι ῥάπτας, λινοΰφους, ὀθονιακούς.
95. Περὶ μηχανικῶν καὶ ψηφάδων
Ἑρμῆς καὶ Ἄρης καὶ Ἀφροδίτη καὶ Σελήνη ἐπίκεντροι ἢ ἐπιθεωροῦντες ἀλλήλους κατὰ κέντρον, μηχανικοὺς ποιοῦσι, ἐν δὲ τοῖς ἀποκλίμασιν ὄντες ψηφάδας.
96. Περὶ μίμων
Ἑρμῆς καὶ Ἀφροδίτη ταπεινούμενοι ἐν ὁρίοις ἰδίοις ἢ ἀλλήλων μίμους ἢ πολιτικοὺς ποιοῦσιν, μάλιστα ἐν Αἰγοκέρωτι διὰ τὸ παρανατέλλειν τὸν Πίθηκα. Ἄρης καὶ Ἑρμῆς ὑπόγειοι νευροβάτας ἢ μαγγαναρίους ποιοῦσι. Ἡ Σελήνη δύνουσα καὶ πρὸς Κρόνου φερομένη, ἐν ὑγροῖς ζῳδίοις ἢ βορεία κατιοῦσα ναυτικοὺς ποιεῖ.
Ἀφροδίτη οἴκῳ Ἡλίου ἢ ἰδίῳ μετὰ Ἑρμοῦ, μάλιστα ἐπίκεντροι καλαμαύλους ἢ κιθαριστὰς ἢ μουσικοὺς ποιοῦσι. Ἀφροδίτη οἴκῳ Ἑρμοῦ μετὰ Ἑρμοῦ ἐπίκεντροι ἢ ἐπαναφερόμενοι ἔξαυγοι ζωγράφους ποιοῦσι ἢ ἀνδριαντοπλάστας ἢ πολυμιταρίους. Εἰ δὲ Ἥλιος καὶ Σελήνη ἐν ταῖς ἐπαναφοραῖς τύχωσιν Ἑρμοῦ καὶ Ἀφροδίτης ἐπίκεντροι ὄντες, ἡνιόχους ποιοῦσι, μάλιστα ἐν Διδύμοις καὶ Ταύρῳ.
Ἡ Σελήνη ἐν Ταύρῳ μετὰ Ἑρμοῦ καὶ Ἡλίου αὐξιφαὴς ἰξευτὰς ποιεῖ καὶ ἱερακαρίους. Ἐὰν δὲ ὁ ὡροσκόπος τύχη ἐν Καρκίνῳ ἢ Σκορπίῳ ἢ Ἰχθύσι Διὸς καὶ Κρόνου ὑπογείων ὄντων καὶ τὴν πρᾶξιν παρεχόντων, ποιεῖ βοτανικοὺς, θηριοδήκτους.
Ὁ Ἄρης καὶ ὁ Ἑρμῆς ἐπίκεντροι ἐν Λέοντι δίχα Διὸς καὶ Ἀφροδίτης καὶ Ἡλίου ποιοῦσι τολμηρούς, τὸ ἴδιον αἷμα ἐκχέειν εἰς οὐδὲν λογίζοντας ἢ ψεύστας, ἐπιόρκους, ἀσεβεῖς, πλαστογράφους, δολίους. Ἐὰν ὁ Κρόνος καὶ ὁ Ἑρμῆς οἴκῳ Κρόνου καὶ Σελήνη τύχῃ ἐν Ταύρῳ, ποιοῦσι σοφὸν ῥήτορα ἢ μαθηματικόν, χαριέστατον δὲ καὶ φιλόμουσον, ῥευματιζόμενον τοὺς πόδας ἢ τὰ ἄρθρα καὶ σύμμετρον τὸν βίον, ἀλλὰ μεγαλόφρονα καὶ ἡδύν.
Ὁ Ἄρης καὶ ἡ Ἀφροδίτη ὁμοῦ ἢ τετράγωνοι ἢ διάμετροι ἐν τοῖς αὐτοῦ κλίμασιν ἰατροὺς ποιοῦσιν ἢ φιλοσόφους.
97. Περὶ γονέων
Τὰ μὲν περὶ πατρὸς ἀπὸ Ἡλίου καὶ Κρόνου καὶ τοῦ κλήρου τοῦ πατρὸς σκέπτου καὶ τοῦ διαμέτρου τοῦ κλήρου τοῦ πατρός, τὰ δὲ περὶ μητρὸς ἀπὸ Σελήνης καὶ Ἀφροδίτης καὶ τοῦ κλήρου τῆς μητρός, ἐξαιρέτως δὲ ἡμέρας ἀπὸ Ἡλίου καὶ Ἀφροδίτης, νυκτὸς δὲ ἀπὸ Κρόνου καὶ Σελήνης καὶ τῶν κλήρων. Ζήτει δὲ καὶ τοὺς οἰκοδεσπότας αὐτῶν καὶ τριγωνικοὺς δεσπότας καὶ ὁριοκράτορας· ἀπὸ γὰρ τούτων τῶν κεφαλαίων γνωσθήσονται οἱ γονεῖς. Καὶ ἀπὸ μὲν τῶν φώτων καὶ τοῦ Κρόνου καὶ τῆς Ἀφροδίτης καὶ τῶν οἰκοδεσποτῶν αὐτὰ τὰ κατὰ τοὺς γονεῖς σκέπτου, οἷον περὶ παθῶν καὶ κινδύνων καὶ δυσγενείας καὶ τέχνης καὶ κτήσεως καὶ τῶν ὁμοίων. Καὶ ὁ μὲν Ἄρης σημαίνει τὸ γένος τοῦ πατρός, ὁ τριγωνικὸς αὐτοῦ δεσπότης τὸν βίον τοῦ πατρός. Ἐὰν οὖν ὁ Ἄρης καλὴν ἔχῃ θέσιν, ὁ δὲ τριγωνικὸς αὐτοῦ δεσπότης κακήν, τοὺς μὲν γονεῖς λέγε εὐγενεῖς, ἀλλ’ ἐλάττονας τὰς τε τύχας καὶ ἀδιάρτους τῇ ψυχῇ. Εἰ δὲ καὶ ὁριοῖς κακοποιοῦ ὁ Ἄρης τύχῃ, λέγε τὸν πατέρα ἢ δοῦλον ἢ ἀγενῆ. Εἰ δὲ κακοποιὸς ἐπιθεωρήσῃ, ἢ πάθος ἢ σίνος τοῦ πατρὸς ποιήσει. Ἐὰν δὲ ὁ Ἥλιος ἐν κακῷ τόπῳ τύχῃ, ὁ δὲ τριγωνικὸς αὐτοῦ δεσπότης ἐν καλῷ τόπῳ καὶ φάσει, λέγε τὸν πατέρα ἐξ ἀγενῶν εἰς αὔξησιν βίου ἔρχεσθαι. Καὶ ὁ μὲν πρῶτος τριγωνικὸς δεσπότης τοῦ Ἡλίου σημαίνει τὸν πρῶτον βίον τοῦ πατρός, ὁ δὲ δεύτερος τὸν δεύτερον.
Τὰ δὲ αὐτὰ σχήματα τῆς Σελήνης πρὸς τὴν μητέρα νόει. Ἐὰν ἡ Σελήνη τύχῃ ὁρίοις ἀγαθοποιοῦ ἐν τοῖς ἀποκλίμασιν ἢ ἐν τοῖς ἐκλειπτικοῖς συνδέσμοις, μάλιστα ἐν τῷ Καταβιβάζοντι καὶ ὑπὸ κακοποιῶν θεωρουμένη, εὐγενίδα μέν, παίδων δὲ χάριν δουλικοῖς ὑπόκεισθαι ποιοῦσι καὶ τὸν βίον αἰσχρὸν ἔχουσαν· ἡ Σελήνη ἐν τῷ Ἀναβιβάζοντι σινοῖ τὴν μητέρα ἢ ἀγενῆ ποιεῖ· ἐὰν δὲ τύχῃ ἡ Σελήνη διάμετρος κακοποιοῦ καὶ ὁ κλῆρος αὐτῆς ἀποκλίνῃ, δούλην λέγε τὴν μητέρα· ἐὰν ἡ Σελήνη συνάπτῃ τινὶ τῶν κακοποιῶν, βιοθάνατον ποιεῖ τὴν μητέρα.
Ὁ δὲ Ἥλιος καὶ ὁ τριγωνικὸς αὐτοῦ δεσπότης κακῶς κείμενοι καὶ ἐν ἀλλοτρίοις ζῳδίοις, βιοθάνατον ποιοῦσι τὸν πατέρα. Εἰ δὲ καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσιν, καὶ τὰ πατρικὰ ἀπολοῦσι. Ἐὰν δὲ ὁ Ἥλιος καὶ ὁ τριγωνικὸς αὐτοῦ δεσπότης ἐν κακῷ τόπῳ τύχωσι καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσι ἐπὶ ἡμερινῆς γεννήσεως, μισητοὺς καὶ ἀποβλήτους ποιεῖ τοὺς γεννηθέντας τοῖς πατράσιν. Σκέπτου δὲ καὶ τὸν κύριον τοῦ κλήρου τοῦ πατρὸς ἐν ποίῳ τόπῳ τύχῃ καὶ ποίαν φάσιν ἔχῃ καὶ ὑπὸ τίνων θεωρῆται, καὶ οὕτως λέγε τὸν βίον τοῦ πατρός· ἐὰν δὲ τύχῃ ὁ κύριος τοῦ κλήρου ἐν τῷ δευτέρῳ ἢ ἕκτῳ ἢ ὀγδόῳ ἢ δωδεκάτῳ, εὐτελῆ λέγε τὸν πατέρα. Ζήτει δὲ καὶ τὸ διάμετρον ζῴδιον τοῦ κλήρου τοῦ πατρός, καὶ ἐὰν τὸν κύριον τοῦ κλήρου τοῦ πατρὸς εὕρῃς ἐν τῷ κλήρῳ τοῦ πατρὸς ἢ μετὰ τοῦ κλήρου, λέγε τὸν τοιοῦτον εἰσποιητὸν γενήσεσθαι.
Ζήτει δὲ καὶ τὰ δωδεκατημόρια Ἡλίου καὶ Σελήνης ποῦ πίπτουσιν καὶ ὑπὸ τίνων θεωροῦνται, καὶ οὗτοι γὰρ ἱκανῶς σημαίνουσι τὰ περὶ γονέων. Διέκβαλον οὖν καὶ Σκορπίον τοὺς ἐπιθεωροῦντας τὲ καὶ παραδόσεις καὶ παραλήψεις τῶν ἀστέρων, καθὼς Οὐάλης ἐν τῷ δ′ βιβλίῳ, καὶ τὰ ἐπιμεμερισμένα τοῦ κλήρου τῆς τύχης καὶ τοῦ δαίμονος, καθὼς Οὐάλης.
98. Περὶ ἀλλοφύλων γονέων
Ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐν τροπικοῖς τυχόντες ζῳδίοις ἀλλοφύλους ἢ ἀλλοεθνεῖς τοὺς γονεῖς ποιοῦσιν. Ἐὰν δὲ καὶ ὁ ὡροσκόπος τύχη ἐν τροπικῷ ζῳδίῳ, ἐξαιρέτως ἀλλοφύλους λέγε τοὺς γονεῖς, πλέον δὲ εἰ καὶ κακοποιοὶ ἐπιθεωρήσωσιν. Ὁμοίως δὲ καὶ τὰ φῶτα ἀλλήλων ἀπόστροφα ἀλλοφύλους ἢ ἀλλοεθνεῖς τοὺς γονεῖς ποιοῦσι. Ὁ Ἥλιος δύνων διάμετρος τῷ ὡροσκόπῳ, χωρισμὸν γονέων ποιεῖ. Τὸ αὐτὸ δὲ Σελήνη πανσεληνιακὴν φάσιν ἔχουσα. Ἐὰν ὁ κύριος τοῦ δωδέκατου τόπου τύχῃ μετὰ Ἡλίου, τὸν πατέρα δοῦλον λέγε ἢ σεσινωμένον εἰ δὲ μετὰ Σελήνης, τὴν μητέρα δούλην λέγε ἢ σεσινωμένην.
99. Περὶ ἀσυμφωνίας γονέων – τέκνων
Ἐκ τῶν Ῥητορίου [CCAG II, p. 187, 15-29, Codices Venetos]
Ὅσοι ἔχουσι τὸν Ἥλιον ὁρίοις Ἄρεως ἐπὶ ἡμέρας, ἐπὶ δὲ νυκτὸς ὁρίοις τοῦ Κρόνου, συνεπιμαρτυρούντων Κρόνου καὶ Ἄρεως κατὰ τετράγωνον ἢ διάμετρον, δίχα Διὸς ἢ Ἀφροδίτης, πατροκτόνοι γίνονται ἢ πατραλοῖαι· εἰ δὲ τὴν Σελήνην ἀστέρα εὕρῃς, μητροκτόνοι. Ὅσοι ἔχουσι τὸν κλῆρον οὕτινος οὖν τῶν γονέων ἐν τῷ ιβ΄ ἢ τὸν κύριον τοῦ κλήρου, ἐχθροὶ τῶν γονέων γίνονται· ὁ Ἥλιος ἐπίκεντρος Ἄρην διαμετρῶν ἐχθροὺς ποιεῖ τοὺς γονεῖς πρὸς τὰ τέκνα· ἐὰν ὁ Ζεὺς καθυπερτερήσῃ τὸν Κρόνον, ἀσύμφωνοι οἱ γονεῖς τοῖς παισὶ γίνονται· εἰ δὲ Κρόνος τὸν Δία, σύμφωνοι· εἰ διαμετρεῖ, στασιώδεις γίνονται πρὸς τοὺς γονεῖς, εἰ δὲ τριγωνίζει, φίλοι. Ζήτει δὲ καὶ τὰς τῶν φώτων δυσφορίας, ἐπὶ μὲν Ἡλίου τὰς ἑῴους, ἐπὶ δὲ Σελήνης, τὰς ἑσπερίους ἀλλὰ καὶ τὰς ἐμπεριοχὰς τῶν φώτων· ἐὰν δὲ παραιρέται δορυφορῶσι τὰ φῶτα οὐκέτι τὴν αὐτὴν εὐτυχίαν ἕξουσι οἱ γονεῖς, μάλιστα δὲ ἐὰν Ἄρης ἐπαναφέρηται τῷ Ἡλίῳ, Κρόνος δὲ τῇ Σελήνῃ.
100. Περὶ χρόνων τῶν γονέων
Ἐκ τῶν Ῥητορίου [CCAG II, p. 187, 30- 188, 10, Codices Venetos]
Πάντοτε ζητῶν τοὺς χρόνους τῶν γονέων τὰ ἔτη διέκβαλλε τοῦ παιδὸς ἀπὸ τοῦ κλήρου τῶν γονέων, καὶ βλέπε τοὺς ἐπιθεωροῦντας κατὰ πῆξιν ἢ κατὰ πάροδον καὶ ἀπὸ τούτου λέγε τοῦ πατρὸς τὸν ἐνιαυτὸν ἢ τῆς μητρός. Ζήτη δὲ καὶ τοὺς περιπάτους Ἡλίου καὶ Σελήνης πρὸς τοὺς κακοποιοὺς ἢ ἀγαθοποιοὺς κατὰ τοὺς κανόνας καὶ τὰς ἀναφορὰς Οὐάλεντος· ζήτει δὲ καὶ τὰς περιόδους καὶ τὰς ἀποκαταστάσεις Ἡλίου καὶ Σελήνης πρὸς τὰς ἀποκαταστάσεις καὶ περιόδους τῶν κακοποιῶν καὶ ἀγαθοποιῶν μετὰ καὶ τῶν ἐπαναφορῶν καὶ τῶν περιόδων καὶ ἀποκαταστάσεων τῶν ζῳδίων πρὸς τὸν Λέοντα, Σκορπίον καὶ Παρθένον, καθὼς Οὐάλης. Μηδὲ σε λαθέτω ὅτι ὁ Κριὸς διάμετρός ἐστι πρὸς Παρθένον καὶ Ζυγὸς πρὸς τοὺς Ἰχθύας καὶ Δίδυμοι πρὸς Αἰγόκερω καὶ Καρκίνος πρὸς Τοξότην.
101. Περὶ γονέων ἐκ τῶν συζυγιῶν τῆς Σελήνης
Ἐκ τῶν Ῥητορίου [CCAG II, p. 188, 10-25, Codices Venetos]
Οἱ ἀγαθοποιοὶ τὴν προγενομένην συζυγίαν ὁρῶντες ἀγαθὰ τοῖς γονεῦσι δηλοῦσι· τοὐναντίον δὲ σημεῖον ἐκθέσεως καὶ γονέων ἀγενείας· τὸ δ’ αὐτὸ γίνεται, κἂν τὴν συναφὴν τῆς Σελήνης ἔχωσιν· ἐλεύθεροι δὲ ὄντες δουλαγωγοῦνται. Ὅταν ἡ μὲν σύνοδος ὑπὸ ἀγαθοποιῶν ὁρᾶται, οἱ δὲ ἀγαθοποιοὶ ὑπὸ τῶν κακοποιῶν καθυπερτερῶνται, καὶ αὐτὴ δὲ ἡ Σελήνη ἐὰν ἀπορρεύσασα ἀπὸ τῶν ἀγαθοποιῶν πρὸς τοὺς κακοποιοὺς φέρηται, ἀντὶ ἐλευθερίας ὑποταγὴν ἢ δουλείαν ποιεῖ. Ὡς δ’ ἐγὼ ἐδοκίμασα, ἡ μὲν σύνοδος καὶ ὁ οἰκοδεσπότης αὐτῆς τὸν μητρικόν· πολλάκις γὰρ συμβαίνει τὸν πατέρα εὐγενῆ εἶναι, τὴν δὲ μητέρα δούλην, καίπερ ἀπὸ μιᾶς γίνεται συζυγίας ἡ τούτων διάκρισις. Ἐὰν τὸν οἰκοδεσπότην τοῦ Ἡλίου θεωρήσῃ κακοποιός, κακοῖ τὸν πατέρα καὶ τᾶ πατρῷα· ἐὰν δὲ τῆς Σελήνης, πρὸς τὴν μητέρα τὸ κακόν. Εὗρον δὲ παρὰ Ἀντιγόνῳ ὅτι ἡ μὲν σύνοδος ἢ ἡ πανσέληνος τὴν μητέρα σημαίνει, οἱ δὲ τούτων οἰκοδεσπόται τὸν πατέρα.
102. Περὶ προτελευτῆς γονέων
Ἐκ τῶν Ῥητορίου [CCAG II, p. 188, 10-25, Codices Venetos]
Σκέπτου τοὺς κλήρους τῶν γονέων πρὸς ποῖον αὐτῶν τῶν κακοποιῶν ἀκτινοβολεῖ πρῶτος κατὰ πῆξιν ἢ πάροδον, κἀκεῖνος προτελευτήσει· βλέπε τίς ἐστι τῶν δύο φώτων εἰς τὸ ὑπὸ γῆν κέντρον ἐν ἀλλοτρίῳ οἴκῳ ἢ τριγώνῳ, κἀκεῖνος προτελευτήσει. Πάντοτε Σελήνη μεστὴ ἐν Ἰχθύσι τὸν πατέρα προαναιρεῖ. Βλέπε τοὺς οἰκοδεσπότας τῶν κλήρων τῶν γονέων τὶς αὐτῶν ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ ἔπεσε, κἀκεῖνος προτελευτήσει· εἰ δ’ ἄμφω ἐν ἑνὶ ζῳδίῳ ὦσι, ζήτει τὶς αὐτῶν ἐπιφέρεται, ἢ ὕπαυγος γίνεται, κἀκεῖνος προτελευτήσει· εἰ δὲ ἐν ἑνὶ ζῳδίῳ καὶ τῇ αὐτῇ μοῖρᾳ, γνῶθι τῆς μοίρας ἐκείνης τὸν ὁριοκράτορα, καὶ εἰ ἐν ἀρσενικῷ εἴη ζῳδίῳ, ὁ πατὴρ προτελευτήσει, εἰ δὲ ἐν θηλυκῷ, ἡ μήτηρ. Δεήσει οὖν παρατηρεῖν καὶ τοὺς κακοποιοὺς τίνι τῶν κυρίων τῶν κλήρων μαρτυροῦσιν, ἵνα ἀσφαλέστερον γνῷς. Ζήτει τὸν Ἥλιον καὶ Κρόνον πῶς κεῖνται, καὶ Ἀφροδίτην καὶ Σελήνην καὶ τίνες αὐτῶν μᾶλλον κακοῦνται, καὶ ἐκ τῆς πλείστης κακώσεως γνώσῃ τὸν προτελευτῶντα· εἰ δὲ πάντες κακωθεῖεν, ὀρφανία ἔσται· οἱ κακοποιοὶ πρὸς τὰ φῶτα διάμετροι ὀλιγοχρονίους τοὺς γονεῖς δηλοῦσιν.
Ἐὰν Ἥλιος καὶ Κρόνος ἰσόμοιροι ὁμοῦ ὦσι, τὸν πατέρα προαναιροῦσι καὶ τοὺς προτέρους ἀδελφούς, ποιοῦσι δὲ καὶ κληρονομίας. Ὁ Ἥλιος ἐν μοίρᾳ Κρόνου ἐν παντὶ ζῳδίῳ μετὰ κακοποιῶν νεκρὰ ἢ ἐπίσινα δηλοῖ τὰ γεννώμενα καὶ τὸν πατέρα ταχὺ ἀναιρεῖ. Ἐὰν ὁ Κρόνος γένηται τῇ Σελήνη, ἰσόμοιρος, τὴν μητέρα προαναιρεῖ, εἰ δὲ καὶ Ἄρης ἐπιθεωρήσῃ, ποιεῖ τὸν θάνατον ἢ ἀπὸ δυστοκίας ἢ κρυπτῶν ἀσθενειῶν. Ἡ Σελήνη κενοδρομοῦσα τὸν πατέρα προαναιρεῖ· ὁ Ἥλιος ἐπὶ τῆς η′ μοίρας τοῦ ζῳδίου τὸν πατέρα προαναιρεῖ· Ἄρης ἡμέρας ἐπὶ τὸν σπόριμον Ἥλιον οὐκ ἐᾷ γνῶναι τὸν πατέρα, νυκτὸς δὲ ὀρφανίας ποιεῖ. Ταῦτα δὲ καὶ Κρόνος ποιεῖ ἐπὶ τὸν Ἥλιον· ἀλλ΄ ἡ Σελήνη ἐναλλάξ· εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη, εὐγένειαν ἢ πολυχρονιότητα πατρὸς ποιεῖ· Ἄρης ἢ Κρόνος ἐν τῷ ὑπὸ γῆν δ′, πατέρα προαναιρεῖ· ὁ Κρόνος οἴκῳ Ἡλίου, ποιεῖ τὸν πατέρα βιαιοθάνατον ἢ ἐξ ὑγρῶν ὀχλούμενον· Κρόνος οἴκῳ Σελήνης τὰ μητρῷα φθείρει καὶ σωματικὰς ἀσθενείας ποιεῖ καὶ ψυγμούς· Ἄρης οἴκῳ Ἡλίου, πατέρα ὀξέως ἀναιρεῖ ἢ ἐπὶ ξένης ἄγει, σινοῖ δὲ καὶ τὴν ὅρασιν τοῦ τεχθένος· Ἄρης οἴκῳ Σελήνης ποιεῖ τῇ μητρὶ κινδύνους σωματικοὺς καὶ ὀξυθανασίας· φθείρει δὲ καὶ τὰ μητρῷα καὶ τὸ γεννώμενον σινοῖ περὶ τὸν στόμαχον, καὶ ἢ ὀξυθάνατον ἢ βιαιοθάνατον ποιεῖ.
103. Ἀριθμὸς τῶν προκεκυημένων
Ἐκ τῶν Δωροθέου, βιβλίον α′, Ἀριθμὸς τῶν προκεκυημένων
Ἐὰν δὲ ὁ τριγωνικὸς δεσπότης τοῦ ὡροσκόπου τύχῃ ὡροσκοπῶν, πρωτοτόκους λέγε τοὺς γεννηθέντας, μεσουρανῶν δὲ τέταρτον ἢ πρῶτον, ἐπὶ δὲ ἐπικυήσει τυγχάνει, εἰ δὲ ἐπὶ τοῦ δύνοντος, ἢ πρῶτον ἢ ἕβδομον λέγε τὸν γεννηθέντα. Σκόπει δὲ μή πως καὶ κακοποιὸς ὁμόκεντρος γένηται τῷ τριγωνικῷ δεσπότῃ ἢ ἐπιθεωρήσῃ κατὰ τετράγωνον ἢ διάμετρον· θάνατον γὰρ ἀδελφῶν ποιεῖ. Ἐὰν δὲ ἐν ἀποκλίματι, ἢ δίδωσι θάνατον ἀδελφῶν ἢ παρέχει ἐπὶ ξένης ἑαυτοὺς διαγομένους. Ἐὰν ὁ τριγωνικὸς δεσπότης τοῦ ὡροσκόπου τύχῃ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, ἀρίθμει ἀπ’ αὐτοῦ ἐπὶ τὸν ὡροσκόπον· ὅσα γάρ εἰσι ζῴδια, τοσούτους ἀδελφοὺς λέγε. Εἰ δὲ δίσωμον ἀπαντήσῃ ζῴδιον, διπλοῦν ἀρίθμει τὸ ζῴδιον. Ἐὰν δὲ ἐν τῷ ὑπογείῳ ἡμισφαιρίῳ τύχῃ ὁ τριγωνικὸς δεσπότης τοῦ ὡροσκόπου, ἀρίθμει ἀπὸ τοῦ ὡροσκόπου ἄχρι τοῦ τριγωνικοῦ αὐτοῦ δεσπότου.
Καὶ οἱ μὲν ἀγαθοποιοὶ εἰ ἐπιθεωρήσωσιν, ἀδελφοὺς ζωσίμους λέγε, εἰ δὲ κακοποιοί, φθορὰν αὐτῶν ποιοῦσιν. Ἐὰν ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὡροσκόπου οὐ παρῇ ἀστήρ, οὐχ ἕξει πρότερον ἀδελφόν, εἰ δὲ κατὰ τοῦτο τὸ σχῆμα τύχῃ τις ἔχων προγενέστερον ἀδελφόν, πάντῃ θάνατον αὐτοῦ ὄψεται. Εἰ δὲ παρῇ κακοποιὸς ἀπὸ μεσουρανήματος ἕως τοῦ ὡροσκόπου, σημαίνει θάνατον τῶν προκεκυημένων. Ἐὰν δὲ ἀπὸ ὡροσκόπου ἕως τοῦ ὑπογείου εὑρεθῇ ὁ τριγωνικὸς δεσπότης καὶ ἐπιπαρῇ ἢ ἐπιθεωρήσῃ ἀγαθοποιός, ἕξει μεταγενεστέρους ἀδελφούς. Εἰ δὲ κακοποιὸς ᾖ, οὐχ ἕξει ἢ τεθνήξεται.
104. Περὶ ἀδελφῶν καὶ τῆς φιλίας αὐτῶν καὶ ποσότητος κατὰ τὸ δυνατὸν καὶ περὶ μειζόνων καὶ μικροτέρων ἀδελφῶν [καὶ περὶ τῆς φιλίας αὐτῶν] καὶ πότε τεθνήξονται
[CCAG VIII, 4, p. 220 - 221, Codicum Parisinorum]
Φορτικὸν ἡγοῦμαι μὲν καὶ δυσείκαστον εἰπεῖν τὴν τῶν ἀδελφῶν ποσότητα οὔτε γὰρ πάντως δυνήσομαι ἢ διὰ τὸ ἄπιστον καὶ ἀκρατὲς τῶν γυναικῶν ἢ διὰ τὸ πολλάκις μὲ ἑωρακέναι τινὰς ἐσχηκότας ἀδελφοὺς ιγ′ καὶ ιδ′ ἢ καὶ πλείους· ὁμοίως δὲ καὶ εἰς τὴν περὶ τέκνων καὶ γυναικῶν ποσότητα παραιτοῦμαι τὸν ἀριθμὸν λέγειν διὰ τὸ πολλάκις τινὰς γεγαμηκέναι γυναίκας ἑπτὰ καὶ ὀκτώ, ἐσχηκέναι δὲ τέκνα ιε′ ιϛ′. Ἀναγκαῖον οὖν ἐστιν καὶ κατὰ τὸ ἀσφαλὲς ἀποκρίνεσθαι καὶ λέγειν μᾶλλον πολυανδρίαν ἢ πολυγαμίαν ἢ πολυτεκνίαν· ἀλλ’ ἐπειδὴ οἱ ἀρχαῖοι ἐπειράθησαν τούτων λέγειν τὸν ἀριθμόν, πειράσομαι κἀγὼ κατὰ τὸ δυνατὸν ὑποτάξαι ὡς πρόκριμα παρ’ ἐκείνων ὑπομείνας.
Ἐκ τῶν Ῥητορίου νομιζομένων [CCAG II, p. 189 - 190, (F.114), Codices Venetos]
Δυσείκαστόν ἐστι καὶ σχεδὸν ἀδύνατον τὸ εἰπεῖν ποσότητα ἀδελφῶν· ἰστορεῖται γὰρ ἡ Ἑκάβη ιθ′ παῖδας τετοκέναι, ἡμεῖς δὲ ἐν Βυζαντιῳ κδ′ παίδων μητέρα εἴδομεν καὶ γυναίκας δέ τινες πολλὰς λαμβάνουσιν καὶ μία γυνὴ πολλοὺς ἄνδρας· δεῖ οὖν ἀσφαλέστερον λέγειν πολυγαμίαν ἢ πολυαδελφίαν ἢ πολυτεκνίαν καὶ τὰ τοιαῦτα. Ὅμως δὲ οἱ παλαιοὶ οὔτε ὤκνησαν κατὰ τὸ δυνατὸν καὶ τὸν ἀριθμὸν τῶν ἀδελφῶν λέγειν· διὸ καὶ ἡμεῖς ὡς δυνατὸν ἐγχειροῦμεν λέγειν.
Ἐὰν ὁ κύριος τῆς φιλίας τοῦ κλήρου τὸν κλῆρον τῶν ἀδελφῶν ἐπιθεωρῇ, φίλους λέγε τοὺς ἀδελφούς· Ζεὺς Ἀφροδίτη Ἑρμῆς καλῶς κείμενοι, ἀνατολικοί, ἐν μὲν θηλυκῷ ζῳδίῳ θηλείας ἀδελφὰς διδόασιν, ἐν δὲ ἀρσενικοῖς, ἄρρενας καὶ πολυχρονίους· εἰ δὲ παραπέσωσιν ἢ κακωθῶσιν, δώσουσι μέν, ὀλιγοχρονίους δὲ ἢ ἐχθρούς ἢ σεσινωμένους· μάλιστα δὲ εἰ καὶ ὕπαυγοι εἶεν· ὁ κύριος τοῦ γ′ τόπου ὡροσκοπῶν ἢ κεκεντρωμένος εὐγενεῖς δηλοῖ τοὺς γεννηθέντας· ὁ κύριος τοῦ γ′ τόπου εἰ μὲν εἴη ἔξαυγος καὶ κείμενος καλῶς, ὑπὸ ἀγαθοποιῶν θεωρούμενος, ἀδελφοὺς παρέχει τῷ τεχθέντι· εἰ δὲ κακοποιὸς αὐτὸν ἴδῃ, ἢ ἀναιρεῖ τοὺς ἀδελφοὺς ἢ ἐπὶ ξένης χωρίζει. Σελήνη συνάπτουσα Κρόνῳ ἢ Ἄρει ἀναιρεῖ μείζονα ἀδελφήν. Ἀφροδίτη ὁρωμένη ὑπὸ Κρόνου ἢ Ἄρεως ἀναιρεῖ ἥττονας ἀδελφάς.
105. Περὶ φιλίας ἀδελφῶν
Ἐκ τῶν Δωροθέου, βιβλίον α′, Περὶ φιλίας ἀδελφῶν
Ἐὰν ὁ κύριος τοῦ κλήρου τῆς φιλίας ἐπιθεωρήσῃ τὸν κλῆρον τῶν ἀδελφῶν, φίλους λέγε τοὺς ἀδελφούς. Ἐὰν ὁ Ζεὺς καὶ ἡ Ἀφροδίτη καὶ ὁ Ἑρμῆς ἐπίσημοι τύχωσι τοῖς τόποις καὶ καλαῖς φάσεσι, ἐν μὲν θηλυκοῖς ζῳδίοις θηλείας ἀδελφὰς διδόασιν, ἐν δὲ ἀρσενικοῖς ἄρρενας καὶ πολυχρονίους. Εἰ δὲ κακοῖς τόποις τύχωσιν, διδόασι μέν, ὀλιγοχρονίους δὲ ἢ ἐχθροὺς ἢ σεσινωμένους, μάλιστα εἰ δὲ καὶ κακαῖς φάσεσι τύχωσιν. Εἰ δὲ Κρόνος καὶ Ἄρης καὶ Σελήνη ἐν ἀλλοτρίοις τόποις τύχωσιν, τοὺς ἀδελφοὺς ἀναιροῦσιν. Εἰ δ’ εἶς τις τούτων τῶν ἀστέρων ἴδιον ἔχει τόπον, οὐκ ἀσινεῖς ποιεῖ ἀλλὰ τῇ ψυχῇ δαμαζομένους, ἢ ἀνωφελεῖς ἔσονται πρὸς ἀλλήλους· αἱ γὰρ τῶν φαύλων παροχαὶ φαῦλοι καθεστήκασιν.
106. Περὶ γ′ ἀπὸ τοῦ ὡροσκόπου
Ἐκ τῶν Δωροθέου, βιβλίον α′, Περὶ γ′ ἀπὸ τοῦ ὡροσκόπου
Ἐὰν τὸ γ′ ζῴδιον ἀπὸ τοῦ ὡροσκόπου δίσωμον τύχῃ ἢ ὁ κύριος αὐτοῦ ἐν δισώμῳ ἢ διφυεῖ ζῳδίῳ, ποιεῖ ἀδελφοὺς ἐπιμίκτους, τουτέστιν ἐξ ἄλλων καὶ ἄλλων γονέων. Ζήτει δὲ καὶ τὸ τρίτον ζῴδιον ἀπὸ ὡροσκόπου μὴ ἄσπορόν ἐστιν· ἄσπορα δὲ ζῴδιά ἐστι ταῦτα· Δίδυμοι, Λέων, Παρθένος, Αἰγόκερως, Τοξότης.
107. Περὶ μειζόνων καὶ μικροτέρων ἀδελφῶν
Ἐκ τῶν Δωροθέου, βιβλίον α′, Περὶ μειζόνων καὶ μικροτέρων ἀδελφῶν
Μαθήσει δὲ καὶ τὰς ἡλικίας τῶν ἀδελφῶν τούτῳ τῷ τρόπῳ. Tοὺς μείζονας Κρόνος σημαίνει, Ἥλιος δὲ καὶ Ἄρης καὶ Ζεὺς τοὺς μέσους, ὁ δὲ Ἑρμῆς τοὺς μικροτέρους, ἡ δὲ Σελήνη τὰς μείζονας ἀδελφὰς σημαίνει, ἡ δὲ Ἀφροδίτη τὰς μικροτέρας. Ἐὰν ὁ πρῶτος καὶ ὁ β′ τριγωνικοὶ δεσπόται τοῦ Ἄρεως κακῶς ἵστανται, σπαναδέλφους ποιοῦσιν, μάλιστα εἰ κακαῖς φάσεσι τύχωσιν. Ἐὰν δὲ ὁ μὲν πρῶτος τριγωνοκράτωρ ἐπὶ καλῷ τόπῳ ἵσταται, ὁ δὲ β′ φαύλῳ, ἀποβάλλειν τοὺς ἀδελφοὺς σημαίνει.
108. Περὶ ποσότητος ἀδελφῶν
Ἐκ τῶν Δωροθέου, βιβλίον α′, Περὶ ποσότητος ἀδελφῶν
Ὑποδείγματος χάριν ἔστωσαν Κρόνος, Ἤλιος καὶ Σελήνη Ταύρῳ ἐν τῷ μεσουρανοῦντι ζῳδίῳ, ὡροσκόπος Λέοντι, Ζεὺς Ὑδροχόῳ, Ἄρης Διδύμοις. Οἱ οὖν τριγωνικοὶ δεσπόται τοῦ Ἄρεως οἱ σημαίνοντες τοὺς ἀδελφοὺς Κρόνος καὶ Ἑρμῆς. Λαμβάνω τὸν ἀριθμὸν ἐπὶ τὸν ὡροσκόπον, ἐπειδὴ τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ἔτυχον ὅ τε Ἑρμῆς καὶ ὁ Κρόνος· εἰ γὰρ ἦσαν ἐν τῷ ὑπογείῳ, ἠρίθμουν ἀπὸ ὡροσκόπου ἐπὶ τοὺς τριγωνικοὺς δεσπότας τοῦ Ἄρεως. Εὑρίσκω οὖν ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡροσκόπον ζῴδια δ′, ἁπλᾶ μὲν γ′ καὶ δίσωμον ἕν· τοσούτους ἀδελφοὺς λέγε ἔχειν τὸν ἀριθμὸν ε′.
Συγκρίνειν δὲ δέον φάσκει τοὺς τῶν κλήρων δεσπότας καὶ τοὺς τόπους ἀλλήλων καὶ τὰ ὅρια. Εἰ γὰρ ἀνατολικοὶ καὶ ἐν οἰκείοις τόποις τύχωνται καὶ τῆς αἱρέσεως ὄντες, ζωσίμους καὶ εὐτυχεῖς δίδωσιν. Ποταποὺς δὲ ἕξει ἀδελφοὺς σκόπει οὕτως ἀπὸ τῆς προκειμένης γενέσεως· ἐπειδὴ ὁ κλῆρος τῶν ἀδελφῶν καὶ οἱ τριγωνικοὶ δεσπόται τοῦ Ἄρεως ἔτυχον Ταύρῳ, θηλυκῷ ζῳδίῳ, θήλεια μὲν ἀδελφή ἐστιν· ἐπειδὴ Κρόνος ἐκεῖ ἔτυχε, τελευτήσει δέ· μετὰ Κρόνου Ἥλιος καὶ Ἑρμῆς πάλιν ἄλλον ἀδελφὸν πρὸ αὐτοῦ θανατοῦσιν.
109. Γένεσις γραμματικοῦ
[CCAG VIII, 4, p. 221, Codicum Parisinorum]
Οὗτος γέγονε Θηβαῖος γραμματικὸς πένης ὡς ἐτῶν λβ′· ἀπὸ δὲ ἐτῶν λγ′ γήμας ἤρξατο ἀνασφάλλειν ἐν Ἀθήναις, καὶ λοιπὸν φυγὼν ἐν Βυζαντίῳ ἐκολλήθη ἀνδρὶ μεγάλῳ, καὶ ὑποκριθεὶς ἑαυτὸν ὡς γόητα ἤτοι τελεστὴν γέγονε κουέστωρ, εἶτα ὕπατος, εἶτα πατρίκιος καὶ μετὰ ταῦτα ὡς προδότης ἐν κάστρῳ ἐσφάγη ἐτῶν μδ′ ἕκτον. Ἦν δὲ καὶ ἀσελγής.
Ἥλιος Ζυγῶ ε′ η′, Σελήνη Ταύρῳ η′ δ′, Κρόνος Ταύρῳ κε′, Ζεὺς Ζυγῷ κγ′ η′, Ἄρης Αἰγοκέρῳ κϛ′ η′, Ἀφροδίτη Σκορπίῳ κϛ′, Ἑρμῆς Ζυγῷ κγ′, ὡροσκόπος Ὑδροχόῳ κγ′ λ′, μεσουράνημα Ταύρῳ ε′ γ′, πανσέληνος Κριῷ β′ μβ′, Τύχη Παρθένῳ κϛ′ λδ′, Δαίμων Καρκίνῳ κ′ λδ′, ὕψωμα γενέσεως Παρθένῳ, κλῆρος ἀναιρέτου Ὑδροχόῳ.
Ζητήσας τὴν προκειμένην γένεσιν, εὗρον τὴν μὲν Σελήνην καὶ Κρόνον καὶ Ἀφροδίτην καὶ Ἄρη, μοιρικῶς ἀποκεκλικότας, ζῳδιακῶς δὲ Σελήνην καὶ Κρόνον καὶ Ἀφροδίτην ὡς ἐπικέντρους. Τὸν δὲ Ἥλιον καὶ Ἑρμῆν καὶ Δία ζῳδιακῶς ἀποκεκλικότας, μοιρικῶς δὲ ὁ Ἥλιος ἐν τῇ ἐπαναφορᾷ τοῦ δύνοντος κέντρου ἐτύγχανεν. Ὁρῶ οὖν τὸν Κρόνον κύριον ὄντα τοῦ ὡροσκόπου καὶ πρῶτον τριγωνικὸν δεσπότην τοῦ τε ὡροσκόπου καὶ τοῦ τριγωνικοῦ φωτὸς τοῦ σημαίνοντος τὴν πρώτην ἡλικίαν ἐν τῷ ἀποκλίματι τοῦ ὑπογείου κέντρου καὶ ἀφαιρέτην, καὶ ὑπὸ Ἄρεως βλαπτόμενον κατὰ τὸ ἰσοσκελῆ τρίγωνον, ἀλλὰ δὴ καὶ τὴν Ἀφροδίτην κυρίαν αὐτοῦ καὶ τῆς Σελήνης κατ’ ἐναντίωσιν αὐτῆς κειμένην. Πῶς οὐκ ἂν τὴν πρώτην ἡλικίαν χαλεπὴν ἐκτήσατο ἀλλὰ δὴ καὶ φυγὰς ἐν πολλοῖς τόποις ἐγένετο διὰ τὸ διαμετρεῖσθαι τὴν Σελήνην ὑπὸ τοῦ ἰδίου οἰκοδεσπότου· φησὶν γὰρ Δωρόθεος·
Τὴν Μήνην καθόρα τίνος ἀστέρος ἐστὶν ἐν οἴκῳ·
κἂν εὕρῃς τοῦτον φωλευόμενον διαμέτρῳ,
καὶ φυγὰς ἔσται δὴ κἄσημος καὶ μετανάστης.
Καὶ ταῦτα μὲν περὶ τῆς πρώτης ἡλικίας μέχρι ἐτῶν κε′ ἢ λ′, τουτέστι μέχρι τῆς ἀναφορᾶς τοῦ Ταύρου ἢ τῆς Σελήνης ἢ Κρόνου χρονικῆς περιόδου, μετὰ δὲ ταῦτα ἀνέτειλε ὁ δεύτερος τριγωνικὸς δεσπότης, τουτέστιν Ἑρμῆς, μετὰ Διός, ἀπὸ ἐτῶν λβ′· Ἑρμοῦ γὰρ περίοδος ἔτη κ′ καὶ Διὸς ιβ′, ἃ γινεται ἔτη λβ′, ἀφ οὗ ἤρξατο ἀνανεύειν τῇ τύχῃ, ἐπειδὴ ὁ Ἑρμῆς καὶ ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἐτύγχανεν. Ὁ μὲν κατὰ μέρος προβαίνοντος χρόνου καὶ τῇ τύχῃ προέκοπτεν διὰ τὸ τὸν Ἑρμῆν εἶναι κύριον τοῦ κλήρου καὶ τῆς δευτέρας ἡλικίας καὶ ἐγκαρδίου Διὸς καὶ ἑσπερίαν ἀνατολὴν ποιούμενος· ὅθεν κατὰ πρόβασιν τῶν ἐτῶν προέκοπτε καὶ τὴν τύχην.
110. Περὶ τοῦ εἶναι αὐτὸν γραμματικόν
Ὅρᾳ τὸν κλῆρον τῆς τύχης ἐν Ἑρμαϊκῷ ζῳδίῳ ἐμπεπτωκότα, ὁμοίως δὲ καὶ τὸν Ἑρμῆν τὸν κύριον τοῦ κλήρου ἐν ἀνθρωποειδεῖ ζῳδίῳ καὶ ἰδίῳ τριγώνῳ μετὰ Διὸς ἰσόμοιρον καὶ προσώπῳ Διὸς καὶ ὁριοῖς Ἑρμοῦ καὶ Ἀφροδίτης καὶ ταῦτα τὰ κεφάλαια κοσμεῖν τοιοῦδε τοὺς λόγους, μάλιστα διὰ τὸ τὸν Ἑρμῆν συνεῖναι τῷ Διὶ ἰσόμοιρον· γέγονε δὲ τῇ τύχῃ κουέστωρ.
111. Περὶ τοῦ εἶναι αὐτὸν προδότην
Ὅρᾳ τὸν Ἑρμῆν καθυπερτεροῦντα τὸν Ἄρη κατὰ τετράγωνον. Φησὶ γὰρ τὶς τῶν σοφῶν·
Εἰ δὲ τόπον τετράκληρος ἐὼν τὸν ἀνώτερον ἴσχει
Ἑρμείας, βαιὸν δὲ τόπον ναίει φιλότητος ὁ Ἄρης,
δεινῶς ἐξετέλεσσε πανούργων ἤτε μέλοντας
ἁρπακτὰς ἤτ’ ἀλλοτρίων ** στερητάς,
εἰς ἕτερον δ’ ἑτέρου μετανάστασιν ἀνέρος ἄνδρα
† ἀλοτ’ εὕροιμεν καὶ τὸ λοιπὸν ** ἐνισκήψουσι προδόντες
σφῇ κακομηχανίῃ, κτεάνων δ’ ἀπογυμνώσουσιν.
112. Περὶ τῆς ἀσελγείας
Ὅρᾳ τὸν κύριον τοῦ ὡροσκόπου καὶ τὸν κλῆρον τῆς τύχης καὶ τοῦ δαίμονος ἐν ἀσελγεῖ ζῳδίῳ ἐμπεπτωκότας· ἀλλὰ δὴ καὶ τὸ διαμετρεῖν Κρόνον πρὸς Ἀφροδίτην οἴκῳ Ἄρεος καὶ Κρόνος οἴκῳ Ἀφροδίτης τὴν ἀσέλγειαν ἀπεργάσαντο.
113. Περὶ τῆς ἀνατολῆς τῆς τύχης αὐτοῦ
Ἀνέτειλεν αὐτοῦ ἡ τύχη ἀπὸ ἐτῶν λβ′, καθὼς προεῖπον, διὰ τὴν περίοδον Ἑρμοῦ καὶ Διός, καὶ πάλιν ἀνέτειλεν ἡ τύχη τῷ λε′ ἐνιαυτῷ διὰ τὴν ἀναφορὰν τοῦ Σκορπίου. Τῷ δὲ λϛ′ ἐνιαυτῷ ἔφυγε ἐν Βυζαντίῳ, καθὸ ἀνέτειλε ὁ Ταῦρος καὶ Σελήνη καὶ Κρόνος. Ταύρου ἀναφορὰ κε′, Σελήνης περίοδος κε′, Κρόνου περίοδος νζ′ ὁμοῦ γίνονται χρόνοι ρζ′· Τὸ τρίτον γίνεται χρόνοι λε′ μ′. Καὶ ὁ μὲν Ταῦρος ὡς ἀπόκλιμα τὴν ξενιτείαν ἐσήμανεν, ὁ δὲ Κρόνος καὶ ἡ Σελήνη ὡς ἐν ἀποκλίματι τὴν φυγήν· ἀπὸ δὲ ἐτῶν λη′ γ′ ἀνέλαμψε αὐτοῦ ἡ τύχη. Ἦν γὰρ ἀνατολὴ Παρθένου καὶ Ζυγοῦ, Παρθένου μὲν ὡς ὑποδεξαμένης τὸν κλῆρον τῆς τύχης, Ζυγοῦ δὲ ὡς ὑποδεξαμένου Ἥλιον καὶ Δία καὶ Ἑρμῆν τὸν κύριον τοῦ κλήρου τῆς τύχης· κατὰ τοῦτον τὸν χρόνον γέγονε κουέστωρ, ὕπατος, πατρίκιος. Τῷ δὲ μα′ ἐνιαυτῷ ἀπεδήμησεν εἰς τὴν ἰδίαν αὐτοῦ χώραν μετὰ πολλῆς δορυφορίας καὶ πολλοῦ τύφου· ἧν γὰρ ἀνατείλας ὁ Ζεὺς καὶ Ἑρμῆς. Περίοδος Ἑρμοῦ ἔτη οϛ′ καὶ περίοδος Διὸς ιβ′· ὁμοῦ γίνονται χρόνοι πη′· τὸ ἥμισυ μδ′. καὶ ἐπειδὴ ἐν ἰδίοις τριγώνοις ἐτύγχανον εἰς τὴν ἰδίαν τὴν ἀποδημίαν ἐποίησεν. Ἦν δὲ καὶ ἡ ἐβδομαία τῆς Σελήνης πρὸς Ἀφροδίτην φερομένης· ὁ γενόμενος λοιπὸν ἐτῶν μδ′ καὶ μηνῶν δύο ἐσφάγη διὰ τὰς αἰτίας ταύτας.
114. Γένεσις ἀτρόφου
Τοῦτο γέγονε τέκνον βασιλέως, ἀπέθανε δὲ μηνῶν ε′ ϛ′ ἐν Βυζαντίῳ.— Ἔτος Διοκλητιανοῦ ροθ′, μηνὶ Ἀπριλίῳ κε′, ὥρᾳ ἡμέρας ζ′, Ἥλιος Ταύρου γ′, Σελήνη Αἰγοκέρωτος κγ′, Κρόνος Ὑδροχόου κϛ′, Ζεὺς Παρθένου ιζ′, Ἄρης Κριοῦ α′, Ἀφροδίτη Κριοῦ ιε′, Ἑρμῆς Ταύρου κϛ′, ὡροσκόπος Λέοντος κϛ′ μεσουράνημα Ταύρου ιζ′, Ἀναβιβάζων Ὑδροχόου κδ′, πανσέληνος νυκτὸς ὥρᾳ ϛ′ Ζυγοῦ κδ′ λϛ′, τύχη Ταύρου ιϛ′, δαίμων Τοξότου ϛ′, ὕψωμα Λέοντος ια′.
Ἀπόδειξις· οἱ τριγωνικοὶ δεσπόται τοῦ ὡροσκόπου καὶ τοῦ αἱρετικοῦ φωτὸς ἀπέκλιναν ἐναντιούμενοι ἑαυτοῖς καὶ ὑπὸ Ἄρεως θεωρούμενοι.

ΕΠΙΤΟΜΗ ΤΕΧΝΗΣ ΑΣΤΡΟΝΟΜΙΚΗΣ, ΜΕΡΟΣ Δ′
ἑλληνικὸ πρωτότυπον ἐκ τοῦ CCAG (Catalogus Codicum Astrologorum Graecorum)
❧
ΠΕΡΙΕΧΟΜΕΝΑ
Ῥητορίου, Ἀποτελεσματικὴ σύνταξις ἐξ Αἰγυπτίων.
Ι. Περὶ τοῦ ζῳδιακοῦ κύκλου.
Κριός
Ταῦρος
Δίδυμοι
Καρκίνος
Λέων
Παρθένος
Ζυγός
Σκορπίος
Τοξότης
Αἰγόκερως
Ὑδροχόος
Ἰχθεῖς
Codices Berolinenses, codice 26: Rhetorii Aegyptii excerpta ex Teucro Babylonio de duodecim signis (F. 139, F. Boll)
CCAG VII, p. 192
* Τὸ ἐντός ἀγκυλῶν κείμενον ἀποτελεῖ συμπλήρωσιν τοῦ ἰδίου ἀρχικοῦ κειμένου ἐξ ἑτέρου χειρογράφου: Codices Vaticani, codice 53 (Vat. 1968): Ῥητορίου Ἀποτελεσματικὴ σύνταξις ἐξ Αἰγυπτίων. I. Περὶ τοῦ ζῳδιακοῦ κύκλου, (F.73), CCAG V,4, p. 123
Codices Florentini, excerpta ex codice 12: Rhetorii quaestiones astrologicae ex Antiochi thesauris excerptae. (F. 93ν, F. Cumont)
CCAG I, p. 164
Ι. Περὶ τοῦ ζῳδιακοῦ κύκλου.
[Περὶ τῶν ιβ′ ζῳδίων τοῦ λοξικοῦ κύκλου παρὰ φιλοσόφου Ἀγαρηνοῦ Τεύκρου τοῦ Βαβυλωνίου· περὶ ὑψωμάτων καὶ ταπεινωμάτων καὶ οἰκημάτων καὶ τριγωνοκρατόρων καὶ ἐναντιωμάτων καὶ τὰ ὅρια τῶν ε′ πλανωμένων καὶ δεκανοὺς γ′ εἰς πρόσωπα γ′· καὶ ἕτερα εἰς πλῆθος θαυμάσια· καὶ περὶ ἀνέμων καί μοίρας λεπτὰ πρῶτα καὶ λεπτὰ δεύτερα]
Ὁ ζῳδιακὸς κύκλος κινεῖται λοξῶς [λοξὸς κεῖται πρὸς τὸν ἰσημερινὸν], ἔχων τμήματα ιβ′ ἃ καὶ καλεῖται ζῴδια.
Κριός
Καὶ πρῶτον μὲν αὐτοῦ τμῆμα ὃ καὶ ζῴδιόν ἐστι Κριός· ὁ δὲ Κριός ἐστι ζῴδιον ἀρσενικόν, τροπικόν, ἐαρινόν, ἰσημερινόν, ἀνωφερές, τετράπουν, χερσαῖον, βασιλικόν, ὀλιγόγονον, εὐμετάβολον, θυμικόν, πυρῶδες, κόσμου μεσουράνημα, αὐξομειωτικόν, ληκτικόν, ἀσελγές, διάπυρον, μελοκοπούμενον, σαρκῶδες, ἀσθενόφθαλμον, λατρῶδες, ἡμίφωνον, ἀνυπότακτον, ἡγεμονικόν, ἀποβλέπον εἰς νοταπηλιώτην. Ἔχει δὲ μοίρας λ′, ἡ δὲ μοῖρα λεπτὰ ξ′, τὸ δὲ πρῶτον λεπτὸν δευτερόλεπτα ξ′ καὶ ἑξῆς ὁμοίως, οἶκος Ἄρεως, ὕψωμα Ἡλίου περὶ μοίρας ιθ′, κοίλωμα Κρόνου περὶ μοίρας κα′, τρίγωνον ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός, ἐπίκοινος Κρόνος· ἐναντίωμα Ἀφροδίτης,
[καί ἔστι τοῦτο τὸ ζῴδιον ἀρσενικόν, τροπικόν, ὅτι ἀπὸ τούτου ἄρχεται μείζων γίνεσθαι ἡ ἡμέρα τῆς νυκτός, ἰσημερινόν, ἐαρινόν, φωνῆεν, χερσαῖον, ἡμερινόν, ἀνωφερές, κεφαλὴ κόσμου, τετράπουν, βασιλικόν, ἤγουν προστάσσον, ὀλιγόγονον, εὐμετάβολον, θυμικόν, πυρῶδες, θερμὸν καὶ ξηρόν, ἀσελγές]
Ἔχει δὲ δεκανοὺς γ′. Καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλουσιν ἡ Ἀθηνᾶ καὶ ἡ οὐρὰ τοῦ Κήτους καὶ τὸ γ′ τοῦ Δελτωτοῦ καὶ ὁ Κυνοκέφαλος ὁ τὰ λύχνα φέρων καὶ ἡ κεφαλὴ τοῦ Αἰλούρου τῆς δωδεκαώρου. Τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσιν ἡ Ἀνδρομέδα καὶ τὰ μέσα τοῦ Κήτους καὶ ἡ Γοργὼ καὶ τοῦ Περσέως ἡ ἅρπη καὶ τὸ ἥμισυ τοῦ Δελτωτοῦ καὶ τὸ μέσον τοῦ Αἰλούρου τῆς δωδεκαώρου. Tῷ δὲ γ′ δεκανῷ παρανατέλλουσιν ἡ Κασσιέπεια ἐπὶ θρόνου καθεζομένη καὶ Περσεὺς κατακέφαλα καὶ ἡ κεφαλὴ τοῦ Κήτους καὶ τὸ ὑπόλοιπον τοῦ Δελτωτοῦ καὶ ἡ οὐρὰ τοῦ Αἰλούρου τῆς δωδεκαώρου. Kαὶ ὁ μὲν α′ δεκανὸς φέρει πρόσωπον Ἄρεως, ὁ δὲ β′ Ἡλίου, ὁ δὲ γ′ Ἀφροδίτης. Ἐπανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ ἐσχάτου Ποταμοῦ μοίρας γ′ λεπτῶν ν′, νότιος, μεγέθους α′, κράσεως Διὸς καὶ Ἀφροδίτης.
Ἔχει δὲ ὅρια τῶν ε′ πλανωμένων ἀπὸ μὲν μοίρας α′ ἕως ϛ′ Διός, ἀπὸ δὲ ζ′ ἕως ιβ′ Ἀφροδίτης, ἀπὸ δὲ ιγ′ ε′ ἕως κ′ Ἑρμοῦ, ἀπὸ δὲ κα′ ἕως κε′ Ἄρεως, ἀπὸ δὲ κϛ′ ἕως λ′ Κρόνου. Εἰσὶ δὲ ὑποτεταγμένα κλίματα τῷ ζῳδίῳ· Περσίς· κατὰ δὲ Πτολεμαῖον Βρεττανία, Γαλατία, Γερμανία, Παλαιστίνη, Ἰδουμαία, Ἰουδαία. Κυριεύει δὲ τοῦ σώματος κεφαλῆς καὶ προσώπου καὶ πάντων τῶν κατὰ τῆς κεφαλῆς γινομένων αἰτίων καὶ συμπτωμάτων, τουτέστιν αἰσθητηρίων, κεφαλαλγιῶν, ἐπισκιασμῶν, ἀποπληξίας, δυσηκοΐας, ἀμαυρώσεως, λέπρας, λειχήνων, μαδαρώσεως, φαλακρώσεως, ἀναισθησίας, τραυμάτων, καὶ ὅσα περὶ τὰς ἀκοὰς καὶ τοὺς ὀδόντας εἰώθασι γίνεσθαι. Κυριεύει δὲ καὶ στοιχείων τοῦ α′ καὶ τοῦ ν′.
[καθόλου μὲν οὖν ὁ Κριὸς βροντώδης ἐστὶ καὶ χαλαζώδης κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ ὀλιγόσπορα καὶ ὀμβρώδη καὶ ἀνεμώδη διὰ τὴν τῆς ἰσημερίας ἐπισημασίαν· τὰ δὲ μέσα εὔκρατα καὶ πολύσπορα, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικὰ μάλιστα τῶν τετραπόδων καὶ τὰ μὲν πρὸς βορρᾶν καυματώδη καὶ φθαρτικά, τὰ δὲ πρὸς νότον κρυσταλώδη καὶ ὑπόψυχρα. Τούτου ἀπὸ μοίρας α′ ἕως γ′ ἀνατέλλει ὅριον κτλ. ... ]
Ἔστὶ δὲ πλάγιον καὶ φωνῆεν, ἀνατέλλει δὲ ἀπὸ μοίρας α′ ἕως τρίτης ὅριον τοῦ ζῳδίου, ἀπὸ γ′ ἕως ζ′ κεφαλή, ἀπὸ δὲ η′ ἕως ι′ τράχηλος, ἀπὸ δὲ ια′ ἕως ιγ′ στῆθος, ἀπὸ δὲ ιδ′ ἕως ιη′ ὀσφύς, ἀπὸ δὲ ιθ′ ἕως κα′ ἰσχία, ἀπὸ δὲ κβ′ ἕως κδ′ ὀπίσθια, ἀπὸ κε′ ἕως κζ′ οὐρά, ἀπὸ κη′ ἕως λ′ πόδες.
Ἀποτελεῖ δὲ ὡροσκοπῶν ἢ τὴν Σελήνην ἔχων ἐπίχροας, ἐπίρρινας, μελανοφθάλμους, ἀναφαλαντίας, σεμνούς, ἐνίσχνους, εὐφυεῖς, λεπτοσκελεῖς, εὐφώνους, μεγαλοψύχους. Καὶ τοὺς μὲν ἐν τῷ α′ δεκανῷ πρακτικούς, ἀρχοντικούς· καταλιπεῖν δὲ ἢ φεύξεσθαι τὴν πατρίδα καὶ πολλὴν διελθόντα γῆν καὶ θάλασσαν καὶ ἐπὶ ξένης θαυμασθέντα χρόνῳ ἀντιστρέψειν, καὶ πολλοὺς κακώσαντα· πατέρα δὲ οὐκ εὐθάνατον ἕξει ἢ καὶ τὰ πατρικὰ αὐτοῦ διαπεσεῖται· και ἀδελφοὺς ἀποβαλεῖν και ὀλισθήσεσθαι τὰ κρύφια τοῦ σώματος. Τοὺς δὲ ἐν τῷ β′ δεκανῷ εὐπόρους μὲν ἔσεσθαι, συνεχῶς δὲ ἐν λύπαις καὶ ἀποβολαῖς καὶ παλιγκτήσεσιν. Τοὺς δὲ ἐν τῷ γ′ πολυμόχθους, μεταλαμβάνοντας κινδύνων ἢ δεσμῶν. Μίσεσι δ’ αὐτοὺς ἐᾶσαι τὴν ἰδίαν ἐν νεότητι καὶ ὀψὲ ἐπανελθεῖν καὶ χωρισθήσεσθαι παλιν· κατὰ δὲ τὸ πλεῖστον ἀτεκνοῦσι.
[Λαμπραὶ δὲ μοῖραι αὐτοῦ εἰσι γ′ ϛ′ ιθ′ κ′ κζ′ λ′.]
Ταῦρος
Δεύτερον ζῴδιόν ἐστι Ταῦρος, θηλυκόν, νυκτερινόν, βόρειον, πλάγιον, ἡμίφωνον, στερεόν, ἐαρινόν, ἡμιτελές, τετράπουν, μελοκοπούμενον, ἄσπερμον, ἀμετάβλητον, χερσαῖον, κόσμου περιποιητικόν, ἀσελγές, ληκτικόν, γεῶδες, οἶκος Ἀφροδίτης, ὕψωμα Σελήνης περὶ μοίρας γ′, ταπείνωμα οὐδενός, ἀνατέλλον ἐκ τῶν ὀπισθίων μερῶν, δῦνον ὀρθῶς, οὖ τὸ πλεῖον μέρος ἐν τῷ ἀφανεῖ κόσμῳ κεῖται, ἀποβλέπον εἰς τὸν νότον. Ἔχει δὲ μοίρας λ′ καὶ τὰ λοιπὰ καθὰ προείρηται ἐπὶ τοῦ Κριοῦ. Τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Σελήνης, ἐπίκοινος Ἄρης· ἐναντίωμα Ἄρεως.
[καί ἐστι τοῦτο τὸ ζῴδιον βόρειον, χερσαῖον λατρῶδες πλάγιον κτλ. ... μελοκοπούμενον, γεῶδες, θηριῶδες, ἀμετάβλητον, τράχηλος κόσμου, κατωφερές, ὀλιγόγονον, ἀσελγές]
Ἔχει δεκανοὺς γ′. Καὶ τῷ μὲν α′ δεκανῷ παρανατέλλουσιν Ὠρίων ξιφηφόρος καὶ τὸ ἥμισυ τῆς Πλειάδος καὶ ἥμισυ λειψάνου Νεκρὰς Γυναικὸς καὶ ἡ κεφαλὴ τοῦ Κυνὸς τῆς δωδεκαώρου. Τῷ δὲ β′ δεκανῷ παρανατέλλουσιν ὁ Κυνοκέφαλος κατέχων ἄγαλμα γυμνὸν καὶ τὸ Σκῆπτρον καὶ τὸ ἄλλο ἥμισυ τοῦ λειψάνου τῆς Νεκρᾶς Γυναικὸς καὶ τὰ μέσα τοῦ Κυνὸς τῆς δωδεκαώρου. Τῷ δὲ γ′ δεκανῷ παρανατέλλουσι τὸ Ἱππικὸν καὶ ὁ Ἡνίοχος καὶ Ἅρμα καὶ Αἲξ βασταζομένη ὑπὸ τοῦ Ἡνιόχου τῇ ἀριστερᾷ χειρὶ καὶ τὰ ὀπίσθια τοῦ Κυνὸς τῆς δωδεκαώρου. Καὶ ὁ μὲν α′ δεκανὸς φέρει πρόσωπον Ἑρμοῦ, ὁ δὲ β′ Σελήνης, ὁ δὲ γ′ Κρόνου. Παρανατέλλει δὲ τούτῳ ὁ λαμπρὸς ἀστὴρ τῆς Γοργοῦς μοίρας γ′ λεπτῶν κ′, βόρειος, μεγέθους β′, κράσεως Διὸς καὶ Κρόνου. Πάλιν παρανατέλλει τούτῳ ἡ Πλειὰς πᾶσα ἀπὸ μοιρας ϛ′ ἕως η′· αὗται αἱ μοῖραι σινωτικαὶ περὶ τοὺς ὀφθαλμοὺς τυγχάνουσι. Πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῶν Ὑάδων μοίρας ιϛ′ λεπτῶν κ′, νότιος, μεγέθους α′, κράσεως Ἄρεως και Ἀφροδίτης. Πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐν τῷ ἄκρῳ ποδὶ τοῦ Ὠρίωνος μοίρας κγ′, νότιος, μεγέθους α′, κράσεως Διὸς καὶ Κρόνου. Πάλιν παρανατελλει λαμπρὸς ἀστὴρ ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος μοίρας κζ′ λεπτῶν μ′, νότιος, μεγέθους β′, κράσεως Ἄρεως καὶ Ἑρμοῦ. Πάλιν παρανατελλει ὁ λαμπρὸς ἀστὴρ τῆς Αἰγός, ὃ καὶ ὀνομάζομεν τὸν ἀστέρα αὐτόν, μοίρας κη′ λεπτῶν μ′, βόρειος, μεγέθους α′, κράσεως Διὸς καὶ Κρόνου.
[τοῦτο τὸ ζῴδιον καθόλου μέν ἐστιν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κράσεων, ὑπόθερμον γάρ· κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ τὰ κατὰ τὴν Πλειάδα πνευματώδη καὶ ὀμιχλώδη καὶ σεισμοποιά, τὰ δὲ μέσα ὑγραντικὰ καὶ ψυχρά, τὰ δὲ ἑπόμενα τὰ κατὰ τὴν Ὑάδα πυρώδη καὶ κεραυνῶν καὶ ἀστραπῶν ποιητικά· καὶ τὰ μὲν βόρεια εὔτακτα, τὰ δὲ νότια κινητικὰ καὶ ἄτακτα.]
Ἕχει δὲ ὅρια τῶν ε′ πλανητῶν ἀπὸ μοίρας α′ ἕως η′ Ἀφροδίτης, ἀπὸ δὲ θ′ ἕως ιδ′ Ἑρμοῦ, ἀπὸ δὲ ιε′ ἕως κβ′ Διός, ἀπὸ κγ′ ἕως κζ′ Κρόνου, ἀπὸ δὲ κη′ μέχρι λ′ Ἄρεως. Εἰσὶ δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Βαβυλών· Παρθία, Μηδία, Περσίς, Κυκλάδες νῆσοι, Κύπρος, Μικρὰ Ἀσία. Κυριεύει δὲ τοῦ σώματος τένοντος καὶ τραχήλου, καταπόσεως, κυρτώσεως, χοιράδων, πνιγμῶν καὶ μυκτήρων· σίνη καὶ πάθη ὀφθαλμῶν. Κυριεύει δὲ στοιχείων β′ καὶ ξ′.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α′ ἕως γ′ κεφαλή, ἀπὸ δ′ ἕως ζ′ κέρατα, ἀπὸ η′ ἕως ι′ τράχηλος, ἀπὸ ια′ ἕως ιγ′ στῆθος, ἀπὸ ιδ′ ἕως ιη′ ὀσφύς, ἀπὸ ιθ′ ἕως κα′ ἰσχία, ἀπὸ δὲ κβ′ ἕως κδ′ πόδες, ἀπὸ δὲ κε′ ἕως κζ′ οὐρά, ἀπὸ δὲ κη′ ἕως λ′ ὄνυχες.
Ἀποτελεῖ δὲ λειοτέρους τῇ χροιᾷ ἔσεσθαι, μεγαλοστόμους δὲ καὶ μετωπίας καὶ ὀξύτριχας καὶ βαρυψύχους καὶ ἀπεστραμμένους τῶν οἰκείων. Τούτων δὲ τοὺς μὲν ἐν τῷ α′ δεκανῷ πολυκινδύνους [πολυκοίνους], πολυδαπάνους, ἀτέκνους, σπαναδέλφους. Τοὺς δὲ ἐν τῷ β′ δεκανῷ ἀπαιδεύτους, ἐργοπόνους, μοχθηρούς, τὰ πατρικὰ ἀποβάλλοντας καὶ ἀδελφοὺς κτωμένους. Τοὺς δὲ ἐν τῷ γ′ δεκανῷ σεμνούς, εὐπρεπεῖς, εὐπόρους, ἐνδόξους, λαμπροβίους, ὕστερον δὲ ἐν φροντίδι καὶ τίσει γενόμενους.
[Λαμπρομοιρίαι δὲ αὐτοῦ γ′ ε′ η′ ι′ ιζ′ κ′ λ′.]
Δίδυμοι
Τρίτον ζῴδιόν εἰσι Δίδυμοι, ἀρσενικόν, ἡμερινόν, φωνῆεν, πλάγιον, δίσωμον, ὀλιγόσπερμον, κόσμου κακοδαιμόνημα, νευρῶδες, ἀνθρωποειδές, ἀποβλέπον εἰς τὸν λίβα, οἶκος Ἑρμοῦ, ὕψωμα Ἀναβιβάζοντος περὶ μοίρας ιε′, ταπείνωμα Καταβιβάζοντος περὶ μοίρας ιε′, ἐναντίωμα Διός, τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ, ἐπίκοινος Ζεύς.
[στειρῶδες, ὦμος κόσμου, ὀστῶδες, νευρῶδες, ἀνθρωποειδές, ἀερῶδες, βόρειον, προστάσσον]
Ἔχει δὲ δεκανοὺς γ′. Καὶ τῷ μὲν α′ δεκανῷ παρανατέλλουσιν Ἡνίοχος καὶ Ἅρμα καὶ Τροχὸς ὑποκάτω τοῦ Ἅρματος καὶ τὸ ἥμισυ τῶν ἐμπροσθίων τοῦ Κυνὸς καὶ ἡ κεφαλὴ τοῦ Ὄφεως τῆς δωδεκαώρου. Τῷ δὲ β′ δεκανῷ παρανατέλλουσι Λύρα καὶ Ἡρακλῆς καὶ Ὄφις ἐπίδενδρος ὑπὸ τοῦ Ἡρακλέους διωκόμενος καὶ τὰ μέσα τοῦ Ὄφεως τῆς δωδεκαώρου. Τῷ δὲ γ′ δεκανῷ παρανατέλλουσιν Ἀπόλλων καὶ Λύρα καὶ Κύων καὶ Δελφὶς καὶ τὰ ἐμπρόσθια τῆς Μικρᾶς Ἄρκτου καὶ τὰ ὀπίσθια τοῦ Ὄφεως τῆς δωδεκαώρου. Καὶ ὁ μὲν α′ δεκανὸς φέρει πρόσωπον Διός· ὁ δὲ β′ Ἄρεως· ὁ δὲ γ′ Ἡλίου. Παρανατέλλει δὲ αὐτῷ λαμπρὸς ἀστὴρ ὁ μέσος τῶν τριῶν τῆς ζώνης τοῦ Ὠρίωνος μοίρας α′, νότιος, μεγέθους β′, κράσεως Διὸς καὶ Κρόνου. Πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ὠρίωνος, μοίρας ε′ λεπτῶν μ′, νότιος, μεγέθους α′, κράσεως Ἄρεως καὶ Ἑρμοῦ. Πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ἡνιόχου μοίρας ϛ′ λεπτῶν λ′, μεγέθους β′, κράσεως Διὸς καὶ Κρόνου. Πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ τοῦ Κυνὸς μοίρας κα′ λεπτῶν μ′, μεγέθους α′, κράσεως Διὸς καὶ Ἄρεως. Αὖθις παρανατέλλει ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγούμενου Διδύμου μοίρας κζ′, μεγέθους β′, κράσεως Διὸς καὶ Ἑρμοῦ.
[ἔστι δὲ τοῦτο τὸ ζῴδιον καθόλου μὲν εὐκρασίας ποιητικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα καὶ ἄτακτα, τὰ βόρεια πνευματώδη καὶ σεισμοποιά, τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη. Λαμπραὶ δὲ μοῖραι τούτου ἡ ϛ′, ἡ ιθ′, ἡ κα′ καὶ ἡ λ′. Ὅρια ἐν αὐτῷ τῶν ε′ πλανωμένων ἀπὸ μὲν α′ ἄχρις ϛ′ Ἑρμοῦ, ἀπὸ δὲ ζ′ ἄχρι ιβ′ Διός, ἀπὸ δὲ ιγ′ ἄχρις κ′ Ἀφροδίτης, ἀπὸ δὲ κα′ ἕως κϛ′ Ἄρεως, ἀπὸ δὲ κζ′ ἕως λ′ Κρόνου. Ὑπόκεινται δὲ τούτῳ οἰκήσεις αὗται· Καππαδοκία, Ὑρκανία, Ἀρμενία, Μηδία, Κυρηναϊκή, Μαρμαρική, Αἴγυπτος ἡ κάτω χώρα]
Ἔχει δὲ ὅρια τῶν ε′ πλανητῶν· Ἑρμοῦ ϛ′, Διὸς ϛ′, Ἀφροδίτης ε′, Ἄρεως ζ′, Κρόνου ϛ′. Εἰσὶ δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Καππαδοκία, κατὰ δὲ Πτολεμαῖον Ὑρκανἰα, Ἀρμενία, Ματτιανὴ, Κυρηναϊκή, Μαρμαρική, Αἰγύπτου ἡ κάτω χώρα. Κυριεύει δὲ τοῦ σώματος ὤμων καὶ χειρῶν· στοιχείων γ′ καὶ ο′.
Ἀνατέλλουσι δὲ ἀπὸ μοίρας α′ ἕως β′ κόμαι Ἀπόλλωνος, ἀπὸ γ′ ἕως ε′ κεφαλή, ἀπὸ ϛ′ ἕως θ′ τράχηλος, ἀπὸ ι′ ἕως ιβ′ ὦμοι, ἀπὸ ιγ′ ἕως ιζ′ κοιλία, ἀπὸ ιη′ ἕως κ′ μηροί, ἀπὸ κα′ ἕως κγ′ μέσαι κνῆμαι, ἀπὸ κδ′ ἕως κε′ πόδες καὶ ἀπὸ κϛ′ ἕως λ′ ἔσχατα βόρεια, ὅτι παρὰ τὸν Καρκίνον εἰσίν.
Ἀποτελεῖ δὲ μελανόχρους, εὐγενείους, συνόφρυας, ἀναφαλαντίας, ταχεῖς ἐν τῷ περιπάτῳ, συναλλακτικούς, εὐπόρους. Τούτων δὲ τοὺς μὲν ἐν τῷ πρώτῳ δεκανῷ εὐδόξησιν καὶ διοίκησιν ὑπερεχομένων πραγμάτων, καὶ παραλήψεσθαι πάτρωα· ἔσεσθαι καὶ γυμναστικοὺς καὶ κακοπαθεῖς, κενὰ καὶ μάταια μοχθοῦντας, πολυπείρους, ἐπινοηματικούς. Τοὺς δὲ ἐν τῷ β′ πολυκινδύνους, μοιχικούς, ἐναντίους γονεῦσι, μισοπονήρους, νουνεχεῖς, ῥιψοκινδύνους, εὐπόρους. Ἐν δὲ τῷ γ′ δεκανῷ νικητικούς, εὐδόξους καὶ τὴν πατρίδα κοσμοῦντας.
Καρκίνος
Τέταρτον ζῴδιόν ἐστι Καρκίνος· τροπικόν, θερινόν, ὀρθόν, ἄφωνον, θηλυκόν, νυκτερινόν, εὐμετάβολον, σκαπτικόν, λεπρῶδες, κατωφερές, ὑδατῶδες, ὡροσκόπος κόσμου, ἀγαθῶν δηλώσεων, ὀχλικόν, πολύγονον, ἀμφίβιον, οἶκος Σελήνης, ὕψωμα Διὸς περὶ μοίρας ιη′, ταπείνωμα Ἄρεως περὶ μοίρας κη′, ἐναντίωμα Κρόνου, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως, ἐπίκοινος ἡ Σελήνη.
[ἀμφίβιον, κυρτόν, προστάσσον, ὀχλικόν, πολύγονον, κόσμου στῆθος καὶ πλευραί]
Ἔχει δὲ δεκανούς τρεῖς. Καὶ τῷ μὲν α′ δεκανῷ παρανατέλλουσι τὰ ὀπίσθια τῆς Μικρᾶς Ἄρκτου καὶ Σάτυρος ψαύων τοῦ ῥοπάλου καὶ Μοῦσα λυρίζουσα καὶ μία τῶν Χαρίτων καὶ ἡ κεφαλὴ τοῦ Κανθάρου τῆς δωδεκαώρου. Τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσι τὸ ἥμισυ τῆς Φάτνης καὶ ὁ Ὄνος καὶ ἡ μέση τῶν Χαρίτων καὶ τὰ μέσα τοῦ Κανθάρου τῆς δωδεκαώρου. Τῷ δὲ γ′ δεκανῷ παρανατέλλουσιν ἡ τρίτη τῶν Χαρίτων καὶ ὁ ἄλλος Ὄνος καὶ τὸ ἄλλο ἥμισυ τῆς Φάτνης καὶ τὰ τέλη τοῦ Κανθάρου τῆς δωδεκαώρου. Καὶ ὁ μὲν α′ δεκανὸς φέρει πρόσωπον Ἀφροδίτης, ὁ δὲ β′ Ἑρμοῦ, ὁ δὲ γ′ Σελήνης. Παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου λεπτῶν κ′, βόρειος, μεγέθους β′, κράσεως Ἄρεως μόνου. Ἔτι δὲ παρανατέλλει τὸ Νεφέλιον ἀπὸ μοίρας θ′ ἕως μοίρας ιε′· αὗται αἱ μοῖραι σινωτικαὶ τυγχάνουσι περὶ τοὺς ὀφθαλμούς.
[ἐστὶ δὲ τοῦτο τὸ ζῴδιον εὐδιεινὸν καὶ θερινόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κατὰ τὴν Φάτνην πνιγώδη εἰσὶ καὶ σεισμοποιὰ καὶ ἀχλυώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη καὶ τὰ μὲν βόρεια καὶ τὰ νοτία ἔμπυρα καὶ καυσώδη· ἡ δὲ ἐν αὐτῷ λεγομένη Φάτνη ποιεῖ λευκώματα ἐν τοῖς ὀφθαλμοῖς. Καὶ τούτου λαμπραὶ μοῖραι· ε′, η′, κβ′, κϛ′, κθ′. Ὅρια δὲ ἐν αὐτῷ τῶν ε′ πλανωμένων εἰσὶ ταῦτα· Ἄρεως ἀπὸ α′ ἄχρις ζ′, Ἀφροδίτης ἀπὸ η′ ἕως ιγ′, Ἑρμοῦ ἀπὸ ιδ′ ἕως ιθ′, Διὸς ἀπὸ κ′ ἕως κϛ′, Κρόνου ἀπὸ κζ′ ἕως λ′. Ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αὗται· Ἀρμενία, Νουμηδία, Καρχηδονία, Ἀφρική κτλ.]
Ἔχει δὲ ὅρια τῶν ε′ πλανητῶν Ἄρεως ζ′, Ἀφροδίτης ϛ′, Ἑρμοῦ ϛ′, Διὸς ζ′, Κρόνου δ′. Ὑποτεταγμένα δὲ κλίματα ταῦτα· Ἀρμενία, κατὰ δὲ Πτολεμαῖον Νουμιδία, Καρχηδών, Ἀφρική, Βιθυνία, Φρυγία, Κολχική. Κυριεύει δὲ τοῦ σώματος στήθους καὶ στομάχου, μαζῶν, καρδίας, σπληνός, ἀποκρύφων τόπων, ἀμαυρώσεως διὰ τὸ Νεφέλιον, ἀλφῶν, λειχήνων, λεπρῶν, ἀποπληξίας καὶ ὕδρωπος, κυρτώσεως, φακῶν καὶ στοιχείων δ′ καὶ π′.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α′ ἕως τρίτης ἄκρα, ἀπὸ δὲ δ′ ἕως ζ′ κεφαλή, ἀπὸ δὲ η′ ἕως ι′ κοιλία, ἀπὸ δὲ ια′ ἕως ιγ′ πόδες, ἀπὸ ιδ′ ἕως ιθ′ ἔσχατα, ἀπὸ κ′ ἕως κδ′ ῥάχις, ἀπὸ κε′ ἕως κζ′ ἀριστερὰ ἡ πρὸς νότον χηλή, ἀπὸ κη′ ἕως λ′ δεξιὰ ἡ πρὸς λίβα.
Ἀποτελεῖ δὲ μελανοχρόους, μικροτραχήλους, εὐθώρακας, σκαμβούς ἢ λοξοφορουμένους ἐν τῷ περιπάτῳ, εὐσωμάτους, ἀλλοτρίων δαπανητάς. Τούτων δὲ τοὺς μὲν περὶ τὸν πρῶτον δεκανὸν γεννωμένους εὐπορήσειν καὶ πολλοὺς εὐεργετήσειν καὶ μεγάλων φιλίας οἰκειώσεσθαι. Τοὺς δὲ ἐπὶ τῷ β′ δεκανῷ μικρολόγους, πολυαρρώστους, ἐπιτευκτικούς, ξενιτεύοντας, ταῖς ὁράσεσι βλαπτομένους, εὐτέχνους. Ἐν δὲ τῷ γ′ ἐπιπολὺ μὲν ὑποταγεῖς τινι καὶ κινδυνώδεις γιγνομένους, σπαναδέλφους δὲ καὶ τῶν οἰκείων ἁπαλλοτριουμένους, φιλοθαλάσσους δὲ καὶ ῥιψοκινδύνους κέρδους ἕνεκα, εὐτέκνους δὲ καὶ σίνος ἔχοντας ἐπὶ τῷ σώματι.
Λέων
Πέμπτον ζῴδιόν ἐστι Λέων· ἀρσενικόν, ἡμερινόν, φωνῆεν [ἄφωνον], ὀρθόν, στερεόν, βασιλικόν, ἀρχικόν, θερμόν, θερινόν, πυρῶδες, ὀργίλον, ἀμετάτρεπτον, θυμικόν, δυσυπότακτον, ἀνωφερές, πολιτικόν, δημόσιον, στειρῶδες, τετράπουν, μελοκοπούμενον, ἀσελγές, ἐπαναφορὰ κόσμου, μονοτόκον, ἡγεμονικόν, ἀποβλέπον εἰς τὸν ἀπηλιώτην, οἶκος Ἡλίου, ὕψωμα καὶ ταπείνωμα οὐδενός, ἐναντίωμα Κρόνου, τρίγωνον ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός, ἐπίκοινος Κρόνος.
Ἔχει δεκανούς γ′. Καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλουσιν ὁ Κυνοπρόσωπος τοξεύων καὶ τὸ ἥμισυ τοῦ Σκάφους καὶ ἡ κεφαλὴ τῆς Ὕδρας καὶ ἡ κεφαλὴ τοῦ Ὄνου τῆς δωδεκαώρου. Τῷ δὲ β′ δεκανῷ παρανατέλλουσι τὸ ἄλλο ἥμισυ τοῦ Σκάφους καὶ θεός τις ἔχων ἐκτεταμένας τὰς χεῖρας ἄνω καὶ ὁ νῶτος τῆς Ὕδρας καὶ Κρατὴρ καὶ Κύμβαλα καὶ οἱ Φρύγιοι Αὐλοὶ καὶ τὰ μέσα τοῦ Ὄνου τῆς δωδεκαώρου. Τῷ δὲ γ′ δεκανῷ παρανατέλλουσιν Ἡνίοχος τροχὸν βαστάζων καὶ Μειράκιον μικρὸν ἑπόμενον αὐτῷ καὶ τὰ μέσα τῆς Ὕδρας καὶ τὰ ὀπίσθια τοῦ Ὄνου τῆς δωδεκαώρου. Καὶ ὁ μὲν α′ δεκανὸς φέρει πρόσωπον Κρόνου, ὁ δὲ β′ Διὸς καὶ ὁ γ′ Ἄρεως. Παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ αὐχένος τῆς Ὕδρας μοίρας γ′ λεπτῶν μ′, νότιος, μεγέθους β′, κράσεως Κρόνου και Ἀφροδίτης. Πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος, ὃς καλεῖται Βασιλικός, μοίρας ϛ′ λεπτῶν ιβ′, μεγέθους α′, κράσεως Ἄρεως καὶ Διός. Πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς οὐρᾶς αὐτοῦ μοίρας κη′ λεπτῶν ιβ′, μεγέθους α′, κράσεως Κρόνου καὶ Ἀφροδίτης.
[καθόλου μὲν οὖν τοῦτο τὸ ζῴδιόν ἐστι καυσῶδες καὶ γεῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ πνιγωδη καὶ λοιμικὰ τετραπόδων, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ἄνικμα καὶ φθοροποιά, καὶ τὰ μὲν βόρεια πυρώδη καὶ κινητικά, τὰ δὲ νότια δίυγρα. Λαμπραὶ δὲ τούτου μοῖραι εἰσί α′, δ′, ε′, ιϛ′, κ′, κϛ′, λ′. Ὅρια δὲ ἐν αὐτῷ τῶν ε′ πλανωμένων εἰσὶ ταῦτα· Διὸς ἀπὸ α′ ἕως ϛ′, Ἀφροδίτης ἀπὸ ζ′ ἕως ια′, Κρόνου ἀπὸ ιε′ ἕως ιη′, Ἑρμοῦ ἀπὸ ιθ′ ἕως κδ′, Ἄρεως ἀπὸ κε′ ἕως λ′. Ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αἵδε· ἡ Μικρὰ Ἀσία, Ἰταλία, Γαλατία, Ἀπουλία, Φοινίκη, Χαλδαϊκή, Ὀρχηνία.]
Ἔχει δὲ ὅρια τῶν ε′ πλανητῶν Διὸς ϛ′, Ἀφροδίτης ε′, Κρόνου ζ′, Ἑρμοῦ ϛ′, Ἄρεως ϛ′. Ἔχει δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Ἀσίαν· Ἰταλίαν, Γαλατίαν, Ἀπουλίαν, Φοινίκην, Χαλδαίαν, Ὀρχηνίαν. Κυριεύει δὲ τοῦ σώματος νεύρων, ὀστέων, ὀσφῦος, καρδίας, ὁράσεως, ἀνδρείας· στοιχείων δὲ ε′ καὶ ρ′.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α′ ἕως γ′ κεφαλή, ἀπὸ δ′ ἕως ζ′ τράχηλος, ἀπὸ η′ ἕως ια′ ῥάχις, ἀπὸ ιβ′ ἕως ιδ′ ὀσφύς, ἀπὸ ιε′ ἕως ιθ′ ἰσχία, ἀπὸ κ′ ἕως κβ′ οὐρά, ἀπὸ κγ′ ἕως κε′ ἀγκύλαι, ἀπὸ κϛ′ ἕως κη′ τὸ περὶ τὰς ἀγκύλας ἄκρον ἔξω νενευμένον τῆς οὐρᾶς μέρος, ἀπὸ κθ′ ἕως λ′ ὀπισθίων ποδῶν βάσεις καὶ ὄνυχες.
Ἀποτελεῖ δὲ λευκόχροας, ὑποπήρους, τοῖς δὲ ὄμμασιν εὐχαρόπους, μεγαλοστόμους, ἀραιόδοντας, εὐτραχήλους, κοντορίνους, εὐστέρνους, ἐγκοιλίους, κάτωθεν ἰσχνοτέρους καὶ λεπτοσκελεῖς, βαρυφώνους, σκληρούς, ἐντρόφους. Τούτων δὲ τοὺς μὲν ἐν τῷ α′ δεκανῷ φιλοκασιγνήτους, ὀρειβάτας, ἐπιμόχθους. Κατὰ δὲ τὸν β′ βασιλικούς, θρασεῖς, γενναίους, ἀρχοντικούς, ὀλιγοχρονίους, πατρῷα ὁλοθρεύοντας. Κατὰ δὲ τὸν γ′ ῥυπαρούς, βλοσυρώδεις, ψυγιζομένους, εὐπόρους, ἡγεμονικούς, ἐκδημοτικούς, πολλοὺς μὲν εὐεργετοῦντας, πολλοὺς δὲ καὶ ἀδικοῦντας, ἀποβάλλοντας ἀδελφοὺς καὶ ἑαυτοὺς οὐκ εὖ θανατοῦντας.
Παρθένος
Ἕκτον ζῴδιόν ἐστι Παρθένος σύνθετον, ὀρθόν, θηλυκόν, νυκτερινόν, θερινόν, πτερωτόν, τριπρόσωπον, λογικόν, κατωφερές, φωνῆεν, γεῶδες, εὐμετάβολον, [κοινωνικὸν], μυστικόν, ὑποτακτικόν, δίσωμον, ἀνθρωποειδές, στειρῶδες, ἀποβλέπον εἰς τὸν λίβα, ἀπόκλιμα κόσμου, οἶκος Ἑρμοῦ καὶ ὕψωμα Ἑρμοῦ περὶ μοίρας ιε′, ταπείνωμα Ἀφροδίτης περὶ μοιρας κζ′, ἐναντίωμα Διός, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Σελήνης, ἐπίκοινος ὁ Ἑρμῆς.
Ἔχει δεκανούς τρεῖς. Καὶ τῷ μὲν α′ δεκανῷ παρανατέλλουσι θεά τις ἐπὶ θρόνου καθεζομένη καὶ τρέφουσα παιδίον, ἥν τινες λέγουσι τὴν ἐν ἀτρίῳ θεὰν Ἶσιν τρέφουσαν τὸν Ὧρον. Παρανατέλλουσι δὲ καὶ Στάχυς καὶ τὰ μέσα τῆς Ὕδρας καὶ ἡ κεφαλὴ τοῦ Κόρακος καὶ ἡ κεφαλὴ τοῦ Λέοντος τῆς δωδεκαώρου. Τῷ δὲ β′ δεκανῷ παρανατέλλουσι Μοῦσα λυρίζουσα καὶ τὰ μέσα τοῦ Κόρακος καὶ ἡ οὐρὰ τῆς Ὕδρας καὶ τὸ ἥμισυ τοῦ Βοώτου τοῦ ταυροκεφάλου καὶ τὸ ἥμισυ τοῦ Ἀρότρου καὶ τὰ μέσα τοῦ Λέοντος τῆς δωδεκαώρου. Τῷ δὲ τρίτῳ δεκανῷ παρανατέλλει τὸ ἄλλο ἥμισυ τοῦ Βοώτου καὶ τὸ ἕτερον ἥμισυ τοῦ Ἀρότρου καὶ ἡ οὐρὰ τοῦ Κόρακος καὶ οἱ Στάχυες καὶ ἡ οὐρὰ τοῦ Λέοντος τῆς δωδεκαώρου. Καὶ ὁ μὲν α′ δεκανὸς φέρει πρόσωπον Ἡλίου, ὁ δὲ β′ Ἀφροδίτης, ὁ δὲ γ′ Ἑρμοῦ. Ἡ δὲ Παρθένος οὐκ ἔχει λαμπροὺς ἀστέρας παρανατέλλοντας, λέγω δὴ τοῦ α′ καὶ β′ μεγέθους. Παρανατέλλει δὲ μόνος ὁ ἐπ’ ἄκρας τῆς νοτίας καὶ ἀριστερᾶς πτέρυγος μοίρας β′ λεπτῶν κϛ′ καὶ μεγέθους τρίτου, κράσεως Ἑρμοῦ καὶ Ἄρεως, βόρειος. Καὶ πάλιν ἐν τῇ δεξιᾷ πτέρυγι ὁ καλούμενος Προτρυγητὴς μοίρας ιε′ λεπτῶν λϛ′, βόρειος, μεγέθους γ′, κράσεως Κρόνου καὶ Ἑρμοῦ.
[ἔστι δὲ τοῦτο τὸ ζῴδιον καθόλου μὲν δίυγρον καὶ βροντῶδες, καὶ τὰ μὲν προηγούμενα αὐτοῦ θερμὰ καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα ὑδατώδη, καὶ τὰ μὲν βόρεια πνευματώδη, τὰ δὲ νότια εὔκρατα. Λαμπραὶ δὲ μοῖραι αὐτοῦ εἰσι· ι′, ιζ′, κ′, κϛ′, κζ′, κθ′. Ὅρια δὲ τῶν ε′ πλανωμένων εἰσὶν ἐν αὐτῷ· Ἑρμοῦ ἀπὸ μοίρας α′ ἕως ζ′, Ἀφροδίτης ἀπὸ μοίρας η′ ἕως ιζ′, Διὸς ἀπὸ ιη′ ἕως κα′, Ἄρεως ἀπὸ κβ′ ἕως κϛ′, ἀπὸ κζ′ ἕως λ′ Κρόνου. Ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αὗται· Ἑλλάς]
Ἔχει δὲ ὅρια τῶν ε′ πλανητῶν· ἀπὸ μοίρας α′ ἕως ζ′ ὁ Ἑρμῆς, ἡ Ἀφροδιτη ι′, ὁ Ζεὺς δ′, ὁ Ἄρης ζ′, ὁ Κρόνος β′. Εἰσι δὲ καὶ ὑποτεταγμένα κλίματα ταῦτα· Ἑλλάς, Ἰωνία, Ἀχαία, Μεσοποταμία, Βαβυλωνία, Μέση Αἰθιοπία, Ἀσσυρία, Κρήτη. Κυριεύει δὲ τοῦ σώματος κοιλίας καὶ τῶν ἐντὸς πάντων καὶ τῶν ἀποκρύφων· στοιχείων δὲ ζ′ καὶ σ′.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α′ ἕως γ′ κεφαλή, ἀπὸ δὲ δ′ ἕως ϛ′ ῥίν, ἀπὸ ζ′ ἕως ι′ τράχηλος, ἀπὸ ια′ ἕως ιγ′ βραχίων, ἀπὸ ιδ′ ἕως ιη′ δάκτυλοι, ἀπὸ ιθ′ ἕως κα′ στάχυες, ἀπὸ κβ′ ἕως κγ′ κνῆμαι, ἀπὸ κδ′ ἕως κζ′ τὰ πρὸς βορρᾶν, αἱ δὲ λοιπαὶ πρὸς νότον.
Ἀποτελεῖ δὲ εὔχροας, εὐμήκεις, εὐειδεῖς, εὐσυναλλάκτους, ἱλαρούς, προσηνεῖς, διαβαλλομένους πρὸς παιδία καὶ τὰ πλεῖστα ὡς φιλόπαιδας. Ἐπὶ μὲν τοῦ α′ δεκανοῦ μακροβίους, ἐπιμόχθους, παρὰ μεγάλοις προκύπτοντας, πολλὰ δὲ βλαπτομένους διὰ φιλοκέρδειαν. Ἐπὶ τοῦ β′ σοφούς, κατωφερεῖς καὶ ἀποβάλλοντας ἐν νεότητι, εἰς δὲ γῆρας εὐτυχεστέρους, ἐπιτευκτικούς, εὐπαθεῖς εἰς ἀσθένειαν. Ἐπὶ δὲ τοῦ γ′ ταπεινοὺς τῷ βίῳ, ὑποταγὴν λαμβάνοντας καὶ πολλὰ παρὰ τὴν ἀξίαν ὑπομένοντας.
Ζυγός
Ἕβδομον ζῴδιόν ἐστι Ζυγός, ἀρρενικόν, ἰσημερινόν, ὀρθόν, ἡμερινόν, φωνῆεν, τροπικόν, ἀνθρωποειδές, ἀνωφερές, δίκαιον, ἀερῶδες, εὐμετάβολον, μετοπωρινόν, ὑπόγειον κόσμου, δημόσιον, πολιτικόν, αὐξομειωτικόν· οἶκος Ἀφροδίτης, ὕψωμα Κρόνου περὶ μοίρας κα′, ταπείνωμα Ἡλίου περὶ μοίρας ιθ′, ἐναντίωμα Ἄρεως, τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ, ἐπίκοινος ὁ Ζεύς.
[ὑποτακτικόν, μελοκοπούμενον, συριγκῶδες]
Ἔχει δὲ δεκανούς τρεῖς. Καὶ τῷ μὲν α′ δεκανῷ παρανατέλλουσιν ὁ Ἅιδης καὶ Μοῦσα λυρίζουσα καὶ ὁ Πορθμεὺς καὶ μέρος τῆς Ἀχερουσίας λίμνης καὶ μέρος τοῦ Σκάφους καὶ ἡ κεφαλὴ τοῦ Τράγου τῆς δωδεκαώρου. Τῷ δὲ β′ δεκανῷ παρανατέλλουσιν Ἡνίοχος καὶ Μειράκιον καὶ τὰ ἐμπρόσθια τοῦ Κενταύρου καὶ τὰ μέσα τοῦ Σκάφους καὶ τῆς Ἀχερουσίας λίμνης καὶ Κρήνη καὶ Ἀγορὰ καὶ τὰ μέσα τοῦ Τράγου τῆς δωδεκαώρου. Τῷ δὲ γ′ δεκανῷ παρανατέλλουσι τὰ ὀπίσθια τοῦ Κενταύρου καὶ τὰ τέλη τοῦ Σκάφους καὶ τῆς Ἀχερουσίας λίμνης καὶ Ἀριάδνη ἀνακειμένη ἔχουσα τὴν εὐώνυμον χεῖρα ἐπὶ τῆς κεφαλῆς καὶ ὁ Στέφανος τῆς Ἀριάδνης καὶ ἐν οὐρανῷ κεφαλαὶ δύο καί οἱ λεγόμενοι Βαλλισταὶ καὶ Ἄδωνις, ὃν καλοῦσιν Οὐρανόν, καὶ τὰ τέλη τοῦ Τράγου τῆς δωδεκαώρου. Συνήντηκε δὲ Ζυγὸς ἀπὸ τῶν τοῦ Σκορπίου χηλῶν, ἔχει δὲ καὶ δισώμου δύναμιν διὰ τὰς πλάστιγγας. Καὶ ὁ μὲν α′ δεκανὸς φέρει πρόσωπον Σελήνης, ὁ δὲ β′ Κρόνου, ὁ δὲ γ′ Διός. Παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ Στάχυος λεπτῶν κ′, βόρειος, μεγέθους α′, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ. Πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ἐπὶ τοῦ Βοώτου ὁ καὶ Ἀρκτοῦρος, μοίρας ε′ λεπτῶν μ′, βόρειος, μεγέθους α′, κράσεως Ἄρεως καὶ Διός. Πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ βορείου Στεφάνου μοίρας ιε′ λεπτῶν κ′, βόρειος, μεγέθους β′, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ. Πάλιν παρανατέλλει ὁ ἐπὶ τῆς χηλῆς τοῦ Σκορπίου λαμπρὸς ἀστὴρ μοίρας κε′ λεπτῶν ν′, βόρειος, μεγέθους β′, κράσεως Διὸς καὶ Ἑρμοῦ.
[ἔστι δὲ τὸ ζῴδιον τοῦτο καθόλου μὲν τροπικόν, μεταβολικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ τὰ μέσα εὔκρατα, τὰ δ’ ἑπόμενα ὑδατώδη, καὶ τὰ μὲν βόρεια πνευματώδη, τὰ δὲ νότια λοιμικά. Λαμπραὶ δὲ τούτου μοῖραι· ια′, ιϛ′, ιζ′, κγ′, λ′. Ὅρια δὲ ἐν αὐτῷ τῶν ε′ πλανωμένων· Κρόνου ἀπὸ α′ ἕως ϛ′, Ἑρμοῦ ἀπὸ ζ′ ἕως ιδ′, Διὸς ἀπὸ ιε′ ἕως κα′, Ἀφροδίτης ἀπὸ κβ′ ἕως κη′, Ἄρεως ἀπὸ κθ′ ἕως λ′, ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αἵδε. Λιβύη]
Ἔχει δὲ ὅρια τῶν ε′ πλανητῶν· Κρόνου ϛ′, Ἑρμοῦ η′, Διὸς ζ′, Ἀφροδίτης ζ′, Ἄρεως β′. Εἰσὶ δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Λιβύη, Κυρήνη, Βακτριανή, Κασπία, Σηρική, Θηβαΐς, Σακίς, Τρωγλοδυτική. Κυριεύει δὲ τοῦ σώματος ἰσχίων γλουτῶν βουβώνων, κόλου, ὀπισθίων μερῶν, κύστεως. Ἔστι δὲ καὶ ἀσελγὲς καὶ πολύγονον κατὰ τὸν Τράγον. Τὰ δὲ στοιχεῖα η′ καὶ τ′.
Ἀνατέλλουσι δὲ ἀπὸ μοίρας α′ ἕως δ′ αἱ ἀρχαὶ τούτου, ἀπὸ ε′ ἕως ϛ′ αὐτὴ ἡ ὀπὴ ἔνθα [ἡ ὀπή] καὶ ὁ τόνος, ἀπὸ ζ′ ἕως ια′ τὰ πρὸς τῇ κεφαλῇ, ἀπὸ ιβ′ ἕως ιγ′ αὐτὴ ἡ κεφαλή, ἀπὸ ιδ′ ἕως ιζ′ τράχηλος, στῆθος καὶ κοιλία, ἀπὸ ιη′ ἕως κ′ ἦτρον, ἀπὸ κα′ ἕως κβ′ μηροί, ἀπὸ κγ′ ἕως κδ′ ὦμοι, ἀπὸ κε′ ἕως κζ′ πόδες, αἱ δὲ λοιπαὶ τὰ πρὸς νότον.
Ἀποτελεῖ δὲ εὐκράτους, μελανοφθάλμους, εὔτριχας, εὐφόρους, δικαίους. Τούτων δὲ τοὺς μὲν ἐν τῷ α′ δεκανῷ ἐναρέτους, ἀνδρείους, φιλοφίλους, πολυπλανήτους. Ἐπὶ δὲ τοῦ β′ εὐφυεῖς, σοφούς, ἡγεμονικούς, εὐδόξους, φιλογυναίους, ἐκδημητάς, δικαίους, πολυγνώστους, σπαναδέλφους. Ἐπὶ δὲ τοῦ γ′ εὐφυεῖς, δαπανητὰς δε καὶ εὐμεταβόλους, οὐκ ἀπονήρους.
Σκορπίος
Ὄγδοον ζῴδιόν ἐστι Σκορπίος, θηλυκόν, νυκτερινόν, ὀρθόν, στερεόν, μετοπωρινόν, ἄφωνον, ὑδατῶδες, πολύσπορον, φθοροποιόν, κατωφερές, κυρτῶδες, λεπρῶδες, ἀλφῶδες, ἀμετάβλητον, ὀργίλον, πικρόν, δόλιον, πλαστικόν, κόσμου ἀγαθὴ τύχη, οἶκος Ἄρεως, ὕψωμα οὐδενός, ταπείνωμα Σελήνης περὶ μοίρας γ′, ἐναντίωμα Ἀφροδίτης, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως, ἐπίκοινος ἡ Σελήνη.
[μελοκοπούμενον, χερσαῖον, σπαστικόν, ὑποτακτικόν]
Ἔχει δεκανούς τρεῖς. Καὶ τῷ μὲν α′ δεκανῷ παρανατέλλουσιν Ὑγεία καὶ τὰ ὀπίσθια τοῦ Κενταύρου καὶ τὰ ἐμπρόσθια τοῦ Ταύρου τῆς δωδεκαώρου. Τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσιν Ἀσκληπιὸς καὶ τὰ μέσα τοῦ Κενταύρου καὶ τὰ μέσα τοῦ Ταύρου τῆς δωδεκαώρου. Τῷ δὲ γ′ δεκανῷ παρανατέλλουσι τὰ ἐμπρόσθια τοῦ Κενταύρου βαστάζοντος λαγωὸν καὶ τὰ ἐμπρόσθια τοῦ Κυνὸς καὶ ὁ Ὀφιοῦχος καὶ τὰ ὀπίσθια τοῦ Ταύρου τῆς δωδεκαώρου. Καὶ ὁ μὲν πρῶτος δεκανὸς φέρει πρόσωπον Ἄρεως, ὁ δὲ β' Ἡλίου, ὁ δὲ γ′ Ἀφροδίτης. Παρανατέλλει δὲ αὐτῷ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ δεξιοῦ ποδὸς τοῦ Κενταύρου μοίρας ια′, βόρειος, μεγέθους α′, κράσεως Ἀφροδίτης καὶ Διός. Πάλιν παρανατελλει λαμπρὸς ἀστὴρ ὁ καλούμενος Ἀντάρης μοίρας ιϛ′, λεπτῶν κ′, νότιος, μεγέθους β′, κράσεως Ἄρεως καὶ Διός.
[ἐστι δὲ τὸ ζῴδιον καθόλου μὲν βροντῶδες καὶ πυρῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη, καὶ τὰ μὲν βόρεια καυσώδη, τὰ δὲ νότια ἔνικμα. Αἱ δὲ τούτου λαμπραὶ μοῖραί εἰσι· ι′, ιδ′, κ′, λ′. Ὅρια δὲ ἐν αὐτῷ τῶν ε′ πλανωμένων· Ἄρεως ἀπὸ α′ ἕως ζ′, Ἀφροδίτης ἀπὸ η′ ἄχρις ια′, Ἑρμοῦ ἀπὸ ιβ′ ἄχρι ιθ′, Διὸς ἀπὸ κ′ ἄχρι κδ′, Κρόνου ἀπὸ κε′ ἄχρι λ′, ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αὗται· Ἰταλία, κτλ]
Ἔχει δὲ ὅρια τῶν ε′ πλανητῶν· Ἄρεως ζ′, Ἀφροδίτης δ′, Ἑρμοῦ η′, Διὸς ε′, Κρόνου ϛ′. Ὑποτέτακται δὲ αὐτῷ κλίματα ταῦτα· Ἰταλία, Μεταγωνῖτις, Μαυρητανία, Γαιτουλία, Συρία, Κομμαγηνή, Καππαδoκία. Κυριεύει δὲ τοῦ σώματος αἰδοίων καὶ κύστεως καὶ βουβώνων καὶ ἔδρας. Ποιεῖ δὲ διὰ τὸ κέντρον ἀμαυρώσεις, ἐπισκιασμούς, λιθιάσεις, στραγγουρίας, κήλας καὶ βρογχοκήλας, ἀρρητοποιίας, πολυκοινίας, συριγγώματα, καρκινώματα, αἱμορραγίας. Κυριεύει δὲ στοιχείων θ′ καὶ υ′.
Ἀνατέλλουσι δὲ ἀπὸ μοίρας α′ ἕως γ′ χηλαί, ἀπὸ δ′ ἕως ζ′ κεφαλή, ἀπὸ η′ ἕως ι′ τράχηλος, ἀπὸ ια′ ἕως ιγ′ στῆθος, ἀπὸ ιδ′ ἕως ιϛ′ κοιλία, ἀπὸ ιζ′ ἕως κα′ ῥάχις, ἀπὸ κβ′ ἕως κδ′ κέντρον, ἀπὸ κε′ ἕως κζ′ τὸ μέσον, ἀπὸ κη′ ἕως λ′ τὸ ἔσχατον τοῦ κέντρου.
Ἀποτελεῖ δὲ μελανόχροας, μελανοφθάλμους, αὐστηρούς, οὐλότριχας, λεπτοφώνους, εὐψύχους, ταχεῖς καὶ ὑπερόπτας. Καὶ ἐπὶ μὲν τοῦ α′ δεκανοῦ ἀδίκως πλανητεύοντας, πoλυκινδύνoυς, ἐπάνδρoυς, μετρίους τῷ βίῳ. Ἐπὶ δὲ τοῦ β′ ἐπιμόχθους, νουνεχεῖς, ἰσχυρογνώμονας, ἐκδημητάς, ἐπὶ μεγάλων τασσομένους, ἀτέκνους δὲ καὶ σινομένους τὸ σῶμα. Ἐπὶ δὲ τοῦ γ′ σκολιούς, κερδαλέους, κακοπαθεῖς, πολλὰ μαινομένους καὶ πολλοὺς ἀδικοῦντας, προλιπόντας τοὺς οἰκείους, κακοβίους, ὀλιγοχρονίους.
Τοξότης
Ἔννατον ζῴδιόν ἐστι Τοξότης, ἀρρενικόν, δίσωμον, βασιλικόν, ἀνθρωπόμορφον καὶ θηριῶδες, νευρῶδες, διπρόσωπον, χερσαῖον, τετράπουν, ἀσθενόφθαλμον, ἡμίφωνον· διπρόσωπον δὲ ἐκλήθη διὰ τὸ ἔχειν ἐκ τῶν ὄπισθεν τῆς κεφαλῆς μέρος ἕτερον προσώπου διαδηματοφόρον, ἀφ’ οὗ καὶ βασιλικὸν ἐκλήθη· ὀρθόν, μετοπωρινόν, πυρῶδες, ὀλιγόγονον, ἀγαθόν, κόσμου ἀπόκλιμα καὶ ὁ περὶ δούλων τόπος, οἶκος Διός, ὕψωμα δὲ Καταβιβάζοντος περὶ μοίρας ιε′, ταπείνωμα Ἀναβιβάζοντος περὶ μοίρας ιε′, ἐναντίωμα Ἑρμοῦ, τρίγωνον ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός, ἐπίκοινος Κρόνος.
[τοῦτο τὸ ζῴδιόν ἐστιν ἀρσενικόν, ἡμερινόν, ὀρθόν, φωνῆεν, μετοπωρινόν, σύνθετον, χερσαῖον, τετράπουν, στειρῶδες, ἀνωφερές, ἀγαθόν, εὐμετάβλητον, αἰνιγματῶδες, ὀλιγόγονον, πυρῶδες, ἡμιτελές, μελοκοπούμενον, πτερωτόν, ἡγεμονικόν, βασιλικὸν]
Ἔχει δεκανούς γ′. Καὶ τῷ μὲν α′ δεκανῷ παρανατέλλουσι θεός τις κατακέφαλα κείμενος, καλεῖται δὲ Τάλας, καὶ κόραξ ψαύει αὐτοῦ τῆς κεφαλῆς, καὶ Κύων ἀπεστραμμένος καὶ ἡ κεφαλὴ τοῦ Ἱέρακος τῆς δωδεκαώρου. Τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσι Κηφεὺς τὴν δεξιάν χεῖρα διδοὺς τῷ Θηρίῳ καὶ ἡ κεφαλὴ τοῦ Θηρίου καὶ τὸ ἥμισυ τῆς Ἀργοῦς καὶ τὰ ἐμπρόσθια τοῦ Δελφῖνος καὶ τὰ μέσα τοῦ Ἱέρακος τῆς δωδεκαώρου. Τῷ δὲ τρίτῳ δεκανῷ παρανατέλλουσι τὰ ὑπόλοιπα τοῦ Δελφῖνος καὶ Πέλαγος καὶ τὸ ἥμισυ τῆς Μεγάλης Ἄρκτου καὶ ἡ οὐρὰ τοῦ Ἱέρακος τῆς δωδεκαώρου. Καὶ ὁ μὲν α′ δεκανὸς φέρει πρόσωπον Ἑρμοῦ, ὁ δὲ δεύτερος Σελήνης, ὁ δὲ τρίτος Κρόνου. Παρανατέλλει τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ γόνατος τοῦ Τοξότου μοίρας κ′, βόρειος, μεγέθους β′, κράσεως Διὸς καὶ Κρόνου. Πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς Λύρας ὁ καλούμενος Λυρικὸς μοίρας κα′, βόρειος, μεγέθους α′, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ.
[τοῦτο τὸ ζῴδιον καθόλου μέν ἐστι πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πυρωδη, καὶ τὰ μὲν βόρεια πνευματώδη, τὰ δὲ νότια κάθυγρα καὶ μεταβολικά. Λαμπραὶ μοῖραι τούτου: δ′, ϛ′, ι′, ιη′, κϛ′, κθ′. Ὅρια δ’ ἐν αὐτῷ τῶν ε′ πλανωμένων· Διὸς ἀπὸ α′ ἄχρις η′, Ἀφροδίτης ἀπὸ θ′ ἄχρι ιδ′, Ἑρμοῦ ἀπὸ ιε′ ἕως ιθ′, Κρόνου ἀπὸ κ′ ἕως κε′, Ἄρεως ἀπὸ κζ′ ἕως λ′. Ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αἵδε· Κιλικία, Κύπρος, Κελτική, Ἰσπανία, Ἀραβία εὐδαίμων, κυριεύει κτλ.]
Ἔχει δὲ ὅρια τῶν ε′ πλανητῶν Διὸς ιβ′, Ἀφροδίτης ε′, Ἑρμοῦ δ′, Κρόνου ε′, Ἄρεως δ′. Ἔχει δὲ κλίματα ὑποτεταγμένα ταῦτα· Κιλικίαν, Τύρον, Κελτικήν, Σπανίαν, Ἀραβίαν εὐδαίμονα. Κυριεύει δὲ τοῦ σώματος μηρῶν, βουβώνων. Ποιεῖ δὲ πολλάκις περισσομελῆ συγγεννήματα ἔχοντας, φαλακροὺς ἢ ἐπισκιαζομένους, ἐπιληπτικοὺς ἢ ὀφθαλμῶν πόνους ἢ πηρώσεις ὑπομένοντας διὰ τὴν ἀκίδα, ἢ ἀπὸ ὕψους πτώσεις διὰ τὸν Τάλανα ἢ ἀπὸ τετραπόδων κίνδυνον ἢ μελῶν ἀποβολὰς ἢ ὑπὸ θηρίων ἀδικίας διὰ τὸν Κηφέα. Κυριεύει δὲ στοιχείων ι′ καὶ φ′.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α′ ἕως γ′ κεφαλή, ἀπὸ δ′ ἕως ζ′ τόξον, ἀπὸ η′ ἕως ι′ νεῦρα, ἀπὸ ια′ ἕως ιδ′ χεῖρες, ἀπὸ ιε′ ἕως ιθ′ τράχηλος καὶ ὦμοι, ἀπὸ κ′ ἕως κβ′ ῥάχις, ἀπὸ κγ′ ἕως κε′ ἀνὰ μέσον τὸ κέντρον, ἀπὸ κϛ′ ἕως κη′ πόδες, ἀπὸ κθ′ ἕως λ′ ὄνυχες.
Ἀποτελεῖ δὲ εὐκράτους μὲν τῇ χροιᾷ καὶ εὐστομάχους, εὐοφθάλμους δὲ καὶ εὐειδεῖς, ταχεῖς καὶ παραβόλους καὶ ἀναλωτὰς μέν, μικρολόγους δὲ καὶ ἀστάτους ἐπὶ τὸ πλεῖστον. Καὶ ἐν μὲν τῷ α′ δεκανῷ ὀλοθρευτὰς τῶν οἰκείων καὶ μονοφάγους καὶ ἐλλιπεῖς, πολυμόχθους, ἐπὶ ξένης πολιτεύοντας ἢ καὶ τελευτῶντας. Ἐπὶ δὲ τοῦ β′ θρασυδείλους, ἐν πολλοῖς πράγμασι καὶ κτήσεσι καὶ ἀποβολαῖς ἐγκυλιομένους, τὰ πατρῷα ἀποβάλλοντας, ξενιτεύοντας ἐπὶ πολλοὺς καὶ ἀκαταστατοῦντας, λυπουμένους ἐπὶ τέκνοις καὶ γυναιξί. Ἐπὶ τοῦ γ′ δεκανοῦ γεννωμένους ἐπισήμους, ἐν ἀλλοδαπῇ δοξαζομένους, πολυκοίνους εἰς τὰ ἀφροδίσια καὶ εὐμεταβόλους.
Αἰγόκερως
Δέκατον ζῴδιόν ἐστιν Αἰγόκερως, θηλυκόν, νυκτερινόν, τροπικόν, πλάγιον, χειμερινόν, ἀμφίβιον, γηθαλάσσιον, λεπρῶδες, ἀλφῶδες, φθοροποιόν, ἄγονον, κατωφερές, κατεψυγμένον, ἡμίφωνον, ἀσελγές, αἰνιγματῶδες, διφυές, κάθυγρον, γεωργικόν, ἡμιτελές, κυρτοειδές [κυρτῶδες], χωλόν, θηριῶδες, μελοκοπούμενον, λεπιδωτόν, δύσις κόσμου, οἶκος Κρόνου, ὕψωμα Ἄρεως περὶ μοίρας κη′, ταπείνωμα Διὸς περὶ μοιρας ιε′, ἐναντίωμα Σελήνης, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Σελήνης, ἐπίκοινος Ἄρης.
Ἔχει δεκανούς τρεῖς. Καὶ τῷ μὲν α′ δεκανῷ παρανατέλλουσι τὸ ἄλλο ἥμισυ τῆς Ἀργοῦς καὶ τῆς Μεγάλης Ἄρκτου καὶ Νηρηὶς καὶ Λύρα καὶ ἡ κεφαλὴ τοῦ Μεγάλου Ἰχθύος καὶ τὰ ἐμπρόσθια τοῦ Κυνοκεφάλου τῆς δωδεκαώρου. Τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσιν Εἰλείθυια ἐπὶ θρόνου καθεζομένη καὶ ἥμισυ Τροχοῦ καὶ Ἀμπέλου καὶ τὰ μέσα τοῦ Μεγάλου Ἰχθύος καὶ τὰ μέσα τοῦ δυσωνύμου ζῴου τῆς δωδεκαώρου. Τῷ δὲ γ′ δεκανῷ παρανατέλλουσι τὸ ἕτερον ἥμισυ τοῦ Τροχοῦ καὶ ἡ οὐρὰ τοῦ Μεγάλου Ἰχθύος καὶ Θυμιατήριον καὶ Δαίμων ἀκέφαλος βαστάζων τὴν ἰδίαν κεφαλὴν καὶ τὰ ὀπίσθια τοῦ Δυσωνύμου τῆς δωδεκαώρου. Καὶ ὁ μὲν α′ δεκανὸς φέρει πρόσωπον Διός, ὁ β′ Ἄρεως, ὁ γ′ Ἡλίου. Παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ Ἀετοῦ μοίρας ζ′, λεπτῶν μ′, βόρειος, μεγέθους α′, κράσεως Ἄρεως καὶ Διός.
[ἐστι δὲ τὸ ζῴδιον τοῦτο καθόλου μὲν δίυγρον καὶ φθαρτικόν, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καυσώδη καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἔσχατα ὀμβρώδη, τὰ δὲ βόρεια καὶ νότια αὐτοῦ κάθυγρά πως καὶ φθαρτικά. Λαμπραὶ μοῖραι· ϛ′, ιβ′, ιε′, κδ′, λ′. Ὅρια δὲ ἐν αὐτῷ τῶν ε′ πλανωμένων· Ἑρμοῦ ἀπὸ α′ ἕως ζ′, Διὸς ἀπὸ η′ ἕως ιδ′, Ἀφροδίτης ἀπὸ ιε′ ἄχρις κβ′, Κρόνου ἀπὸ κγ′ ἄχρις κζ′, Ἄρεως ἀπὸ κζ′ ἄχρι λ′. Ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αἵδε · Ἀριανή, Ἰνδική, Γεδρωσία, Θρᾴκη, Μακεδόνια, Ἰλλυρίς. κυριεύει κτλ.]
Ἔχει δὲ ὅρια τῶν ε′ πλανητῶν· Ἑρμοῦ ζ′, Διὸς ζ′, Ἀφροδίτης η′, Κρόνου δ′, Ἄρεως δ′. Ἔχει δὲ ὑποτεταγμένα κλίματα ταῦτα Συρίαν· Ἰνδικήν, Ἀριανήν, Γεδρωσίαν, Θρᾴκην, Μακεδονίαν. Κυριεύει δὲ τοῦ σώματος γονάτων, νεύρων· ποιεῖ δὲ ἀμαυρώσεις καὶ πηρώσεις διὰ τὴν ἄκανθαν καὶ μανιὰς καὶ ὀχλησεις δι’ ὑγρῶν ἢ ῥευμάτων. Ἔστι δὲ καὶ ἀσελγὲς καὶ αἰσχροποιόν. Κυριεύει δὲ στοιχείων κ′ καὶ χ′.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α′ ἕως γ′ κέρατα, ἀπὸ δ′ ἕως ζ′ ῥίν, ἀπὸ η′ ἕως ι′ τράχηλος, ἀπὸ ια′ ἕως ιγ′ κοιλία, ἀπὸ ιδ′ ἕως ιθ′ ῥάχις, ἀπὸ κ′ ἕως κα′ ἰσχία, ἀπὸ κβ′ ἕως κδ′ οὐρά, ἀπὸ κε′ ἕως κζ′ τὰ πρὸς βορρᾶν, αἱ λοιπαὶ ὄνυχες.
Ἀποτελεῖ δὲ μικροπροσώπους, λεπτοσφύρους, φιλογυναίους, ψευδολόγους, κενοδόξους, δούλους, θεοσεβεῖς, φιλοφίλους, ἀνελλιπεῖς, ὠφελουμένους, ὥστε μηδενὸς δεῖσθαι, εὐστόμους, ριψοκινδύνους. Καὶ ἐπὶ μὲν τοῦ α′ δεκανοῦ μακροβίους, ἐπαφροδίτους, ἐνύγρους καὶ ἐπὶ ξένης εὐδοκιμοῦντας, πολυνόσους δὲ καὶ ἐπὶ πολὺ ἀποβάλλοντας. Ἐν δὲ τῷ β′ πολυπλάνους, ἐκδημητάς, ἀγαθούς, λειτουργιακούς, σινώσεως ἢ κινδύνων πεῖραν ἐν ὑγροῖς λαμβάνοντας, τὸ δὲ γῆρας τῆς νεότητος κρεῖσσον διάγοντας. Ἐν δὲ τῷ γ′ συνακτικούς, πολυπλάνους, ἐνδόξους, ὑπὸ πολλῶν ἀγαπωμένους καὶ ἐπὶ ξένης δοξαζομένους, εὐεργετικούς, εὐαδεῖς.
Ὑδροχόος
Ἑνδέκατον ζῴδιόν ἐστιν Ὑδροχόος, ἀρσενικόν, ἡμερινόν, [λογικὸν], πλάγιον, φωνῆεν, δροσογόνον, στερεόν, χειμερινόν, ἀερῶδες, κατάψυχρον, ἀνωφερές, ἀνθρωποειδές, ἀμετάβλητον, ἄγονον, ὀκνηρόν, λειχηνῶδες, λεπιδωτόν, νεκρῶδες, κυρτοειδές, κόσμου ἐπαναφορὰ τοῦ δυτικοῦ κέντρου καὶ ὄγδοος τόπος περὶ θανάτου, οἶκος Κρόνου, ὕψωμα καὶ ταπείνωμα οὐδενός, ἐναντίωμα Ἡλίου, τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ, ἐπίκοινος Ζεύς.
Ἔχει δὲ δεκανούς τρεῖς. Καὶ τῷ μὲν α′ δεκανῷ παρανατέλλουσιν ὁ Ἠριδανὸς ποταμὸς κρατῶν κάλπην καὶ ἡ κεφαλὴ τοῦ Ἱπποκράτορος καὶ ἡ χεὶρ αὐτοῦ ἡ ἀριστερὰ τεταμένη καὶ ἡ κεφαλὴ τῆς Ἴβεως τῆς δωδεκαώρου. Τῷ δὲ β′ δεκανῷ παρανατέλλουσι τὰ μέσα τοῦ Ἱπποκράτορος καὶ οἱ δύο Ὄφεις ἔχοντες πρὸς ἀλλήλους συνάφειαν καὶ τὰ μέσα τῆς Ἴβεως τῆς δωδεκαώρου. Τῷ δὲ γ′ δεκανῷ παρανατέλλουσιν ὁ Μέγας Ὄρνις, ὃν καλοῦσι Κύκνον < ..... > ὃν καλοῦσιν Ἱπποκράτορα καὶ Λύκος δάκνων τὴν δεξιὰν αὐτοῦ καὶ τὰ ὀπίσθια τοῦ Πηγάσου καὶ τὰ τέλη τῆς Ἴβεως τῆς δωδεκαώρου. Καὶ ὁ μὲν α′ δεκανὸς φέρει πρόσωπον Ἀφροδίτης, ὁ β′ Ἑρμοῦ, ὁ γ′ Σελήνης. Παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστήρ, ὃς καλεῖται Νότιος Ἰχθύς, μοιρας ιβ′, νότιος, μεγέθους α′, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ. Πάλιν παρανατέλλει λαμπρὸς ἀστήρ, ὃς καλεῖται Ὄρνις, μοίρας ιβ′, λεπτῶν ν′, βόρειος, μεγέθους β′, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ.
[τοῦτο τὸ ζῴδιον καθόλου μέν ἐστι ψυχρὸν καὶ ὑδατῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ κάθυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη, καὶ τὰ μὲν βόρεια καυσώδη, τὰ δὲ νότια δίυγρα. Τούτου λαμπραὶ μοῖραι· ια′, ιζ′, κη′, κθ′. Ὅρια δ’ ἐν αὐτῷ τῶν ε′ πλανωμένων· Ἑρμοῦ ἀπὸ α′ ἄχρις ζ′, Ἀφροδίτης ἀπὸ η′ ἕως ιγ′, Διὸς ἀπὸ ιδ′ ἕως κ′, Ἄρεως ἀπὸ κα′ ἕως κε′, Κρόνου ἀπὸ κς′ ἕως λ′. Ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αἵδε· Αἴγυπτος, Σαυρομματική, Ὠξιανή, Σογδιανή, Ἀρραβία, Ἀζανία, μέση Αἰθιοπία, κυριεύει κτλ.]
Ἔχει δὲ ὅρια τῶν ε′ πλανητῶν· Ἑρμοῦ ζ′, Ἀφροδίτης ς′, Διὸς ζ′, Ἄρεως ε′, Κρόνου ε′. Ἔχει δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Αἴγυπτον Σαυροματικήν, Ὀξειανήν, Σογδιανήν, Ἀραβίαν. Κυριεύει δὲ τοῦ σώματος κνημῶν, σκελῶν, νεύρων. Ποιεῖ δὲ ὑδρωπικούς, ἀρθρητικούς, μανιώδεις, ἀποκόπους καὶ τραυματικούς καὶ ἐλεφαντιῶντας, ἰκτερικούς, μελαγχόλους, πηροὺς διὰ τὴν Κάλπην. Στοιχεῖα δὲ ἔχει τὸ λ′ καὶ τὸ ψ′.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α′ ἕως τρίτης κεφαλή, ἀπὸ δ′ ἕως ζ′ τράχηλος, ἀπὸ η′ ἕως ι′ κοιλία, ἀπὸ ια′ ἕως ιγ′ χεῖρες, ἀπὸ ιδ′ ἕως ιθ′ ὦμοι, ἐν δὲ τῇ κ′ καρδίᾳ, ἀπὸ κα′ ἕως κβ′ μόρια, ἀπὸ κγ′ ἕως κε′ μηροί, ἀπὸ κς′ ἕως κζ′ πόδες, ἀπὸ κη′ ἕως λ′ ἰσχία.
Ἀποτελεῖ δὲ εὔχροας, εὐακεῖς, εὐπαθεῖς, κενοδόξους, φιλοκαθαρίους, θρασυδείλους. Καὶ ἐπὶ μὲν τοῦ α′ δεκανοῦ εὐεργετικούς, ἀχαριστουμένους δὲ πολλάκις, ξενιτεύοντας καὶ εὐγάμους, φαρμακείαις ἐνοχλουμένους. Ἐπὶ δὲ τοῦ β′ εὐφραντικούς, παίκτας, ἀδόλους, ἐν ὑγροῖς ὀχλουμένους, ἡδεῖς, εὐπραγοῦντας παρ’ ὑπερέχουσι καὶ ὅπλοις ἐνδόξους. Ἐπὶ δὲ τοῦ γ′ ἀναξίους, συμπλευσομένους πολλά τε κινδυνεύοντας ἢ σινουμένους ἐξ ὑγρῶν.
Ἰχθεῖς
Δωδέκατον ζῴδιόν εἰσιν Ἰχθύες, θηλυκόν, δίσωμον, νυκτερινόν, πλάγιον, ὑδατῶδες, χειμερινόν, κατωφερές, ἄφωνον, ἀγαθόν, εὐμετάβολον, πολύγονον, συνουσιαστικόν, κάθυγρον, μελοκοπούμενον, λεπιδωτόν, ποικίλον, λεπρῶδες, ἀλφῶδες, ἄστατον, ἀσελγές, ὀχλικόν, πτερωτόν, κόσμου ἀγαθὸν ἀπόκλιμα, θεοῦ τόπος, οἶκος Διός, ὕψωμα Ἀφροδίτης περὶ μοίρας κζ′, ταπείνωμα Ἑρμοῦ περὶ μοίρας ιε′, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως, ἐπίκοινος ἡ Σελήνη.
Ἔχει δεκανούς γ′. Καὶ τῷ μὲν α′ δεκανῷ παρανατέλλουσι τὰ ἐμπρόσθια τοῦ Πηγάσου ἵππου ἐπτερωμένου καὶ κεφαλὴ Ἐλάφου ἔχουσα ὄφεις δύο ἐν τοῖς μυκτῆρσι καὶ ἡ ἀρχὴ τοῦ Λίνου καὶ ἡ οὐρὰ τοῦ Κροκοδείλου τῆς δωδεκαώρου. Τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσι τὰ μέσα τῆς Ἐλάφου καὶ τὸ ἥμισυ τοῦ Ἐγγούνασι καὶ τὸ ἥμισυ τοῦ Κροκοδείλου τῆς δωδεκαώρου. Τῷ δὲ τρίτῳ δεκανῷ παρανατέλλουσι τὰ ὀπίσθια τῆς Ἐλάφου καὶ τὸ ἄλλο ἥμισυ τοῦ Ἐγγούνασι καὶ τὸ τέλος τοῦ Λίνου καὶ ἡ κεφαλὴ τοῦ Κροκοδείλου τῆς δωδεκαώρου. Καὶ ὁ μὲν α′ δεκανὸς φέρει πρόσωπον Κρόνου, ὁ β′ Διός, ὁ γ′ Ἄρεως. Παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ Ἵππου μοίρας ε′, λεπτῶν ν′, βόρειος, μεγέθους β′, κράσεως Ἄρεως καὶ Ἑρμοῦ. Πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομεδας, μοίρας κα′, βόρειος, μεγεθους β′, κράσεως Ἄρεως καὶ Ἑρμοῦ.
[τοῦτο δὲ τὸ ζῴδιον καθόλου μέν ἐστι ψυχρὸν καὶ πνευματῶδες, κατά μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ εὔκρατα,, τὰ δὲ μέσα κάθυγρα, τὰ δὲ ἑπόμενα καυσώδη, καὶ τὰ μὲν βόρεια πνευματώδη, τὰ δὲ νότια ὑδατώδη. Λαμπραὶ δὲ μοῖραι αὐτοῦ· η′, ιε′, κ′, κγ′, λ′. Ὅρια δὲ ἐν αὐτῷ τῶν ε′ πλανωμενων. Ἀφροδίτης ἀπὸ α′ ἕως η′, Διὸς ἀπὸ θ′ ἄχρι ιδ′, Ἑρμοῦ ἀπὸ ιε′ ἕως κ′, Ἄρεως ἀπὸ κα′ ἕως κς′, Κρόνου ἀπὸ κζ′ ἕως λ′. Ὑπόκεινται δὲ αὐτῷ οἰκήσεις αἵδε· Φαζανία, Νασαμωνίτις, Γαραμαντική, Λυδία, Κιλικία, Παμφυλία, κυριεύει κτλ]
Ἔχει δὲ ὅρια τῶν ε′ πλανητῶν· Ἀφροδίτης ιβ′, Διὸς δ′, Ἑρμοῦ γ′, Ἄρεως θ′, Κρόνου β′. Ἔχει δὲ ὑποτεταγμενα κλίματα ταῦτα· Ἐρυθρὰν θάλασσαν καὶ τὴν Ἰνδικὴν χώραν, Γαραμαντίαν, Λυδίαν, Κιλικίαν, Παμφυλίαν. Κυριεύει δὲ τοῦ σώματος πελμάτων καὶ ἀκροποδίων καὶ νεύρων ποδῶν καὶ τῶν ἀστραγάλων. Ποιεῖ δὲ ἀρθρητικούς, ποδαγρούς, ὑποκύρτους, λεπροὺς ἢ ἀλφοὺς ἢ λειχῆνας ἔχοντας ἢ ψώρας, κατωφερεῖς δὲ καὶ ἐπιψόγους, ἀσελγεῖς, πολυκοίνους, ἀπὸ ἐνύγρων παθῶν ὀχλουμένους. Κυριεύει δὲ στοιχείων τοῦ μ′ καὶ ω′.
Ἀνατέλλει δὲ ἀπὸ μοίρας α′ ἕως γ′ κεφαλή, ἀπὸ δ′ ἕως ζ′ ἀνὰ μέσον ὁ σύνδεσμος, ἀπὸ η′ ἕως ι′ τὰ πρὸς νότον, ἀπὸ ια′ ἕως ιγ′ κοιλία, ἀπὸ ιδ′ ἕως ιθ′ ὦμοι, ἀπὸ κ′ ἕως κζ′ βόρεια, ἀπὸ κη′ ἕως λ′ ὄνυχες.
Ἀποτελεῖ δὲ λευκόχροας, εὔτριχας, πολυτρόπους, πολυπότας, δαπανητάς. Καὶ ἐν μὲν τῷ α′ δεκανῷ παραβόλους, ἀδίκους κέρδους ἕνεκα, μέσους τῷ βίῳ, ἀπολόγους ἢ παιδείας θαυμαζομένους, πολυφίλους, εὐτέχνους, ἐντίμους, γυναιξίν ἀποδεκτούς. Ἐπὶ δὲ τοῦ β′ καταγάστρους, περιέργους, ἐκδημητάς. Ἐπὶ δὲ τοῦ γ′ ἀπολαυστικούς, φιλολόγους, ἐνδόξους, πολυπείρους, ἀποδοχὴν παρὰ γυναιξίν ἔχοντας, δαπανητάς δὲ καὶ ὁρμητικοὺς καὶ πολλῶν θεατάς, ῥᾳδίως ἀποβάλλοντας καὶ κτωμένους.
Τούτων δὲ τῶν ζῳδίων τὰ μέν εἰσιν ὀρθά, τὰ δὲ πλάγια· καὶ ὀρθὰ μὲν εἰσιν ἀπὸ Καρκίνου ἕως Τοξότου, πλάγια δὲ ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων. Ἔτι δὲ τούτων τὰ μέν εἰσιν ἡμερινά, τὰ δὲ νυκτερινὰ· καὶ ἡμερινὰ μέν εἰσιν Κριός, Δίδυμοι, Λέων, Ζυγός, Τοξότης, Ὑδροχόος, νυκτερινὰ δὲ Ταῦρος, Καρκίνος, Παρθένος, Σκορπίος, Αἰγόκερως, Ἰχθύες. Τρίγωνα ἃ καὶ ἀνατολικὰ καλοῦνται Κριός Λέων Τοξότης· τὰ αὐτὰ καὶ πύρινα καὶ βασιλικά. Γήινα δὲ Ταῦρος, Παρθένος, Αἰγόκερως καὶ ταῦτα βόρεια. Τὸ δὲ τρίγωνον τῶν Διδύμων καὶ Ζυγοῦ καὶ Ὑδροχόου ἃ καὶ πνευματώδη καλοῦνται, δυτικὸν τυγχάνει. Ὅμοίως καὶ τὰ τρίγωνα Καρκίνος, Σκορπίος καὶ Ἰχθύες, ἃ καὶ ὑδατώδη καὶ πολύσπορα καλοῦσι, καὶ αὐτὰ νότια τυγχάνουσι.
Τετράγωνα δέ εἰσι τοῦ μὲν Κριός, Καρκίνος, Ζυγός, Αἰγόκερως ἃ καὶ τροπικὰ καλεῖται· πάλιν Ταῦρος, Λέων, Σκορπίος, Ὑδροχόος ἃ στερεὰ λέγονται· δίσωμα δὲ τετράγωνα Δίδυμοι, Παρθένος, Τοξότης, Ἰχθύες. Καὶ διάμετρα μὲν τῶν τροπικῶν Κριός πρὸς Ζυγόν καὶ Καρκίνος πρὸς Αἰγόκερω, τῶν δὲ στερεῶν Ταῦρος πρὸς Σκορπίον, καὶ Λέων πρὸς Ὑδροχόον. Ἑξάγωνα δέ εἰσι τὰ ἀρσενικὰ πρὸς τὰ ἀρσενικὰ καὶ τὰ θηλυκὰ πρὸς τὰ θηλυκά. Ἤτοι ἀρσενικά εἰσιν ἅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἡμερινὰ ἐγράψαμεν οἷον Κριός, Δίδυμοι, Λέων, Ζυγός, Τοξότης, Ὑδροχόος· ταῦτα καὶ ἑξάγωνα καὶ ἡμερινὰ καὶ ἀρσενικὰ καλοῦνται· ὁ δὲ Ταῦρος καὶ Καρκίνος καὶ Παρθένος καὶ Σκορπίος καὶ Αἰγόκερως καὶ Ἰχθύες, ταῦτα πρὸς ἄλληλα πάλιν ἑξάγωνα καὶ θηλυκὰ καὶ νυκτερινὰ καλοῦνται. Ἀπὸ τῶν σημείων τούτων γνωρίζεται πᾶς τις οἷός ἐστι καὶ οἵου ἀστέρος.
Περὶ τῆς ἐκ τῶν οἰκείων ἐνεργειῶν καὶ μορφώσεων ἐφηρμοσμένης τοῖς τοῦ ζῳδιακοῦ τμήμασι διάφορου προσηγορίας.
Τὴν δ’ ἐκ τῶν μορφώσεων τῶν ζῳδίων παρὰ τοῖς προγενεστέροις πεποικιλμένην ὀνομασίαν χρησίμην ἡγούμενοι πεφυκέναι τοῖς ἐνταῦθα εἰσαγομένοις καὶ ταύτην ἐν ἐκδόσει θέσθαι ἐκρίναμεν, ὅπως ἐξ ἁπάντων δύναιτ’ ἄν τις τὸν φυσικὸν στοχασμὸν προσφόρως ἐπιλογίζεσθαι· εἰσὶν δὲ τούτων συνέλοντι φάναι διαφοραὶ λβ′. Τοῦτ' ἐστιν ἃ μὲν ἡγεμονικά, ἃ δὲ παρηγεμονικά, ἃ δὲ ὑποτακτικά, ἃ δὲ χερσαῖα, ἃ δὲ ἔνυδρα, ἃ δὲ ἀμφίβια, ἃ δὲ πολύσπερμα, ἃ δὲ πολύγονα, ἃ δὲ ὀλιγόγονα, ἃ δὲ ἄγονα, ἃ δὲ λάγνα, ἃ δὲ καθάρια, ἃ δὲ αἰνιγματώδη, ἃ δὲ τερατώδη, ἃ δὲ κυρτοειδῆ, ἃ δὲ μελεοκοπούμενα, ἃ δὲ τετράποδα, ἃ δὲ διφυῆ, ἃ δὲ περισσομελῆ, ἃ δὲ κοινωνικά, ἃ δὲ δίχρωμα, ἔνιά τε ἐπιληπτικά, ἃ δὲ μαλακοποιά, ἃ δὲ ἀσθενόφθαλμα, ἃ δὲ σπαστικά, ἃ δὲ λατρώδη, ἃ δὲ θηριώδη, ἃ δὲ ἀνθρωποειδῆ, ἃ δὲ πτερωτά, ἃ δὲ φωνήεντα, ἃ δὲ ἡμίφωνα, ἃ δὲ ἄφωνα.
Τούτων δὲ οὕτως ἐχόντων, ἡγεμονικὰ μέν ἐστιν Κριός, Λέων, Τοξότης· εἴρηται δὲ ἡγεμονικά, ἐπεὶ Ἡλίου καὶ Διὸς ταῦτα λέγεται εἶναι, φανερὸν δὲ ὅτι οὗτοι τῶν λοιπῶν ἀστέρων ἡγοῦνται. Παρηγεμονικὰ δὲ Δίδυμοι, Ζυγός, Ὑδροχόος. Παρηγεμονικὰ δὲ λέγεται ταῦτα, ἐπεὶ Κρόνου καὶ Ἑρμοῦ τυγχάνει, οὗτοι δὲ Ἡλίου καὶ Διὸς ἥττονες τῇ δυνάμει ὑπάρχουσι. Ὑποτακτικὰ δὲ τὰ θηλυκὰ Ταῦρος, Καρκίνος, Παρθένος, Σκορπίος, Αἰγόκερως, Ἰχθύες, ἐπεὶ οἱ ἔχοντες ἐν αὐτοῖς τοὺς φωστῆρας ἐπὶ τῆς γενέσεως μὴ ὄντας κεκεντρωμένους ἢ δορυφορουμένους ὑπὸ τῶν ἀγαθοποιῶν, ὑποτεταγμένοι δεσπόταις καὶ δυστυχεῖς καὶ πένητες ἔσονται. Χερσαῖα δὲ Κριός, Ταῦρος, Δίδυμοι, Λέων, Παρθένος, Ζυγός, Σκορπίος. Ἐπὶ γὰρ τῶν καθολικῶν συμπτωμάτων αἱ του Ἡλίου καὶ τῆς Σελήνης ἐκλείψεις ἐν τούτοις ἀποτελούμεναι, ἔτι δὲ καὶ αἱ φάσεις τῶν πλανητῶν καὶ οἱ στηριγμοὶ περὶ τὰ χερσαῖα ζῷα σημαίνουσιν τῶν μελλόντων ἀγαθῶν ἢ φαύλων συμβήσεσθαι τὰς ποιότητας· ὁμοίως καὶ τὰ ἔνυδρα περὶ θαλάσσας καὶ ποταμοὺς καὶ λίμνας καὶ τοὺς ἐν αὐτοῖς γιγνομένους ἰχθύας.
Ἴνα δὲ μὴ καθ’ ἕκαστον εἶδος λέγοντες τὰ τοιαῦτα μακρηγορήσωμεν, ὑποκείσθω δὴ δι’ ὑποδείγματος σαφηνίσαι ἡμᾶς τὸ λεγόμενον· οἷον ὅταν σκεπτώμεθα τὸν περὶ ἀξίας λόγον, τύχη δὲ Κριῷ ἢ Λέοντι ἡ Τοξότῃ ὡροσκοπούντων αὐτῶν ἢ μεσουρανούντων ὑπὸ τῶν τῆς αἱρέσεως δορυφορουμένων ἀστέρων, βασιλικὰς καὶ ἡγεμονικὰς ἀξίας ἀποτελοῦσιν, τοῦ παρηγεμονικοῦ τριγώνου οὕτως τοὺς ἀστέρας ἔχοντος τὸ τῆς ἀξίας εἶδος ἐπὶ τὸ ἔλαττον τρέποντος, τοῦ δὲ ὑποτακτικοῦ ἔτι μᾶλλον. Εἰς δὲ τὸν περὶ γάμου τόπον παρατηρητέα τὰ λάγνα καὶ καθάρια, εἰς δὲ τὸν περὶ τέκνων τὰ πολύγονα, εἰς δὲ τὸν περὶ σίνους τὰ κυρτοειδῆ καὶ λεπρώδη καὶ αἰνιγματώδη· πρὸς γὰρ τοὺς σχηματιζομένους ἀστέρας ἀνίασιν ἢ ἐπιτείνουσιν τὰ δηλούμενα, καὶ τῶν ἄλλων δηλαδὴ κατὰ τὸ ἀνάλογον τῆς ὀνοματοποιΐας ἐφαρμοζομένων τῷ τε καθολικῷ εἴδει καὶ τῷ γενεθλιακῷ καὶ ἔτι τῷ περὶ καταρχῶν.
Ἔνυδρα δὲ ἐκλήθησαν ὅσα ἐν ὕδασιν ἢ παρ’ ὕδασιν ἢ μέρος τι ὕδατος ἔχουσιν Ἰχθύες, Καρκίνος, Αἰγόκερως, Ὑδροχόος, Τοξότης· ἐν ὕδασιν μὲν Ἰχθύες, Καρκίνος, ὑπὸ μέρους δὲ Αἰγόκερως καὶ Ὑδροχόος· Αἰγόκερως μὲν διὰ τὸ οὐραῖον· Ὑδροχόος διὰ τὸ ὑπ’ αὐτῶν ἐκχεῖσθαι τὸν Ἠριδανὸν ποταμόν, Τοξότης δὲ διὰ τὴν Ἀργῶ τὸ πλοῖον καὶ τὸ ὑποκείμενον πέλαγος, ἀμφίβια ** Καρκίνος καὶ Αἰγόκερως.
Πολύσπερμα δὲ ὅσα πολλὴν ἔχει τήν τοῦ σπέρματος ἀπόκρισιν οἷον Κριός, Ταῦρος, Ἰχθύες· πολύγονα δὲ ὅσα πολλὰ γεννᾶ Καρκίνος, Σκορπίος, Ἰχθύες. Ὀλιγόγονα δὲ ὁ Τοξότης ** [καὶ οἱ Δίδυμοι]. Ἄγονα δὲ καὶ στεῖρα ταῦτα· Παρθένος, Αἰγόκερως, Ὑδροχόος· λέγεται δὲ καὶ ὁ Λέων διὰ τὸ μονοτεκεῖν. Λάγνα δὲ καὶ ἀσελγῆ καὶ ἀδιάφορα περὶ τὰς μίξεις Κριός, Ταῦρος, Λέων, Σκορπίος, Αἰγόκερως, Ἰχθύες. Καθάρια δὲ Δίδυμοι, Παρθένος, Ζυγός, Ὑδροχόος. Αἰνιγματώδη δὲ Τοξότης, Αἰγόκερως· ἔνιοι δὲ προστιθέασιν τούτοις καὶ Καρκίνον, Ταῦρον καὶ Σκορπίον. Τερατώδη δὲ Ἰχθύες καὶ Καρκίνος, Σκορπίος, Αἰγόκερως. Κυρτοειδῆ δὲ ὅσα κεκύρτωται Ἰχθύες, Καρκίνος, Σκορπίος.
Μελεοκοπούμενα δὲ Κριός, Ταῦρος, Καρκίνος, Λέων, Σκορπίος, Τοξότης, Αἰγόκερως καὶ Ἰχθύες. Τετράποδα δὲ Κριός, Ταῦρος, Λέων, Τοξότης. Διφυῆ δὲ ὅσα δύο φύσεις ἔχει οἷον Τοξότης, Αἰγόκερως, Ἰχθύες· ἔνιοι καὶ Ζυγὸν διφυῆ λέγουσιν διὰ τὸ βαστάζειν τι. Περισσομελῆ δὲ καὶ τοῖς ἀκροτηρίοις πλεονάζοντες Καρκίνος καὶ Σκορπίος. Κοινωνικὰ δὲ Δίδυμοι, Παρθένος, Τοξότης, Ἰχθύες· δίσωμα γὰρ ὄντα κατὰ φύσιν τὴν τῶν δυοῖν σωμάτων σύμφωνον κοινωνίαν [παρέσχεται] παρέχουσιν.
Δίχρωμα δὲ τὰ ἰχθυακά, ἐπεὶ οἱ ἔχοντες ἐν αὐτοῖς τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἀλφοῖς ἢ λέπραις ἢ φακοῖς ἢ λειχῆσι ἁλίσκονται· εἰσὶν δὲ τὰ λέχθεντα ἰχθυακὰ Ἰχθύες, Καρκίνος, Σκορπίος, ἀπὸ μέρους δὲ καὶ Αἰγόκερως. Ταῦτα δὲ λέγεται καὶ λεπρώδη διὰ τὸ ἔχειν λεπίδας, διὸ σὺν αὐτοῖς τέτακται ὁ Σκορπίος. Ἀσθενόφθαλμα δὲ *** Λέων, Ζυγός, Τοξότης, Κριός, Καρκίνος. Σπαστικὰ δὲ εἴρηται διὰ τὸ τοὺς ἔχοντας ἐν αὐτοῖς τὴν Σελήνην ὡς ἐπὶ τὸ πλεῖστον σπαστικοὺς εἶναι καὶ πολυκινήτους ἢ ὅτι ταῦτα πολυκίνητα. Ἐπιληπτικὰ δὲ καὶ μανιώδη Ταῦρος, Λέων, Σκορπίος, Ἰχθύες.
Μαλακοποιὰ δὲ Ταύρου τὰ ἔσχατα καὶ ὀσφὺς καὶ Λέοντος τὰ ἔσχατα καὶ Σκορπίου τὸ κέντρον καὶ τὸ Τοξότου ὡς ἐπὶ τῷ Αἰγόκερῳ τὰ ἔσχατα. Λατρώδη δὲ Αἰγόκερως, Ἰχθύες, Κριός, Ταῦρος· καλεῖται δὲ λατρευτικὰ διὰ τὸ μὴ ὀρθὰ ἀνατέλλειν ἀλλὰ τὸ πλεῖστον μέρος ἔχειν ἐκτὸς τοῦ ζῳδιακοῦ κυκλοῦ καὶ οἱονεὶ ἀποφεύγειν· ἔνιοι δὲ ἔφασαν διὰ τὸ ὡς ἐπὶ τὸ πλεῖστον τοὺς ἐν τοῖς ζῳδίοις ἔχοντας τὴν Σελήνην ἢ τὸν ὡροσκόπον λατρώδεις μᾶλλον εἶναι καὶ ἀνελευθέρους καὶ ὡσανεὶ κόλακας τῷ ἔθει· τὴν αὐτὴν δὲ οὕτως ἔχει τάξιν τοῖς λατρώδεσι καὶ ὁ Λέων καὶ ὁ Καρκίνος καὶ ὁ Σκορπίος.
Θηριώδη δὲ Ταῦρος, Λέων, Σκορπίος. Ἀνθρωποειδῆ δὲ Δίδυμοι, Παρθένος, Ζυγός, Ὑδροχόος· Τοξότης δὲ ἀπὸ μέρους διὰ τὸ ἀνθρώπειον σῶμα. Πτερωτὰ δὲ Παρθένος, Τοξότης, Ἰχθύες· διὸ μάλιστα συμβέβηκεν τοὺς γεννωμένους περὶ τούτους τοὺς τόπους γενέσθαι ὀρνιθοθήρας, ὀρνεοτρόφους, ἰξευτὰς· γίνονται δὲ καὶ δρομεῖς ταχεῖς πτεροῦ δίκην κινούμενοι. Φωνήεντα δὲ Δίδυμοι, Παρθένος, Ζυγός, Ὑδροχόος, ἐπεί ἐστιν ἀνθρωποειδῆ· ἔνιοι δὲ καὶ Τοξότην προσλαμβάνονται. Ἡμίφωνα δὲ Κριός, Ταῦρος, Λέων, Αἰγόκερως ἐπεὶ φωνὴν μὲν ἔχει ἄναρθρον δὲ καὶ ἄσημον. Ἄφωνα δὲ Καρκίνος, Σκορπίος, Ἰχθύες, φωνὴν γὰρ οὐ κέκτηνται ταῦτα.